Ἀπολυτίκιον.
Ἦχος δ΄. Τὸ προσταχθέν.
Γοργοϋπήκοε τὸ φῶς ἡ τετοκυία, Πατρὸς βουλήσει θείου Πνεύματος ἐλεύσει, τὴν ψυχήν καταύγασον φωτὶ θεογνωσίας, λατρεύειν Πατέρα, Λόγον, Πνεῦμα εὐθές, θεάρεστα τοῦ νοεῖν τε πράττειν ἀεί, τρισαγίοις ἐν ᾄσμασιν, ὑμνεῖν τε καὶ προσκυνεῖν, ἐλάμπεσθαι κραυγάζειν σοι·
Χαίροις Γοργοϋπήκοε.
Ἄνοιξον Θεοτόκε τὸν νοῦν μου δωρεᾷ οὐρανίῳ, γεραίρειν μεγαλεῖά σου ξένα (γ΄), καὶ σὺν Ἀρχαγγέλοις ὑμνεῖν, χαριτόβρυτόν σε κιβωτὸν ἔμψυχον, χωρήσασαν τὸν ἄρτον τὸν οὐράνιον, βοᾶν σοι πόθῳ·
Χαῖρε χαρὰς ἀϊδίου Μήτηρ·
χαῖρε ἀρᾶς ὀλεθρίου λύσις.
Χαῖρε παγγενὴς τοῦ Ἀδὰμ ἀνακαίνισης·
χαῖρε τῆς προμήτορος Εὔας ἡ λύτρωσις.
Χαῖρε ὕψος ἁγιότητος τὸ ἀνέφικτον κτιστοῖς·
χαῖρε βάθος ταπεινώσεως οὐ ληπτὸν καὶ νοεροῖς.
Χαῖρε ὅτι ἠράσθη τοῦ σοῦ κάλλους ὁ κτίστης·
χαῖρε, ὅτι εἱλκύσθη καθ’ ἡμᾶς καὶ ἐκτίσθη.
Χαῖρε αὐγὴ ἡμέρας Θεότητος·
χαῖρε ἁγνὴ Παρθένος Μητράναδρος.
Χαῖρε βροτῶν ἀναγέννησις ξένη·
χαῖρε πρὸ τῶν αἰώνων προωρισμένη.
Χαίροις Γοργοϋπήκοε.
Βλέψον ἱλέῳ ὄμματί σου Γοργοϋπήκοε Κόρη Ἁγνὴ ἐπὶ τὴν ταπείνωσίν μου, παραβλέψασά μου τὰ δεινὰ πταίσματα, καὶ βραβεύουσά μοι θεϊκὴν ἄφεσιν, ὡς ἔνθους μεγαλύνω σε, καὶ πόθῳ τῷ Θεῷ τὸν ὕμνον ᾄδω·
Ἀλληλούϊα.
Γνώρισμα εὐσεβείας ἀρετῶν ἡ χορεία, ταπείνωσις ἄριστα μὲν ἡ συνδεσμοῦσα, ἀγάπη δὲ κορωνίς, ἀμφοτέραι δὲ συνεκτικαὶ τῶν ἄλλων πέλουσαι, ἄς κτήσασθαι ἐνίσχυσον, βοῶντάς σοι χαρᾷ τοιαῦτα·
Χαῖρε θεώσεως ἡ αἰτία· χαῖρε ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε Χριστοῦ τοῦ Θεοῦ ἡ ἀνάδειξις·
χαῖρε φωτὸς τοῦ ἀδύτου φανέρωσις.
Χαῖρε πάντα νοῦν διάθεσιν δοῦσα τῷ ἀγαπητῷ·
χαῖρε χάριν ἀντὶ χάριτος συλλαβοῦσα τὸν Χριστόν.
Χαῖρε χρηστότητος θείας δωρεοδότης·
χαῖρε χαρίτων ἀύλων ἀγαθοδότις.
Χαῖρε ἀπαρχὴ τῆς ἡμῶν ἀναπλάσεως·
χαῖρε τῆς Χριστοῦ μεταχοῦσα ἐγέρσεως.
Χαῖρε πιστῶν σωτηρία μεγίστη·
χαῖρε παθῶν θεραπεία ἀρίστη.
Χαίροις Γοργοϋπήκοε.
