Tuesday, May 10, 2016

ΚΑΝΩΝ Α & Β΄ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑ ΤΟΥ ΚΥΚΚΟΥ.



(φραμ εροδιδασκάλου)

δ α΄. χος πλ. δ΄. γρν διοδεύσας.

Πολλοῖς μαστιζόμενοι τοῖς δεινοῖς, καὶ σοὶ προσελθόντες λύσιν εὕροιμεν τῶν δεινῶν, διὰ τῆς ἁγίας Σου Εἰκόνος, Παρθένε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Παρθένε ἀπείρανδρε Σαῖς λιταῖς, συγχώρησιν δίδου ἡμετέρων ἁμαρτιῶν, αἷς τὸν Κτίστην πάντων καὶ Θεόν μου, τὸν Σὸν Υἱὸν παρεπίκρανα ἄχραντε.

Ἐλέησον πάναγνε Μαριάμ, τοὺς προσπεφευγότας, Σῇ Εἰκόνι τῇ ἱερᾷ, δι’ ἧς μεγαλεῖα ἀπειργάσω, οἷα Θεὸν Παντοδύναμον τέξασα.

Ἴδε μου τὴν κάκωσιν ἀγαθή, ἴδε μου τὴν θλῖψιν, καὶ μετάβαλε εἰς χαράν, Σοὶ καὶ νῦν προσφεύγων Παρθένε, λύσιν εὑρεῖν τῶν δεινῶν προσδεχόμενος.


δ γ΄. Ορανίας ψδος.

Σκέπην οἶδα καὶ τεῖχος χριστιανῶν πάναγνε, Σὲ ὡς τετοκυῖαν τὸν Κτίστην πάντων καὶ Κύριον, ταῖς μητρικαῖς Σου πρεσβείαις ὃν ἐξιλέωσαι, ἐμοὶ ὀργιζόμενον, ἡμαρτηκότι αὐτῷ.

Θεῖον ἔργον πληροῦμεν ἱερῶν Πατέρων δόγμα Θεόνυμφε, σχετικῶς Εἰκόνα, προσκυνοῦντες τὴν Σὴν ὦ πανύμνητε, ἡ τιμὴ γὰρ ταύτης, τῷ πρωτοτύπῳ διαβαίνει, ὡς ὁ Μέγας διδάσκει Βασίλειος.

Δέομαί Σου Κυρία διὰ τῆς Εἰκόνος Σου ἀπειροδύναμε, τῆς Κυκκιωτίσσης, ἡ πλουσίαν τὴν χάριν ἐξέχεας, ἐλεῆσαι πάντας, τοὺς Σὲ πιστῶς προσκαλουμένους, Ἐλεοῦσα τυγχάνουσα πράγματι.

Κυκιώτισσα χαῖρε Εἰκὼν χαριτόβρυτε τῆς Θεομήτορος, Ἐλεοῦσα πάντας, καὶ τῆς Κύκκου Μονῆς οὖσα στήριγμα, μεγαλεῖα γάρ Σοι, ἡ τοῦ Θεοῦ ἔδειξε Μήτηρ, τοῖς ἐπικαλουμένοις Σε πάντοτε.


δ δ΄. Εσακήκοα Κύριε.

Λογισμῶν μου τὴν σκότωσιν, καὶ τοῦ πονηροῦ ἐνέδρας Παντάνασσα, διασκέδασον δυνάμει Σου, καὶ γαλήνη δίδου τῇ καρδίᾳ μου.

Μεγαλεῖα ἐποίησας, διὰ τῆς Εἰκόνος Σου Μητροπάρθενε, ἐξ αὐχμοῦ καὶ περιστάσεων, ῥυομένη τοὺς προσκαλουμένους Σου.

Τὸν Σωτῆρα ἡ τέξασα, δίδου σωτηρίαν τοῖς μετὰ πίστεως, Σοὶ προστρέχουσι πανάμωμε, ἐπικαλουμένοις τε Σὸν ὄνομα.

Ἡ ἐλπὶς καὶ βοήθεια, τῶν ἀπελπισμένων ὑπάρχεις Δέσποινα, διὰ τοῦτο Σοῦ δεόμεθα, σῶσον ἡμᾶς οἴκτειρον πρεσβείαις Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Πλήρωσον χαρᾶς, τὴν καρδίαν ἡμῶν ἄχραντε, ἡ ἐκπληροῦσα τὰ αἰτήματα, τῶν εὐλαβῶς ἁγνὴ Σοῦ δεομένων πανάμωμε.

