Wednesday, December 9, 2015

Χαιρετισμοί των Αγιων της Εν Τη Ιερά Μονή Διονυσίου Αγίου Όρους




 Εἰκοσιτέσσαρες κατ᾿ ἀλφάβητον Οἴκοι εἰς τοὺς Ἐνδεκαριθμους Ὁσίους Πατέρας τοὺς ἐν τῇ καθ᾿ ἡμᾶς Ἱερὰ Μονὴ τοῦ Ἁγίου Διονυσίου διαλάμψαντας. Ποίημα (Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) 
Κοντάκιον.
 Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἐνδεκαριθμοι χαίρετε.

Ἄγγελοι ἐν τῷ κόσμῳ, ἀνεδείχθητε ὄντως, Πατέρες διὰ βίου τελείου (ἐκ γ΄) καὶ νῦν τοῖς τῶν Ἀγγέλων χοροῖς, συνόντες καὶ ἐν μετοχῇ θεούμενοι, ὑπὲρ ἡμῶν πρεσβεύετε, τῶν βοώντων ὑμῖν τοιαῦτα·
Χαίρετε, λύχνοι τῆς ἐγκρατείας·
χαίρετε, στῦλοι τῆς Ἐκκλησίας.
Χαίρετε, ἀσκήσεως ἄνθη ἀμάραντα·
χαίρετε, ἀθλήσεως δένδρα κατάκαρπα.
Χαῖρε, δῆμος ἐνθεώτατος πενταρίθμων Ἀσκητῶν·
χαῖρε, σύστημα ἀήττητον ἑξαρίθμων Ἀθλητῶν.
Χαίρετε, τῆς ἀγάπης φωτοφόροι ἀστέρες·
χαίρετε, θεοφόροι Ἀθληταὶ καὶ Πατέρες.
Χαίρετε, σκεύη φωτὸς τοῦ κρείπονος·
χαίρετε, ξίφη κατὰ τοῦ χείρονος.
Χαίρετε, ἄρνες τῆς θείας ἀγέλης·
χαίρετε, πλήρεις τῆς ἄνωθεν αἴγλης.
Χαίρετε Πατέρες ἑνδεκάριθμοι

Βίον τὸν τῶν Ἁγίων, ἐκ καρδίας ποθοῦντες, προσὴλθετε καιροῖς ἐν ἰδίοις, ὡς πρόβατα τῄδε τῇ Μονῇ, ἐκ διαφόρων πατρίδων μακάριοι, καὶ ἐναρέτοις σκάμμασιν, ἐκλαμπετε Χριστῷ βοῶντες·
Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, ἐν πολλῇ ἡσυχίᾳ, καὶ φῶς ἀπ᾿ οὐρανοῦ βλέψας θεῖον, ἐγείρεις τῷ Χριστοῦ Βαπτιστῇ, Μονὴν περιφανῆ Διονύσιε, ἐν ᾗ οἱ θείως ἀσκούμενοι, βοῶσί σοι ἐν εὐφροσύνη·
Χαῖρε, ὁ οἶκος τοῦ Παρακλήτου·
χαῖρε, τὸ δένδρον τοῦ Παραδείσου.
Χαῖρε, ὁ δομήτωρ Μονῆς σου ὁ πρώτιστος·
χαῖρε, ὁ κοσμήτωρ ἡμῶν καὶ διδάσκαλος.
Χαῖρε, βίβλος θεοτύπωτος τῆς μονήρους βιοτῆς·
χαῖρε, τύπος πρακτικώτατος τῆς ἀσκητικῆς ζωῆς.
Χαῖρε, ὅτι ἐδείχθης Μοναστῶν κυβερνήτης·
χαῖρε, ὅτι ἐφάνης Ἀσκητῶν παιδοτρίβης.
Χαῖρε, ποιμὴν ἡμῶν ἐνθεωτατος·
χαῖρε, λιμὴν ψυχῶν ἀκλυδώνιστος.
Χαῖρε, λαμπτὴρ τῶν σεπτὼν φοιτητῶν σου·
χαῖρε, πατὴρ συμπαθὴς τῶν υἱῶν σου.
Χαίροις, Πάτερ Διονύσιε.

