Friday, April 22, 2016

Χαιρετισμοί Οσίου Ακακίου του εν τη Κλίμακι



Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.

Ὑποταγεὶς ἀπὸ παιδὸς Χριστοῦ τοῖς ῥήμασι, ὑπακοῆς ὤφθης ἐξαίρετον ὑπόδειγμα, ἀκακίᾳ διαπρέπων καὶ ταπεινώσει, ἀλλ’ ὡς σύσκηνος Ἀγγέλων καὶ συνόμιλος, τῆς κακίας τοῦ βελίαρ ἀπολύτρωσαι, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ Ἀκάκιε.

Ἄνωθέν σοι ἡ κλῆσις, προτυποῦσα τὴν πρᾶξιν, Ἀκάκιε ἀξίως ἐδόθη, ἀκακίας γὰρ ὄφθης εἰκών, κακίστων θελημάτων ἐκλυτρούμενος, τῇ χάριτι τῦ βίου σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα.

Χαῖρε, Χριστοῦ τὸν λόγον πληρώσας·

χαῖρε, ἐχθροῦ τὸ θράσος νεκρώσας.

Χαῖρε, ἀκακίας φυτὸν εὐθαλέστατον·

χαῖρε, ἀπαθείας οὐράνιον ἔσοπτρον.

Χαῖρε, ὕψος ταπεινώσεως, ὡς τοῦ Λόγου μιμητής·

χαῖρε, βάθος πλῆρες χάριτος, ὡς τοῦ πλάνου νεκρωτής.

Χαῖρε, ὅτι ὑπάρχεις, ὑπηκόων λαμπρότης·

χαῖρε, ὅτι τυγχάνεις μοναζότων φαιδρότης.

Χαῖρε, Χριστοῦ ὁ θεῖος ὑπήκοος·

χαῖρε, ἐχθροῦ δολίου ἀντίπαλος.

Χαῖρε, δι’ οὗ ἀκακία ἐκλάμπει·

χαῖρε, δι’ οὗ ἡ κακία στενάζει.

Χαίροις Πάτερ Ἀκάκιε.

Βίον Πάτερ τὸν θεῖον, ἐκζητῶν τῶν Ἀγγέλων, ἀπέστης τῶν ἐν κόσμῳ ἰδέων, καὶ σαὐτὸν ὡς φησὶν ὁ Χριστός, ἀπαρνησάμενος γνώμην θεόφρονι, Κυρίῳ ἠκολούθησας, ψάλλων αὐτῷ ἐν κατανύξει·

Ἀλληλούϊα.

Γέροντι ὑπετάγης, ὁλικῶς ὡς ἐπέστης, Μονῇ τῇ Κελλιβάρων θεόφρον, καὶ τούτῳ δέδωκας σεαυτόν, ἐν τελείᾳ ἁπλότητι Ἀκάκιε, δι’ ὃ σοῦ τὴν προαίρεσιν, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, ῥοπῆς ἁγίας πυξίον·

χαῖρε, φωτὸς ἀΰλου ταμεῖον.

Χαῖρε, τῆς ἀγάπης Χριστοῦ μύρον εὔοσμον·

χαῖρε, τῶν ἀμέμπτων ἠθῶν, σκεῦος εὔχρηστον.

Χαῖρε, βότρυς ὁ γλυκύτατος, ἀληθοῦς ὑπακοῆς·

χαῖρε, λίθος ὁ πολύτιμος, ἀῤῥαγοῦς ὑπομονῆς.

Χαῖρε, ὅτι τοῦ πλάνου τὴν ὀφρὺν καταβάλλεις·

χαῖρε, ὅτι τὴν θείαν ἀρετὴν ἀπαυγάζεις.

Χαῖρε, ζωῆς ὁσίας διάγραμμα·

χαῖρε, χαρᾶς τῆς ἔνδον θησαύρισμα.

Χαῖρε, Χριστοῦ μαθητὴς θεοφόρος·

χαῖρε, ἡμῶν παιδευτὴς φωτοφόρος.

Χαίροις Πάτερ Ἀκάκιε.

Δύναμιν θείαν Πάτερ, νουνεχῶς προσλαμβάνων, τοῖς λόγοις καὶ τοῖς χείροσι τρόποις, ὅπερ ὑπετάγης ἐν Χριστῷ, ὡς ἐν σταδίῳ ἔσπευδες τοῖς ἔμπροσθεν, μηδὲν ὑφορώμενος, ἀλλ’ ἐν φόβῳ βοῶν τῷ Κυρίῳ·

Ἀλληλούϊα.