Πταίσματα ἡμῶν, ἐξαφάνισον δεόμεθα, οἷς τὸν Υἱόν Σου παροργίζομεν, Μῆτερ Θεοῦ ἡ καὶ Ἀγγέλους ὑπερέχουσα.

Λύτρωσαι ἁγνή, τῶν δεινῶν καὶ περιστάσεων, τῶν κατεχόντων ἡμᾶς Δέσποινα, τοὺς τῇ Σῇ σκέπῃ, εὐλαβῶς νῦν προσφεύγοντας.

Σῶσον δωρεάν, τὸν Σωτῆρα ἡ κυήσασα, ἡμᾶς τοὺς πόθῳ προσιόντας Σοι, καὶ τῷ σεπτῷ Σου νῦν, ἐκτυπώματι προσφεύγοντας.


δ στ΄. λάσθητί μοι Σωτήρ.

Ῥυσθείημεν πειρασμῶν, διὰ τῆς Σῆς παναμώμητε, Εἰκόνος θαυματουργοῦ, πιστοὺς Ἐλεούσης τε, δι’ ἧς ἀπετέλεσας, πολλὰ καὶ μεγάλα, ὦ Παντάνασσα θαυμάσια.

Ὡς ἐν θαλάσσῃ καὶ γῇ, ἐθαυμαστώθη παράδοξα, τελέσασα τοῖς πιστῶς, ἐπικαλουμένοις Σε, οὕτω νῦν θαυμάστωσον, ἐν ἐμοὶ Παρθένε, τὸ θαυμάσιόν Σου ὄνομα.

Κυκκιωτίσσης Εἰκών, τῆς Θεομήτορος σῶσόν με, ἡ χάριν πλουτοποιόν, θεόθεν πλουτήσασα, ἐνεργεῖν τεράστια, ἐπ’ εὐεργεσίᾳ τῶν πιστῶς προσκαλουμένων Σε.

Χαρίτωσόν μου τὸν νοῦν, καὶ τὴν καρδίαν καθάρισον, ἐκ πονηρῶν λογισμῶν, Θεόνυμφε Δέσποινα, πειρασμῶν λύτρωσαι, Κεχαριτωμένη, ἡ ἐλπὶς καὶ προστασία μου.


δ ζ΄. Ο κ τς ουδαίας.

Τὴν ἐλπίδα μου πᾶσαν Σοὶ ἀνέθηκα Κόρη θεοχαρίτωτε, ὡς μέγα δυναμένη, παντοδύναμον Λόγον, ὡς τεκούσῃ ἀμόλυντε, Ὃν εὐλογοῦμεν Πατρί, σὺν Ἁγίῳ Πνεύματι.

Τὴν Εἰκόνα Σου πάντες ἀσπαζόμεθα Κόρη ἀκαταμάχητε, ὡς θαύμασιν ἀπείροις, ἐν ξηρᾷ καὶ θαλάσσῃ δοξασθεῖσαν πανάμωμε, τῇ χάριτί Σου Παρθένε, ἁγία Δέσποινα.

Ἐπηγάγω τοὺς ὄμβρους καὶ εὐκράτους ἀέρας Εἰκὼν χαριτόβρυτε, ὡς πλουτήσασα χάριν, θεόθεν ταῖς πρεσβείαις, τῆς ἁγνῆς Θεομήτορος, ᾗ μεγαλεῖα ὡς ὄντως, ἔδειξε Κύριος.

Σωμάτων ἀσθενείας καὶ ψυχῶν ἀῤῥωστίας ἀπειροδύναμε, ἰάτρευσον Παρθένε, τῇ θείᾳ Σου πρεσβείᾳ, παῤῥησίαν ὡς ἔχουσα, πρὸς τὸν Υἱόν Σου ἁγνή, μόνη εὐλογημένη.


δ η΄. Τν Βασιλέα τν Ορανν.

Τὸν Βασιλέα, ὡς τοῦ παντὸς τετοκυῖα, Θεοτόκε ἀνυμνοῦμέν Σε πάντες, καὶ δοξολογοῦμεν, ὡς Κεχαριτωμένην.

Τὴν χαριτόβρυτον, τὴν ἐν Κύκκῳ Εἰκόνα, τῆς Παρθένου νῦν τιμήσωμεν πάντες, ὡς ἐν θαυμασίοις, πολλοῖς μεγαλυνθεῖσαν.

