Tuesday, March 8, 2016

Προσευχή τοῦ Ἁγίου Ἀρσενίου τοῦ Καππαδόκη για τους άνεργους και απολυμένους για στήριξη και εύρεση εργασίας ....

 
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖςἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά
ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.
Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.

Ψαλμός 38

Είπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. (διάψαλμα). μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. ἀπόστησον ἀπ᾿ ἐμοῦ τὰς μάστιγάς σου ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. (διάψαλμα). εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου, ἐνώτισαι τῶν δακρύων μου μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.


Ψαλμός 46

Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν ἐξελέξατο
ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ᾿Ιακώβ, ἣν ἠγάπησεν. (διάψαλμα). ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι
βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ ῾Αβραάμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ
τῆς γῆς σφόδρα ἐπήρθησαν.


Ψαλμός 81

Ο Θεός ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; (διάψαλμα). κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε
ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν. οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ῾Υψίστου
πάντες ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. ἀνάστα, ὁ Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Ευαγγέλιο
Κατά Ματθαίον, Κεφάλαιο 20/1-16


ΟΜΟΙΑ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν
ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν ἑταῖρε, οὐκ ἀδικῶ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί ἢ οὐκ ἔξεστί μοι
ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Κομβοσχοίνι: Το «Κύριε Ιησού Χριστέ, ελέησόν με» & «Άγιε Αρσένιε, πρέσβευε υπέρ ημών»

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Χαιρετισμοί Απόστολος Παύλος


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου



Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.


Ὡς ἐκλογῆς τῆς τοῦ Χριστοῦ σκεῦος ὑπέρτιμον, ἐπὶ τὰ ἔθνη τῆς ζωῆς τὸ εὐαγγέλιον, ἀπεστάλης καὶ ἐκήρυξας θεῖε Παῦλε. Ἀλλ’ ὡς μύστης εὐσεβείας καὶ διδάσκαλος, καθοδήγησον ἡμᾶς πρὸς βίον κρείττονα, τοὺς βοῶντάς σοι·



Χαίροις, Παῦλε ἀπόστολε.



Ἄγγελος ἐν τῷ κόσμῳ οὐρανίων δογμάτων ἐδείχθης οὐρανοβάμον Παῦλε (γ΄) καὶ Χριστοῦ τὸν λόγον πανταχοῦ θεοσοφοῖς σου κηρύττεις διδάγμασι διό σου τὴν λαμπρότητα θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐκλάμπει·

χαῖρε, δι᾿ οὗ ὁ ἐχθρὸς στενάζει.

Χαῖρε, ἀποστόλων λαμπρὸν ἀκροθίνιον·

χαῖρε, θεοσδότων χαρίτων κειμήλιον.

Χαῖρε, ὕψος δυσαντίβλεπτον ὑψηλῶν θεωριῶν·

χαῖρε, βάθος ἐνθεώτατον δωρημάτων θεϊκῶν.

Χαῖρε, ὅτι ἐκλήθης πρὸς Χριστὸν οὐρανόθεν·

χαῖρε, ὅτι ἐδέξω θείαν χάριν θεόθεν.

Χαῖρε, φωστὴρ ὁ μέγας τῆς χάριτος·

χαῖρε, λαμπτὴρ ἀΰλου ἐλλάμψεως

χαῖρε, δι’ οὗ ἐκμειοῦται ἡ πλάνη·

χαῖρε, δι’ οὗ θεῖον φῶς ἀπαστράπτει.



Χαίροις, Παῦλε ἀπόστολε.



Βίον τῆς σῆς καρδίας τὴν εὐθύτητα Παῦλε Χριστὸς ὁ βασιλεὺς τῶν αἰώνων ἐκ σκότους πρὸς φῶς σὲ θαυμαστὸν παραδόξως ἐκάλεσε μακάριε ἐν τῷ διώκειν σε αὐτὸν κραυγάζοντα ἐν εὐφροσύνη



Ἀλληλούϊα.



Γέγονας ἐν ἐκστάσει καὶ τὸν νοῦν ἠλλοιώθης ἀκούσας τῆς φωνῆς τοῦ σωτῆρος πορευόμενος εἰς Δαμασκὸν καὶ ὃν ἐδίωκες ἐπέγνωκας διὸ τὴν σὴν ἀλλοίωσιν ἀγάμενοι πιστῶς βοῶμεν

Χαῖρε, Χριστοῦ ἐκλογῆς τὸ σκεῦος·

χαῖρε, πιστῶν θεόσδοτον σθένος

Χαῖρε, οὐρανίου φωνῆς ὁ αὐτήκοος·

χαῖρε, τὴν ἐν νόμῳ σκιὰν ἀποθέμενος.

Χαῖρε, γνώσεως τῆς κρείττονος ὁ δεξάμενος αὐγήν·

χαῖρε, λόγῳ ἄγων ἅπαντας πρὸς οὐράνιον ζωήν.

Χαῖρε, ὅτι ἐπλήσθης φωτισμοῦ ἀποῤῥήτου·

χαῖρε, ὅτι ἐκλύῃς τὴν ἰσχὺν τοῦ δολίου.

Χαῖρε, ὁ γνοῦς Χριστοῦ τὴν θεότητα·

χαῖρε, ἰδὼν αὐτοῦ τὴν λαμπρότητα.

Χαῖρε, λαμπρὸν τῆς σοφίας ταμεῖον·

χαῖρε, φωτὸς τρισηλίου δοχεῖον.



Χαίροις, Παῦλε ἀπόστολε.



Δύναμιν θείαν ἔσχες καθαρθεὶς τῶν προτέρων χερσὶ τοῦ ἱεροῦ Ἀνανίου καὶ δυνατὸς ὤφθης καὶ πολύς ἐν τῷ κηρύττειν Χριστὸν ἐν τοῖς ἔθνεσιν ἐν ᾧ ἐνδυναμούμενος Παῦλε θεοπρεπῶς ἐβόας·



Ἀλληλούϊα.



Ἔχων ἐν τῇ καρδίᾳ ὥσπερ πῦρ ζωηφόρον τὴν θείαν τοῦ σωτῆρος ἀγάπην ἔλαμψας ὡς ἥλιος λαμπρός ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπόστολε καὶ ταύτην προσενήνοχας τῷ εὐαγγελίῳ βοῶσαν·

Χαῖρε, ὁ μέγας ἐν ἀποστόλοις·

χαῖρε, ὁ ῥήτωρ ἐν θεηγόροις.

Χαῖρε, εὐσεβείας ὁ ἔνθους διδάσκαλος·

χαῖρε, ἀληθείας ὁ κῆρυξ ὁ πάνσοφος.