Δύναμιν ἀπροσμάχητόν μοι παράσχου Μῆτερ, ταπείνωσιν ἀληθῆ τοῦ αἰρεῖσθαι, τὴν συντρίβουσαν πλάνου ἰσχύν, ἀρετῶν ἁπασῶν σύνδεσμον, ὁδόν τε ἀπλανῆ πρὸς σωτηρίαν τῶν Θεῷ ψαλλόντων·
Ἀλληλούϊα.
Ἔχουσα συμπαθείας θεοβράβευτον πλοῦτον, προσπίπτοντάς σοι ἁγνὴ ἐν μετανοίᾳ, σὸν Υἱὸν ἐκδυσώπει λυτρωθῆναι παθῶν, καὶ δώρησαι ἡμῖν κατάνυξιν ὡς ᾄσμασι σὺν δάκρυσι βοᾶν σοι κεχαριτωμένη·
Χαῖρε ἡ μήτηρ τῆς εὐσπλαγχνίας·
χαῖρε ἡ στάθμη τῆς συμπαθείας.
Χαῖρε τῆς ἀγάπης Τριάδος ὁμοίωσις·
χαῖρε ἀγαθότητος θείας ἡ μίμησις.
Χαῖρε στάχυν γῆ βλαστήσασα τῆς ζωῆς τὸν φυτουργόν·
χαῖρε Ἄρτον θεῖον φέρουσα τὸν τροφέα τοῦ παντός.
Χαῖρε ὅτι ὑπάρχεις θεοχώρητος οἶκος·
χαῖρε ὅτι παρέχεις κατ’ ἐχθρῶν θεῖον νῖκος.
Χαῖρε λιμὴν ἐν ζάλῃ ἀχείμαστος·
χαῖρε πολλῶν πταισμάτων λυτήριον.
Χαῖρε Θεοῦ θησαυρῶν θημωνία·
χαῖρε πασῶν ἀρετῶν ἁρμονία.
Χαίροις Γοργοϋπήκοε.
Ζώωσον νεκρωθέντα, Ζωοδότην τεκοῦσα θεϊκῇ ἐνεργείᾳ Μαρία, καὶ κατεύθυνόν μου τὴν ζωήν, ὡς προσφέρω ὅλην τῷ Θεῷ ὡς σφάγιον, εὐχάριστον ὡς αἴνεσιν ἐν Πνεύματι Ἁγίω ᾄδω·
Ἀλληλούϊα.
Ἥμαρτον ὑπὲρ πάντας, ἀλλ’ ἁγνὴ μητρικὴν παῤῥησίαν πρὸς Χριστὸν κεκτημένη, ἵλεων ποίησον ἀναστῆναι θάττον τὸν φθορᾷ κείμενον, Αὐτοῦ τῇ ζωηφόρῳ ἐνεργείᾳ σοι βοῶντα·
Χαῖρε θεάρεστος εὐδοκία·
χαῖρε θεόσδοτος εὐλογία.
Χαῖρε τῶν ἀνιάτων πανάκεια ἴασις·
χαῖρε δεινῶν δαιμόνων ἀνίατος μάστιξις.
Χαῖρε καύχημα τῆς χάριτος ἐξαιρέτως τὸ λαμπρόν·
χαῖρε τάχος διασώζουσα ἐκ κινδύνων χαλεπῶν.
Χαῖρε ὅτι ἐγένου ὑπὲρ νοῦν Θεοτόκος·
χαῖρε ὅτι βαστάζεις παγκρατέοντα Λόγον.
Χαῖρε ἐναθρωπήσεως Λόγου τὸ αἴτιον·
χαῖρε συγκαταβάσεως Τούτο τὸ ἕλκυστρον.
Χαῖρε Θεῷ παντελῶς ἑνωθεῖσα·
χαῖρε Πνεύματι θείῳ ἁγιασθεῖσα.
Χαίροις Γοργοϋπήκοε.
Θέλων κοινωνοὺς θείας φύσεως Λόγος βροτοὺς ἀπεργάσασθαι, ἦλθες βροτωθεὶς πρὸς ἡμᾶς δι’ ἡμᾶς, ἑκουσίως ὑπομείνας θάνατον, ἀπλώσας δὲ παλάμας ἐν Σταυρῷ, καλεῖ ἅπαντας πρὸς σωτηρίαν ᾄδειν·
Ἀλληλούϊα.