Οἰκτείρησον, τὸν λαόν Σου παρθένε, τὸν τῇ σκέπῃ προσδραμόντα Σοι Κόρη, ἵνα μεγαλύνει, τὴν Σὴν μεγαλωσύνην.


δ θ΄. Κυρίως Θεοτόκον.

Ἐλέησον Παρθένε, τὴν ἁμαρτωλόν μου, ψυχὴν ἁγνὴ ἣν ἀθλίως διέθηκα, καὶ λύτρωσαί με πυρὸς τῆς κολάσεως.

Παρθένε Παναγία, σῶσον με πρεσβείαις, ταῖς Σαῖς Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἵνα ὑμνῶ Σου τὴν ἄμαχον δύναμιν.

Εἰκὼν Κυκκιωτίσσης, Κεχαριτωμένη, ἡ τῶν πιστῶν ἐπακούουσα δέησιν, ἐπάκουσον νῦν κἀμοῦ χαριτόβρυτε.

Παρθένε Θεοτόκε, δέχου εὐπροσδέκτως, τὸ κατὰ δύναμιν δῶρον Πανάχραντε, καὶ ἄνες ἄφες μοι Δέσποινα τὰ ἐγκλήματα.

   

ΚΑΝΩΝ Β΄ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑ ΤΟΥ ΚΥΚΚΟΥ

(Ἐφραὶμ ἱεροδιδασκάλου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ Η΄ καὶ Θ΄ ᾠδήᾨδὴ Ἐφραίμ.)


δ α΄. χος πλ. δ΄. ρματηλάτην Φαραώ.

Ἅρμα τοῦ Λόγου Σὺ ὑπάρχεις Δέσποινα Παρθενομῆτορ Ἁγνή, ὅθεν λόγον δίδου, διὰ μεσιτείας Σου, τῇ ταπεινῇ καρδίᾳ μου, παριδοῦσα τὰ πλήθη, ἁμαρτιῶν μου Παντάνασσα, ὅπως Σου ὑμνήσω τὴν δύναμιν.

Βέλη νηπίων ἐμοὶ λογισθήσονται αἱ προσβολαὶ τοῦ ἐχθροῦ, πλουτοῦντί Σε Κόρη, τεῖχος καὶ βοήθειαν, καὶ ὅπλον ἀμυντήριον, καὶ γὰρ δύνασαι πάντα, Μήτηρ Θεοῦ χρηματίσασα, τοῦ Παμβασιλέως Σωτῆρός μου.

Ξένος ὑπάρχων γήϊνος τὸ πρότερον ὅλος οὐράνιος νῦν, διὰ τοῦ Υἱοῦ Σου, ὦ Παρθένε γέγονα, βαπτισθεὶς ἐν ὀνόματι, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τοῦ ἑνὸς τῇ φύσει Θεοῦ ἡμῶν.

Δουλεύων ὅλος ἡδοναῖς τοῦ σώματος ὅλος αἰχμάλωτος, καὶ τὴν ψυχὴν ὤφθην, Παναγία Δέσποινα, μολύνας μου τὸ Βάπτισμα, ἀλλὰ Σὺ τετοκυῖα, Χριστὸν τὸν πάντα δυνάμενον, δώρησαι κἀμοὶ τὴν συγχώρησιν.


δ γ΄. στερεώσας κατ’ ρχάς.

Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὦ Πανύμνητε ῥῦσαι, ἐκ παθῶν με καὶ τοῦ κόσμου Κυρία, Σὲ γὰρ μόνην ἀσφαλῆ, ἄγκυραν καὶ βοήθειαν, κέκτημαι ἐν ἀνάγκαις, προσφεύγων ὑπὸ τὴν σκέπην Σου.

Ζάλη κατέλαβέ με πρίν, πυρποληθεῖσαν ὁρῶντα, τὴν Μονήν Σου παντελῶς ὦ Κυρία, Κυκκιώτισσα σαφῶς, καὶ λύπη καὶ ἀπόγνωσις, ἀλλ’ οἰκοδομηθεῖσαν βλέπων νῦν αὖθις εὐφραίνομαι.

