Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν ὁσίων ἀσκητῶν τὸ ἐγκαλλώπισμα, ἀρχιερέων δὲ ἁγίων ἰσοστάσιον, ἀνυμνοῦμέν σε πανόλβιε Ἰωάννη· τῶν Ἁγίων γὰρ ἁπάντων ὥσπερ μέλισσα, ἐτρυγήσω ἀρετὰς καὶ κατεσκεύασας, μέλι πάντιμον· Χαίροις Ἁγίων ἀκροθίνιον.
Ἄνοιξόν μοι τὸ στόμα, ἐπαξίως ὑμνῆσαι, Ἰωάννη τῶν καμάτων σου γέρα (γ΄), ἀγγελικῶς γὰρ βιώσας ἐν γῇ, πῶς ἐξισχύσω ἐξειπεῖν ἅπαντα; Θάμβει πολλῷ δὲ συνεχόμενος, κραυγάζω σοι τοιαῦτα·
Χαῖρε, χαρὰ τῆς ἐμῆς καρδίας·
χαῖρε, τρυφὴ τῶν παρόντων στίχων.
Χαῖρε, τῆς Ῥωσσίας βλαστὸς εὐθαλέστατος·
χαῖρε, Ἐκκλησίας καρπὸς εὐωδέστατος.
Χαῖρε, τεῖχος τὸ ἀκράδαντον, ταῖς δαιμόνων προσβολαῖς·
χαῖρε, ἔλαφος ὠκύδρομος, ὄφεις κτείνουσα ποσί.
Χαῖρε, ὅτι Ἀγγέλων τὰς χορείας ζηλώσας·
χαῖρε, ὅτι δαιμόνων τὰς παγίδας διέδρας.
Χαῖρε, Μαρτύρων γέρα δραξάμενος·
χαῖρε, Θεοῦ τὴν χάριν δεξάμενος.
Χαῖρε, νοσούντων ταχὺς ἀντιλήπτωρ·
χαῖρε, ἀλγούντων ἀκέστωρ τυγχάνων.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Βλέπων καθαροτάτως, ὄμμασι σῆς καρδίας, προσκαίρων τὸ ἐπίπλαστον μάκαρ, ἐξ ἀπαλῶν ὀνύχων τῷ Χριστῷ, προέκρινας ἀκολουθεῖν πάντοτε· διὸ ὁλοσχερῶς ἀνατεθεὶς αὐτῷ, ἐκθύμως ἐβόας·
Ἀλληλούϊα.
Γνῶσιν θείαν ἐδέξω, καταστήσας τὸν νοῦν σου δεσπότην τῶν παθῶν Ἰωάννη· πάσης γὰρ ποιήσας καθαρόν, φαντασίας αἰσθητῶς Ἅγιε, σοφίας κοινωνὸς ἐγένου τῆς ἄνω· διὸ βοῶμεν·
Χαῖρε, πατὴρ ὀρφανῶν καὶ φύλαξ·
χαῖρε, προσφύγων τῶν σῶν προστάτα.
Χαῖρε, ταπεινώσεως τρόποις ὑψούμενος·
χαῖρε, ἀρετῶν ὁρμαθοῖς εὐωχούμενος.
Χαῖρε, καύχημα θεόσδοτον, τῶν Ἀγγέλων καὶ βροτῶν·
χαῖρε, κύδιστον ἀγλάϊσμα, ὀρθοδόξων κληρικῶν.
Χαῖρε, τῶν ἀσθενούντων ἀσφαλέστατον ἄκος·
χαῖρε, ὁ ἀρετῆς κατορθώσας τὸ ἄκρος.
Χαῖρε, Χριστοῦ τὸ ζείδωρον βλάστημα·
χαῖρε, πιστῶν ἀείζωον καύχημα.