Χαῖρε, ὄργανον θεόπνευστον διδαγμάτων ἱερῶν·

χαῖρε, ποταμὸς ἀνάμπλεως ῥείθρων τῶν πνευματικῶν.

Χαῖρε, ὅτι ἐδείχθης ἀποστόλων ἀκρότης·

χαῖρε, ὅτι τυγχάνεις ἐκκλησίας λαμπρότης.

Χαῖρε, πηγὴ τῆς θείας χρηστότητος·

χαῖρε, πυρσὸς ἀΰλου λαμπρότητος.

Χαῖρε, πολλοὺς διανύσας ἀγῶνας·

χαῖρε, λαοὺς καὶ φυλὰς καταυγάσας.



Χαίροις, Παῦλε ἀπόστολε.



Ζήλῳ τῷ τοῦ Σωτῆρος ἐκκαιόμενος πόθου διῆλθες ὡς ὑπόπτερος Παῦλε ἔθνη λαοὺς καὶ πόλεις πολλάς τὸ τοῦ Χριστοῦ κηρύττων εὐαγγέλιον διὸ τοὺς θείους πόνους σου γεραίροντες Χριστῷ βοῶμεν 



Ἀλληλούϊα.



Ἤρθης πρὸς θεωρίας ὑψηλὰς καὶ ἁγίας ὦ Παῦλε θεολήπτῳ καρδίᾳ καὶ εἶδες καὶ ἤκουσας τῷ νῷ ἃ οὐκ ἐξὸν ἀνθρώπῳ διηγήσασθαι διὸ τὰς ἀναβάσεις σου θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, θεάμον τῶν ἀθεάτων·

χαῖρε, ἐπόπτα ξένων πραγμάτων.

Χαῖρε, ὁ ἐν ὕλῃ οὐράνιος ἄνθρωπος·

χαῖρε, ὁ ἐν πᾶσιν ἐπίγειος ἄγγελος.

Χαῖρε, νοῦς ὁ ἐνθεώτατος ὡς τῶν ἄνω θεατής·

χαῖρε, στόμα θεοκίνητον ὡς τῶν θείων μυητής.

Χαῖρε, οὐρανοβάμον τῶν ἀῤῥήτων ἐκφάντωρ·

χαῖρε, οὐρανοφοῖτα καὶ θεῖε ἱεροφάντωρ.

Χαῖρε, ἰδὼν τὸ κάλλος τὸ ἄῤῥητον·

χαῖρε, λαβὼν ἰσχὺν τὴν οὐράνιον.

Χαῖρε, ἀρθεὶς παραδείσου πρὸς δόξαν·

χαῖρε, Θεοῦ θεοφόρε θεόπτα.



Χαίροις, Παῦλε ἀπόστολε.




Θεοῤῥήμονι γλώττῃ τὸν τῆς χάριτος λόγον κηρύττων καὶ συγγράφων πανσόφως θεογράφους ἐπιστολὰς ὡς τῆς εὐσεβείας μέγας διδάσκαλος ἐπιστέλλεις Παῦλε ἔνδοξε τοῖς τῷ σωτῆρι ἐκβοῶσιν



Ἀλληλούϊα.



Ἰσχὺν ἄμαχον ἔχων τοῦ σωτῆρος τὴν χάριν ἱδρύεις πανταχοῦ ἐκκλησίας Παῦλε τῶν θείων μυσταγωγέ καὶ υἱοθετεὶς τῷ θείῳ Θεῷ τῷ παντοκράτορι τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, καινὴς διαθήκης μύστα·

χαῖρε, τῶν ψυχοφθόρων ῥῦστα.

Χαῖρε, ὑποφῆτα τῆς θείας σαρκώσεως·

χαῖρε μυστολέκτα τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δένδρον τὸ κατάκαρπον τρέφον ἅπασαν ψυχήν·

χαῖρε, ξῖφος ὃ ἐξέκοψε τοῦ Βελίαρ τὴν ἰσχύν.

Χαῖρε, τῆς ἐκκλησίας ἱερὸς νυμφοστόλος·

χαῖρε τῆς εὐσεβείας κράτιστος θεηγόρος.

Χαῖρε, Χριστοῦ τὸ στόμα τὸ πάνσοφον·

χαῖρε, ἱστῶν τὸ σθένος τὸ ἄμαχον.

Χαῖρε, ψυχῶν παιδευτὴς σωτηρίας·

χαῖρε, ἡμῶν ὁδηγὸς ἀσφαλείας.



Χαίροις, Παῦλε ἀπόστολε.




Κήρυξ μέγας ὑπάρχων τοῦ σωτῆρος ὦ Παῦλε ἀπὸ Ἱερουσαλὴμ ἐξῆλθες μέχρι δὲ Ἰλλυρικοῦ φθάσας πᾶσαν τὴν γῆν τῷ θείῳ κηρύγματι περιέλαβες ἅγιε ἥτις ἀνευφημοῦσά σε τῷ σὲ δοξάσαντι κραυγάζει



Ἀλληλούϊα.



Λάμψας πάσῃ τῇ κτίσει ὥσπερ ἥλιος μέγας ἀπόστολε θεσπέσιε Παῦλε τὸν τῆς ζωῆς ἥλιον Χριστόν τοῖς ἐν σκότει καθημένοις ἀνέτειλας καὶ υἱοὺς φωτὸς ἔδειξας τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·

Χαῖρε, ὁ πάμφωτος ἑωσφόρος·

χαῖρε, ὁ λύχνος ὁ φωτοφόρος.

Χαῖρε, τρισηλίου φωτὸς τὸ ἀμάρυγμα·

χαῖρε, ἐκκλησίας Χριστοῦ τὸ διάδημα.

Χαῖρε, μύστης θεοδίδακτος τῆς σαρκώσεως Χριστοῦ·

χαῖρε, βέλος τὸ πριστήριον κατὰ πλάνης τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι βλυστάνεις γλυκασμὸν ἀφθαρσίας·

χαῖρε, ὅτι εὐφραίνεις τῶν πιστῶν τὰς καρδίας.

Χαῖρε, Χριστοῦ τῷ πόθῳ φλεγόμενος·

χαῖρε, πολλοὺς ἐκ πλάνης ῥυόμενος.

Χαῖρε, παθῶν μιμητὰ τοῦ σωτῆρος·

χαῖρε, ἐχθροῦ σκελιστὰ ὀλετῆρος.



Χαίροις, Παῦλε ἀπόστολε.




Μέγα φῶς ἐπιλάμψαν ἐν ὁδῷ οὐρανόθεν ἠμαύρωσεν ὀμμάτων τὰς κόρας καὶ τοὺς τῆς ψυχῆς σου ὀφθαλμοὺς πρὸς τὸ ὑπερούσιον φῶς ἠνέῳξε τὸν πρῴην διώκτην σε ἀπόστολον δεῖξαν βοώντα·



Ἀλληλούϊα.



