Sunday, December 27, 2015

Χαιρετισμοί της Υπεραγίας Θεοτόκου

Χαιρετισμοί της Υπεραγίας Θεοτόκου from Argy Aris on Vimeo.

Χαιρετισμοί Ἁγίου Μανδηλίου


Κοντάκιον, Ἦχος πλ. δ΄.

Κύριε ὑπέρμαχε στρατηγὲ τοῦ ᾍδου νικητά. Ὡς λυτρωθεὶς ἐκ τοῦ αἰωνίου θανάτου. Ἀναγράφω σοι τὸ κτίσμα καὶ δοῦλος σὸς τὰ νικητήρια. Ἀλλ’ ὡς ἔχων εὐσπλαγχνίαν ἀνερμήνευτον. Ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον. Κράζοντα Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.



Ἀγγέλων Ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν ἄπορον νοῦν καὶ τὴν γλῶτταν μου εἰς αἴνεσιν τοῦ παναχράντου ὀνόματός σου (ἐκ γ΄), καθάπερ ἤνοιξας πάλαι τὴν γλῶτταν τοῦ κωφοῦ τε καὶ μογγιλάλου κραυγάζειν πρὸς σὲ τοιαῦτα·
Ἰησοῦ πανθαύμαστε τῶν Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ παντοδύναμε τῶν προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ πανένδοξε Βασιλέων ὀχύρωμα.
Ἰησοῦ ὑπερπόθητε Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ἐκπληκτικώτατε ἀθλητῶν ἡ κραταίωσις.
Ἰησοῦ ἱλαρώτατε μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον Πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερήδιστε χαρμοσύνη δικαίων·
Ἰησοῦ ὑπερεὐσπλαγχνε ἐγκρατείας νηστευόντων.
Ἰησοῦ μου πάντιμε σωφροσύνη Παρθένων·
Ἰησοῦ προαιώνιε σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Βλέπων Κύριε τὴν χήραν θρηνοῦσα σφόδρα, συνεπάθησας τὸν υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερώνυμον ἀναστήσας, σπλαγχνίσθητι κᾀμὲ φιλάνθρωπε, καὶ τὴν ταῖς ἁμαρτίαις θανοῦσάν μου ψυχὴν ἁνάστησον κράζουσαν·
Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος δεῖξον ἡμῖν Κύριε ἔλεγε τὸν Πατέρα, σὺ δὲ πρὸς αὐτὸν, ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κᾀγὼ ἐν τῷ Πατρί, διὸ ἀνεξιχνίαστε κἀγὼ φόβῳ κραυγάζω σοι·
Ἰησοῦ Θεὲ προαιώνιε·
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ ἄμελε τὰς ἐμὰς ἀνομίας·
Ἰησοῦ ἄφες τὰς ἐμὰς ἀδικίας.
Ἰησοῦ ἐμὴ ἡ ἐλπὶς μὴ ἐάσης με·
Ἰησοῦ βοηθὲ μὴ ἀποῤῤίψῃς με.
Ἰησοῦ Ποιητὰ μὴ ἀπώσῃ με·
Ἰησοῦ Ποιμὴν μὴ ἀπωλέσῃς με.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.
Δύναμιν ἐξ ὕψους τοὺς Ἀποστόλους ἐν Ἱερουσαλὴμ καθημένους περιβαλλόμενος Κύριε, καμὲ τὸν πάσης ἀγαθοποιΐας γεγυμνωμένον περιβαλοῦ τῆ ζέσει τοῦ Ἁγίου σου Πνεύματος, καὶ δός μοι μετὰ πόθου ψάλλειν σοι·
Ἀλληλούϊα.

Ἔχων πλοῦτον εὐσπλαγχνίας, τελῶνας καὶ ἁμαρτωλούς, καὶ ἀπίστους ἐκάλεσας Ἰησοῦ, μὴ παρίδῃς κᾀμὲ τὸν ὁμοιωθέντα αὐτοῖς, ἀλλ’ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον·
Ἰησοῦ δύναμις ἄμαχος·
Ἰησοῦ ἔλεος ἀτελεύτητος.
Ἰησοῦὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔφεσις ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἁμαρτωλῶν σωτηρία ὄντως.
Ἰησοῦ ἐπάκουσόν μου τὸν συλληφθέντα ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισόν με τὸν τεχθέντα ἐν ἁμαρτίαις.
Ἰησοῦ τὸν ἀχρεῖόν με δίδαξον·
Ἰησοῦ τὸν ἐν σκότει με φώτισον.
Ἰησοῦ τὸν ῥυπαρόν με καθάρισον·
Ἰησοῦ τὸν ἄσωτόν με μετάστρεψον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ Πέτρος κατεκλύζετο, ἰδὼν δέ σε Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ᾄμ τοῖς ὕδασι πορευόμενον, ἐπέγνω σε Θεὸν ἀληθῇ, καὶ τῆς σωτηρίου σου λαβόμενος δεξιᾶς ἔλεγεν·
Ἀλληλούϊα.

Ἤκουσεν ὁ τυφλὸς δι’ οδοῦ σε βαδίζοντα Κύριε, καὶ ἐβόησε Ἰησοῦ Υἱὲ Δαβὶδ ἐλέησόν με, καθάπερ ἐκεῖνον τοτ’ ἐπεκαλεσάμενον ᾤκτειρας, διανοίξας αὐτοῦ τὰ ὄμματα, οὕτω φώτισον κἀμοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐλέει σου, ὅπως κἀγὼ παῤῥησίᾳ σοι κράζω·
Ἰησοῦ τῶν ἄνω ὁ Ποιητής·
Ἰησοῦ τῶν κάτω ἐξαγοραστής.
Ἰησοῦ τῶν καταχθονίων ὁ παντολέτωρ·
Ἰησοῦ πάσης κτίσεως ὁ κοσμήτωρ.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς ἡ παραμυθία·
Ἰησοῦ τοῦ νοός μου ἡ φωταυγία.
Ἰησοῦ τῆς καρδίας μου ἀγαλλίασις·
Ἰησοῦ τοῦ σώματός μου ὑγίανσις.
Ἰησοῦ Σωτήρ με διάσωσον·
Ἰησοῦ λαμπρότης μὲ φώτισον.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον·
Ἰησοῦ τὸν ἀνάξιον φύλαξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.