Χαῖρε, κινδύνων ἡμᾶς ἐλυτρώσω·
χαῖρε, ἐχθρῶν τὰς ὀρδὰς ἐτροπώσω.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Δόλιχον διανύσας, τῆς προσκαίρου ζωῆς σου, ἀκτησίᾳ καὶ ταπεινοφροσύνῃ, ἀγρυπνίαις τε καὶ χαμευνίαις σοφέ, τὴν ψυχὴν ἐκάθηρας παθῶν Ὅσιε· Ἀγγέλων οὖν χορεύεις μελῳδίαις, ἐν ὑψίστοις κράζων·
Ἀλληλούϊα.
Ἔχομεν θεοφόρε, τῶν λειψάνων σου θήκην, ἀέναον πηγὴν ἰαμάτων, τὸ γὰρ ἄφθαρτον σῶμά σου σοφέ, ἐν αὐτῇ ὁρῶντες θαυμαστῶς σπεύδομεν, καὶ ἐκ περάτων γῆς συμφώνως ἐκβοῶμέν σοι τοιαῦτα·
Χαῖρε, λαμπρὸν τῆς Ῥωσσίας θρέμμα·
χαῖρε, δεινὸν τῶν δαιμόνων τραῦμα.
Χαῖρε, τῆς Χριστοῦ ἀγαθότητος πάροχε·
χαῖρε, τῆς αὐτοῦ ἱλαρότητος κάτοχε.
Χαῖρε, ὄρχαμε θεόσδοτε, τῶν σεπτῶν ἱεραρχῶν·
χαῖρε, κόσμημα καὶ καύχημα, ἱερέων εὐλαβῶν.
Χαῖρε, ὅτι εὐχαῖς σου φρυκτωρεῖς τοὺς ἐν σκότει·
χαῖρε, ὅτι πρεσβεύεις ὑπὲρ πάντων προθύμως.
Χαῖρε, Θεοῦ χαρίτων ἐξύφασμα·
χαῖρε, πιστῶν προσφύγων ἐξίλασμα.
Χαῖρε, τοῦ βίου χηρῶν τὰ τροφεῖα·
χαῖρε, πληρῶν τῶν πτωχῶν τὰ ταμεῖα.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Ζέων τῷ θείῳ πόθῳ, σεαυτὸν ἀπηρνήθης, Χριστῷ ἀκολουθήσας προφρόνως· παντευχίᾳ γὰρ καὶ ὅπλῳ τοῦ Σταυροῦ, τῶν ἐχθρῶν ἠφάνισας δεινὸν φρύαγμα· διὸ καὶ ἐκ βαθέων ἀνεκραύγαζες Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.
Ἤρθης πρὸς θεωρίαν, ἐκ παθῶν χαμαιζήλων, ὑψώσας τὴν ψυχήν σου θεόφρον· καὶ συνόδου ἱερῶν πατέρων, λαβὼν ψήφους κανονικὰς Ἅγιε, ἀρχιερέων τοὺς θώκους ἐκλέϊσας, οἱ βοῶσι ταῦτα·
Χαῖρε, ποιμὴν λογικῶν προβάτων·
χαῖρε, ἰθύντωρ ἡμῶν βημάτων.
Χαῖρε, τῶν πιστῶν σελαγῶν τὰ συστήματα·
χαῖρε, ὁ τῆς πλάνης ἐκτέμνων βλαστήματα.
Χαῖρε, οἴαξ ὁ πολύστροφος, διασώζων τοὺς πιστούς·
χαῖρε, ὄασις θεόσταλτος, ἀναψύχουσα βροτούς.
Χαῖρε, παραμυθία τῶν ἐν θλίψεσιν ὄντων·
χαῖρε, ἡ θυμηδία τῶν εἰς σὲ ἐλπιζόντων.
Χαῖρε, σοφίας θείας πληρέστατος·
χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως.
Χαῖρε, καμνόντων κυβερνήτα·
χαῖρε, ἀλγούντων χαρὰ καὶ ἀκέστωρ.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Θησαυρὸς κεκτημένη, ἡ Χριστοῦ Ἐκκλησία, τὴν θήκην σεπτῶν σου λειψάνων, κεχηνότα στόματα αἱρετικῶν, δι’ αὐτῆς στομώσασα λαμπρῶς ἔπεισε, στομφάζοντα τὸ πρίν, ὑμνεῖν καὶ κράζειν νῦν συμφώνως·
Ἀλληλούϊα.