Νόμους τῆς εὐσεβείας θεολήπτῳ καρδίᾳ κηρύττων καὶ σοφῶς ἀναπτύσσων νομοθέτης ὤφθης ἱερὸς τῆς τὸν Χριστοῦ Ἐκκλησίας πολύσοφε διὸ εὐγνωμονοῦσὰ σε μεγαλοφώνως ἀνακράζει

Χαῖρε, ἡ βάσις τῆς ἐκκλησίας·

χαῖρε, ἡ πέτρα τῆς καρτερίας.

Χαῖρε, τῆς σοφίας τῆς θείας θησαύρισμα·

χαῖρε, τῆς κακίας τοῦ κόσμου καταπτῶμα.

Χαῖρε, πέλαγος γαλήνιον σωτηρίων διδαχῶν·

χαῖρε, πλοῦτος ἀνεξάντλητος οὐρανίων ἀμοιβῶν.

Χαῖρε, ὅτι ποικίλους πειρασμοὺς καθυπέστης·

χαῖρε, ὅτι ἐν δόξῃ πρὸς τὰ ἄνω μετέστης.

Χαῖρε, ψυχῶν ἁγία ἀνάπαυλα·

χαῖρε, ἠθῶν ἀμέμπτων διάγραμμα.

Χαῖρε, λαοὺς πρὸς Χριστὸν ὁδηγήσας·

χαῖρε, ψυχῶν μολυσμοὺς ἀποπλύνας.



Χαίροις, Παῦλε ἀπόστολε.



Ξένος τῶν ἐν τῷ κόσμῳ ἀληθῶς ἀνεδείχθης ὡς ἔνθους τοῦ Κυρίου θεράπων καὶ ξένων ἀγώνων αὐτουργὸς ἐν τῇ δοθείσῃ σοι χάριτι πέφηνας ὦ Παῦλε ἱερώτατε τῷ σὲ δοξάσαντι κραυγάζων



Ἀλληλούϊα.




Ὅλος ἠλλοιωμένος τοῦ Χριστοῦ τῇ ἀγάπῃ ὡράθης ὦ θεσπέσιε Παῦλε καὶ ἐκπλήττεις πᾶσαν ἀκοὴν τῷ θαυμαστῷ σου καὶ θείῳ κηρύγματι διὸ μυσταγωγούμενοι τοῖς δόγμασί σου ἐκβοῶμεν

Χαῖρε, ἡ λύρα σοφῶν δογμάτων·

χαῖρε, ἡ κρήνη θείων ναμάτων.

Χαιρε, τῶν ψυχῶν ὁ καθαίρων τοὺς μώλωπας·

χαῖρε, τῶν παθῶν ὁ ἐκτίλλων τοὺς σκόλοπας

Χαῖρε, γλῶσσα ἡ μελίῤῥυτος τῆς ἀγάπης τοῦ Χριστοῦ·

χαῖρε χείλη οὐρανόβροντα τῆς θεότητος αὐτοῦ.

Χαῖρε, ὁ οἰκονόμος τῆς καινῆς διαθήκης·

χαῖρε, τῆς ἀληθείας ὁ σοφὸς ὑποφήτης.

Χαῖρε, Χριστοῦ τῶν λόγων διάκονε·

χαῖρε, σοφὲ τοῦ κόσμου διδάσκαλε.

Χαῖρε, σοφῶν διδαχῶν ἡ πλημμύρα·

χαῖρε, ἁγίων ῥημάτων κινύρα.

Χαίροις, Παῦλε ἀπόστολε.



Πλεῖστα ἔθνη Κυρίῳ τῷ τῆς χάριτος λόγῳ ὑπήκοα κατέστησας Παῦλε πολλοὺς γὰρ πόνους ὑπενεγκὼν πολὺν καρπὸν τῷ Χριστῷ προσενήνοχας ἐντεῦθεν τοὺς καμάτους σου ἀνευφημοῦντες ἐκβοῶμεν



Ἀλληλούϊα.



Ῥημάτων σου ὁ φθόγγος δαβιτικὼς ἐξῆλθεν εἰς ἅπασαν τὴν κτίσιν ὦ Παῦλε ἀπὸ οὐρανοῦ γὰρ ἐσχηκὼς τῆς σοφίας τὴν χάριν ὡς φῶς ἔλαμψας πρὸς εὐσεβείας ἔλλαμψιν κατευθύνων τούς σοι βοῶντας·

Χαῖρε, ὁ ῥῆτωρ τῆς εὐσεβείας·

χαῖρε, ἡ βάσις τῆς ἐκκλησίας.

Χαῖρε, ὁ ἐν πόνοις στεῤῥὸς καὶ ἀήττητος·

χαῖρε, ὁ ἐν λόγοις ἐνθέοις πυρίπνοος.

Χαῖρε, κῆπος εὐθαλέστατος οὐρανίων ἀρετῶν·

χαῖρε, λύχνος τηλαυγέστατος θεοσδότων δωρεῶν.

Χαῖρε, ὅτι ἐκφαίνεις τοῦ Χριστοῦ τὴν ἀγάπην·

χαῖρε, ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τὴν ἀπάτην.

Χαῖρε, φωτὸς τρισηλίου ἔμπλεως·

χαῖρε, ζωῆς ἀϊδίου μέτοχος

Χαῖρε, λιμῶν πολιτείας ἁγίας·

χαῖρε, λιμὴν ψυχικῆς νηνεμίας.



Χαίροις, Παῦλε ἀπόστολε.



Σύμπασα ἡ οἰκουμένη χάριτάς σοι ὀφείλει,  θεσπέσιε ἀπόστολε Παῦλε ὡς γὰρ ὑπόπτερος ἀετὸς τὰς ἐσχατιὰς τῆς γῆς διελήλυθας σωτηρίαν καὶ λύτρωσιν πᾶσι κηρύττων τοῖς βοῶσι·


Ἀλληλούϊα.


Τοῖς πανσόφοις σοῦ λόγοις ὡς τροφῇ ἀθανάτῳ Χριστοῦ ἡ ἐκκλησία τρυφῶσα καὶ τρεφομένη πνευματικῶς χρεωστικῶς σὲ μακαρίζει ἀπόστολε καὶ ἐν Κυρίῳ αὔξουσα φαιδρῷ προσώπῳ ἐκβοᾷ σοι·

Χαῖρε, ἀκρότης τῶν ἀποστόλων·

χαῖρε, ἡ δόξα τῶν θεολόγων.