Ἰώμενος καχεξίας τοὺς βροτοὺς Θεὸς Λόγος, δεικνύμενος ὁδὸν σωτηρίας, κατῆλθεν ἐν τῷ ᾍδῃ, θανὼν ὁ ἐκ Παρθένου Ἥλιος, ἐγέρσει δὲ ἐφώτισε τὰ σύμπαντα, ἐλκύσας τοὺς πιστοὺς βοᾶν ἀπαύστως τῇ εὐλογημένῃ·
Χαῖρε ὁσίων δόξα καὶ κλέος·
χαῖρε Μαρτύρων ἰσχὺς καὶ σθένος.
Χαῖρε Εὐαγγελίου Χριστοῦ τὸ προοίμιον·
χαῖρε τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον.
Χαῖρε τέλος σκοπιμώτατον τῆς Σοφίας τοῦ Θεοῦ·
χαῖρε θάνατον νικήσασα δι’ Υἱοῦ ἀγαπητοῦ.
Χαῖρε Χριστὸν τεκοῦσα ἀσφαλῆ σωτηρίαν·
χαῖρε πρὸς θείαν πόλιν ἀπλανὴς ὁδηγία.
Χαῖρε νοητῶν νεκρῶν ἐγερτήριον·
χαῖρε βασιλείας Χριστοῦ ἀνοικτήριον.
Χαῖρε χωρίου Υἱοῦ ἀχωρήτου·
χαῖρε ταμεῖον Θεοῦ ἀπολύτου.
Χαίροις Γοργοϋπήκοε.
Κόρος τῶν σῶν ἐφυμνίων οὐ προσγίνεται ὅλως, ἀκόρεστον γὰρ τὸ θεῖον οὐ ὁμοίωσις σὺ ὑπερτελής, ἡ τεκοῦσα Λόγον ἐν σαρκὶ Ἄχραντε, θεώσεως τυχοῦσα ὑπὲρ ἔννοιαν, πλουτοῦσα μητρικῶς τὴν ἀγαθότητα, ᾧ ψάλλομεν·
Ἀλληλούϊα.
Λάμψον ἐν ταῖς καρδίαις φωτισμὸν ἀληθείας, σκοτόμαιναν παθῶν διαλύων, χαριζόμενος ἡμῖν λιταῖς τῆς Γοργοϋπηκόου σου Μητρός, οὐράνιον ἀπάθειαν, βοῶσι πρὸς τὴν Θεοτόκον·
Χαῖρε κτισμάτων τιμιωτέρα·
χαῖρε φωτὸς ἡ καθαρωτέρα.
Χαῖρε πύλας χαλκὰς τοῦ Ἅδου συντρίψασα·
χαῖρε Παραδείσου τὰς εἰσόδους ἀνοίξασα.
Χαῖρε θείαν ὡραιότητα φανερώσασα σαρκί·
χαῖρε κάλλος καὶ εὐπρέπειαν Λόγον φέρουσα χερσί.
Χαῖρε βρέφος τεκοῦσα τοῖς πιστοῖς σωτηρίαν·
χαῖρε λάμψας σοῖ τὸ φέγγος τοῖς ἐν σκότει ἁγνοίας.
Χαῖρε πηγὴ ἐξ ἧς τὸ ἀλλόμενον·
χαῖρε λουτὴρ ψυχῶν καθαρτήριον.
Χαῖρε νυμφὼν μυστικὸς τοῦ Σωτῆρος·
χαῖρε Χριστοῦ ἡ ἐσφράγιστος βίβλος.
Χαίροις Γοργοϋπήκοε.
Μέλος ἐναρμόνιον μουσικῆς συμφωνίας μελωδήσαντες, ἀνυμνήσωμεν τὴν Μητέρα Χριστοῦ τοῦ Θεοῦ, προστασίαν πάντων καὶ φρουρὸν ἄμαχον, ἁγνὴν Γοργοϋπήκοον Τριάδι ἐκβοῶντες·
Ἀλληλούϊα.
Νῦξον ἡμῶς καρδίας κατανύξεως πόθῳ, δακρύειν ἀεννάως Παρθένε, ἀποσμῆξαι κηλίδας παθῶν, καθαροί τε ἐποφθεῖναι τῷ Πλάσαντι, ὅπως σοι εὐχαριστοῦντες Ἁγνὴ βοῶμεν·
Χαῖρε Τριάδος ἡ κατοικία·
χαῖρε ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε τῶν πρωτοτόκων τερπνὴ ἀγαλλίασις·
χαῖρε τῶν Ἀσωμάτων πόθος καὶ ἔλλαμψις.