Δύναμιν θείαν ἔχων, πλείστους ἥνυσας δρόμους, τὴν σὴν καταρτιζόμενος ποίμνην, καὶ ἐν Τραπεζούντι γεγονώς, πρὸς Χριστὸν Διονύσιε ἀνέδραμες, τῶν πόνων σου τὰ ἔπαθλα, δρεπόμενος Πάτερ καὶ ψάλλων·
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ Ἄθῳ, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ πᾶσαν λαμπρύνεις Ἐκκλησίαν, τῇ γὰρ ἄνωθεν Νήφων βουλῇ, Κωνσταντινουπόλεως ποιμὴν γέγονας, πυρσεύων θείοις τρόποις σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα*
Χαῖρε, φωστὴρ ὁ τῆς Ἐκκλησίας·
χαῖρε, λαμπτὴρ τῆς Ὀρθοδοξίας.
Χαῖρε, Βυζαντίου ποιμὴν ὁ θεόσοφος·
χαῖρε, Ἱεράρχης Κυρίου θεόληπτος.
Χαῖρε, ὕψος ταπεινώσεως διὰ βίου ὑψηλοῦ·
χαῖρε, βάθος τῆς φρονήσεως ὡς θεράπων τοῦ Θεοῦ.
Χαῖρε, ὅτι στηρίζεις κλονουμένας καρδία
χαῖρε, ὅτι καθαιρεῖς τῶν ψυχῶν τὰς κηλῖδας.
Χαῖρε, λαμπρὸν τῆς χάριτος ὄργανον·
χαῖρε, πιστῶν τὸ θεῖον προσφύγιον.
Χαῖρε, δι’ οὐ Δακία ηὔγασθη,
χαῖρε, δι᾿ οὗ ἡ κακία ἠλάθη.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.

Ζήλῳ τῶν Ἀποστόλων, σωτηρίας τὸν λόγον, κηρύττεις σοφὲ ἐν τῇ Δακίᾳ· καὶ παρὰ Κυρίου δοξασθείς, ὡς θησαυρὸν θεῖον ἡμῖν κατέλιπες, τὴν θήκην τῶν λειψάνων σου, Πάτερ Νήφων τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.

Ἡ τοῦ Πνεύματος χάρις, ἐνοικήσασα Πάτερ, λαμπρῶς τῇ καθαρᾷ σου καρδίᾳ, χάριτος σαφῶς προφητικῆς, καὶ διακρίσεως λύχνον σὲ δείκνυσι, λαμπρύνοντα Δόμετιε, τοὺς εὐλαβώς σοι ἐκβοῶντας·
Χαῖρε, τῶν κάτω ὁ ὑπερόπτης·
χαῖρε, τῶν ἄνω θεῖος ἐπόπτης.
Χαῖρε, ἡσυχίας κανὼν ἀπλανέστατος·
χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατος.
Χαῖρε, ἄστρον προοράσεως καὶ Ὁσίων μιμητής·
χαῖρε, λύχνος διακρίσεως καὶ Μιγάδων ῥυθμιστής.
Χαῖρε, Διονυσίου φίλος τοῦ θεοφόρου·
χαῖρε, τῆς ἐνεργείας σκεῦος τῆς θεοσδότου.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὴν νέκρωσιν·
χαῖρε, λαβὼν τὴν ἄνωθεν θέωσιν.
Χαῖρε, ποιμὴν Μοναζόντων ὁ θεῖος·
χαῖρε, ζωῆς ἐνάρετου ὁ τύπος.
Χαίροις, Πάτερ Δομέτιε.

Θεϊκῆς ἐπιπνοίας, πληρωθεὶς τὴν καρδίαν, Δομέτιε Κυρίου θεράπων, τῆσδε τῆς ποίμνης σοφὸς ποιμήν, μετὰ τὸν θεῖον ὤφθης Διονύσιον, ἥνπερ καλῶς ἐποίμανας, βοώσαν σὺν σοὶ τῷ Κυρίῳ·
Ἀλληλούϊα.