Χαῖρε, παρακλήτου τερπνὸν ἐνδιαίτημα·

χαῖρε, μυστικῆς πολιτείας καλλίστευμα.

Χαῖρε, ἄνθρωπε οὐράνιε ὁ τὰ ἄνω θεωρῶν·

χαῖρε, ἄγγελε ἐπίγειε καὶ πολῖτα οὐρανῶν.

Χαῖρε, ὅτι ἐπήρθης πρὸς τὸν ἄϋλον γνόφον·

χαῖρε, ὅτι φωτίζεις τὸν περίγειον κόσμον.

Χαῖρε, σιγῆς ὁ γνοῦς τὸ μυστήριον·

χαῖρε, φθορᾶς ψυχῶν ὀλετήριον.

Χαῖρε, Θεοῦ θεωρήσας τὴν δόξαν·

χαῖρε, πολλὰς μυριάδας ὁ σώσας.


Χαίροις, Παῦλε ἀπόστολε.


Ὕψος τῆς σῆς σοφίας καὶ ῥημάτων τὸ βάθος τίς ἐκδιηγήσεται, ὦ Παῦλε; σὺ γὰρ ἐν πνεύματι λαλῶν τῆς τοῦ Χριστοῦ κενώσεως τὸ μυστήριον διατρανοῖς τοῖς πέρασι πρὸς σωτηρίαν τῶν βοώντων



Ἀλληλούϊα.



Φῶς τοῦ κόσμου ἐδείχθης καὶ τῆς γῆς θεῖον ἅλας καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ὁδηγὸς καὶ θεῖος νυμφαγωγός οὐρανοβάμον Παῦλε ἱερώτατε διὸ τὰ σὰ χαρίσματα γεραίροντες ἀναβοῶμεν

Χαῖρε, τὸ φῶς τὸ θεῖον τοῦ κόσμου·

χαῖρε, φωστὴρ τοῦ ἀνάρχου λόγου.

Χαῖρε, τῆς ἐθνῶν ἐκκλησίας ὁ θέμεθλος·

χαῖρε, τῆς πιστῶν διανοίας ὁ ἔφορος.

Χαῖρε, πλήρωμα πανάριστον ἐνεργείας θεϊκῆς·

χαῖρε, αρωμα τερψίθυμον, εὐφροσύνης ψυχικῆς.

Χαῖρε, ὅτι τὸ ξίφει ἀπετμήθης τὴν κάραν·

χαῖρε ὅτι ἐκβλύζεις σὺν τῷ αἵματι γάλα.

Χαῖρε, Χριστοῦ τῆς δόξης ὁ συμμορφος·

χαῖρε, πολλῶν ἐπάθλων συμμέτοχος.

Χαῖρε, Χριστοῦ εὐκλεὴς παραστάτης·

χαῖρε, τῶν σῶν ὑμνῳδῶν ὁ προστάτης.



Χαίροις, Παῦλε ἀπόστολε.




Χάριν αἴτει διδόναι καὶ πταισμάτων τὴν λύσιν καὶ ἔλλαμψιν ἡμῖν σωτηρίας παρὰ τοῦ φωτοδότου Χριστοῦ τοῖς ὑμνοῦσί σε πολυΰμνητε πιστῶς γάρ σοι προστρέχομεν καὶ τῇ Τριάδι ἐκβοῶμεν·


Ἀλληλούϊα.


Ψάλλοντές σου τοὺς πόνους καὶ ἀγῶνας τοὺς θείους οὓς ἤνυσας ζεούσῃ καρδίᾳ Παῦλε βοῶμέν σοι ἐκ ψυχῆς μὴ ἐλλείπης ὑπὲρ ἡμῶν δεόμενος ὡς ἂν ζωῆς τῆς κρείττονος μετάσχωμεν οἱ ἐκβοῶντες·

Χαῖρε, δοχεῖον τοῦ παρακλήτου·

χαῖρε, ταμεῖον φωτὸς ἀΰλου.

Χαῖρε, τρισηλίου ἐλλάμψεως σκήνωμα·

χαῖρε, Ἀποστόλων σεπτὸν ἀγαλλίαμα.

Χαῖρε, στήριγμα ἀσάλευτον ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἅγιον στεφάνωμα τοῦ θεόφρονος λαοῦ.

Χαῖρε, τῶν εὐσεβούντων νοητὴ δαδουχία·

χαῖρε, τῶν συνωνύμων ἀληθὴς προστασία.

Χαῖρε, δι’ οὗ κηλίδων ῥυσθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.

Χαῖρε, πολλῶν ἀρετῶν ἁρμονία·

χαῖρε, νοὸς τοῦ ἐμοῦ θυμηδία.



Χαίροις, Παῦλε ἀπόστολε.



Ὦ θεσπέσιε Παῦλε ἀποστόλων λαμπρότης καὶ πάσης ἐκκλησίας τὸ κλέος (γ΄) τὰς ἐφυμνίους ἡμῶν φωνὰς εὐμενῶς δέχου καὶ ἀπαύστως πρέσβευε ὡς ἂν παθῶν ῥυόμεθα οἱ τῇ Τριάδι ἐκβοῶντες·

Ἀλληλούϊα.

Saturday, March 5, 2016

Πῶς μποροῦμε ν’ ἀποκτήσουμε τὸ Ἅγιο Πνεῦμα ( Ἁγίου Ἰννοκεντίου Μόσχας )


Σημείωση δική μας: Ὁ ἅγιος μᾶς ὁμιλεῖ γιά τήν ἀπόκτηση μέ τήν ἔννοια τῆς ἐνεργοποίσης τοῦ Ἁγίου Πνεύματος δηλαδή τῆς βαπτισματικῆς θεοποιοῦ Θείας ΧάρηςΕισαγωγικά.
Ὁ ἅγιος Ἰννοκέντιος (Βενιαμίνωφ, 1707-1879), εἶναι μία λαμπρὴ ἱεραποστολικὴ καὶ ἀρχιερατικὴ μορφὴ τῆς ρωσικῆς ἐκκλησιαστικῆς ἱστορίας. Ἀφοῦ ἀφιέρωσε σαράντα πέντε ὁλόκληρα χρόνια τῆς ἐπίγειας ζωῆς του στὸν εὐαγγελισμὸ τῶν εἰδωλολατρικῶν ἐθνοτήτων τῆς Ἄπω Ἀνατολῆς, τὰ δεκαεπτὰ ὡς ἱερέας (1823-1840) καὶ τὰ εἴκοσι ὀκτὼ ὡς ἐπίσκοπος Καμτσάτκας, Κουρίλων καὶ Ἀλεουτίων Νήσων (1840-1868), ἀνῆλθε στὸν μητροπολιτικὸ θρόνο τῆς Μόσχας (1868), ὅπου παρέμεινε ὡς τὴν ὀσιακὴ κοίμησή του, τὸ 1879, ἐπιτελώντας ἕνα μεγαλόπνοο καὶ ἐντυπωσιακὸ ποιμαντικὸ ἔργο. Τὸ 1077 ἀνακηρύχθηκε ἐπίσημα ἅγιος ἀπὸ τὴν Ἱερὰ Σύνοδο τοῦ Πατριαρχείου Μόσχας.