Χαῖρε σκέπη ἡ φυλάττουσα θεῖα τέκνα μητρικῶς·
χαῖρε γνῶσιν ἡ φυτεύσασα τῆς Τριάδος φαεινῶς.
Χαῖρε πόλις ἁγία οὐρανῶν Βασιλέως·
χαῖρε θεία πυράγρα τοῦ πυρὸς τοῦ ἀύλου.
Χαῖρε ζωῆς ἁγίας τὸ ἴνδαλμα·
χαῖρε βροτῶν καὶ νόων ὑπόδειγμα.
Χαῖρε πηγῆς ἀθανάτου τὸ ῥεῖθρον·
χαῖρε καινῆς ἀφθαρσίας τὸ κλεῖθρον.
Χαίροις Γοργοϋπήκοε.
Ξένα καὶ ἀνήκουστα πάντη τὰ σὰ μεγαλεῖα, Θεὸς γὰρ δι’ ἡμᾶς ἑκουσίως βροτωθεὶς δι’ ἀγαθότητα, ἐκ σοῦ ὁρᾶται νήπιος, ὁ πάντων Κύριος ὡς ἄν στραφῶμεν γεγονότες ὡς παιδίον ἄκακοι, ᾠδὴν Αὐτῷ προσᾴδοντες χαρᾷ τό·
Ἀλληλούϊα.
Ὅλην σου τὴν ἔφεσιν μόνη Θεῷ δοῦσα μεγίστῃ σπουδῇ, ὁ ἀπερίγραπτος λόγος ἀντιδόσει κρείττονι, βουλῇ τοῦ Πατρὸς ὅλος ἐπεδόθη σοι Υἱός σου γενόμενος, ἐπελεύσει τοῦ Ἁγίου Πνεύματος φανεὶς θεάνθρωπος σὲ Θεοτόκον ἐργασάμενος, ὅθεν ἀκούεις ταῦτα·
Χαῖρε λυχνία φωτὸς ἀδύτου·
χαῖρε πληροῦσα χαρᾶς ἀπείρου.
Χαῖρε τῶν θαυμάτων Χριστοῦ τὸ καινότατον·
χαῖρε μυστηρίων Αὐτοῦ τὸ ἀπόῤῥητον.
Χαῖρε ὥσπερ θρόνος φέρουσα τὸν Δεσπότην καὶ Θεόν·
χαῖρε πάντων ὑπερέχουσα αἰσθητῶν καὶ νοητῶν.
Χαῖρε φύσιν λαθοῦσα θεϊκῇ ἐνεργείᾳ·
χαῖρε βρέφος τεκοῦσα Πατρικῇ εὐδοκίᾳ.
Χαῖρε ναὲ τῆς θεότητος ἅγιε·
χαῖρε πηγὴ τῶν χαρίτων ἀκένωτε.
Χαῖρε ἐξ ἧς ἐγεννήθη ὁ Κτίστης·
χαῖρε δι’ ἧς ἐκαινίσθη ἡ κτίσις.
Χαίροις Γοργοϋπήκοε.
Πέπαυται τῶν δαιμόνων τῆς ἀπάτης ἡ πλάνη, ἀντ’αὐτῆς δὲ εἰσήχθη ἡ γνῶσις τῶν μυστηρίων Τριάδος· πεφανέρωται γὰρ διὰ σοῦ Θεὸς Λόγος Δέσποινα, ὁδὸς, ζωή, ἀλήθεια, φωτὶ οὗ καταλάμπονται πιστοὶ προσάδοντες τὸν ὕμνον·
Ἀλληλούϊα.
Ῥήμασι θεοφθόγγοις ἀνυμνοῦμέν σε πόθῳ, ὡς ὄντως Θεοτόκον Παρθένε, σὺν Πατρί, σῷ Υἱῷ καὶ τῷ Πνεύματι σέβας ὡς Θεῷ νέμοντες, Τριάδα εὐσεβῶς λατρεύοντές σοι ἐκβοῶμεν·
Χαῖρε παραδείσου εὐωδίας·
χαῖρε φυτὸν τῆς ἀθανασίας.
