Thursday, December 10, 2015

Η Ακολουθία των Εγκωμίων εις τον Άγιον και Θαυματουργόν Σπυρίδωνα



Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμώμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς πηγάζουσα ἰάματα πιστοῖς.

Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμώμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς προχέουσαν ἰάσεων πηγάς.

Μακαρίζομέν σε, ὼ Σπυρίδων σοφέ, καὶ τιμῶμεν τὴν ἀγίαν σου λάρνακα, δι’ ἧς πᾶσι τὰς ἰάσεις χορηγεῖς.

Μακαρίζομέν σου, τὴν ἁγίαν ψυχήν, ἥν εἰς ἄνω μετὰ δόξης οἱ Ἄγγελοι, προσεκόμισαν τῷ πάντων βασιλεῖ.

Μακαρίζομέν σε, τῶν ποιμένων φωστήρ, ἐκκλησίας ὀχυρότατον ἕδρασμα, Ἱεράρχα καὶ δογμάτων θησαυρέ.

Τῶν πρᾳέων τύπος, ἀναδέδειξαι σύ, καὶ πασῶν τῶν ἀρετῶν τὸ θησαύρισμα, βασιλείας Ἱεράρχα κοινωνέ.

Ἐκ ποιμνίου ὥσπερ, τὸν Δαυΐδ ὦ σοφέ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Κύριος, σὲ ἀνέθετο εἰς ποίμνην λογικήν.

Τοῦ Δαυΐδ τὸ πρᾶον, μιμησάμενος σύ, καὶ τὸ ἄπλαστον Μωσέως μιμούμενος, ἀνεδείχθης ὅλος οἶκος τοῦ Θεοῦ.

Ζῇς καὶ μετὰ μόρον, ὥσπερ ἔφη Χριστός· ὁ πιστεύων εἰς ἐμὲ φησὶ ζήσεται, μὴ δεξάμενος θανάτου τὴν φθοράν.

Ἰακὼβ ἐδείχθης, πᾶσιν ἄλλος ἡμῖν, πρᾷος ὄντως ἱλαρός τε καὶ μέτριος, Ἱεράρχης ἄκακος θεοσεβής.

Ἀβραὰμ ἐκτήσω, τὸ φιλόξενον σύ, τοῦ Αὐσίτιδος Ἰώβ τε τὸ ἄμεμπτον, καὶ τὸν ζῆλον τοῦ Προφήτου Ἠλιού.

Ἐνὼχ μετετέθη, εὐαρεστήσας Θεῷ· σοῦ δὲ ὅλος Πάτερ μετάθεσις, ὑπῆρχεν ὁ βίος, Θεοῦ εὐαρεστοῦντος.

Ἰὼβ ἄλλος ὤφθης, σὺ Αὐσίτης σοφέ, ἄμεμπτος ἀληθινὸς καὶ ἀκέραιος, ἀπερχόμενος ἐκ πράγματος κακοῦ.

Πέτρου θεῖον ζῆλον, ἐκμιμήσω καλῶς· ὅθεν οὐρανῶν τὰς κλεῖς ἔλαβες, ὡς ἐκεῖνος ὦ Σπυρίδων σοφέ.

Νοητὸς ἐδείχθης, ὠκεάνειος ῥοῦς· τῇ πλημμύρᾳ τῶν πανσόφων λογίων σου, κατεξήρανας αἰρέσεων πηγάς.

Ὡς ἀστὴρ ἐφάνης, ἐν Συνόδῳ τὸ πρίν, τὸν γαυρότατον αἰσχύνας φιλόσοφον, καὶ τὸ κράτος τοῖς πιστοῖς παρεσχηκώς.

Ποταμὸς ἐδείχθης, νειλοάνειος σύ, πλημμυρεῖς τῶν σῶν θαυμάτων τὸ ἔλεος, καὶ ἰάσεις ἐπιχέεις τοῖς πιστοῖς.