Ἀνάμεσα στὰ συγγραφικὰ πονήματα τοῦ ἁγίου Ἰννοκεντίου περιλαμβάνεται καὶ τὸ μικρὸ ἀλλὰ περίφημο ἔργο του «Ὑπόδειξη τοῦ δρόμου πρὸς τὴ βασιλεία τῶν οὐρανῶν». Τὸ βιβλίο αὐτό, μία συνοπτικὴ ὀρθόδοξη κατήχηση, γνώρισε καταπληκτικὴ ἐπιτυχία. Στὴ Ρωσία, ὡς τὸ 1917, ἔφτασε τὶς 47 ἐκδόσεις. Στὰ ἑλληνικὰ ἔχουν γίνει, ἀπὸ τὸ 1843 μέχρι σήμερα, τουλάχιστον πέντε διαφορετικὲς μεταφράσεις του, ὁρισμένες ἀπ’ αὐτὲς μὲ ἐπανειλημμένες ἐκδόσεις.
Πῶς μποροῦμε ν’ ἀποκτήσουμε τὸ Ἅγιο Πνεῦμα
Τὰ γνωστὰ καὶ ἀποτελεσματικὰ μέσα γιὰ τὴν ἀπόκτηση τοῦ Ἁγίου Πνεύματος, σύμφωνα μὲ τὴ διδασκαλία τῶν ἱερῶν Γραφῶν καὶ τὴν πείρα τῶν μεγάλων ἅγιων, εἶναι τὰ ἑξῆς:
Ἡ καθαρὴ καρδιὰ καὶ τὸ ἁγνὸ σῶμα.
Ἡ ταπεινοφροσύνη.
Ἡ ὑπακοὴ στὴ φωνὴ τοῦ Θεοῦ.
Ἡ προσευχή.
Ἡ καθημερινὴ αὐταπάρνηση.
Ἡ ἀνάγνωση καὶ ἀκρόαση τῆς Ἁγίας Γραφῆς.
Τὰ μυστήρια της Ἐκκλησίας μας καὶ κατεξοχὴν ἡ θεία κοινωνία.
Κάθε πιστὴ ψυχὴ μπορεῖ νὰ γεμίσει μὲ Ἅγιο Πνεῦμα, ἂν καθαριστεῖ ἀπὸ τὴν ἁμαρτία, ἀπαλλαγεῖ ἀπὸ τὴ φιλαυτία καὶ ἐλευθερωθεῖ ἀπὸ τὴν ὑπερηφάνεια. Τὸ Ἅγιο Πνεῦμα εἶναι πάντα ὁλόγυρά μας καὶ ἐπιθυμεῖ νὰ μπεῖ μέσα μας. Ἀλλὰ οἱ κακές μας πράξεις μας περιβάλλουν σὰν ἰσχυρὸ πέτρινο τεῖχος καὶ τ’ ἁμαρτήματά μας σὰν ἄγριοι φρουροὶ Τὸ διώχνουν μακριά μας καὶ δὲν Τὸ ἀφήνουν νὰ μᾶς πλησιάσει.
Κάθε ἁμαρτία διώχνει τὸ Ἅγιο Πνεῦμα. Πιὸ μισητές, ὅμως, Τοῦ εἶναι ἀπὸ τὶς σωματικὲς ἡ πορνεία καὶ ἀπὸ τὶς ψυχικὲς ἡ ὑπερηφάνεια. Τὸ Ἅγιο Πνεῦμα, ἡ τέλεια καθαρότητα, δὲν μπορεῖ ποτὲ νὰ κατοικήσει σὲ ἄνθρωπο μολυσμένο μὲ ἁμαρτίες. Πῶς νὰ μείνει στὴν καρδιά μας, ὅταν αὐτὴ εἶναι γεμάτη μὲ μέριμνες, ἐπιθυμίες καὶ πάθη;
Ἂς δοῦμε, λοιπόν, πιὸ ἀναλυτικὰ τὰ μέσα γιὰ τὴν ἀπόκτηση τοῦ Ἁγίου Πνεύματος.


1. Ἂν θέλουμε νὰ μὴ χάσουμε τὸ Ἅγιο Πνεῦμα, ποὺ πήραμε στὸ βάπτισμα, ἤ, ἂν τὸ χάσαμε, νὰ Τὸ ἀποκτήσουμε πάλι, ὀφείλουμε νὰ ἔχουμε καρδιὰ καθαρὴ καὶ σῶμα ἁγνό, ἀμόλυντο δηλαδὴ ἀπὸ κάθε σαρκικὴ ἁμαρτία.
Καρδιὰ καὶ σῶμα πρέπει νὰ εἶναι ναὸς τοῦ Ἁγίου Πνεύματος. Καὶ σ’ ὅποιον ἔχει καθαρὴ καρδιὰ καὶ ἀμόλυντο σῶμα, τὸ Ἅγιο Πνεῦμα θὰ μπεῖ καὶ θὰ κυριέψει τὴν ψυχή του. Φτάνει νὰ μὴν ἔχει ἀποθέσει ὁ ἄνθρωπος αὐτὸς τὴν ἐλπίδα του στὰ καλά του ἔργα καὶ νὰ μὴν καυχιέται γι’ αὐτά, νὰ μὴ νομίζει δηλαδὴ ὅτι δικαιωματικὰ πρέπει νὰ λάβει τὰ δῶρα τοῦ Ἁγίου Πνεύματος, σὰν ἀμοιβὴ ποὺ τοῦ χρωστάει ὁ Θεός.
Ἂν ἐσὺ εἶχες τὴν ἀτυχία νὰ κηλιδώσεις τὴν καρδιά σου καὶ νὰ φθείρεις τὸ σῶμα σου μὲ τὴν ἁμαρτία, ἀγωνίσου νὰ καθαριστεῖς μὲ τὴ μετάνοια. Πάψε ν’ ἁμαρτάνεις, μετανόησε μὲ συντριβὴ καὶ ἄρχισε νὰ ζεῖς μὲ περισσότερη προσοχή. Ἔτσι θ’ ἀξιωθεῖς ν’ ἀπολαύσεις τὸ Ἅγιο Πνεῦμα.