Χαῖρε σοφίας Θεοῦ ἡ γεννήτρια·
χαῖρε πιστῶν πρὸς Αὐτὴν Ὁδηγήτρια.
Χαῖρε ὕδωρ θεῖον βλύσασα τῆς εἰρήνης ποταμόν·
χαῖρε ἄβυσσον πηγάσασα ἀμετρήτων οἰκτιρμῶν.
Χαῖρε ὅτι ἐπεφάνη ἀρετὴ καὶ ὑψώθη·
χαῖρε ἐμαράνθη ἡ ἀπάτη ἐσβέσθη.
Χαῖρε ἁμαρτανόντων τὸ ἰλαστήριον·
χαῖρε τῶν ἐν ἀνάγκαις τὸ καταφύγιον.
Χαῖρε δι’ ἧς ἐφωτίσθη ὁ κόσμος·
χαῖρε δι’ ἧς ἐμωράνθη ὁ πλάνος.
Χαίροις Γοργοϋπήκοε.
Σῶσόν με ἡ ἐλπίς μου καὶ σκέπη καὶ προστασία, πρὸς σὲ γὰρ ἀνεθέμην πᾶσάν μου προσδοκίαν Γοργοϋπήκοε, ὅτι τὸν Σωτῆρα Ἰησοῦν ἔτεκες, ᾧ πρέπει δόξα σὺν Πατρὶ καὶ Πνεύματι σεπτῇ Τριάδι, ᾗ βοῶμεν·
Ἀλληλούϊα.
Τόπος ἐν ᾧ ἐφάνη ὁ Θεὸς ἐν ἀνθρώποις βουλόμενος θεῶσαι τὴν φύσιν, οὐράνιος κατοικία, σὺ βίβλος ζωῆς, ἐν ᾗ Χριστὸς κατοικεῖν ἠρετήσατο, ἐδείχθης Μητροπάρθενος, ὁ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε ἡ μόνη εὐλογημένη·
χαῖρε ἁγνὴ κεχαριτωμένη.
Χαῖρε τοῦ παρόντος αἰῶνος, λαμπρὰ ἀποκάλυψις·
χαῖρε σοφὴ τοῦ μέλλοντος ἀσάλευτος ἀνακαίνισις.
Χαῖρε ὅτι ἐφανέρωσας ἀγαθότητα Θεοῦ·
χαῖρε ὅτι σὺ ἀπέδειξας τὴν χρηστότητα Αὐτοῦ.
Χαῖρε τοῦ ὄντως Ὄντος ἐν σαρκὶ πρὸς ἡμᾶς παρουσία·
χαῖρε χριστεπωνύμων ἡ πολλὴ πρὸς Αὐτὸν παῤῥησία.
Χαῖρε Χριστοῦ λαμπρὸν οἰκητήριον·
χαῖρε καλῶν ἔργων τὸ βραβευτήριον.
Χαῖρε σωτηρίαν τῷ κόσμῳ τεκοῦσα·
χαῖρε ἱλασμὸν τοῖς πιστοῖς παρασχοῦσα.
Χαίροις Γοργοϋπήκοε.
Ὕμνοις Γοργοϋπήκοε σὲ κατὰ χρέος τιμῶντες, λατρεύομεν τὸν θεῖον Υἱόν σου, Ὁμοούσιον ὁμοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι, Βασιλείαν Ἄναρχον, τρισσὸν ὕμνον προσάδοντες, φαιδροὶ σὺν Ἀρχαγγέλοις τε Τριάδι ψάλλοντες·
Ἀλληλούϊα.
Φωταυγὸν ἡ τεκοῦσα Φωτοδότην Σωτῆρα τὸν Ἥλιον τῆς Δικαιοσύνης, φωτοδότιδα αἴγλην μοι βράβευσον, ὑμνοῦντί σου πανευσεβῶς τὰ θεῖα μυστήρια καὶ μεγαλύνοντι τὴν δόξαν σου Γοργοϋπήκοε σὺν νόοις ἐκβοῶντί σοι·
Χαῖρε ἡ Μήτηρ τοῦ Ζωοδότου·
χαῖρε ἡ πύλη τοῦ Φωτοδότου.