Ἀρετῶν εἰς ὕψος, ἀναβὰς ὦ σοφέ, τῷ Θεῷ καθαρωτάτως ὡμίλησας, οὗ τῆς θείας αἴγλης λάμπρυνον ἡμᾶς.

Τῶν χηρῶν προστάτης, καὶ πατὴρ ὀρφανῶν, τῶν πενήτων χορηγὸς παναοίδιμε, σὺ ἐγένου καὶ πενθούντων χαρμονή.

Ἀπὸ τῶν περάτων, ἕως ἄκρου τῆς γῆς, ἡ λαμπρότης σῶν θαυμάτων ἐφήπλωται, καὶ φωτίζει τὰς καρδίας τῶν πιστῶν.

Οὐδεὶς καταφεύγων, ἐπὶ σὲ θαυμαστέ, καὶ αἰτεῖται θεραπείαν τοῦ σώματος, ἐκπορεύεται κενὸς θαυματουργέ.

Ἡ σορὸς ἡ θεία, τῶν λειψάνων τῶν σῶν, καθεκάστην χορηγεῖ τὰ ἰάματα, τοῖς πιστῶς προσερχομένοις ἐν αὐτῇ.

Κερκυραίων νῆσος, δεῦτε δράμε τανῦν, ἑορτάσαι τὴν σεβάσμιον κοίμησιν, τοῦ σεπτοῦ σου πολιούχου φαιδρῶς.

Τριμυθούντων κλέος, καὶ ποιμὴν ἀληθής, ἐγκαλλώπισμα Ὁσίων μακάριε, τοὺς ὑμνοῦντάς σε νῦν ῥύου συμφορᾶς.

Κερκυραίων πόλις, νῦν χορεύει λαμπρῶς, ἐκτελοῦσα ἑορτήν σου τὴν πάνσεπτον, Ἱεράρχα ἐπισκόπων ὁ φωστήρ.

Τοὺς ὑμνοῦντας πόθῳ, τὴν σὴν μνήμην σοφέ, διατήρησον ἀτρώτους ἐκ βλάβης τε, πονηρᾶς Ἱεραρχῶν ἡ καλλονή.

Κερκυραίων νῆσος, νῦν συντήρει σοφέ, σκέπε φρούρει διαφύλαττε πάντοτε, παρακλήσεσι σεπταῖς σου πρὸς τὸν Θεόν.

Τὴν ψυχήν μου Πάτερ, ἐκ παντοίων κακῶν, διατήρησον εὐχαῖς σου ἀπήμαντον, ὅπως πίστει σε καὶ πόθῳ προσκυνῶ.

Τῇ φρικτῇ ἐν ὥρᾳ, ὅταν μέλλω σοφέ, εἰς τὸ βῆμα τὸ φρικώδες παρίστασθαι, εὕροιμί σε Ἱεράρχα βοηθόν.

Δέξαι μου τὸν ὕμνον, κἄν ἐλάχιστος ᾗ, κἄν καὶ μέγα οὐ προσφθέγξαι δυνήσομαι, σύ μοι ἔμπνευσον λόγον εἰς τὸ ἐξῆς.

Μετὰ τῆς πανάγνου, Θεοτόκου σοφέ, καθικέτευε δοθῆναί μοι ἄφεσιν, τῶν πταισμάτων καὶ δεινῶν ἀπαλλαγήν.

Στόματι καὶ γλώσσῃ, καὶ ψυχῇ καὶ νοΐ, καὶ καρδίᾳ τε καὶ χείλεσιν Ἄχραντε, Θεοτόκε ἀληθῶς σε προσκυνῶ.

Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.

Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν θλιβομένων παράκλησιν, καὶ τῶν ἐν ἀνάγκαις θερμὸν προστάτην.

Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν ἀσθενούντων παράκλησιν, καὶ τῶν θλιβομένων παρήγορον τὸν θεῖον.