2. Ἕνα ἀπὸ τὰ πιὸ σίγουρα μέσα γιὰ τὴν ἀπόκτηση τοῦ Ἅγιου Πνεύματος εἶναι ἡ ταπεινοφροσύνη.
Ἔστω κι ἂν εἶσαι ἄνθρωπος τίμιος, καλός, δίκαιος καὶ σπλαχνικός, ἔστω κι ἂν τηρεῖς ὅλες τὶς ἐντολὲς τοῦ Θεοῦ, νὰ θεωρεῖς παντοτινὰ τὸν ἑαυτό σου σὰν ἕναν ἀνάξιο δοῦλο Του, σὰν ἕνα ἐργαλεῖο στὰ χέρια Του, ἐργαλεῖο μὲ τὸ ὅποιο Ἐκεῖνος ἐνεργεῖ. Ἄλλωστε, φτάνει μία πιὸ προσεκτικὴ ματιὰ στὰ καλά μας ἔργα, ἀκόμα καὶ στὶς μεγαλύτερες ἀρετές μας, γιὰ νὰ δοῦμε πόσο λίγο ἀξίζουν νὰ λέγονται χριστιανικὲς ἀρετές. Πόσες φορές, λ.χ., δίνουμε ἐλεημοσύνη, ἂν ὄχι ἀπὸ ματαιοδοξία καὶ φιλαυτία, ὁπωσδήποτε ὅμως ἀπὸ ἰδιοτέλεια, σὰν τοκογλύφοι, ἐλπίζοντας δηλαδὴ ὅτι γιὰ ἕνα νόμισμα ποὺ δώσαμε στὸν φτωχό, θὰ πάρουμε ἀπὸ τὸ Θεὸ ἑκατὸ ἢ χίλια;
Ταπεινοφροσύνη εἶναι καὶ κάτι ἄλλο, τὸ νὰ ὑπομένεις καρτερικὰ καὶ ἀγόγγυστα ὅλες τὶς θλίψεις, λύπες καὶ δυστυχίες, θεωρώντάς τες σὰν τιμωρία γιὰ τὶς ἁμαρτίες σου. Νὰ μὴ λές, Ἀλίμονο στὴ συμφορά μου!”, ἀλλὰ “Καὶ λίγα εἶναι τοῦτα γιὰ τὶς ἁμαρτίες μου!”. Καὶ νὰ ζητᾶς ἀπὸ τὸ Θεό, ὄχι τόσο νὰ σὲ ἀπαλλάξει ἀπὸ τὶς δοκιμασίες, ὅσο νὰ σοῦ δώσει δύναμη γιὰ νὰ τὶς ὑπομένεις.


3. Τὸ Ἅγιο Πνεῦμα μποροῦμε νὰ Τὸ ἀποκτήσουμε ἐπίσης μὲ τὴν ὑπακοὴ στὴ φωνὴ τοῦ Θεοῦ.
Ὁ Θεὸς μιλάει πολὺ καθαρά, μὲ τρόπο σαφὴ καὶ κατανοητό. Ἔτσι μποροῦμε ν’ ἀκοῦμε τὴ φωνή του σὲ κάθε τόπο καὶ χρόνο καὶ περίσταση. Φτάνει μόνο νὰ ἔχουμε αὐτιὰ γιὰ ν’ ἀκοῦμε. Εἶσαι λ.χ., δυστυχισμένος; Σὲ ἀδίκησε κάποιος; Πέθανε ἕνας συγγενής σου; Εἶσαι ἄρρωστος, λυπημένος ἢ μελαγχολικὸς χωρὶς καμιὰ φανερὴ αἰτία, ὅπως συμβαίνει συχνὰ σὲ ὅλους μας; Σ’ ὅλες αὐτὲς τὶς περιπτώσεις μπορεῖς ν’ ἀκούσεις τὴ φωνὴ τοῦ Θεοῦ, ποὺ σοῦ λέει νὰ συνέλθεις καί, ἀντὶ νὰ στηρίζεσαι στοὺς ἀνθρώπους ἢ νὰ ζητᾶς παρηγοριὰ στὶς διασκεδάσεις καὶ τὰ ξεφαντώματα, νὰ γυρίσεις μετανοημένος σ’ Αὐτόν, νὰ ζητήσεις παρηγοριὰ καὶ βοήθεια μόνο ἀπ’ Αὐτόν.
Ἂν πάλι καλοπερνᾶς, ἂν ἔχεις ἄφθονα ἀγαθὰ καὶ καμιὰν ἀνάγκη, ἂν οἱ ὑποθέσεις σου ὅλες ἐξελίσσονται θετικά, ἂν δὲν γνωρίζεις πόνο καὶ θλίψη, ἀλλὰ μόνο χαρά, καὶ μάλιστα χαρὰ πνευματική, ὅλα τοῦτα εἶναι τοῦ Θεοῦ φωνή, ποὺ σὲ παρακινεῖ ν’ ἀγαπᾶς μ’ ὅλη σου τὴν καρδιὰ τὸν Εὐεργέτη σου, νὰ Τὸν εὐχαριστεῖς μ’ ὅλη σου τὴ δύναμη καὶ νὰ μὴν ξεχνᾶς, ὅταν ἀπολαμβάνεις τ’ ἀγαθὰ αὐτοῦ τοῦ κόσμου, νὰ βοηθᾶς καὶ τοὺς δικούς Του ἄσημους ἀδελφούς, δηλαδὴ τοὺς φτωχούς. Νὰ μὴν ξεχνᾶς ἀκόμα, πῶς τὰ ἀληθινὰ ἀγαθὰ καὶ ἡ αἰώνια χαρὰ βρίσκονται στὸν οὐρανὸ καὶ προέρχονται ἀπ’ Αὐτὸν ποὺ εἶναι ἡ πηγὴ κάθε ἀγαθοῦ καὶ κάθε χαρᾶς.
Ἂν εἶναι παρανομία ἡ περιφρόνηση ἑνὸς ἐπίγειου ἄρχοντα, πόσο μεγαλύτερη ἁμαρτία εἶναι ἡ περιφρόνηση τοῦ οὐράνιου Βασιλιᾶ! Ἂν δὲν προσέξουμε, μπορεῖ ὁ Θεός, μετὰ τὶς ἀναρίθμητες ὀχλήσεις καὶ τὶς ἐπανειλημμένες προσκλήσεις Του, νὰ μᾶς ἐγκαταλείψει σὰν πεισματάρικα παιδιά. Θὰ μᾶς ἀφήσει τότε νὰ κάνουμε ὅ,τι θέλουμε. Ἀλλὰ μετὰ ἀπ’ αὐτὸ ὁ νοῦς μας λίγο-λίγο θὰ σκοτιστεῖ τόσο πολύ, ὥστε καὶ οἱ φοβερότερες ἀκόμη ἁμαρτίες δὲν θὰ μᾶς φαίνονται παρὰ ἀναπόφευκτες ἀδυναμίες τῆς ἀνθρώπινης φύσεώς μας. Ὅσο, λοιπόν, ὠφέλιμο καὶ σωτήριο εἶναι τὸ ν’ ἀκοῦμε τὴ φωνὴ τοῦ Θεοῦ, τόσο ἐπικίνδυνο καὶ καταστροφικὸ εἶναι τὸ νὰ μὴν τῆς δίνουμε σημασία.