Ἱερός σου ὁ βίος, ὦ Λεόντιε ὤφθη, ἐν ταύτῃ τῇ Μονῇ τῇ πανσέπτῳ· διὸ μετὰ τέλος τὸ σόν, μύρα βλύζει ὁ τάφος σου πανεύοσμα, εὐφραίνοντα μακάριε, τοὺς ἐκβοώντάς σοι τοιαῦτα·
Χαῖρε, τοῦ Πνεύματος μυροθήκη·
χαῖρε, τῆς χάριτος ἔμπνους στήλη.
Χαῖρε, μυστικῆς γεωργίας κιννάμωμον·
χαῖρε, θεϊκῆς εὐωδίας ἀλάβαστρον.
Χαῖρε, μύρον πολυσύνθετον ἐνεργείας ἀρετῶν·
χαῖρε, βότρυς ὁ παμπέπειρος στάζων θεῖον γλυκασμόν.
Χαῖρε, ὅτι ἐδέξω τὴν θεόπνευστον χάριν·
χαῖρε, ὅτι ἐδείχθης ἀρωμάτων φιάλη.
Χαῖρε, πηγὴ ἐν Ἄθῳ μυρόβλυτος·
χαῖρε, ὀσμὴ τῆς θείας χρηστότητος.
Χαῖρε, σταγὼν Ἀερμὼν ἐξ ἁγίου·
χαῖρε, ῥοὴ ἐξ Ἐδὲμ Παραδείσου.
Χαίροις, Πάτερ Λεόντιε.

Κῆπον ἠθῶν ὁσίων, τὴν ψυχήν σου τελέσας, ἀρετῶν γεωργοῦσαν τὰ κρίνα, ἅπερ εἰς μῦρον πνευματικόν, μεταποιηθέντα Πάτερ Λεόντιε, μυροβλύτην σὲ ἔδειξαν, εὐωδιάζοντα τοὺς βοῶντας·
Ἀλληλούϊα.

Λυτρωθεὶς προμηθείᾳ, ἐκ τῆς αἰχμαλωσίας, τῆς μόνης Θεοτόκου Μαρίας, φερωνύμως φίλος τοῦ Θεοῦ, τῇ ἰσαγγέλῳ πολιτείᾳ γέγονας, ᾧ καὶ ἡμᾶς οἰκείωσαι, Φιλόθεε τοὺς σοὶ βοῶντας·
Χαῖρε, ὁ φίλος τοῦ Ζωοδότου·
χαῖρε, ὁ μύστης τῆς Θεοτόκου.
Χαῖρε, ὁ ζηλώσας Ὁσίων τὴν ἄσκησιν·
χαῖρε, ὁ ἔνεγκας καμάτων τὴν ἄνθησιν. Χαῖρε, ὅτι ἐταπείνωσας τῶν δαιμόνων τὴν ὀφρύν· χαῖρε, ὅτι κατεπλούτησας τῶν Ἀγγέλων τὴν ἰσχύν. Χαῖρε, ὁ διανύσας τὸν σὸν βίον ὁσίως· χαῖρε, ὁ τὸν ἀγῶνα ἐκτελέσας νομίμως. Χαῖρε, κανὼν Μοναστῶν εὐθύτατος· χαῖρε, φωτὸς τῆς χάριτος ἔμπλεως. Χαῖρε, οὐ ἡ κᾶρα ὡς ἄστρον ὤφθη· χαῖρε, πρὸς ὃν ὁ ἁλιεὺς τότε ἔφη·Χαίροις, Πάτερ Φιλόθεε.