Ἔσχηκας ἐν καρδίᾳ, ἀπαρνήσει τελείᾳ, οἰκείων θελημάτων ἐμφρόνως, τῆς ἀγάπης Κυρίου τὸ πῦρ γλυκαῖνον θερμαῖνον καὶ κατευθύνον σε, πρὸς ἀναβάσεις πλείονας, δι’ ὧν λαμπρύνεις τοὺς βοῶντας·

Χαῖρε, ὁ ἄνθραξ πυρὸς ἀΰλου·

χαῖρε, ἀδάμας τοῦ Παρακλήτου.

Χαῖρε, τοῦ Κυρίου τυπώσας τὴν νέκρωσιν·

χαῖρε, τῆς καρδίας πλουτήσας τὴν θέωσιν.

Χαῖρε, ὅτι καθυπέταξας, τῶν παθῶν τὰς προσβολάς·

χαῖρε, ὅτι ἀπενέκρωσας, τῆς σαρκός σου τὰς ὁρμάς.

Χαῖρε, προτερημάτων θησαυρὸν οὐρανίων·

χαῖρε, ἀγωνισμάτων ἀθλητὴς μακαρίων.

Χαῖρε, νοὸς πτερώσας τὴν ἔφεσιν·

χαῖρε, ἐχθροῦ πατήσας τὴν ἔπαρσιν.

Χαῖρε, λαβὼν τὴν θεόσδοτον χάριν·

χαῖρε, ἐχθροῦ διαλύων τὴν πλάνην.

Χαίροις Πάτερ Ἀκάκιε.

Ζέων τῇ προθυμίᾳ, ἐν ἀγάπῃ τελείᾳ, διηκόνεις τῷ σῶ προεστῶτι, καὶ ὡς προσθήκας θείων τιμῶν, ἐν ἁπλότητι ἐδέχου καρδίας σου, τὰ παρ’ αὐτοῦ χειρώματα, Κυρίῳ Ἀκάκιε ψάλλων·

Ἀλληλούϊα.

Ἤνεγκας τοῦ πατρός σου τὰς ποικίλας κακώσεις, ἁπλότητι καρδίας τελείας, δι’ ὧν αἰσχύνας τὸν δυσμενῆ, τῆς αἰωνίου δόξης κατηξίωσαι, ἧς τύχοιμεν πρεσβείαις σου, οἱ ἐκβοῶντές σοι τοιαῦτα·

Χαῖρε, ὁ μάρτυς τῇ προαιρέσει·

χαῖρε, ὁ ἔνθους ἐν τῇ συνέσει.

Χαῖρε, τοῦ Σωτῆρος πραότατον πρόβατον·

χαῖρε, τῆς ἀσκήσεως κάρπωμα ὅσιον.

Χαῖρε, εὔοσμον θυμίαμα, καθαρᾶς ὑποταγῆς·

χαῖρε, ἄσειστον θεμέλιον, ἀῤῥαγοῦς ὑπομονῆς.

Χαῖρε, ὅτι αἰτήθης τῇ Χριστοῦ εὐπειθίᾳ·

χαῖρε, ὅτι προσήχθης τῇ Αὐτοῦ Βασιλείᾳ.

Χαῖρε, σεμνῆς ἁπλότητος ἴνδαλμα·

χαῖρε, στεῤῥᾶς ἀθλήσεως ἥδυσμα.

Χαῖρε, καλῶν ὑπηκόων ἁλεῖπτα·

χαῖρε, ἐχθροῦ ἐννοιῶν καταλῦτα.

Χαίροις Πάτερ Ἀκάκιε.

Θαυμαστὴν καρτερίαν, ἐν πολλῇ ἀκακίᾳ, δεικνύων καθ’ ἑκάστην ἡμέραν, κακώσεις καὶ πόνους καὶ πληγάς, ἀπεριτρέπτῳ διανοίᾳ ἔφερες, καὶ τῷ Σωτῆρι ἔψαλλες, Ἀκάκιε ἐν ταπεινώσει·

Ἀλληλούϊα.

Ἴθυνας τοῦ νοός σου, ἁπλανῶς τὰς κινήσεις, Χριστοῦ τοῦ Ζωοδότου τῷ πάθει, παρ’ οὗ ῥωννύμενος τῇ ψυχῇ, μέχρι θανάτου ὑπήκοος γέγονας. Δι’ ὅ σου τὴν λαμπρότητα, ἀγάμενοι πιστῶς βοῶμεν·

Χαῖρε, ὁ θεῖος Χριστοῦ θεράπων·

χαῖρε, ἀΰλων φωτὸς θεάμων.