Ἴδιον οὐκ ἐκτήσω, ἐπὶ γῆς θεοφόρε, εἰ μὴ τὸν Χριστὸν Ἰωάννη, ἀκτησίας γὰρ ἐλευθερίαν ἐσχηκώς, ὑψιπέτης ὤσπερ ἀετὸς γέγονας, κατεποπτεύων οὐρανόθεν ἡμᾶς τοὺς βοῶντάς σοι ταῦτα·
Χαῖρε, ἐπόπτα τῆς θείας δόξης·
χαῖρε, διόπτα ἀῤῥήτου φέγγους.
Χαῖρε, ὀρθοδόξων δογμάτων ὁ θέμεθλος·
χαῖρε, οὐρανίων δραγμάτων ὁ πάροχος.
Χαῖρε, σύνοικε καὶ σύσκηνε, τῶν ἁγίων ἀσκητῶν·
χαῖρε, σύμψηφε καὶ σύνοχε, τῶν σεπτῶν ἱεραρχῶν.
Χαῖρε, τῆς ἀκτησίας ἡ πολύολβος κτῆσις·
χαῖρε, τῆς ἀθυμίας ἡ θεόσδοτος λύσις.
Χαῖρε, ὁ λύων βρότεια πταίσματα·
χαῖρε, ὁ παύων δαίμονας φρύαγμα.
Χαῖρε, Χριστοῦ Ἐκκλησίας κοσμήτωρ·
χαῖρε, σοφὲ Θεοτόκου ὑμνήτωρ.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Κῆρυξ φωτοχυσίας, τῆς ἀΰλου ἐγένου, ἐγγίσας τῷ Θεῷ μυστιπόλε, σεπτῶν δὲ φοιτητῶν σου τὸν χορόν, ὁδηγεῖς πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, οἳ ὁμοθυμαδὸν σὺν σοὶ τῷ Σωτῆρι βοῶμεν·
Ἀλληλούϊα.
Λίαν ἐξουδενώσας, σεαυτὸν θεηγόρε, τῶν καλῶν ἐμιμήσω τοὺς τρόπους· περὶ γὰρ μεγαλωσύνης τοῦ Θεοῦ, ἀξίως διαλέγεσθαι, οὕτως ἐξίσχυσας· διὸ σὲ θεηγόρε, κατὰ χρέος ἐκβοῶμεν ταῦτα·
Χαῖρε, λαμπρὸν Ἐκκλησίας κύδος·
χαῖρε, στεῤῥὸν μοναζόντων τεῖχος.
Χαῖρε, τῶν πιστῶν ὁδηγὸς ἀσφαλέστατος·
χαῖρε, τῶν πτωχῶν πλουτιστὴς προμηθέστατος.
Χαῖρε, ὄρχημα καὶ μέλισμα, τὸ ἐμπνέον τοὺς πιστούς·
χαῖρε, ὄρμημα θεόσταλτον, πρὸς ἀγῶνας ἀνδρικούς.
Χαῖρε, ὁ ταπεινώσας τὴν ὀφρὺν τῶν δρακόντων·
χαῖρε, ὁ ἐκνευρίσας τὰς ὀρδὰς τῶν δαιμόνων.
Χαῖρε, Τριάδος κῆρυξ θερμότατος·
χαῖρε, λαμπτὴρ ἀστέρος λαμπρότερος.
Χαῖρε, πραΰτητος τρόποις ἐμπρέπων·
χαῖρε, γλυκύτητος πλήρης ὑπάρχων.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Μωϋσῆς ὥσπερ νέος, ἐντολὰς τοῦ Κυρίου, ἐνέγραψας καρδίαις λιθίναις· καὶ σαρκίνας ἀναδείξας αὐτάς, ὁδηγεῖς πρὸς ἀγάπησιν Θεοῦ ἁπάσας· ὅθεν, σοὶ τῷ πατρὶ ἡμῶν εὐγνωμόνως ἐκβοῶμεν·
Ἀλληλούϊα.