Ἄξιον ἐστί, μακαρίζειν σε Σπυρίδων μάκαρ, ὡς τῶν λυπουμένων παράκλησιν, καὶ τῶν κωφευόντων ταχύν τε ἰατῆρα.

Καὶ τίς ἱκανός, διηγήσασθαι τῶν σῶν θαυμάτων, Πάτερ τὸ ἀμέτρητον πέλαγος, ἅ καὶ ζῶν ἐτέλεις καὶ μετὰ μόρον μάκαρ.

Ἀδὰμ ἐντολήν, μὴ φυλάξας τῆς Ἐδὲμ ἐῤῥίφθη, σὺ λαβὼν δὲ ταύτην ἐφύλαξας, καὶ τοῦ Παραδείσου τετύχηκας θεόφρον.

Δεύτερος σοφέ, ἀναδέδειξαι Ἠλίας μάκαρ, ὄμβρους οὐρανίους κατήγαγες, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.

Ὄντως Ἰωσήφ, ἀνεφάνης Πάτερ σιτοδότης, ὄμβρον οὖν τῇ γῇ ἐχορήγησας, ἔθρεψας πεινῶντας εἰς εὐθήνιαν μάκαρ.

Ἄλλος Μωϋσῆς, ἀνεφάνης ἐπὶ γῆς παμμάκαρ, ῥάβδον γὰρ εἰς ὄφιν πάλαι πεποίηκε, σὺ δὲ εἰς χρυσίου μετέβαλες Σπυρίδων.

Ἐλισσαῖος σύ, ἀναδείκνυσαι ἄλλος θεόφρον, ἔστησας ποτάμια ῥεύματα, καὶ σὸν φίλον μάκαρ διέσωσας ἐν τάχει.

Ἔβλεψας σοφέ, εἰς ψυχῆς ἀθεωρήτους πόνους, πόρνης μηδαμῶς προσψαυσάσης σου, ἐξειπὼν τὰ ταύτης συγγνώμην ἐδωρήσω.

Σοῦ τῇ ἀστραπῇ, τῇ τῶν λόγων κατέκαυσας Πάτερ, πάλαι λῆρον ὄντως φιλόσοφον, ἐν τῇ πρώτῃ μάκαρ συνόδῳ Νικαέων.

Εἰς ἐστὶ Θεός, τρισυπόστατος ἐβόας μάκαρ, Ἄρειον τὸν ἄλογον ἥλεγξας, καὶ πιστοῖς τὸ κράτος ἐκύρωσας Σπυρίδων.

Ὤ θαῦμα φρικτόν, ὡς Χριστὸς ἐπὶ Λαζάρῳ πάλαι, οὕτω προσεφώνησας σὺ σοφέ, τὴν νεκτὰν ἐν τάφῳ καὶ λόγον ἀπέδωκέ σοι.

Ἐπαίδευσας ποτέ, δι’ αἰγὸς πλεονεξίας μάκαρ, ἁρπαγῆς ἀπέχεσθαι πάντοτε, καὶ τολμῆσαι μήπω ἐρᾶν τῶν ἀλλοτρίων.

Νόσου τε δεινῆς, βασιλέως Πάτερ τετρυχότος, Κωνσταντίου ταύτης ἀπήλλαξας, σεπταῖς πρεσβείαις πρὸς Κύριον Σπυρίδων.

Γνώσας μαθητοῦ, Τριφυλλίου ἐν τοῖς βασιλείοις, βλέποντος ποτὲ καὶ θαυμάζοντος, ἔλεγες Σπυρίδων τί τὰ κενὰ λογίζῃ;

Βάρβαρος γυνή, προσεποῦσα τοῖς ποσί σου μάκαρ, ᾔτει τοῦ παιδὸς αὐτῆς ἀναβίωσιν, παραχρῆμα δ’ αὖθις ἐζώωσας Σπυρίδων.