Ἤρθη ἡ δόξα Σου σεμνή, ὑπὲρ τὸ πρῶτον Παρθένε, ἡ γὰρ δύναμις ὧπται ἐν ἀσθενείᾳ κατὰ Παῦλον τὸν σοφόν, ἐπείπερ ἐκαλλώπισας, λαμπρῶς θεῖον ναόν Σου πρὸς καταισχύνην τοῦ δαίμονος.

Θέλουσα ἄχραντε ἁγνή, πῦρ συνεχώρησας πᾶσαν, παραδόξως τὴν Μονὴν πυρπολῆσαι, διὰ τοῦτο γὰρ καὶ νῦν λαμπροτέραν ἀνέδειξας, κτίσμασι κειμηλίοις καὶ ἀκαταπαύστοις δεήσεσιν.


δ δ΄. Σύ μου σχς Κύριε.

Ἴδε σεμνή, καὶ μὴ παρίδῃς τὴν δέησιν, ἡμῶν πάντων τῶν προσκαλουμένων Σε ἐν ἀληθείᾳ οἷαν πιστῶν, δούλων τοῦ Υἱοῦ Σου καὶ Σοῦ ἁγνὴ Θεονύμφευτε, ἰσχύεις γὰρ εἰ θέλεις Θεοῦ Μήτηρ ὡς οὖσα, ἐλεῆσαι ἡμᾶς κᾂν ἡμάρτομεν.

Κατανοεῖν, Θεοῦ κριμάτων τὴν ἄβυσσον καὶ Σοῦ Κόρη ὅλως τὴν παράβλεψιν, ἀδυνατῶ ὡς ἁμαρτωλός, ὢν καὶ ὀλιγόνους, ἐν τοῖς δοκοῦσιν εἶναι κακοῖς, διὸ Παρθενομῆτορ ἀνυμνῶ, μεγαλύνων οἰκονομίας θείας τὸ πέλαγος.

Λαὸς πιστός, καὶ εὐλαβὴς οὐκ ἐν κτίσμασι, καὶ οἰκίαις ἔχει τὴν εὐσέβειαν, ἀλλ’ ἐν Θεῷ, κέκτηται ὀρθῶς, εἰλικρινῆ πίστιν καὶ ἐπὶ τὴν εὐλάβειαν, ἁγνὴ ὡς Θεοτόκῳ καὶ ἡμᾶς διὸ σῶσον, Ὀρθοδόξους ὡς ὄντας Πανάμωμε.

Μῆτερ Θεοῦ, ἡ δοξασθεῖσα ἐν θαύμασιν, Ὄρει Κύκκου διὰ τῆς Εἰκόνος Σου, ἀπειροδύναμε τῆς σεπτῆς καὶ χαριτοβρύτου, δι’ ἧς ἀπήλασας δαίμονας, ἰάσω ἀσθενοῦντας, καὶ ἐπήγαγες ὄμβρους, κτιζομένῃ Μονῇ Σου πανάχραντε.


δ ε΄. να τί με πώσω.

Νέον ὤφθη καὶ τοῦτο, τῇ πυρποληθείσῃ Σου Μονῇ πανάμωμε φῶτα ἐν εὐσήμοις ἡμερῶν, κατὰ τὴν νύκτα ἐξάπτοντα καὶ γυνὴ ὡραία, περιπολοῦσα τὸν ναόν Σου, λαμπροφόρος τ’ ὀφθεῖσα οἷς ἤθελεν.

Ξένον ὄντως ἐδείχθη, οἱ καταχωννύμενοι ὑπὸ τοῦ κτίσματος, τῆς Μονῆς Σου Κόρη, ἣν ἐξελέξω Εἰκόνος εἰς οἴκησιν τῆς Κυκκιωτίσσης, σῶσοι ἐφάνησαν καὶ ζῶντες, τῇ χάριτι μόνῃ πανθαύμαστε.

Ὅλος ἵσταμαι Κόρη, σφόδρα ἐξιστάμενος τὴν δυναστείαν Σου, πῶς τὴν πεπτωκυῖαν εἰς τελείαν φθορὰν Μονὴν ἤγειρας, εἰς τὸ πρῶτον κάλλος, καὶ λαμπροτέραν ἀπειργάσω, ἐν τοῖς τούτοις καιροῖς ὡς Παντάνασσα.