Νέος ὢν τοῖς νῦν χρόνοις, ἀλλ’ οὐχὶ καὶ τοῖς τρόποις, τοῖς θείοις ἡμιλλήσω πατράσι· παλαιῶν γὰρ Ἁγίων τοῖς χοροῖς, συγχορεύεις νῦν ἐν οὐρανοῖς Ὅσιε· τὰ ἴσα ἀπολαύων αὐτοῖς βραβεῖα· διό σοι βοῶμεν·
Χαῖρε, πυρσὲ ὁδηγῶν ἐν σκότει·
χαῖρε, ἀστὴρ καταυγάζων φρένας.
Χαῖρε, ἀρετῶν ὁ ἐκφαίνων τὴν ἔλλαμψιν·
χαῖρε, ἐμπνευστὰ τῶν πιστῶν πρὸς σὴν μίμησιν.
Χαῖρε, εὔσπλαγχνε προσφύγων σου, εἰσακούων τὰς λιτάς·
χαῖρε, γέφυρα ἁπάντων, διαπορθμεύων προσευχάς.
Χαῖρε, ἄϋλε νόα, ὑμνηπόλε τῶν ἄνω·
χαῖρε, ἄνθρωπε θεῖε, φαεσφόρε τῶν κάτων.
Χαῖρε, νηῶν λιμὴν ὁ ἀκύμαντος·
χαῖρε, χαρὰ βροτῶν ἡ ἀμέτρητος.
Χαῖρε, βροτείας φθορᾶς ἀναιρέτα·
χαῖρε, παγίδων ἐχθροῦ καθαιρέτα.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Ξενωθεὶς τῆς πατρίδος, καὶ οἰκείων τρισμάκαρ, ἐν ξένῃ ἐπορεύθης ἀσμένως· διὰ τοῦτο γὰρ προφθάνεις τὰς εὐχάς, πάντων ἡμῶν ὡς περιθέων γῆν ἅπασαν, καὶ συνεγείρεις τοὺς λαούς, αὐτῆς κραυγάζειν τῷ Σωτῆρι·
Ἀλληλούϊα.
Οἰκουμένης καυχῶνται, Ἐκκλησίαι εὑροῦσαί σε, ὡς θεῖον αὐτῶν ποιμενάρχην· τῆς Σανγκάης γὰρ καὶ τῆς Ἀμερικῆς, ὡς καὶ Εὐρώπης τοὺς θώκους ἐκλέϊσας· οἳ ὡς προστάτην σε δικαίως θεωροῦσαι, βοῶσί σοι τοιαῦτα·
Χαῖρε, χαρᾶς θεϊκῆς δοχείου·
χαῖρε, ἑσμοῦ δαιμονίων θρῆνος.
Χαῖρε, ἀετὲ οἰκουμένης ὑπόπτερε·
χαῖρε, πρεσβευτὰ Ἐκκλησίας ὑπέρτερε.
Χαῖρε, ὅτι καὶ ὁρώμενος ἱλαρύνεις τοὺς πιστούς·
χαῖρε, ὅτι ἀσπαζόμενος ἁγιάζεις νῦν αὐτούς.
Χαῖρε, ὅτι ἐδρέψω σῶν καμάτων βραβεῖα·
χαῖρε, ὅτι Ὁσίων ἀνεμάξω τὰ ἆθλα.
Χαῖρε, θαυμάτων ῥοῦς ἀνεξάντλητος·
χαῖρε, παθῶν λουτὴρ ἀκαταίσχυντος.
Χαῖρε, ναοῦ Θεοτόκου δομήτωρ·
χαῖρε, αὐτῆς διὰ βίου ὑμνήτωρ.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Πᾶσα βρότειος γλῶσσα, πρὸς ὕμνον κινείσθω, τῶν σῶν θαυμασίων παμμάκαρ· πῶς ἐν σώματι γὰρ ἀσθενεῖ, πρὸς ἀοράτους συμπλοκὰς ἐχώρησας Ἅγιε; Διὸ νῦν δοξαζόμενος, ἐν Ἐκκλησίᾳ πρωτοτόκων ἀκούεις·
Ἀλληλούϊα.