Χαῖρε, τῶν Ἀγγέλων τυπώσας τὸ ἄπλαστον·

χαῖρε, τῶν Μαρτύρων ἐκφήνας τὸ ἄτρεπτον.

Χαῖρε, φοίνιξ ὁ ὑψίκομος, τῶν καρπῶν τῶν νοητῶν·

χαῖρε, ξῖφος τὸ ἀμφίστομον, τῶν παθῶν τῶν ψυχικῶν.

Χαῖρε, ὅτι ὐψώθης τῷ Χριστῷ μετὰ δόξης·

χαῖρε, ὅτι παρέχεις, τὰ τῆς χάριτος δόσεις.

Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον·

χαῖρε, πολλῶν χαρίτων κιννάμωμον.

Χαῖρε, Χριστοῦ τὴν πραότητα δείξας·

χαῖρε, ἐχθροῦ τὴν κακότητα λύσας.

Χαίροις Πάτερ Ἀκάκιε.



Καθελὼν τὴν κακίαν, τοῦ ἐχθροῦ τοῦ βελίαρ, ἀκάκοις καὶ ἁγίοις σου τρόποις, ἀγῶνα ἤθλεις μαρτυρικόν, καὶ ἐν αὐτῷ περιφανῶς ἠρίστευσας, Ἀκάκιε μακάριε, ἐν φόβῳ κράζων τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Λάμπων ἀμέμπτῳ βίῳ, καὶ πολλῇ καρτερίᾳ, καὶ τῇ ὑπακοῇ τῇ τελείᾳ, παθῶν σκεδάζεις τὸν σκοτασμόν, καὶ τῷ φωτὶ καταυγάζεις τῶν ἔργων σου, καρδίας τὰ νοήματα, τῶν ἐκβοώντων σοι ἐκ πόθου·

Χαῖρε, λαμπρὸν ἀσκήσεως ἄστρον·

χαῖρε, φαιδρὸν φρονήσεως ἴον.

Χαῖρε, φωτισμάτων τῶν ἄνω ἀπαύγασμα·

χαῖρε, χαρισμάτων ἀΰλων σελάγισμα.

Χαῖρε, ἄνθος εὐωδέστατον, ἀρετῶν ἀσκητικῶν·

χαῖρε, ἔρνος ἀμαράντινον, ἄθλων τῶν πνευματικῶν.

Χαῖρε, ὅτι ἐκλάμπεις ἐν Ὁσίων χορείᾳ·

χαῖρε, ὅτι ἐλαύνεις χαλεπὴν ῥαθυμίαν.

Χαῖρε, Χριστοῦ ὑπήκοος ἄριστος·

χαῖρε, ἡμῶν θεμέλιον ἄσειστος.

Χαῖρε, εἰκὼν μοναστῶν θεοφρόνων·

χαῖρε, κανὼν εὐλαβῶν ὑπηκόων.

Χαίροις Πάτερ Ἀκάκιε.

Μοναστὴς θεοφόρος, πολιτείᾳ ὁσίᾳ, ἐδείχθης ἐν Μονῇ Κελλιβάρων, ἐξαιρέτως δὲ ὡς Ἄγγελος, ἐν ὑπακοῇ τελείᾳ διέλαμψας, Χριστὸν Πάτερ μιμούμενος, ᾧ νῦν σὺν Ἀγγέλοις κραυγάζεις·

Ἀλληλούϊα.

Λάμπων ἀμέπτῳ βίῳ καὶ πολλῇ καρτερίᾳ, καὶ τῇ ὑπακοῇ τῇ τελείᾳ, παθῶν σκεδάζεις τὸν σκοτασμόν, καὶ τῷ φωτὶ καταυγάζεις τῶν ἔργων σου, καρδίας τὰ νοήματα, τῶν ἐκβοώντων σοι ἐκ πόθου·

Χαῖρε, λαμπρὸν ἀσκήσεως ἄστρον·

χαῖρε, φαιδρὸν φρονήσεως ἴον.

Χαῖρε, φωτισμάτων τῶν ἄνω ἀπαύγασμα·

χαῖρε, χαρισμάτων ἀΰλων σελάγισμα.