Θεοῤῥύτῳ αἵματι, καθάπερ πάλαι Ἰησοῦ, ἐξηγόρασας κατάρας τῆς νομικῆς, οὕτως ἐξελοῦ καὶ τῆς παγίδος τοῦ ὄφεως, μεθ’ ἥς πάθεσι σαρκός, καὶ κέντρῳ ἀσωτίας ἐπτέρνισεν ἡμᾶς, πεδήσας τῇ φαύλῃ ῥαθυμίᾳ, ἵνα κράζωμέν σοι·
Ἀλληλούϊα.

Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνῃ τὸν πλάσαντα χειρὶ τὸν ἄνθρωπον, καὶ Δεσπότην νοοῦντα σε, ἔσπευσεν τοῖς κλάδοις θεραπεῦσαι, τὸ ὡσαννὰ βοῶντες, ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομέν σοι λέγοντες·
Ἰησοῦ Θεέ μου ἀληθινέ·
Ἰησοῦ τοῦ Δαβὶδ κατὰ τὴν σάρκα Υἱέ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ τροφὲ τῆς νεότητός μου·
Ἰησοῦ βακτηρία τοῦ γήρως μου.
Ἰησοῦ ἐν θανάτῳ ἀπαντοχή·
Ἰησοῦ μετὰ τὸν θάνατον ἡ ζωή.
Ἰησοῦ ὅταν ἔλθῃς ἐν δόξῃ τοῦ κρίναι με·
Ἰησοῦ τηνικαῦτα μὴ καταισχύνῃς με.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Κηρύκων θεοφθόγγων τὰς ῥήσεις, ἐκπληρῶν Ἰησοῦ ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις ὁ ἀχώρητος συνανεστράφης, καὶ τὰς ἡμῶν ἐβάστασας ἀσθενείας. Διὸ καὶ τοὺς μόλωπας ὑπὸ σοῦ ἰαθέντες, ἐδιδάχθημεν ψάλλειν·
Ἀλληλούϊα.

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, τὴν πλάνην ἀπήλασας τῶν δαιμόνων. Τὰ γὰρ εἴδωλα Σωτὴρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκε, ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμέν σοι·
Ἰησοῦ αὐτοαλήθεια τὴν ἀπάτην καθελών·
Ἰησοῦ φῶς ὑπὲρτατον πάντα φῶτα νικῶν.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, θρέψον με τὸν πεινῶντα·
Ἰησοῦ ἡ πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ τὸν φθαρέντα με, εὐφροσύνης ἱμάτιον ἔνδυσον·
Ἰησοῦ ἡ τῆς χαρᾶς ὀρηφή, σκέπασόν με τὸν ἀνάξιον.
Ἰησοῦ παράσχου, ταῖς ἁμαρτίαις μου συντριβήν·
Ἰησοῦ δώρησαι, ταῖς ἐμαῖς ἀνομίαις ἐπιστροφήν.
Ἰησοῦ πᾶσάν μου, πονηρίας ἐξάλειψον·
Ἰησοῦ ἀπολυμένην, τὴν ψυχήν μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Μέλλων ἀποκαλύψαι κεκρυμμένον ἀπὸ τοῦ αἰώνος μυστήριον, ὡς ἀμνὸς ἤχθης ἐπὶ σφαγὴν Ἰησοῦ· καὶ ὡς ἀρνίον ἐναντίον τοῦ κείροντος ἄφωνος, ἠγέρθης δὲ Θεὸς ὤν ἐκ τῶν νεκρῶν, καὶ μετὰ δόξης ἀνῆλθον εἰς Οὐρανούς, καὶ ἡμᾶς ἀνήγαγεν κράζοντάς σοι·
Ἀλληλούϊα.



Νέαν ἔδειξεν κτίστιν, ἐμφανισθεὶς ἡμῖν ὁ Κτίστης, ἀσπόρως τ’ἐκ Παρθένου τεχθείς, ἀδιαφόρως ἠγέρθης τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐπέστης τοῖς σοῖς μαθηταῖς, διὸ καὶ ἡμεῖς θαυμάζοντες βοῶμέν σοι·
Ἰησοῦ Λόγε ἄῤῥητε·
Ἰησοῦ Λόγε ἀόρατε.
Ἰησοῦ δύναμις ἄπειρος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπέραντος.
Ἰησοῦ Βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά με οἰκτείρησον·
Ἰησοῦ Σωτήρ μου διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ξένως ὁρώντες Θεὸν ἐνανθρωπήσαντα, ξενωθῶμεν τοῦ ματαίου κόσμου, τὸν νοῦν εἰς τὰ θεῖα μεταθέντες. Διὰ τοῦτο γὰρ ὁ Θεὸς ἐπὶ γῆς κατῆλθεν, ἵνα ἡμεῖς ἀνάξῃ εἰς Οὐρανοὺς κράζοντας·
Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀκατάληπτος, ἔπαθεν ἐπὶ γῆς ἑκουσίᾳ βολῇ, θανάτῳ θάνατον ἐνέκρωσε, καὶ τη ἀναστάσει ζωὴν ἐδωρήσατο ἡμῖν τοῖς ὑμνοῦσι ταῦτα·
Ἰησοῦ τῆς καρδίας γλυκύτης·
Ἰησοῦ τοῦ νοὸς ἡ ταχύτης.
Ἰησοῦ τοῦ σώματος ἡ ἱσχύς·
Ἰησοῦ ῥωμαλαιότης ψυχῆς.
Ἰησοῦ χαρὰ συνειδήσεως·
Ἰησοῦ εὐπορία τῆς γνώσεως.
Ἰησοῦ σοφία ἡ προαιώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὕψιστος·
Ἰησοῦ ἔφεσις ἀκόρεστος.
Ἰησοῦ Ποιμὴν ἀναζήτησον
Ἰησοῦ Σωτήρ με διάσωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Πᾶσα φύσις Ἀγγέλων, ἀπαύστως δοξάζει τὸ πανάγιόν σου ὄνομα, Ἰησοῦ τὸν τρισάγιον ἐν Οὐρανοῖς ἀναβοῶντές σοι, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ χοϊκοῖς χείλεσιν ἐπὶ γῆς, ψάλλομεν τῷ Θεῷ σοι·
Ἀλληλούϊα.



Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Σωτὴρ ἡμῶν, ἀποροῦσι γὰρ λέγειν τὸ πῶς Θεὸς ἀναλλοίωτος καὶ ἄνθρωπος τέλειος μένεις, ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Ἰησοῦ Θεὸς ὁ πρὸ τῶν αἰώνων·
Ἰησοῦ Βασιλεῦ τῶν βασιλευόντων.
Ἰησοῦ Δεσπότης τῶν δεσποζόντων·
Ἰησοῦ Κριτὰ τῶν νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς τῶν ἀπηλπισμένων·
Ἰησοῦ παρακλήτωρ τῶν θλιβομένων.
Ἰησοῦ τῶν πενήτων ἡ προμήθεια·
Ἰησοῦ τῶν κρινομένων ἡ βοήθεια.
Ἰησοῦ πᾶσαν ἀκηδίαν μου διασκόρπισον·
Ἰησοῦ πάσης με πλημμελείας καθάρισον.
Ἰησοῦ τὴν ἐμὴν διάνοιαν λάμπρυνον·
Ἰησοῦ μνήμην θανάτου μοι πάρεξον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Σῶσαι θέλων τὸν κόσμον, ἀνατολὴ ἀνατολῶν εἰς δύσιν ζοφώδη τὴν φύσιν ἡμῶν προσείληφας, μέχρι θανάτου σεαυτὸν ταπεινώσας. Διὸ τὸ ὄνομά σου ὑπὲρ πᾶν ὄνομα ὑπερύψωται, καὶ ἐκ πασῶν γενεῶν ούρανίων καὶ ἐπιγείων ἀκούεις·
Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν γηγενῶν Βασιλεῦ προαιώνιε, ἀπόστειλον ἡμῖν τὸν Παράκλητον, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὡς πάλαι τοὺς δέκα λεπροὺς ἐκαθάρισας, καὶ ἴασαι ἡμᾶς, καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου φιλόχρυσον ψυχήν, ὅπως ἐν κατανύξει βοῶμέν σοι·
Ἰησοῦ θησαυρὸς ἀνέκλειπτος·
Ἰησοῦ πλοῦτος ἀδαπάνητος.
Ἰησοῦ τροφὴ ζωοπάροχε·
Ἰησοῦ πόσις ἀνεξάντλητε.
Ἰησοῦ γυμνῶν ἡ ἀμφίασις·
Ἰησοῦ χηρῶν τε καὶ ὀρφανῶν ἡ ἀντίληψις.
Ἰησοῦ τῶν ἀπορουμένων ἡ ὑπεράσπισις·
Ἰησοῦ τῶν κοπιόντων ἡ ἀνάπαυσις.
Ἰησοῦ τῶν ὁδοιπόρων ὁ συνοδίτης·
Ἰησοῦ τῶν πλεόντων ὁ κυβερνήτης.
Ἰησοῦ ἡ γαλήνη τῶν ἐν ζάλῃ καὶ τρικυμίᾳ·
Ἰησοῦ τῶν πιπτόντων χειραγωγία.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὑμνον ἐν κατανύξει προσφόρω σοι ὁ ἀνάξιος, καὶ βοῶ σοι ὥσπερ ἡ Χαναναία Ἰησοῦ ἐλέησόν με, οὐ Θυγατέρα, ἀλλἀ σάρκα κέκτημαι δαιμονῶσαν δεινῶς, καὶ τῶ θυμω φλεγομένων, καὶ παράσχου μοι τὴν ἴασιν ὑμνοῦντί σοι·
Ἀλληλούϊα.



Φωτοπάροχον φῶς καὶ ἀληθινόν, τοῖς ἐν σκότει τῆς ἀγνωσίας, ὥσπερ πάλαι τοῦ διώκοντός σε Παύλου, διὰ τῆς οὐρανόθεν φωνῆς διανοίξας τὰς ἀκοὰς τῆς ψυχῆς, καὶ τὴν τοῦ νοὸς κατηύγασας ὀξύτητα. Οὕτω κἀμοῦ τὰ ζοφώδη βλέφαρα, φώτισον τῆς καρδίας βοῶντάς σοι·
Ἰησοῦ Βασιλεῦ πανθενέστατε·
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Κτίστα μου ὐπερδόξαστε.
Ἰησοῦ ὁδηγὸς τῶν ἐσκοτισμένων·
Ἰησοῦ ἀνάπαυσις τῶν πεφορτισμένων.
Ἰησοῦ Δέσποτα ἐλεῆμον·
Ἰησοῦ Σῶτέρ μου πανοικτίρμον.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις σκοτισθείσας τοῖς πάθεσιν·
Ἰησοῦ ἴασόν με ὅλον λεπρωθέντα τοῖς πλημμελήμασι.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν ἀπὸ αἰσχρῶν λογισμῶν·
Ἰησοῦ διατήρησον τὴν καρδίαν μου ἀπὸ ὀρέξεων πονηρῶν.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Χάριν μοι παράσχου πάντων ὀφλημάτων ὁ χρεολύτης, καὶ δέξαι με μετανοοῦντά σοι ὡς ἐδέξω ἀρνησάμενόν σε τὸν Πέτρον, καὶ ἀνακάλεσαι ῥαθυμοῦντά με, ὡς ποτὲ τὸν Παῦλον προσκαλέσω διώκοντά σε, καὶ ἐπάκουσόν μου ἀναβοῶντός σοι·
Ἀλληλούϊα.