Μένων ἐν τῇ ἀγάπῃ, τοῦ Κυρίου ὦ Πάτερ, εἰς ἄκρον τελειότητος ἤρθης, διὸ τὸ σκῆνός σου τὸ σεπτόν, ἀποῤῥίψαι εἰς δρυμὸν τῷ μαθητῇ σου, Φιλόθεε παρὴγγειλας, ἐν ταπεινώσει Θεῶ ψάλλων·
Ἀλληλούϊα.

Νίκην ἄρας ἁγίαν, ἐν ἀσκήσει ὁσἰᾳ, ὑπῆλθες τῶν Μαρτύρων τὸ σκάμμα· παιδοτριβούμενος γὰρ σοφῶς, τῷ Ἱεράρχῃ Μακάριε Νήφωνι, μαρτυρικῶς ἠρίστευσας διό σοι ἅπαντες βοῶμεν·
Χαῖρε, ὁμότροπε τῶν Ὁσίων·
χαῖρε, ὁμόζηλε τῶν Μαρτύρων.
Χαῖρε, φοιτητὰ θεοφόρε τοῦ Νήφωνος·
χαῖρε, Ἀθλητὰ νικηφόρε τοῦ Κτίσαντος.
Χαῖρε, ὅτι ὡμολόγησας τὸν Σωτῆρα τοῦ παντός·
χαῖρε, ὅτι χαίρων ἤνεγκας τὰς αἰκίας τῆς σαρκός.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ νεότευκτον γέρας·
χαῖρε, τῆς εὐσεβείας τὸ νεοφωτον σέλας.
Χαῖρε, ἐχθρῶν αἰσχύνας τὸ φρύαγμα·
χαῖρε, πιστῶν στηρίξας τὸ φρόνημα.
Χαῖρε, ζωῆς κοινωνὲ μακαρίας·
χαῖρε, χαρὰς μέτοχε αἰωνίας.
Χαίροις, Μάρτυς Μακάριε.

Ξίφει τὸν σὸν αὐχένα, μετὰ πλείστους ἀγῶνας, τμηθεὶς Ὁσιομάρτυς ἀνδρείως, διέκοψας κεφαλὰς ἐχθρῶν, ἐν ἐκστάσει προφητικῶς Μακάριε, καὶ νικηφόρος ἔδραμες, τῷ ἀθλοθέτῃ Χριστῷ ψάλλων·
Ἀλληλούϊα.

Ὁλικῶς προσανέχων, Νήφωνι τῷ ἐνθέῳ, τῇ θείᾳ ἐπτεῥώθης ἀγάπῃ· καὶ τὴν ἀσκητικὴν στολὴν, ἀθλητικοῖς σου αἵμασιν ἐφοίνιξας, ὦ Ἰωάσαφ ἔνδοξε, στηρίζων τοὺς πίστει βοῶντας·
Χαῖρε, ὁ ἔνθεος ἐν ἀσκήσει·
χαῖρε, ὁ ὅσιος ἐν ἀθλήσει.
Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·
χαῖρε, ὁ ἐλέγξας ἐχθρῶν τὰ βουλεύματα.
Χαῖρε, μύστης ἐνθεωτατος Νήφωνος τοῦ ἱεροῦ·
χαῖρε, Μάρτυς ἀληθέστατος τοῦ Παντάνακτος Χριστοῦ.
Χαῖρε, ὅτι ἐκτρέπεις τῶν τῆς Ἄγαρ τὴν πλάνην·
χαῖρε, ὅτι ἐδέξω τὴν σωτήριον χάριν.
Χαῖρε, Χριστοῦ θεράπων ὁ γνήσιος·
χαῖρε, πιστῶν λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε, φυτὸν οὐρανίου λειμῶνος·
χαῖρε, πρηστὴρ κατ’ ἐχθροῦ λυμεῶνος.
Χαίροις, Ἰωάσαφ ἔνδοξε.

Πόνων κατατολμήσας, Ἰωάσαφ ποικίλων, ἐδέξω τὸ μακάριον τέλος, καὶ τῆς ἀτελευτήτου ζωῆς, Ὁσιομάρτυς ἐκομίσω τὸν στέφανον, σὺν Ἀγγέλοις χορεύων, καὶ τῇ Τριάδι ἀεὶ ψάλλων·
Ἀλληλούϊα.