Χαῖρε τῆς ἀγάπης Θεοῦ λαμπρὰ ἔνδειξις·
χαῖρε τῆς σοφίας Αὐτοῦ ἡ ἀπόδειξις.
Χαῖρε Ἥλιον ἐμφαίνουσα φῶς ἐν σκότει ἱλαρόν·
χαῖρε Ὄρος ἐξ οὗ τέτμηται τῆς ζωῆς ὁ ἀρχηγός.
Χαῖρε ἡ φανεροῦσα τῆς Τριάδος τὸ κράτος·
χαῖρε ἡ μετασχοῦσα ταύτης δόξης ἀφράστως.
Χαῖρε ἁπάντων κτισμάτων Βασίλισσα·
χαῖρε τῆς ἄνω Ἱερουσαλὴμ ἡ εὐπρέπεια.
Χαῖρε ἀύλων δώρων ἡ χορηγία·
χαῖρε βροτῶν καὶ νόων ἡ ὑμνωδία.
Χαίροις Γοργοϋπήκοε.
Χαῖρε Μήτηρ Κυρίου Γοργοϋπήκοε Κόρη, ἡ Χάριν δεξαμένη Μαρία, τὴν ἀσύγκριτον ὑπερφυῶς, ἀλλὰ σπλαγχνισθεῖσα καὶ ἡμᾶς χάριτος ἀξίου, μεγαλύνοντας σὸν Τόκον ᾧ βοῶμεν οὕτως·
Ἀλληλούϊα.
Ψάλλοντες τῇ Τριάδι τὸν Τρισάγιον ὕμνον, ἀνυμνοῦμέν σε, ὡς θεῖον ἱερὸν Θεοτόκε Γοργοϋπήκοε, ἐν σοὶ γὰρ οἰκήσας Χριστὸς ἡ τοῦ Ὑψίστου εὐπρεπὴς δύναμις, ἀνύψωσεν, ἐθέωσεν, ἐδίδαξε, βοᾶν σοι πάντας·
Χαῖρε ἁγίων ἁγιότης·
χαῖρε παρθένων θεία φαιδρότης.
Χαῖρε κιβωτὲ πληρωθεῖσα τῆς χάριτος·
χαῖρεἡ πηγὴν δεξαμένη θεότητος.
Χαῖρε σκεῦος καθαρώτατον τῶν ἀύλων θησαυρῶν·
χαῖρε πνέουσα τοῦ Πνεύματος εὐωδίας φωτισμόν.
Χαῖρε ἔμπνους κιθάρα μελωδοῦσα τὰ θεῖα·
χαῖρε χάριτος λύρα Ἐκκλησίας κινύρα,
Χαῖρε δι’ ἧς τὰ πάντα εὐφραίνονται·
χαῖρε δι’ ἧς χαρὰ ἐν τοῖς πέρασι.
Χαῖρε ἐλπίς μου καὶ σωτηρία·
χαῖρε γοργόπτερος προστασία.
Χαίροις Γοργοϋπήκοε.
Ὦ Γοργοϋπήκοε Μῆτερ ἡ τεκοῦσα τὸν πάντας ἁγίους ἁγιάζοντα (γ΄). Λόγον δεξαμένη τὴν νῦν προσφοράν, Σὲ ὑμνοῦντας πόθῳ καθαγίασον καὶ βασιλείας Οὐρανῶν ἀξίωσον τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.
Κοντάκιον.
Γοργοϋπήκοε ταχείᾳ ἀντιλήψει σου, ἐκ πολεμίων με, σὺν ποίμνην ἐλευθέρωσον, ἀνυμνοῦσαν μεγαλεῖα σου Θεοτόκε, ὡς Τριάδι ὕμνον ᾄδω τὸν Τρισάγιον, Ἀρχαγγέλοις τε ὁμοῦ σὺν Πρωτοτόκοις τε, ἵνα κράζω σοι·
Χαίροις Γοργοϋπήκοε.
Ἕτερον.
Γοργοϋπήκοε ταχείᾳ ἀντιλήψει σου, ἐκ πολεμίων ὑμνολόγους ἐλευθέρωσον, ἀνυμνοῦντας μεγαλεῖα σου Θεοτόκε, ὡς Τριάδι ὕμνον ᾄδωμεν Τρισάγιον, Ἀρχαγγέλοις τε ὁμοῦ σὺν Πρωτοτόκοις τε, ἵνα κράζωμεν·

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.