Χαῖρε, ἄνθος εὐωδέστατον, ἀρετῶν ἀσκητικῶν·

χαῖρε, ἔρνος ἀμαράντινον, ἄθλων τῶν πνευματικῶν.

Χαῖρε, ὅτι ἐκλάμπεις ἐν Ὁσίων χορείᾳ·

χαῖρε, ὅτι ἐλαύνεις χαλεπὴν ῥαθυμίαν.

Χαῖρε, Χριστοῦ ὑπήκοος ἄριστος·

χαῖρε, ἡμῶν θεμέλιον ἄσειστος.

Χαῖρε, εἰκὼν μοναστῶν θεοφρόνων·

χαῖρε, κανὼν εὐλαβῶν ὑπηκόων.

Χαίροις Πάτερ Ἀκάκιε.



Μοναστὴς θεοφόρος, πολιτείᾳ ὁσίῳ, ἐδείχθης ἐν Μονῇ Κελλιβάρων, ἐξαιρέτως δὲ ὡς Ἄγγελος, ἐν ὑπακοῇ τελείᾳ διέλαμψας, Χριστὸν Πάτερ μιμούμενος, ᾧ νῦν σὺν Ἀγγέλοις κραυγάζεις·

Ἀλληλούϊα.

Νέκρωσιν τοῦ Δεσπότου, τῇ σαρκὶ περιφέρων, σαὐτὸν ὡς ἀπηρνήσω τελείως, ὡς ἄσαρκος πλήξεις τὰς δεινάς, καὶ ἀτιμίας καὶ ὕβρεις ὑπέμεινας. Δι’ ὃ τιμῆς τῆς κρείττονος, ἠξιώθης ἀκούων ταῦτα·

Χαῖρε, ὁμότροπε τῶν Μαρτύρων·

χαῖρε, συνόμιλε τῶν Ὁσίων.

Χαῖρε, ψυχικῆς εὐσθενείας ὑπόδειγμα·

χαῖρε, θεϊκῆς ἐπιπνοίας ἐναύλισμα.

Χαῖρε, σκήνωμα πολύτιμον, Παρακλήτου τῆς πνοῆς·

χαῖρε, μέτοχε μακάριε, Παραδείσου τῆς τρυφῆς.

Χαῖρε, ὅτι μετέσχες ἀληθοῦς εὐκληρίας·

χαῖρε, ὅτι ἀπέστης, τῆς φθαρτῶν κοινωνίας.

Χαῖρε, λαβὼν πλουσίαν ἀντίδοσιν·

χαῖρε, ὁρῶν τὴν θείαν ἐπίλαψιν.

Χαῖρε, παθῶν κατασβέσας τὴν φλόγαν·

χαῖρε, φωτὸς κληρωσάμενος δῶμα.

Χαίροις Πάτερ Ἀκάκιε.

Ξενωθεὶς τῶν ἐν κόσμῳ, θεολήπτῳ καρδίᾳ, Ἀγγέλων ἤνυσας πολιτείαν, καὶ λόγῳ καὶ ἔργῳ νουνεχῶς, τῆς ὑπακοῆς γεωργεῖς τὴν ἔκλαμψιν, ὑπήκοε μακάριε, καὶ τῇ Τριάδι ἀνεβόας·

Ἀλληλούϊα.

Ὄλος λελαμπρυσμένος, ἀκακίας τῷ κάλλει, μετέστης πρὸς τὰς ἄνω σκηνώσεις, καὶ Χριστῷ παρέστης ἐν χαρᾷ, οὗ τὴν θείαν ἐμιμήσω ταπείνωσιν, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν πίστει σοι βοώντων·

Χαῖρε, τῶν ἄνω ὁ κληρονόμος·

χαῖρε, ὁ λύχνος ὀ φωτοφόρος.

Χαῖρε, ὁ τελέσας ὁσίως τὸν δρόμον σου·

χαῖρε, ὁ λαμπρύνας ἀθλήσει τὸν βίον σου.

Χαῖρε, τύπος καρτερότητος, καὶ ὑποταγῆς λαμπτήρ·

χαῖρε, βίου καθαρότητος, θεοφώτιστος ἀστήρ.

Χαῖρε, ὅτι Κυρίῳ νικηφόρος παρέστης·

χαῖρε, ὅτι τὴν πλάνην τοῦ βελίαρ ἐκτρέπεις.

Χαῖρε, ζωῆς μεθέξας τῆς κρείττονος·

χαῖρε, ὀφρὺν πατήσας τοῦ χείρονος.