Ῥεῖθροις τοῖς τῶν δάκρυὧν, καθαρθεὶς τὴν καρδίαν, Χριστὸν ἐνεδύσω φερωνύμως, Χριστοφόρε καὶ πόθῳ θερμῷ, ὑπὲρ αὐτοῦ τὸ αἷμά σου ἔχεας· διὸ τῆς σῆς ἀθλήσεως, ὑμνοῦμεν τὴν χάριν βοῶντες·
Χαῖρε, Χριστὸν ὁ ἐνδεδυμένος·
χαῖρε, λαμπρῶς ὁ ἠγωνισμένος.
Χαῖρε, ὁ κηρύξας τὴν κλῆσιν τὴν ἔνθεον·
χαῖρε, ὁ αἰσχύνας τὴν πλάνην τὴν βέβηλον.
Χαῖρε, στρατιώτης ἄριστος τῆς στρατείας τοῦ Χριστοῦ·
χαῖρε, καθαιρέτης κράτιστος τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι παρέχεις δρόσον παραμυθίας·
χαῖρε, ὅτι ἐξαίρεις καύσωνα ἀθυμίας.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὰ στίγματα·
χαῖρε, αὐτοῦ πληρώσας τὰ ῥήματα.
Χαῖρε, ζωῆς μετασχὼν ἀθανάτου·
χαῖρε, χαρὰς κοινωνῶν ἀκηράτου.
Χαίροις, Χριστοφόρε ἔνδοξε.

Στίλβον τὸ πρόσωπόν σου, τῇ ἔνδοθεν θεαυγείᾳ, θαυμαστῶς Χριστοφόρε ὡράτο, ὁπηνίκα εἵλκου πρὸς σφαγήν, πρὸς ἥν ἀγαλλομένῃ ψυχη ἔσπευδες, Χριστῷ τῷ ἀνάσταντι, ψάλλων τὸν ἐπινίκιον ὕμνον·
Ἀλληλούϊα.

Τῆς ψυχῆς τὸ γενναῖον, ἱερῶς ὑπεμφαίνων, ὦ Γεννάδιε Ὁσιομάρτυς, ἐκ παλαισμάτων ἀσκητικῶν, πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας, οὕς ἐν Χριστῷ τετέλεκας, ἀκούων παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, ἰσχύος θείας ὁ πλήρης·
χαῖρε, ἀγάπης Χριστοῦ ὁ μύστης.
Χαῖρε, ὁ καθάρας τὸν νοῦν δι᾿ ἀσκήσεως·
χαῖρε, ὁ δοξάσας Χριστὸν δι’ ἀθλήσεως.
Χαῖρε, ἄνθος τὸ νεόδρεπτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, βέλος τὸ ὀξύτονον κατ᾿ ἐχθροῦ τοῦ νοητοῦ.
Χαῖρε, ὅτι ἐῤῥύσθης συναφείας ἐνύλου·
χαῖρε, ὅτι ἐπλήσθης φωταυγείας ἀύλου.
Χαῖρε, λαμπὰς ἡ νέα τῆς πίστεως·
χαῖρε, στεῤῥὸς ὁπλίτης τοῦ Κτίσαντος.
Χαῖρε, Χριστοῦ τὴν λαμπρότητα βλέπων·
χαῖρε, ἡμῖν θείαν χάριν παρέχων.
Χαίροις, μάκαρ Γεννάδιε.

Ὑπερήφανον ὄφιν, κατεπόντισας Μάρτυς, θαλάσσῃ τῶν οἰκείων αἱμάτων, ἀποτμηθείς σου τὴν κεφαλήν, καὶ πρὸς τὴν γῆν τῶν πραέων ἀνέδραμες, ὁρῶν τὰ ὑπὲρ ἔννοιαν, Γεννάδιε καὶ Χριστῷ ψάλλω·
Ἀλληλούϊα.

