ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Μακαρίζομέν σε, Ἱεράρχα σοφέ, καὶ τιμῶμεν τὴν ἁγίαν σου κοίμησιν, καὶ τελοῦμέν σου τὴν μνήμην εὐλαβῶς.
Θεολόγων οἱ δῆμοι, καὶ τῶν Ἱεραρχῶν, ἐν τῇ μνήμῃ σου Γρηγόριε χαίρουσι, καὶ δοξάζουσι τὸν Κύριον θερμῶς.
Δεῦτε συνελθόντες, κατὰ χρέος ὁμοῦ, φιλοπάτορες τὴν μνήμην τελέσωμεν, Γρηγορίου Ἱεράρχου τοῦ κλεινοῦ.
Ἱκετεύων Πάτερ, μὴ ἐλλείπης Χριστόν, καρποφόρους ἀρετῶν ἀπεργάσασθαι, ἡμᾶς πάντας τοὺς φιλοῦντάς σε θερμῶς.
Ὅλως παιδιόθεν, ἀνετέθης Θεῷ, καὶ Αὐτῷ μέχρι θανάτου ἑπόμενος, ἠξιώθης τῶν ἀφθάρτων δωρεῶν.
Ῥῦσαι σαῖς πρεσβείαις, ἐν ποικίλων παθῶν, ἐκ κινδύνων συμφορῶν τε καὶ θλίψεων, τοὺς τιμῶντάς σου τὴν Κάραν εὐλαβῶς.
Νέκρωσον εὐχαῖς σου, τοὺς ἀσάρκους ἐχθρούς, τοὺς νῦν ἐπιτιθεμένους Γρηγόριε, καθ’ ἑκάστην καθ’ ἡμῶν σῶν ὑμνητῶν.
Μύρου εὐωδίαν, ἀποπνέη ἀεί, τῶν λειψάνων σου ἡ θήκη Γρηγόριε, καὶ εὐφραίνη τὰς καρδίας τῶν πιστῶν.
Φίλος τῶν πενήτων, ὀρφανῶν καὶ χηρῶν, διετέλεσας ἐν βίῳ θεσπέσιε, ὅθεν ἤλειφας τὸν ἄξιον μισθόν.
Τῷ ἀστέκτῳ θρόνῳ, τοῦ Χριστοῦ παρεστώς, καὶ θεώμενος τὴν δόξαν τὴν ἄφραστον,καθικέτευε Αὐτὸν ὑπὲρ ἡμῶν.
Δόξα.
Δέχου τὰς δεήσεις, Παναγία Τριάς, Γρηγορίου τοῦ σεπτοῦ Σου θεράποντος, καὶ παράσχου τὰ ἐλέη Σου ἡμῖν.
Καὶ νῦν.
Τὴν ζωὴν τεκοῦσα, Θεοτόκε ἁγνή, τῆς ζωῆς τῆς αἰωνίου ἀξίωσον, ἡμᾶς πάντας τοὺς τιμῶντάς Σε πιστῶς.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἄξιον ἐστί, Γρηγόριον τὸν Ἱεράρχην, στέφειν ἐγκωμίων τοῖς ἄνθεσι, ὃν στεφάνοις ἐστεφάνωσε Θεός.
Βλέψον εἰς ἡμᾶς, ὅμματί σου ἱλαρῷ, ἐξ ὕψους τοὺς παρακαλοῦντάς σε Ἅγιε, καὶ παράσχου εὐλογίαν πατρικήν.
Γλώσσα χοϊκή, οὐκ ἰσχύει τοῦ ἐξαριθμῆσαι, ἀρετὰς ἀγώνων καὶ θαύματα, ἃ ἐτέλεσας παμμάκαρ ἔτι ζῶν.
Δένδρον εὐθαλές, καὶ ὑψίκομον ὡράθης Πάτερ, φυτευθεὶς χειρὶ τοῦ Παντάνακτος, καὶ ἐποίησας καρποὺς μελισταγεῖς.