Χαῖρε, Χριστοῦ θεωρῶν τὰς ἐλλάμψεις·

χαῖρε, ἐχθροῦ καθαιρῶν τὰς ἐπάρσεις.

Χαίροις Πάτερ Ἀκάκιε.



Πλῆρες χάριτος ὤφθη, τὸ σὸν ἅγιον σῶμα, ἀκέραιον καὶ ἄφθαρτον Πάτερ, ἐμφαῖνον ἣν εὗρες παρὰ Χριστοῦ, πλουσίαν ἀντιμισθίαν Ἀκάκιε, εἰς ἀμοιβὴν τῶν ἄθλων σου, οὓς ἤνυσας πιστῶς κραυγάζων·

Ἀλληλούϊα.

Ῥήματι ζῶντι Πάτερ, ἔφης ἀπὸ τοῦ τάφου σου, τῷ πυθομένῳ σοι Ἀββᾶ θείῳ· πῶς ἐστὶ δυνατόν, ὦ Πάτερ, τὸν τῆς ὑπακοῆς ἀποθανεῖν ἐργάτην; Δι’ ὃ σου ἐξιστάμενοι, ἣν ἔσχες χάριν βοῶμεν·

Χαῖρε, ζωῆς κοινωνὲ ἀλήκτου·

χαῖρε, στεῤῥὲ μιμητὰ Κυρίου.

Χαῖρε, ὁ φωνήσας ὡς ζῶν ἐκ τοῦ μνήματος·

χαῖρε, ὁ ἐν πᾶσιν εὐγνώμων ὑπήκοος.

Χαῖρε, ζωηφόρου χάριτος, θησαυρὸς περιφανής·

χαῖρε, οὐρανίου λήξεως, κληρονόμος εὐκλεής.

Χαῖρε, ὅτι ἐφθέγξω οἷα ζῶν τῷ Ὁσίῳ·

χαῖρε, ὅτι ἀντέστης τῷ ἐχθρῷ τῷ δολίῳ.

Χαῖρε, ζωὴν ἐκφαίνων τὴν μέλλουσαν·

χαῖρε, τρυφὴν ἐκτρέφων τὴν ῥέουσαν.

Χαῖρε, Θεοῦ δωρεῶν ἀπολαύων· χαῖρε, φωτὶ Τρισηλίῳ ἐκλάμπων.

Χαίροις Πάτερ Ἀκάκιε.



Σώματός σου νεκρώσας, ἐγκρατείας τοῖς πόνοις, καὶ τῇ ὑπακοῇ τῇ ἀρίστῃ, τὰς κινήσεις Πάτερ καὶ ὁρμάς, τῆς ἐν Χριστῷ ζωῆς ἔσχες ἐνέργειαν. Δι’ ὃ σῶον καὶ ἄφθαρτον δέδοται, τοῦτο τοῖς βοῶσιν·

Ἀλληλούϊα.

Τίμιος ὄντως ὤφθη, ὁ σὸς θάνατος Πάτερ, ἐνώπιον Χριστοῦ τοῦ Δεσπότου, ἐντεῦθεν οὐρανίων τιμῶν ἠξιώθης ὡς ἀληθῶς Ἀκάκιε. Δι’ ὃ καὶ τοὺς τιμῶντάς σε, ἐκλάμπρυνον ἐν τῷ βοᾷν σοι·

Χαῖρε, κλεινῶν Πατέρων φαιδρότης·

χαῖρε, σεπτῶν Ὁσίων σεμνότης.

Χαῖρε, μοναζόντων σεμνὸν ἐγκαλλώπισμα· χαῖρε, ὑπηκόων ἐξαίρετον στήριγμα.

Χαῖρε, ὅτι κατεπάλαισας τὸν ἀρχέκακον ἐχθρόν·

χαῖρε, ὅτι χαίρων ἤνυσας, βίον ἀγγελικόν.

Χαῖρε, θείων ἀγώνων θεοφόρητος πύκτης·

χαῖρε, πάσης ἁγίας ἑτοιμότατος ῤύστης.

Χαῖρε, ζωῆς λαβὼν τὸ διάδημα·

χαῖρε, αὐρῶν τῶν πόνων ἀνάπαυλαν.

Χαῖρε, Θεοῦ θεωρίας ἐπόπτης·

χαῖρε, δεινῆς ἀμελείας διώκτης.

Χαίροις Πάτερ Ἀκάκιε.