Φωτισθεὶς τῇ καρδίᾳ, τῶν παθῶν τῇ νεκρώσει, ἐδέξω τὴν οὐράνιον φλόγα, καὶ πρὸς ἀγῶνας ἀθλητικούς, χωρήσας τὴν ὕλην τῆς πλάνης ἔφλεξας, Ἰωσὴφ τῇ ἀθλήσει σου, διεγειρὼν ἡμᾶς βοᾷν σοι·
Χαῖρε, πυρσὸς τῆς θείας ἀγάπης·
χαῖρε, σκηπτὸς κατὰ τῆς ἀπάτης.
Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὴν ἄθλησιν·
χαῖρε, ὁ δοξάσας Κυρίου τὴν σάρκωσιν.
Χαῖρε, κάρπωμα νεόθυτον πρὸς Χριστὸν τὸν Λυτρωτήν·
χαῖρε, ἱερεῖον ἔμψυχον πρὸς τὸν πάντων Ποιητήν.
Χαῖρε, ὅτι ἡγήσω ὡς τρυφὴν τὴν ἀγχόνην
χαῖρε, ὅτι ἐδέξω φωταυγὴῆ ἀμπεχόνην.
Χαῖρε, λαβὼν τὴν θείαν ἀντίδοσιν·
χαῖρε, ἐχθροῦ ἐκλύων τὴν δύναμιν.
Χαῖρε, δι᾿ οὗ κατεβλήθη ὁ δράκων·
χαῖρε, δι᾿ οὗ φωταυγοῦμαι κραυγάζων·
Χαίροις, Ἰωσὴφ μακάριε.

Χαίρων περιεβάλου, Ἰωσὴφ τὴν ἀγχόνην, ὡς θεῖον περιδέραιον μάκαρ, δι᾿ ἧς ἀγχονίσας τὸν ἐχθρόν, θεούφαντον πορφύραν ἠμφίεσαι, κινδύνων τε καὶ θλίψεων, λυτρούμενος τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.

Ψάλλειν ἠξιωμένος, ἐν ὑψίστοις θεόφρον, τελέσας μαρτυρίου τὸν δρόμον, σὺν Ἀγγέλων Παῦλε τοῖς χοροῖς, τῇ Τριάδι ὕμνον τὸν τρισάγιον, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν πίστει σοι ἐκβοώντων·
Χαῖρε, ὁ νέος ἐν Ἀθλοφόροις
χαῖρε, ὁ θεῖος ἐν θεοφόροις.
Χαῖρε, τῶν Μαρτύρων ἐν πᾶσιν ἰσότιμος·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ὅσιος ἐν Μάρτυσιν ὡς ἀθλήσας ἀνδρικῶς·
χαῖρε, ἓδρασμα νεότευκτον τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, ὅτι ἐδείχθης ἀῤῥαγὴς Ἀθλοφόρος·
χαῖρε, ὅτι ἐγένου τοῦ Χριστοῦ κληρονόμος.
Χαῖρε, δι᾿ οὗ παθῶν καθαρθήσομαι·
χαῖρε, δι᾿ οὗ Κυρίῳ ὀφθήσομαι.
Χαῖρε, λαβὼν ἀφθαρσίας τὸ γέρας,
χαῖρε, ἡμῶν θεοδώρητον κέρας.
Χαίροις, Παῦλε πανένδοξε.

Ὦ συνέλευσις θεία, θεοδόξαστε δῆμε, ἑνδεκαρίθμων θείων Πατέρων (ἐκ γ´) ἐν ἀγάπῃ τελείᾳ ἡμᾶς, διατηρεῖτε ταῖς ὑμῶν δεήσεσιν, ὡς ἂν ζωὴν ἐνάρετον, ἀνύοντες Θεῷ βοῶμεν·
Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν 'Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἑνδεκάριθμοι χαίρετε.

Δίστιχον.
Χαρὰς νοητῆς Πατέρες πλήσατέ με
Γεράσιμον τὸ χαῖρε ὑμῖν βοῶντα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.