Ἔσχες ἐν φαιδρῷ, σοῦ τῷ σχήματι Ἀγγέλους Πάτερ, σοὶ συλλειτουργοῦντας καὶ ψάλλοντας, ὅτε ἀπεδίδως Κυρίῳ τὰς εὐχάς σου.

Σοῦ τῇ κεφαλῇ, ἐναπέκειντο ψεκάδες Πάτερ, ὥρᾳ τῇ τοῦ θέρους καὶ καύσωνος, τιμὴν ὑπερτέραν δηλοῦσαι Ἱεράρχα.

Δόξαν τε κενήν, καὶ ὑπέροφρυν φθογγὴν Λευΐτου, μάκαρ πληκτικῶς ἀπεκώφωσας, ἔσχατον δὲ πάλιν ἔλυσας Ἱεράρχα.

Γυναῖκα ποτέ, μοιχευθεῖσαν καὶ μὴ δεχομένην, τὴν ἐξομολόγησιν πάνσοφε φεῦ! ἐπιτήμησας παρέδωκας θανάτῳ.

Ἤλεγξας σοφέ, κακοδόξων τὰς αἱρέσεις Πάτερ, ἄγαλμα δὲ τούτων συνέτριψας, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.

Ἔπρεπεν ἡμῖν, ὡς ὁ θεῖος ἀνεβόα Παῦλος, τοιοῦτος ἀρχιερεὺς Ὅσιος, ἀμίαντος πρᾷος καὶ ἄκακος Σπυρίδων.

Δέσποινα σεμνή, Παναγία Θεοτόκε Κόρη, Σὲ καθικετεύω καὶ δέομαι, μή με ἀποῤῥίψης ἀπὸ τοῦ σοῦ προσώπου.

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ αἱ πᾶσαι, μακαρίζομέν σε, Σπυρίδων θεοφόρε.

Σὲ μακαριοῦμεν, τῶν Ἀρχιερέων, κειμήλιον τὸ θεῖον.

Ἄγγελος ἐφάνης, ἐπὶ γῆς τρισμάκαρ, οὐράνιος θεόφρων.

Φίλος ἀνεδείχθης, γνήσιος τοῦ πάντων, Θεοῦ θαυματοφόρε.

Ποτάμια ῥεῖθρα, ἔστησας Σπυρίδων, σῇ πρὸς Θεὸν δεήσει.

Νεκροὺς εἶ ἀναστήσας, τῇ προσευχῇ σου μάκαρ, ὡς τοῦ Θεοῦ θεράπων.

Ἱεράρχα Πάτερ, Σπυρίδων θεοφόρε, σῶζε τοὺς σὲ ὑμνοῦντας.

Τοὺς εὐρύθμους ψάλτας, τῆς σῆς ὑμνῳδίας, φύλαττε εἰς αἰῶνα.

Δέσποινα Παρθένε, μετὰ τοῦ Ἱεράρχου, σκέπε τοὺς σὲ ὑμνοῦντας.

Ἕτερα. Ἰδιόῤῥυθμα.

Ἦχος πλ. α΄.

Σὲ τὸν Ἱεράρχην, μακαρίζομεν πάντες οἱ εὐσεβεῖς ὡς θεράποντα Χριστοῦ τοῦ Θεοῦ.

Σὲ Θεοῦ θεράπων, μακαρίζομεν πάντες οἱ γηγενεῖς ὡς μεσίτην πρὸς Χριστὸν τὸν Θεόν.

Σὲ δοξάζει μάκαρ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Θεός, ὡς δοξάσαντα ἐν πᾶσιν αὐτόν.

Σὲ Σπυρίδων μάκαρ, μακαρίζει τῶν πιστῶν ἠ πληθύς, ὡς μακάριον ποιμένα καὶ καλόν.

Θάλασσα ἐδείχθης, τῶν θαυμάτων ξένη ὄντως σοφέ, καὶ βραβεύεις πᾶσιν ἴασιν νῦν.