Ὑπηκόων ἀκρότης καὶ ζωῆς ἐναρέτου, ἐργάτης ἐνθεώτατος ὤφθης, Ἀκάκιε θεράπων Χριστοῦ, θεοπρεπῶς παιδεύων τὴν διάνοιαν, ἡμῶν ἐπὶ τὰ κρείττονα, τῇ σῇ χάριτι τῶν βοώντων·

Ἀλληλούϊα.

Φανερῶν σου τὴν δόξαν, ὃν ἐδόξασας Λόγον, δοξάζει ἀφθαρσίας τῇ δόξῃ, τὸ σῶμά σου Πάτερ τὸ σεπτόν, ὃ ὡς ὑπνοῦν ἐν τῷ τάφῳ τεθέαται, χάριν ἀεὶ καὶ ἔλεος, βλυστάνον πᾶσι τοῖς βοῶσι·

Χαῖρε, ἡ στήλη τῆς ἀφθαρσίας·

χαῖρε, τὸ μῦρον τῆς εὐωδίας.

Χαῖρε, ὁ νικήσας τοῦς ὅρους τῆς φύσεως·

χαῖρε, ὁ ἐμπλήσας ἡμᾶς κατανύξεως.

Χαῖρε, ὁ ἐκφαίνων ἅπασι τὴν αἰώνιον ζωήν·

χαῖρε, ὁ ἐκτρέπων πάντοτε, τὴν ὀλέθριον ἰσχύν.

Χαῖρε, ὅτι μετέχεις δωρεῶν ἀθανάτων·

χαῖρε, ὅτι ἐμπλήσθης ἀγαθῶν ἀκηράτων.

Χαῖρε, λειμὼν ὀσμῆς θείου πνεύματος·

χαῖρε, πιστῶν τρυφὴ καινοῦ φθέγματος.

Χαῖρε, ἐξ οὗ θείαν χάριν τρυγῶμεν·

χαῖρε, πρὸς ὃν ὀμοφώνως βοῶμεν·

Χαίροις Πάτερ Ἀκάκιε.



Χαρμονῆς αἰωνίου, ἐντρυφῶν ἐν ὑψίστοις, καὶ ξύλου τῆς ζωῆς ἀπολαύων, Ἀκάκιε Πάτερ θαυμαστέ, τῆς ἐν καρδίᾳ ἀνίας ἀπάλλαξον, τῆς προξενούσης θάνατον, τοὺς τῷ Κυρίῳ ἐκβοῶντας·

Ἀλληλούϊα.

Ψάλλοντές σου τοῦ βίου, τοὺς ἀγῶνας καὶ ἄθλους, τὴν σὴν ὑπακοὴν εὐφημοῦμεν. Δεῖξον οὖν Ἅγιε καὶ ἡμᾶς, ὑπηκόους τῷ ἁγίῳ θελήματι, ὡς ἂν Χριστῷ εὐάρεστοι, ὀφθῶμεν οἱ πόθῳ βοῶντες·

Χαῖρε, Ἀγγέλων ὁ συμπολίτης·

χαῖρε, ὁ ἔνδοξος στεφανίτης.

Χαῖρε, φωταυγείας τῆς ἄνω συνόμιλε·

χαῖρε, οὐρανίου χορείας ὁμόσκηνε.

Χαῖρε, ὁ διδοὺς παράδειγμα, πᾶσιν ὑποτακτικοῖς·

χαῖρε, ὁ ἐλέγχων πάντοτε, ἅπασαν παρακοήν.

Χαῖρε, ὁ καταπέλτης τῶν δεινῶν θελημάτων·

χαῖρε, ὁ καθαιρέτης σαρκικῶν φρονημάτων.

Χαῖρε, δι’ οὗ κακῶν λυτρωθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.

Χαῖρε, πυκτὶς ἱερᾶς πειθαρχίας·

χαῖρε, δοτὴρ ψυχικῆς εὐεξίας.

Χαίροις Πάτερ Ἀκάκιε.


Ὦ τρισόλβιε Πάτερ, ἀκακίας τὸ ἄνθος, Ἀκάκιε Πατέρων τὸ κλέος (ἐκ γ΄), δυσώπει σὺν αὐτοῖς ἐκτενῶς, πάσης κακίας τοῦ βελίαρ ῥύεσθαι, τοὺς πόθῳ σὲ γεραίροντας, καὶ τῷ Σωτῆρι ἐκβοῶντας·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.