Ψάλλοντές σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμέν σε πάντες, καὶ πιστεύοντες σὺν τῷ Θωμᾷ σοι βοῶμεν· ὁ Κύριος καὶ Θεὸς ημῶν, ὁ ἐν δεξιᾷ καθεζόμενος τοῦ Πατρός, καὶ μέλλων κρῖναι ζῶντάς τε καὶ νεκρούς, καὶ ἡμᾶς ἀξίωσον τότε, τῆς ἐκ δεξιῶν σου μερίδος ἀναβοῶντάς σοι·
Ἰησοῦ Βασιλεῦ τῶν αἰώνων ἐλέησόν με·
Ἰησοῦ ἄνθος εὔοσμον μύρισόν με.
Ἰησοῦ τῇ ζέσει ἀγάπης τῆς σῆς με περίθαλψον·
Ἰησοῦ τῇ σῇ χάριτι.
Ἰησοῦ χιτῶνα φωτεινὸν ἔνδυσόν με·
Ἰησοῦ τῷ σῷ φωτὶ λάμπρυνόν με.
Ἰησοῦ τὸ ὄντως φῶς φώτισόν με·
Ἰησοῦ Ἥλιε τῆς δικαιοσύνης αὔγασόν με.
ἸησοῦΦωτουργὲ φαιδρόν με ἀνάδειξον·
Ἰησοῦ νόσου ψυχῆς καὶ σώματός με ἀπάλλαξον.
Ἰησοῦ χειρὸς ἐναντίων με ἐξάρπασον·
Ἰησοῦ πυρὸς ἀσβέστου καὶ πάσης βασάνου με λύτρωσον.
Ἰησοῦ Υἱὲ Θεοῦ ἐλέησόν με.

Ὦ Γλυκύτατε καὶ Πανοικτίρμον Ἰησοῦ, πρόσδεξαι ταύτην ἡμῶν τὴν ἱκέσιον δέησιν (ἐκ γ΄), ὡς ἐδέξω τὰ τῆς χήρας δύο λεπτά, καὶ συντήρησον τὴν κληρονομίαν σου ἀπὸ ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων, ἐπιδρομῆς ἀλλοφύλων ἐκ νόσου λιμοῦ, παντείας ἀνάγκης, καὶ θανατηφόρου πληγῆς, καὶ λύτρωσαι κολάσεως, τοὺς βοῶντάς σοι·
Ἀλληλούϊα.

Χαιρετισμοί Αγίου Ιωάννου της Κλίμακος


     
(Θεοτέκνης μοναχῆς Ἁγιοστεφανιτίσσης)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆς Σιναΐτιδος ἐρήμου τὸ ἐκβλάστημα, καὶ Μετεώρου τὸ ἀτίμητον θησαύρισμα, Ἰωάννην τὸν τῆς Κλίμακος συγγραφέα, ἀναδήσωμεν ἐν οἴκοις τε καὶ ᾄσμασι, και αὐτοῦ τὴν θείαν Κάραν προσκυνήσωμεν, θάμβει κράζοντες·

Χαίροις Πάτερ ὑπέρσοφε.

Ἄνακτα συγγραφέων, μοναστῶν τε φωστῆρα, καλοῦμέν σε σοφὲ Ἰωάννη (γ΄), τὸν δομήσαντα τέχνῃ πολλῇ, ἀρετῶν τὰς βαθμίδας, ὡσεὶ κλίμακα ἣν πάντας ἀναβήσεσθαι, βοήθει τοὺς πρὸς σὲ βοῶντας·

Χαῖρε, ὁ οἴστρος γνώσεως θείας·

χαῖρε, ὁ κάλαμος τῆς σοφίας.

Χαῖρε, μακρυσμὸς συγγενῶν ἀνεπίστροφος·

χαῖρε, στηριγμὸς ἐν τῇ πέτρᾳ τῆς πίστεως.

Χαῖρε, ἄνερ τῶν ἐφέσεων, ὡς ὁ πάλαι Δανιήλ·

χαῖρε, μάννα οὐρανόπεμπτον, ἐν τῷ νέῳ Ἰσραήλ.

Χαῖρε, εὐδιακρίτου διακρίσεως κέρας·

χαῖρε, ἐμῆς καρδίας τὸ παμφίλτατον σέβας.

Χαῖρε, πηγὴν διψῶσιν ἡ εὔυδρος·

χαῖρε, νομὴ ποιμένων ἡ εὔχλοος.

Χαῖρε, ἀκτὶς οὐρανόφρονος βίου·

χαῖρε, πυξὶς ταχυσώστου πορείας.

Χαίροις Πάτερ ὑπέρσοφε.