4. Τὸ Ἅγιο Πνεῦμα Τὸ παίρνουμε ἀκόμα μὲ τὴν προσευχή. Εἶναι ὁ πιὸ ἁπλὸς καὶ ἀποτελεσματικὸς τρόπος, ποὺ μπορεῖ νὰ τὸν χρησιμοποιεῖ ὁ καθένας μας ὁποιαδήποτε ὥρα.
Ὅπως γνωρίζουμε, ἡ προσευχὴ εἶναι ἐξωτερικὴ καὶ ἐσωτερική. Ὅποιος προσεύχεται κάνοντας γονυκλισίες, κάνει ἐξωτερικὴ προσευχή. Καὶ ὅποιος μὲ τὸ νοῦ καὶ τὴν καρδιά του ἀπευθύνεται στὸ Θεὸ πασχίζοντας νὰ Τὸν ἔχει ἀκατάπαυστα στὸ λογισμό του, κάνει ἐσωτερικὴ προσευχή.
Ὅλοι ξέρετε ποιὸς ἀπὸ τοὺς δυὸ αὐτοὺς τρόπους προσευχῆς εἶναι ὁ πιὸ καλός, ὁ πιὸ καρποφόρος, ὁ πιὸ εὐάρεστος στὸν Κύριο. Ξέρετε, ἐπίσης, ὅτι μποροῦμε νὰ προσευχόμαστε παντοῦ καὶ πάντοτε, ἀκόμα καὶ τότε ποὺ μᾶς καταβάλλει ἡ ἁμαρτία. Μποροῦμε νὰ προσευχόμαστε καὶ ὅταν δουλεύουμε καὶ ὅταν ξεκουραζόμαστε, τὶς γιορτὲς καὶ τὶς καθημερινές, ὄρθιοι, καθιστοὶ ἢ ξαπλωμένοι.
Ἐδῶ χρειάζεται νὰ σᾶς πῶ μόνο, ὅτι, μολονότι ἡ ἐσωτερικὴ προσευχὴ εἶναι τὸ πιὸ ἰσχυρὸ μέσο γιὰ τὴν ἀπόκτηση τῆς θείας χάριτος, δὲν πρέπει ν’ ἀφήνουμε καὶ τὴν ἐξωτερικὴ προσευχή, καὶ μάλιστα τὴν κοινὴ θεία λατρεία. Πολλοὶ λένε: “Γιατί νὰ πάω στὴν ἐκκλησία; Μπορῶ καὶ στὸ σπίτι νὰ προσευχηθῶ. Ἐκεῖ περισσότερο ἁμαρτάνεις παρὰ προσεύχεσαι”. Ἀλλὰ τί τοὺς κάνει, νομίζετε, νὰ μιλοῦν ἔτσι; Ἡ καλή τους γνώση ἢ ἡ ὀρθή τους κρίση; Καθόλου! Ἀπεναντίας, ἡ τεμπελιὰ καὶ ὁ ἐγωισμός τους. Εἶναι ἀλήθεια, βέβαια, ὅτι μερικὲς φορὲς συμβαίνει, δυστυχῶς, νὰ εἴμαστε μέσα στὴν ἐκκλησία καὶ ν’ ἁμαρτάνουμε. Αὐτό, ὅμως, δὲν γίνεται ἐπειδὴ ἤρθαμε στὴν ἐκκλησία, μὰ ἐπειδὴ ἤρθαμε μὲ διάθεση ἀκατάλληλη, ὄχι γιὰ νὰ προσευχηθοῦμε, μὰ γιὰ ἄλλα! Καὶ γιὰ νὰ πεισθεῖτε, κοιτάξτε ἐκείνους πού, μὲ τὶς παραπάνω προφάσεις, δὲν ἔρχονται στὴν ἐκκλησία. Μήπως προσεύχονται στὸ σπίτι τους; Κάθε ἄλλο!
Εἴπαμε πρίν, ὅτι ὁ ἄνθρωπος ποὺ δὲν ἔχει μέσα του τὸ Ἅγιο Πνεῦμα, δὲν μπορεῖ νὰ προσευχηθεῖ ἀληθινά. Πράγματι, γιὰ νὰ προσευχηθεῖ κανεὶς ὅπως πρέπει, χρειάζεται πολὺς κόπος, μεγάλος ἀγώνας. Δὲν εἶναι δυνατὸν ἀμέσως ἢ ἔστω σὲ σύντομο χρονικὸ διάστημα νὰ κατευθύνει τὸ νοῦ καὶ τὴν καρδιά του στὸ Θεό. Ἀλλά, ὅμως, τί ἀποκτιέται στὸν κόσμο τοῦτο εὔκολα, γρήγορα καὶ ἄκοπα; Ποιὰ τέχνη, ποιὰ ἐπιστήμη, ποιὰ πνευματικὴ παρηγοριά; Γι’ αὐτὸ νὰ προσεύχεσαι. Ἀκόμα κι ἂν στὴν προσευχή σου βλέπεις πολὺ κόπο καὶ καμιὰ εὐχαρίστηση, νὰ προσεύχεσαι μὲ ἐπιμέλεια καὶ ζῆλο. Νὰ συνηθίζεις τὸν ἑαυτό σου στὴν προσευχὴ καὶ τὴ συνομιλία μὲ τὸ Θεό. Νὰ προσπαθεῖς, ὅσο μπορεῖς, νὰ συμμαζεύεις καὶ νὰ ἐλέγχεις τὶς σκορπισμένες σου σκέψεις. Ἔτσι, σιγὰ σιγά, ἡ προσευχή σου θὰ γίνεται ὅλο καὶ πιὸ εὔκολη. Θ’ ἀρχίσεις κι ἐσὺ νὰ αἰσθάνεσαι μία γλυκειὰ παρηγοριά. Καὶ ἂν κάνεις εἰλικρινὴ προσπάθεια, τὸ Ἅγιο Πνεῦμα, βλέποντας τὴν ἀγωνιστικότητά σου καὶ τὴ γνησιότητα τοῦ πόθου σου, γρήγορα θὰ σὲ βοηθήσει. Καὶ ἀφοῦ μπεῖ μέσα σου, θὰ σοῦ διδάξει τὴν ἀληθινὴ προσευχή.
Ὁ Θεὸς μᾶς ζητάει νὰ προσευχόμαστε ἀδιάκοπα (Α’ Θεσσ. 5:17). Πολλοὶ λένε: “Πῶς εἶναι δυνατὸ νὰ προσευχόμαστε ἀδιάκοπα, ἀφοῦ ζοῦμε στὸν κόσμο; Ἂν ἀσχοληθοῦμε μόνο μὲ τὴν προσευχή, πότε θὰ ἐκπληρώσουμε τὶς ὑποχρεώσεις μας καὶ θ’ ἀσχοληθοῦμε μὲ τὶς δουλειές μας;”.
Δὲν μποροῦμε, βέβαια, νὰ κάνουμε ἀδιάλειπτη προσευχὴ ἐξωτερικά, νὰ στεκόμαστε δηλαδὴ πάντοτε σὲ στάση προσευχῆς, γιατί πρέπει καὶ νὰ δουλέψουμε καὶ πολλὲς ἄλλες ἀνάγκες μας νὰ ἱκανοποιήσουμε. Ὅποιος, ὅμως, συναισθάνεται τὴν ἐσωτερική του φτώχεια, δὲν θὰ πάψει νὰ προσεύχεται, ὅ,τι κι ἂν κάνει. Ὅποιος θερμὰ ποθεῖ νὰ μπεῖ στὴ βασιλεία τῶν οὐρανῶν, θὰ βρεῖ τὴν εὐκαιρία καὶ τὸ χρόνο νὰ προσεύχεται, τόσο ἐσωτερικὰ ὅσο καὶ ἐξωτερικά. Ἀκόμα κι ὅταν ἐργάζεται βαριὰ καὶ ἀκατάπαυστα, θὰ βρεῖ καιρὸ νὰ μιλήσει στὸ Θεό. Δὲν βρίσκει καιρὸ νὰ προσευχηθεῖ μόνο ἐκεῖνος ποὺ δὲν θέλει νὰ προσευχηθεῖ.
Μερικοὶ πιστεύουν ὅτι προσευχὴ μπορεῖ νὰ γίνεται μόνο ἀπὸ βιβλία. Καλὸ εἶναι, βέβαια, ἂν μπορεῖς, νὰ ἱκετεύεις καὶ νὰ δοξολογεῖς τὸ Θεὸ μὲ τὰ λόγια τῶν ψαλμῶν καὶ τῶν ἐκκλησιαστικῶν ὕμνων. Ἄν, ὅμως, εἶσαι ἀγράμματος, τότε φτάνει νὰ μάθεις τὶς κυριότερες προσευχές, μὲ πρώτη τὴν Κυριακὴ προσευχή, δηλαδὴ τὸ «Πάτερ ἡμῶν». Σ’ αὐτὴ τὴν προσευχή, ποὺ μᾶς τὴν παρέδωσε ὁ ἴδιος ὁ Κύριος, ἀναφέρονται ὅλες οἱ ἀνάγκες μας. Ἄν, πάλι, οἱ περιστάσεις δὲν ἐπιτρέπουν νὰ προσευχηθεῖς γιὰ ἀρκετὴ ὥρα, τότε λέγε μερικὲς ἁπλὲς καὶ σύντομες προσευχές, ὅπως, «Κύριε, ἐλέησον», «Θεέ μου, βοήθησέ με», «Κύριε, συγχώρεσέ με», «Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ, ἐλέησόν με τὸν ἁμαρτωλόν».