Ῥητορεύων σιωπῇ σου, ὑπερήρθης ῥητόρων, πολυβόων μωρὰς φληναφίας· ἀπεδείκνυς γὰρ ὄντως σοφέ, ὅτι· εὖ βιούντων, οὐ λαλούντων ἡ χάρις, ἀκολουθοῦντες· ὅθεν τὸ παράδειγμά σου ἐκβοῶμεν·
Χαῖρε, ψυχῶν ἀναιρῶν τοὺς ῥύπους·
χαῖρε, πιστῶν ὁδηγὸς καὶ σέλας.
Χαῖρε, φιλοσόφων ἐλέγχων τὴν ἄνοιαν·
χαῖρε, εὐσεβούντων εὐφραίνων διάνοιαν.
Χαῖρε, ὅτι σὺ ἐπλήρωσας, οὐρανίους καλιάς·
χαῖρε, ὅτι σὺ ἐχάλασας, τῶν δαιμόνων στρατιάς.
Χαῖρε, ὅτι τοῖς τρόποις σου ἐδίδασκες μᾶλλον·
χαῖρε, ὅτι ἐδόξασας Χριστὸν ὑπὲρ ἄλλον.
Χαῖρε, ποιμὴν λαοῦ ἀγγελόμορφε·
χαῖρε, νοῶν ἀΰλων συγκάθεδρε.
Χαῖρε, στομώσας αἱρέσεων λήρους·
χαῖρε, πιστῶν φαιδρύνας τοὺς δήμους.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Στήλη ἔμψυχος ὤφθης, βιοτῆς ἐναρέρου, ὁδηγῶν τὸν λαὸν ἐν ἐρήμοις, ἱκανὴ γὰρ καὶ μόνη σοφέ, τῆς σῆς ὄψεως θέα, τοῖς πιστοῖς ἧν τυπῶσαι, πάσης ἀρετῆς ὑπόθεσιν· διὸ πάντες συμφώνως ἐκβοῶμεν·
Ἀλληλούϊα.
Τεῖχος ἄῤῥηκτον ὤφθης, οἰκουμένης τρισμάκαρ, καὶ πάντων τῶν πιστῶν σου προσφύγων· ἐπὶ σὲ γὰρ τὰ βέλη τοῦ πονηροῦ, ἀπηνῶς προσκρούοντα σοφὲ ἅπαντα ἀφανιοῦνται· ἡμεῖς δὲ πόθῳ σοι βοῶμεν ταῦτα·
Χαῖρε, ὁ στῦλος τῆς ἐγκρατείας·
χαῖρε, τὸ τεῦχος τῆς ἡσυχίας.
Χαῖρε, οἰκουμένης σεμνὸν ἀγαλλίαμα·
χαῖρε, Ἐκκλησίας ἡδύπνουν θυμίαμα.
Χαῖρε, σὺ γὰρ ἐξηφάνισας, τῶν ἐχθρῶν τὰς προσβολάς·
χαῖρε, σὺ γὰρ κατεφαίδρυνας, τῶν πιστῶν συναγωγάς.
Χαῖρε, ὁ τοῦ βελίαρ ἐκμειώσας τὸ θράσος·
χαῖρε, ὁ τῆς Τριάδος ἀναμέλψας τὸ κράτος.
Χαῖρε, πιστῶν θερμὸν καταφύγιον·
χαῖρε, στεῤῥὸν λαοῦ ἀμυντήριον.
Χαῖρ,ε σοφὲ μυστιπόλε τῶν ἄνω·
χαῖρε, λαμπρὲ μυστολέκτα ἀῤῥήτων.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Ὑπὸ σῶν ψευδαδέλφων, ὡδηγήθης ἀφρόνως, εἰς δίκας ἀδίκους θεόφρον, καὶ ἑλκόμενος ἐπὶ τοῦ Σταυροῦ, ὡς ἀρνίον τοῦ Χριστοῦ ἄκακον, οὐδόλως ἀνταπέδωκας· ἀλλ’ ἔπεισας αὐτοὺς σὺν σοὶ κραυγάζειν·
Ἀλληλούϊα.