Βήματι Παντεπόπτου, παραστῆναι σπουδάζων, εἰς ὄρος Θεοβάδιστον σπεύδεις, καὶ ἐν ὅλῃ ψυχῇ καὶ νοΐ, καθαρῷ καὶ ἀμώμῳ, σοφῶς ὥδευες, ὑπείκων τῷ προστάττοντι, ᾠδήν τε Μωϋσέως ᾄδων·

Ἀλληλούϊα

Γεραρᾷ ταπεινώσει, φρονημάτων ἰδίων, θελήματος τοῦ σοῦ ἐκκοπῇ τε, ὑπηκόων ἀπέβης φωστήρ, καὶ χαρίτων κατέστης ἀγρὸς πάγκαρπος, διὸ κἀμοὶ ἐπίβλεψον, ἀκάρποις ἐν χερσὶ φωνοῦντι·

Χαῖρε, κοιλάς, πληθύνουσα σίτου·

χαῖρε, αὐγὰς δεχθεὶς τοῦ Ἀκτίστου.

Χαῖρε, Μαρτυρίου Ἀββᾶ τὸ γεώργημα·

χαῖρε, τῆς ἐρήμου, λαμπρὸν ἐγκαλλώπισμα.

Χαῖρε, θέρμην ὦ ἀοίδιμε, τῇ σῇ θέρμῃ ὁ προσθείς·

χαῖρε, πῦρ τοῦ θείου Πνεύματος, ἐν κροτάφῳ ὁ δεχθείς.

Χαῖρε, Πάτερ Πατέρων, κοσμηθεὶς τῇ συνέσει·

χαῖρε, μύστα, ἐμφαίνων ὑπερφώτων τὴν γνῶσιν.

Χαῖρε, δομή, ἑδραία καὶ ἄσειστος·

χαῖρε, φωνή, ἐρήμους ἡ σείουσα.

Χαῖρε, λιπών, κοσμικόφρονα τρόπον·

χαῖρε, ἐλθῶν, εἰς θεόληπτον γνόφον.

Χαίροις Πάτερ ὑπέρσοφε.

Δέλτια κατατάττων, ἐκ Γραφῶν θεηγόρων, τοὺς δόμους τῶν βαθμίδων εἰργάσω, ὡς ἁρμόν τε τὴν πεῖραν βαλών, θεόδρομον σοφέ, ἀνυψοῖς κλίμακα, ἐν ᾗ κἀμὲ ἀξίωσον, ἀνέρχεσθαι στεῤῥῶς καὶ ψάλλειν·

Ἀλληλούϊα.

Ἐξαιρέτῳ σοφίᾳ, δεδομένῃ θεόθεν, διέγνως τῶν δαιμόνων τὰς πλάνας, καὶ ἐν πάλῃ διάγων σκληρᾷ, πρὸς ἀρχὰς καὶ δυνάμεις ἐχθροῦ ἔστησας, τῆς νίκης θεῖον τρόπαιον, ἀκούων παρ’ ἡμῶν τοιαῦτα·

Χαῖρε, γραφεῦ, περιπτύστου βίβλου·

χαῖρε, τροφεῦ, γενεῶν Ὁσίων.

Χαῖρε, μαθητὴς δεκτικὸς καὶ εὐΐατος·

χαῖρε, ἰατὴρ νουνεχὴς καὶ δυσεύρετος.

Χαῖρε, φύσεως ἐκβίασις, καὶ ὀμμάτων φυλακή·

χαῖρε, αἴσθησις ὑπέρλογος, διακρίσεως φωτί.

Χαῖρε, βράχον γρανίτην, σοῖς δακρύοις χλοάσας·

χαῖρε, Κρίσιν προσμένων, τὰς ἡμέρας σου πάσας.

Χαῖρε, φωτὸς Ἁγίου ἡ ἔκχυσις·

χαῖρε, νοὸς ῥαθύμου διέργεσις.

Χαῖρε, νιπτὴρ διαυγὴς συνειδότος·

χαῖρε, δροσὶς μοναστοῦ κεκμηκότος.

Χαίροις Πάτερ ὑπέρσοφε.

Ζῆλον ἄπαυστον ἔχων, ἀληθοῦς μετανοίας, εἰς ἕρημον κατέφυγες ἄντρον, καὶ ἀπτώτῳ ἐν πένθει βιῶν, ἐν σιγῇ καὶ μονώσει, Χριστὸν ἔπεισας, ψυχῆς ἰάσαι τραύματα, εἰρήνῃ λογισμῶν τε ᾄδειν·

Ἀλληλούϊα.

Ἠλιοῦ τοῦ Θεσβίτου, κεκτημένος τὴν χάριν, ἐξέτεινας ὁσίας σου χεῖρας, καὶ ἡτήσω Χριστὸν τὸν Θεόν, ὄμβρῳ τάχος τοῦ σβέσαι δεινὸν καύσωνα, οὓ Πάτερ καὶ ἀπήλαυσας, ὑμνούμενος πρὸς πάντων οὕτω·

Χαῖρε, ἐσθής, ἐκ θείων νημάτων·

χαῖρε, σπυρίς, καρπῶν ἀκηράτων.

Χαῖρε, ὁδηγὸς μονοτρόπων καὶ ἔφορος·

χαῖρε, ξεναγός, κοινοβίου συστήματος.

Χαῖρε, γνώμην οἰκειόπιστον, ἐκδυσάμενος σαφῶς·

χαῖρε, ῥῆμα τὸ πατρόλεκτον, ἀσπασθεὶς υἱοπρεπῶς.

Χαῖρε, ἡ φωταυγία, ξενιτεῦσαι ποθούντων·

χαῖρε, ἡ βακτηρία, στερουμένων ποιμένος.

Χαῖρε, δι’ οὗ, τῆς πλάνης ῥυσθήσομαι·

χαῖρε, δι’ οὗ, διάκρισιν κτήσομαι.