Παναγία Παρθένε, πάριδε ὡς εὔσπλαγχνος ἡμῶν τὰ πταίσματα, καὶ πυρπολισμοῦ τε, τούτου τοῦ τρίτου ἡμᾶς ἐλευθέρωσον, ὥστε μὴ γενέσθαι ποτὲ τοιοῦτον τῇ Μονῇ Σου, ἣν εἰς τέλος Σὺ φύλαξον Δέσποινα.


δ στ΄. λάσθητί μοι Σωτήρ.

Ῥοήν μου βλέψω σεμνή, δακρύων ἡ ἀπειρόγαμος, καὶ σβέσον μου τῶν παθῶν, ἐνήδονον καύσωνα, πρὸς Σὲ γὰρ κατέφυγον, θέλοντά με σῶσον, κᾂν μὴ θέλοντα πρεσβείαις Σου.

Σῶσον ἁγνὴ δωρεάν, τοὺς πίστει προσκαλουμένους Σε, ἐκ κλύδωνος καὶ αὐχμοῦ, κρημνοῦ καὶ κακώσεως, διὰ τῆς Εἰκόνος Σου, κατὰ κλῆσιν οὔσης, Ἐλεούσης Κύκκου πράγματι.

Τίς δύναται ἐξειπεῖν, τῶν θαυμασίων τὸ πέλαγος, τοῖς ἐν θαλάσσῃ καὶ γῇ, Παρθένε δεικνύμενον, διὰ τῆς Εἰκόνος, ἣν ὁ θεῖος ἱεραῖς χερσὶν ἀνιστόρησεν.

Ὑμνοῦμέν Σε οἱ πιστοί, καὶ εὐλαβῶς προσκυνοῦμέν Σου, Εἰκόνα Κόρη σεπτήν, σχετικῶς σεβόμενοι, κατὰ τὴν παράδοσιν, τῶν θείων Πατέρων, ἡ τιμὴ γάρ Σοι ἀνάγεται.


δ ζ΄ Παδες βραίων.

Φῶς τὸν Χριστὸν ἡ τετοκυῖα, σκοτιζόμενον τῷ ζόφῳ τῶν πταισμάτων, φώτισόν με ἁγνή, Φωτὸς ὡς οὖσα Μήτηρ, τοῦ ἐκ φωτὸς ἐκλάμψαντος, τοῦ Πατρὸς ἀνερμηνεύτως.

Χάριν δίδου Παρθένε Θεοτόκε, συγχωρήσασα ἐμοὶ τὰς ἁμαρτίας, καὶ κινδύνων σεμνή, λύτρωσαι Παναγία, ἐχθρῶν ἐπαναστάσεων, ὁρατῶν καὶ ἀοράτων.

Ψάλλω Σοι Κόρη γηθοσύνως, χαῖρε Μήτηρ Θεοῦ Παρθενομῆτορ, τῶν Ἀγγέλων ἀνθρώπων τ’ ἀνωτέρα, καὶ πάσης ἄλλης κτίσεως, αἰσθητῆς καὶ νοουμένης.

Ὤφθης Βασίλισσα ἁπάντων, οὐρανοῦ τε καὶ γῆς τιμιωτέρα, ὡς τεκοῦσα Χριστόν, τὸν Ποιητὴν τοῦ κόσμου, Ὃν ἐκδυσώπει ἄχραντε, ἐλεῆσαι ἡμᾶς πάντας.


δ η΄. Τν ν ρει γί.

ς τὸν Κτίστην τοῦ παντὸς δεξαμένη, χάριν νέμεις ἐν Εἰκόσιν ἱεραῖς καὶ ναοῖς Σου, τοῦ ἐκτελεῖσθαι ἄπειρα θαυμάσια, παρὰ τοῦ Υἱοῦ Σου δύναμιν πλουτοῦσα, ἐνεργεῖν ὅσα θέλεις.

Δὸς Παρθένε κἀμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν λύσιν καὶ ἄφεσιν πταισμάτων, καὶ τῆς γεέννης ῥῦσαί με ὦ Δέσποινα, ἵνα μεγαλύνω, Σοῦ ἀκαταπαύστως, τὸ ἔλεος Κυρία.

Ἡ ἐν Κύκκῳ ἀπείροις δοξασθεῖσα, θαύμασι ἐν ξηρᾷ πολλάκις καὶ θαλάσσῃ, ἀκαταλείπτως Θεοτόκε φθάνουσα, τοῖς προσκαλουμένοις, ὄνομα τὸ θεῖον, τῆς Σῆς σεπτῆς Εἰκόνος.