Θεῖον θησαυρόν, ὁ ναὸς τοῦ Εὐσταθίου Πάτερ, ἔχει τὴν σεβάσμιον Κάραν σου, ὅθεν δόξαν ἀναπέμπει πρὸς Θεόν.
Λέων ἐμφανής, ὁ ἀρχέκακος ἐπιζητεῖ με, ὡς στρουθίον μάκαρ σπαράξαι με, σὺ οὖν σύντριψον τὴν τούτου κεφαλήν.
Μέγας ἀληθῶς, στῦλος γέγονας τῆς Ἐκκλησίας, ἐναρέτοις λόγοις καὶ πράξεσι, διὸ μένει σου ἡ μνήμη ἐσαεί.
Στέφανον διπλοῦν, ὄντως ἤλειφας ἐκ τοῦ Κυρίου, ὡς Ἀρχιεράρχης πανάριστος, καὶ ὡς μύστης τοῦ Δεσπότου ἀληθῶς.
Ὕμνον τῷ Θεῷ, τὸν τρισάγιον νῦν ἀναμέλπων, μνήσθητι Γρηγόριε ἔνδοξε, τῆς σῆς ποίμνης καὶ ἐμοῦ τοῦ ταπεινοῦ.
Ὤφθης μιμητής, καὶ διάδοχος τῶν Ἀποστόλων, καὶ πολλοὺς παμμάκαρ ὡδήγησας, ἐκ τῆς πλάνης πρὸς τὴν πίστιν τοῦ Χριστοῦ.
Δόξα.
Πάτερ καὶ Υἱέ, Πνεῦμα Ἅγιον μία Θεότης, ταῖς τοῦ Ἱεράρχου δεήσεσι, Βασιλείας Σου ἀξίωσον ἡμᾶς.
Καὶ νῦν.
Ἄνασσα σεμνή, δεξιὰ τοῦ Σοῦ Υἱοῦ παρισταμένη, σὺν τῷ Ἱεράρχῃ ἱκέτευε, ἵνα σώσῃ καὶ ἡμᾶς ὡς ἀγαθός.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Αἰ γενεαὶ αἱ πᾶσαι, μακαρίζομέν σε, Γρηγόριε παμμάκαρ.
Βρύεις ἰαμάτων, τὴν χάριν παραδόξως, τοῖς σὲ προσκαλουμένοις.
Δίκαιος ἐφάνης, ταπεινὸς καὶ πρᾶος, πιστὸς καὶ ἐλεήμων.
Ἡλίου τοῦ ἀδύτου, ἀκτὶς φαιδρὰ ἐφάνης, φωτίσας τοὺς ἐν σκότει.
Ἱκέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Κτίστην, Γρηγόριε τρισμάκαρ.
Καλὸς ὡς ποιμενάρχης, ἔθηκας ψυχήν σου, ὑπὲρ τοῦ σοῦ ποιμνίου.
Μετὰ τοῦ Βασιλείου, Χριστὸν μὴ διαλείπῃς, πρεσβεύων Ἱεράρχα.
Στέφανον ἐδέξω, ὡς Ἱεράρχης Πάτερ, διπλοῦν παρὰ Κυρίου.
Τράνωσον Σωτήρ μου, τὴν γλῶσσάν μου ὑμνῆσαι, τὸν θεῖον Ἱεράρχην.
Ὕψωσον τὰς θείας, πρὸς τὸν Θεόν σου χεῖρας, ὑπὲρ τῆς οἰκουμένης,.
Δόξα.
Ἐλέησον τὸν κόσμον, Τριὰς Ὑπεραγία, λιταῖς τοῦ Ἱεράρχου.
Καὶ νῦν.
Ἱκέτευε Παρθένε, σὺν τῷ Ἱεράρχῃ, Χριστὸν ὑπὲρ τοῦ κόσμου.

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.