Χαῖρε, μαζέ, ὑπηκόων νηπίων·

χαῖρε, φρουρέ, ἀνυστάκτων Γερόντων.

Χαίροις Πάτερ ὑπέρσοφε.

Θείς, τρισμάκαρ ἐμφρόνως, φυλακὴν στόματί σου, ἀφρόνων λογισμοὺς ἐφιμώσω, καὶ ἐδείχθης Ἀββᾶς ἐκλεκτός, σιωπᾶν τε γινώσκων, καὶ λαλεῖν ἔμμετρα, διὸ καὶ πάντας ὤθησας, τὴν δόξαν τῷ Κυρίῳ δοῦναι·

Ἀλληλούϊα.

Ἰησοῦ ἐπικλήσει, πολεμίους μαστίζων, ἐκάθηρας τὸν οἶκον καρδίας, καὶ ἐξένισας θεῖε ποιμήν, τὴν Ἁγίαν Τριάδα νοΐ ἔμφρονι, καὶ πάντας κατεφώτισας, ἁγνεύειν καὶ πρὸς σὲ κραυγάζειν·

Χαῖρε, δι’ οὗ κυκλευτὴς στενοῦται·

χαῖρε, δι’ οὗ πειρασμὸς τροποῦται.

Χαῖρε, Ἰσιδώρου ὁ γράψας τὴν ἄθλησιν·

χαῖρε, Ἀββακύρου αἰνέσας ἁπλότητα.

Χαῖρε, φίμωτρον εὑράμενος, ἀκηδίας συγγραφήν·

χαῖρε, βίβλον χαρισάμενος, ὑπὲρ λίαν σωστικήν.

Χαῖρε, οὐρανοπράτα, ἐμπορίᾳ τῇ κρείττῳ·

χαῖρε, θεῖε ἐργάτα, γεωργίας Κυρίου.

Χαῖρε, φυγῆς δειλάνδρου ἀπότρεψις·

χαῖρε, μονῆς ἰώσης ἡ βράβευσις.

Χαῖρε, ψυχῶν πεπηγυῖα γαλήνη·

χαῖρε, ζωγρῶν τῇ σοφίας σαγήνῃ.

Χαίροις Πάτερ ὑπέρσοφε.

Κατακρίσεως ἕξιν, Ἰωάννη πολύφρον, ἀπέπτυσας ως βδέλλαν ἀγάπης, καὶ ἐλάλεις σοῖς τέκνοις πυκνῶς, ἐκβαλεῖν παντελῶς τὴν πικρὰν ἄκανθαν, ὡς ἄν ψυχῆς φαιδρότητι, προσάδωσιν ὁμοῦ τῷ Κτίστῃ·

Ἀλληλούϊα.

Λογισμοὺς ἐξαγγέλλειν, χαριτώνυμε Πάτερ, καὶ ὄφιν ἐκ καρδίας ἐκβάλλειν, ἀσκηθεὶς μαθητείᾳ τῇ σῇ, σοὺς ἱκέτας παθῶν ἀφανῶν λύτρωσαι, ὡς ἄν τερπνοῖς ἐν ᾄσμασι, προσμέλπωσι φωστήρ, σοὶ ταῦτα·

Χαῖρε, πολὺς τῇ Χριστοῦ συνέσει·

χαῖρε, ἐκδὺς τὴν αὐτόγνωμον σχέσιν.

Χαῖρε, ποταμέ, ὁ πιαίνων γεώργια·

χαῖρε, φρυκτωρέ, τοῖς ἀζύγων σκηνώμασιν.

Χαῖρε, κύνα τὸν κενόδοξον, ὁ μακρύνας τῷ κλαυθμῷ·

χαῖρε, θάνατον τὸν κάθωρον, ἔχων πάντοτε ἐν νῷ.

Χαῖρε, ὁ συμπαθήσας, τοὺς ευθεῖς τῇ καρδίᾳ·

χαῖρε, ὁ στιγματίσας, πονηρῶν διγλωσσίαν.

Χαῖρε, δι’ οὗ, νηφόντως προσεύξομαι·

χαῖρε, δι’ οὗ, τῆς Δίκης ἐκφεύξομαι.

Χαῖρε, χρωστήρ, μοναχῶν ἀθλοφόρων·

χαῖρε, κρατήρ, γλυκασμῶν ὑπερλόγων.

Χαίροις Πάτερ ὑπέρσοφε.

Μωϋσῆς ὁ ἐξέχων, τοῦ Κυρίου θεράπων, προσῆλθεν ἐν τῷ μέσῳ Ἀββάδων, τοῦ τιμῆσαι ἐνθρόνισιν σήν, Ἰωάννη, ἀδάμα τῆς ἐρήμου πολύτιμε, ὃν Πάτερ θεασάμενος, Χριστῷ τῷ στεφοδότῃ ἥδες·

Ἀλληλούϊα.

Νεύσει θείᾳ τρισμάκαρ, σὸν πολύδακρυ σπέος, κατέλιπες ψυχὰς ὠφελησών, καὶ ἐλθὼν κοινοβίῳ κλεινῷ, Σιναΐτιδος μάνδρας, ποιμὴν γέγονας, κανών τε τῆς ἀσκήσεως, τῶν σοὶ προσφθεγγομένων ταῦτα·

Χαῖρε, σπορεῦ, φυτῶν ἀθανάτων·

χαῖρε, κναφεῦ, στολῶν ἐξιτήλων.

Χαῖρε, τὸν θεόπτην Μωσῆν θεασάμενος·

χαῖρε, θείας πλάκας ἡμῖν χαρισάμενος.

Χαιρε, κήρυξ τῆς πραότητος, ὡς καθέδρας τοῦ Χριστοῦ·

χαῖρε, μάστιξις τῆς μήνιδος, ὡς αἰτίας διχασμοῦ.