θελξάς μου Παρθένε τὴν καρδίαν, εἰς ἀγάπην εἰκόνων καὶ ἱερῶν ναῶν Σου, διὰ τὴν χάριν, ἣν τούτοις ἐξέχεας, ἄνωθεν πλουσίως, πάντα δυναμένη, ὡς τοῦ Θεοῦ μου Μήτηρ.

Φεῖσαι Κόρη Χριστιανῶν ἁπάντων, ταῖς πρὸς Χριστόν Σου εὐχαῖς καὶ μητρικαῖς πρεσβείαις, καὶ φόβον θεῖον καρδίαις ἐμφύτευσον, τούτων Παναγία, ἐπὶ τῷ μισῆσαι, τὰ μάταια τοῦ κόσμου.


δ θ΄. ξέστη π τούτ

ανάτω Κύκκου ὄρος τὸν γλυκασμόν, τὴν προτέραν Παρθένε εὐπρέπειαν, ἀπολαβών, διὰ τῆς Εἰκόνος Σου τῆς σεπτῆς, ἧσπερ κατοικητήριον ὥρισας πρὸ χρόνων τοῦτο σαφῶς, διὰ τοῦ Ἡσαΐου, ταύτην ἐκ Βυζαντίου, ἄξασα τρόποις οἷς ηὐδόκησας.

πέλαυσεν ἡ Κύπρος τὸν θησαυρόν, δεξαμένη τὴν θείαν Εἰκόνα Σου, Μῆτερ Θεοῦ, δαίμονες ἠλάθησον δι’ αὐτῆς, νοσοῦντες ἀνεῤῥώσθησαν, καὶ ἡ γῆ διψῶσα ὕδωρ πολύ, ἐδέχθη ἐν λαγόσι, καὶ ὕμνοις εὐχαρίστει, ἣν Κόρη φρούρει ταῖς πρεσβείαις Σου.

λέωσαι τὸν Κτίστην μου καὶ Θεόν, τὸν Υἱόν Σου Παρθένε ἀπείρανδρε, καὶ ἐπ’ ἐμοί, διὰ μεσιτείας Σου δραστικῆς, τοῦ παραβλέψαι πταίσματα, οἷσπερ παρεπίκρανα τὴν αὐτοῦ, μεγάλην εὐσπλαγχνίαν, ἐν ἔργοις τε καὶ λόγοις, καὶ πονηροῖς διανοήμασιν.

Μαρία ἐμοὶ μόνη καταφυγή, σκέπη καὶ θεία βοήθεια, σῶσον κᾀμὲ κόσμου διαβόλου καὶ ἐκ σαρκός, καὶ τὸ παρόν μου πόνημα, ἀποδεξαμένη τὸ εὐτελές, δυνάμει τοῦ Υἱοῦ Σου, κολάσεώς με ῥῦσαι, ὡς παντοδύναμος Βασίλισσα.


διόμελον. χος πλ. δ΄.

Ὄντως μεγαλεῖά Σοι ἐποίησε, καθὰ προέφης, ὁ Κύριος Θεοτόκε Παρθένε, τῶν πιστῶν ἡμῶν ἡ προστασία, ὡς θαύμασιν ἀπείροις μεγαλεῖα ποιήσας, καὶ ποιῶν καθ’ ἑκάστην, ἐπὶ τὴν σεβασμίαν Εἰκόνα, τὸ καύχημα τῆς Κύπρου, καὶ τῆς Μονῆς τοῦ Κύκκου ὁ θησαυρός, προφθάνεις γὰρ ταχέως βοηθοῦσα, τοὺς μετ’ εὐλαβείας Σε ἐπικαλουμένους, δι’ αὐτῆς ἐν ξηρᾷ καὶ θαλάσσῃ, ἐν νόσοις καὶ περιστάσεσι, καὶ ἐν αὐχμωδέσι μάλιστα καιροῖς, διὸ δυσωποῦμεν διὰ τῆς χαριτοβρύτου Σου Θεοτόκε Εἰκόνος, κλέος οὔσης τῶν Ὀρθοδόξων, καὶ τῆς νήσου τὸ σεμνολόγημα, ῥῦσαι τοὺς δεομένους Σου, τῶν ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων, χαριζομένη ἡμῖν ἁμαρτημάτων ἄφεσιν, καὶ τὸ μέγα ἔλεος, ὦ Ἀειπάρθενε.