Σὺν Ἀγγέλοις ἄδων, τὸν Τρισάγιον ὕμνον τῷ ποιητῇ, τῶν τιμώντων σε μνημόνευε σοφέ.

Θεόφρων Σπυρίδων, χαίροις ἄνω ἐντρυφῶν τοῖς ἀγαθοῖς, οἷς χαρίτωσον καὶ ἡμᾶς τοὺς πιστούς.

Ἕτερα. Ἦχος γ΄.

Τὸν ποιμένα τὸν μέγαν, τὸν ἐκ τοῦ ποιμνίου, Σπυρίδωνα τὸν θεῖον, ὑμνήσωμεν συμφώνως.

Τῶν Ἀρχιερέων κρηπὶς ἀνεδείχθης καὶ στύλος εὐσεβείας, Σπυρίδων θεοφόρε, πτωχῶν δὲ πλουτοδότης.

Συνόδῳ τῇ πρώτῃ, σὲ Θεὸς δοξάζει, Ἄρειον τὸν ἄνουν, μωραίνοντα σοῖς λόγοις, Σπυρίδων Ἱεράρχα.

Ἡ σορὸς τῶν λειψάνων, βρύει καθ’ ἑκάστην, ἰάματα Σπυρίδων, τοῖς πίστει προσιοῦσιν, ἐν τῇ θερμῇ σου σκέπῃ.

Θαυμάσιε Σπυρίδων, δέξαι μου τὸν ὕμνον, καὶ βράβευσόν μοι χάριν, ἐξ ὕψους θεοφόρε, ἵνα σὲ μακαρίζω.

Ἕτερα. Θεοτοκία.

Ἀκατάφλεκτε βάτε, ἀλατόμητον ὄρος, πόλις τοῦ μεγάλου βασιλέως, χαῖρε Κόρη.

Βάτον καιομένην, καὶ μὴ φλεγομένην, προεώρα πάλαι, Μωϋσῆς ὁ θεόπτης, ἐν τῷ Σιναίῳ ὄρει.

Γῆν τὴν παναγίαν, τέξασαν ἀσπόρως, ἄσταχυν τὸν θεῖον, Χριστὸν τὸν ζωοδότην, ὑμνήσωμεν ἀπαύστως.

Δέσποινα Παρθένε, Μαρία Θεοτόκε, μετὰ τοῦ Ἱεράρχου, Σπυρίδωνος τοῦ θείου, φώτιζε τοὺς σὲ ὑμνοῦντας.

Πυρίμορφε στύλε, ὁλόφωτε λυχνία, λαβὶς ἀνθρακοφόρε, καὶ Σκηνὴ καὶ Πόκε χαῖρε.

Ζωηφόρε πανύμνητε, ζώωσόν με μόνη, ἡ πρόξενον τεκοῦσα, ζωῆς τῆς ἀϊδίου, ἵνα σε μεγαλύνω.

Ὁδηγήτρια πάναγνε, ῥῦσαι πάσης βλάβης, τὸ λάχος τοῦ Υἱοῦ σου, βαρβάρων τῶν ἀθέων, σοὶ γὰρ ἐλπίζει μόνῃ.

Χαίροις θρόνε πυρίμορφε, χαίροις στάμνε θεία, καὶ κλίνη καὶ λυχνία, χρυσόμορφε καθέδρα, χαίροις καὶ πάλιν χαίροις!

Τὴν ἀνερμηνεύτως Κόρην, τὸν ἕνα τῆς Τριάδος, συλλαβοῦσαν καὶ ἀποτεκοῦσαν, λόγοις Προφητῶν τε, ὑμνήσωμεν συμφώνως.

Ὤ φωτὸς δοχεῖον, τοῦ ἐνυποστάτου, λάμπρυνον ψυχῆς μου, καὶ σώματος τὰς κόρας, ἵνα σε μεγαλύνω.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.