Φωτοβόλοις εὐχαῖς σου, δαδουχεῖς οἰκουμένην, λαμπρὲ τοῦ Χριστοῦ ἱεράρχα· τῶν θαυμάτων γὰρ ταῖς προχοαῖς, καταρδεύεις αὐχμῶσαν γῆν ἅπασαν· σὺν πόθῳ οὖν κραυγάζοντες, γηθόμενοι βοῶμεν ταῦτα·
Χαῖρε, λαμπτὴρ νοητοῦ ἡλίου·
χαῖρε, φωστὴρ τοῦ ἀδύτου φέγγους.
Χαῖρε, τοῦ φωτὸς καθαρώτατον κάτοπτρον·
χαῖρε, τῶν ἀγρῶν οὐρανίων τὸ ἄροτρον.
Χαῖρε, σὺ γὰρ κατεμάρανας, τοὺς πολέμους τῶν παθῶν·
χαῖρε, σὺ γὰρ ἐξηφάνισας, φάλαγγας τῶν δυσμενῶν.
Χαῖρε, ὁ τῆς Ῥωσσίας τιμαλφέστατος γόνος·
χαῖρε, ὁ τῶν δαιμόνων ἀνυπόστατος πόνος.
Χαῖρε, κρουνὲ θαυμάτων ἀσίγαστε·
χαῖρε, λιμὴν πλωτήρων ἀκύμαντε.
Χαῖρε, ἀστὴρ τοὺς ἐν σκότει φωτίζων·
χαῖρε, κραυγὰς τῶν πιστῶν εἰσακούων.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Χαμευνίας τοὺς πόνους, ἐκαρτέρεις ἀσμένως, ἀΰλως βιώσας τρισμάκαρ· τὴν ἀγάπην γὰρ τῇ προσευχῇ, συναρμόσας ἐγκρατεία τε πάνσοφε, παθῶν ψυχήν σου ἐκάθηρας· διὸ Χριστῷ ἐβόας·
Ἀλληλούϊα.
Ψαλμικῶς ἐκολλήθη, ἡ ψυχή σου ὀπίσω, Χριστοῦ τοῦ οὐρανίου Νυμφίου· δεξιὰ γὰρ αὐτοῦ ἀληθῶς, ἀντελάβετό σου τῆς ζωῆς πάνσοφε, καὶ διὰ τοῦτο ἅπαντες προσάδομέν σοι ταῦτα·
Χαῖρε, δι’ οὗ τὸ φῶς καθορᾶται·
χαῖρε, δι’ οὗ ἡ ἀχλὺς διασπᾶται.
Χαῖρε, ἡ πηγὴ τῶν θαυμάτων πολύκρουνος·
χαῖρε, ἡ πληγὴ τῶν δαιμόνων ἀνίατος.
Χαῖρε, δῶρον τὸ θεόσδοτον, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, φερωνύμως ἅπαντας, χαριτώσας τοὺς πιστούς.
Χαῖρε, κλέος καὶ δόξα, τῆς βροτῶν κληρουχίας·
χαῖρε, τεῦχος καὶ ὅπλον, κατ’ ἐχθρῶν τυραννίας.
Χαῖρε, πολλοὺς τῆς πλάνης λυτρούμενος·
χαῖρε, χαρᾶς πληρῶν προσκυνούμενος.
Χαῖρε, τρυφὴ τῆς πιστῶν διανοίας·
χαῖρε, χαρὰ τῆς ἐμῆς οὐδενίας.
Χαίροις, Ἁγίων ἀκροθίνιον.
Ὦ θεσπέσιε Πάτερ, Ἰωάννη θεόφρον, Ἁγίων ἀκροθίνιον θεῖον (γ΄), προσδεξάμενος ἡμῶν οἰμωγάς, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ σωτηρίας εὔθυνον ὁδοὺς ἡμῖν, ἵνα βοῶμεν·
Ἀλληλούϊα.
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.