Χαῖρε, τῆς ἀσφαλείας τὴν ἠχὼ ἀγαπήσας·

χαῖρε, ἀντιλογίαν τοῦ αὐθάδους θρηνήσας.

Χαῖρε, στεῤῥὰ Κυρίου ἀγάπησις·

χαῖρε, ψυχῶν εὐπλάστων κατήχησις.

Χαῖρε, δι’ οὗ τῷ σταδίῳ δραμοῦμαι·

χαῖρε, δι’ οὗ ἀσφαλῶς βαδιοῦμαι.

Χαίροις Πάτερ ὑπέρσοφε.

Ξενισμῷ ψυχοτρόφῳ, Ἀβραὰμ ὑπερῆρας, παντί σε τῷ αἰτοῦντι παρέχων, κατανύξεως γλεῦκος τερπνόν, ἐπαρκῶν τε ἐν λόγοις σοφοῖς ἅπασι, τοῖς πίστει προσιοῦσί σοι, καὶ ψάλλουσι Θεῷ τὸν αἶνον·

Ἀλληλούϊα.

Ὄρθρος φαίνει αὐγάζων, ταπεινώσεως φάει, καὶ νέφη τῶν δαιμόνων διώκων, ταῖς σαῖς ῥήσεσι Πάτερ κλεινέ, Ἰωάννη ἀζύγων σεπτὸν κλέϊσμα, δι’ οὗ ἔλεος εὕροιμι, ἐν πίστει μελῳδῶν σοι ταῦτα·

Χαῖρε, δειλίας ἀνάνδρου μάστιξ·

χαῖρε, πολλῆς ἀκριβείας πλάστιγξ.

Χαῖρε, ἀρχαρίων ψυχὰς τιθηνούμενος·

χαῖρε, τοῖς τελεῖος, τὴν τρίβον δεικνύμενος.

Χαῖρε, καλῶς πρὸς ἀνάβασιν, φιλοθέων ἀσκητῶν·

χαῖρε, ἅλως ἡ συνάξασα, θημωνίας ἀρετῶν.

Χαῖρε, ἐν ἀγρυπνίαις καὶ νηστείαις ὁδεύων·

χαῖρε, ἐν ἀτιμίαις καὶ τιμαῖς εἰρηνεύων.

Χαῖρε, ἀνήρ, ὀξύνους καὶ πάνσοφος·

χαῖρε, φωστήρ, αζύγων ἀείφωτος.

Χαιρε, εἰκών, νηπτικοῦ ἐρημίτου·

χαῖρε, κανών, δοσιλόγου ποιμένος.

Χαίροις Πάτερ ὑπέρσοφε.

Πᾶσαν θείς, ὡς ἐχέφρων, φυλακὴν στόματί σου, ἀφρόνων λογισμοὺς ἐφιμώσω, καὶ ἐδείχθης λαμπρὸς ὁδηγός, σιωπᾶν τε γινώσκων καὶ λαλεῖν ἔμμετρα, διὸ πάντας ἐξέπληξας, καὶ ὤθησας Θεὸν δοξάσαι·

Ἀλληλούϊα.

Ῥέοντα πάντα Πάτερ, καὶ φθαρτὰ καταλείπεις, ζητῶν τῶν οὐρανίων τὴν γνῶσιν, καὶ ἐν μέσῳ σοφὲ εὑρεθεὶς μεσαζόντων Ἀγγέλων, θνητῷ σώματι, ῥημάτων ξένων ἤκουσας, ἐκπλήττων τοὺς πρὸς σὲ φωνοῦντας·

Χαῖρε, ὁ νήφων σοφῶς ἐν πᾶσιν·

χαῖρε, ὁ ἥκων Ἀγγέλων τάξιν.

Χαῖρε, καθηγήτωρ σοφὸς καὶ εὐόμιλος·

χαῖρε, ἐρημίτης σεμνὸς καὶ ἀείκλαυστος.

Χαῖρε, ἔργοις ὁμοιούμενος, Σαμαρείτῃ τῷ καλῷ·

χαῖρε, σῶφρον μὴ χρησάμενος, ἀντὶ σμίλης τῇ δοκῷ.

Χαῖρε, ὁ Ἀντιόχου ταπεινώσεις αἰνεσας·

χαῖρε, Μηνᾶν πρεσβύτην, ἐγκωμίοις ὁ στέψας.

Χαῖρε, Χριστοῦ οἰκέτης ὁ ἔνθεος·

χαῖρε, ἐμοῦ ἀμείλικτος ἔλεγχος.

Χαῖρε, νοὸς βλασφημίαν κουφίσας·

χαῖρε, ἐχθροῦ πανουργίαν ὁ λύσας.

Χαίροις Πάτερ ὑπέρσοφε.

Συνειδήσεως φθόγγου, νουνεχῶς οὐ παρεῖδες, πανόσιε Ἀββᾶ Ἰωάννη, ἀλλὰ ταύτην κατέχων ἀεί, ἐκ Βαπτίσματος θείου φρουρὸν ἄγρυπνον, ἀνῆλθες Πάτερ, κλίμακα πασῶν τῶν ἀρετῶν προσμέλπων·

Ἀλληλούϊα.

Τοῦ πανσέπτου ναοῦ σου, κτίτοράς τε καὶ πάντας, τοὺς σοὺς προσκυνητὰς Ἰωάννη, ἐπιστήριξον σῇ ἀρωγῇ, ἀναβάσεις βαθμῶν δυσχερῶν τεύξασθαι, ὑγείαν τε προσδώρησαι, τοῖς ᾄδουσι θερμῶς σοι ταῦτα.

Χαῖρε, τῆς Ἄκαμπα μαργαρίτης·

χαῖρε, ὁ πάνσοφος τραπεζίτης.

Χαιρε, σιωπῆς τῆς ἐν γνώσει ὑπέρμαχος·

χαῖρε, παῤῥησίας καὶ ψεύδους κατήγορε.

Χαῖρε, ἐν δέκα πρὸς ἐννέα ἔτεσιν ὑποταχθείς·

χαῖρε, ἐν ἄκρᾳ ταπεινώσει, τὸν Χριστὸν ἐγκολπωθείς.

Χαῖρε, τῇ ἀγχινοίᾳ, τοῖς ψαλμοῖς ἐμβαθύνων·

χαῖρε, ἐκ τοῦ κανόνος, μοναστῶν μὴ ἐκκλίνων.

Χαῖρε, κλεινὲ δομῆτορ τῆς Κλίμακος·

χαῖρε, δοτήρ, ἐνθέου συγγράμματος.

Χαῖρε, σοφων ποιμαντήρων ποιμάντωρ·

χαῖρε, κλεινῶν διδακτόρων διδάκτωρ.

Χαίροις Πάτερ ὑπέρσοφε.

Ὑπερήφανον Πάτερ, μοναχὸν ἀπεφήνω, ἀπτέρῳ ἀετῷ ἑοικέναι, διὸ τρόμῳ ψυχῆς καὶ κλαυθμῷ, κατοχῆς θεομίσου εὑρεῖν λύτρωσιν, σεπταῖς λιταῖς σου δέομαι, ὡς ἄν πανευγνωμόνως ψάλλω·

Ἀλληλούϊα.

Φλόξ οὐκ ἔστι μηδόλως, προλεθεῖν ἐκ χιόνος, οὐδὲ αἱρετικῶς ταῖς καρδίαις, τὸ ἄνθος τὸ εὐῶδες εὑρεῖν, ταπεινώσεως θείας σοφὲ ὥρισας, διὸ ἡμᾶς ἐνίσχυσον, ἐν πίστει ἀπλανεῖ βοᾶν σοι·

Χαῖρε, ἡ πλῆξις ψυχῆς ἐν αἰσθήσει·

χαῖρε, ἡ σβέσις παθῶν ἐν γενέσει.

Χαῖρε, στοργικὸς παρακλήτωρ τοῖς πταίουσι·

χαῖρε, λειτουργὸς τῆς πτωχείας τῷ πνεύματι.

Χαῖρε, φράστωρ ἀκριβέστατος, σοφωτάτων ὁρισμῶν·

χαῖρε, ῥέκτης ὁ αοίδιμος, ἀρετῆς ἀναβαθμῶν.

Χαῖρε, ὅτι συνίστης, μονασταῖς μετανίζειν·

χαῖρε, ὅτι παρήνεις, ἐκ πρωΐας ὀρθρίζειν.

Χαῖρε, μονῆς Σιναίου διάδημα·

χαῖρε, ψυχῆς ζαθέου τὸ ἄρωμα.

Χαῖρε, σαφὴς καθαρμὸς διανοίας·

χαῖρε, γλυκὺς διαλλάκτωρ Κυρίῳ

Χαίροις Πάτερ ὑπέρσοφε.

Χαλεπὸν θεῖε Πάτερ, χαλεπώτατον ὄντως, του βιου διαπλέομεν πόντον, εν μέσῳ σιφώνων πολλῶν, πειρατῶν καὶ κλυδώνων, οἱ πτωχοὶ τάλανες, καὶ σὲ θερμῶς λιττόμεθα, ὑφάλους ἐκφυγεῖν ἡμᾶς καὶ ᾄδειν·

Ἀλληλούϊα.

Ψυχὰς θέλων τοῦ σῶσαι, φυλακὴν μετανοίας, ἱστόρησας τελείῳ χρωστῆρι, παριστῶν τεθλιμμένας μορφάς, ἀειστένακτον βίον ὁμοῦ ἄγοντας, πολλοὺς δὲ οὕτως ἔπεισας, τὸ ἔμπονον ζητεῖν καὶ εὐφημεῖν σε·

Χαῖρε, βαλβίς, φυλακῆς καρδίας·

χαῖρε, ἀκτίς, συνειδότος θεία.

Χαῖρε, ἀσκητής, ὁ ἀεὶ σπηλοδίαιτος·

χαῖρε, ἐρημίτης, ἑκὼν ἀκατάκλιτος.

Χαῖρε, ἔντονον ἀγρύπνησιν, τοῖς ποιμέσι συνιστῶν·

χαῖρε, ἔντιμον ἀτίμωσιν, ἐπιτίμια λιπών.

Χαῖρε, ὁ ἐπαινέτης, ἀκραιφνοῦς κοινοβίου·

χαῖρε, ἔμφρων ἡγέτης, τοῦ ἀκτήμονος βίου.

Χαῖρε, ἀγρός, ἀνθέων τῆς Χάριτος·

χαῖρε, καρπός, γονίμου ἀρόσεως.

Χαῖρε, δι’ οὗ, χαριτοῦται τὸ στόμα·

χαῖρε, δι’ οὗ, κατανύσσεται ὄμμα.

Χαίροις Πάτερ ὑπέρσοφε.

Ὦ κλεινὲ Ἰωάννη, τοῦ Σιναίου τὸ εὖχος, καὶ πάντων μοναστῶν ὑφηγήτορ (γ΄), Μετεώρου τῇ πέτρᾳ οἰκῶν, εὐσπλαγχνίας σαργάνην ἡμῖν πέμψειας, ὡς ἄν εὐστόλως φθάσωμεν, εἰς πύργον Οὐρανοῦ, βοῶντες·

Ἀλληλούϊα.