5. Ἕνας ἀπὸ τοὺς ἅγιους πατέρες εἶπε: ” Ἂν θέλεις ἡ προσευχή σου ν’ ἀνεβεῖ κατευθείαν στὸ Θεό, δῶσε της δυὸ φτερά, τὴ νηστεία καὶ τὴν ἐλεημοσύνη “. Κυρίως μ’ αὐτὲς τὶς δυὸ πρακτικὲς ἀρετὲς πραγματοποιεῖται ἡ καθημερινὴ αὐταπάρνηση.
Νηστεία γενικὰ καὶ γιὰ κάθε ἄνθρωπο εἶναι ἡ ἐγκράτεια καὶ ὁ αὐστηρὸς μετριασμὸς στὴ χρήση τῆς τροφῆς.
Σκοπὸς τῆς νηστείας εἶναι νὰ ταπεινώσει καὶ νὰ ἐλαφρύνει τὸ σῶμα, κάνοντάς το ἔτσι πιὸ ὑπάκουο στὴν ψυχή.
Γιατί ἕνα χορτάτο καὶ παχύσαρκο σῶμα ζητάει εὐκολίες καὶ ἀνέσεις, μᾶς κάνει ράθυμους καὶ δὲν μᾶς ἀφήνει νὰ συλλογιζόμαστε τὸ Θεό. Δένει τὴν ψυχή, τὴν πνίγει, τὴν κάνει ὅ,τι θέλει.
Ἀλλὰ νηστεύοντας σωματικά, πρέπει συνάμα νὰ νηστεύεις καὶ ψυχικά: Νὰ φυλᾶς τὴ γλώσσα σου ἀπὸ κάθε κακὸ ἢ ἀνώφελο λόγο. Νὰ κυριαρχεῖς στὶς ἐπιθυμίες σου. Νὰ ξεριζώνεις τὰ πάθη σου.
Ὅσο γιὰ τὴν ἐλεημοσύνη, ἐμεῖς συνήθως ὀνομάζουμε ἔτσι τὴ βοήθεια ποὺ δίνουμε στοὺς φτωχούς. Δὲν εἶναι, ὅμως, μόνο αὐτή. Ἐλεημοσύνη εἶναι κάθε πράξη ἀγάπης καὶ εὐσπλαχνίας: Νὰ δώσει κανεὶς τροφὴ στὸν πεινασμένο, νὰ δώσει νερὸ στὸν διψασμένο, νὰ ντύσει τὸν γυμνό, νὰ ἐπισκεφθεῖ τὸν ἄρρωστο καὶ τὸν φυλακισμένο, νὰ φιλοξενήσει τὸν ἄστεγο, νὰ περιθάλψει τὸ ὀρφανὸ κ.λπ.
Ἀλλὰ γιὰ νὰ εἶναι ἡ ἐλεημοσύνη σου ἀληθινή, ὅλα αὐτὰ πρέπει νὰ τὰ κάνεις χωρὶς νὰ καυχιέσαι, χωρὶς νὰ ζητᾶς τὸν ἔπαινο τῶν ἄνθρωπων καὶ τὴν εὐγνωμοσύνη ἐκείνων ποὺ εὐεργετεῖς.


6. Ἕνας ἄλλος τρόπος, μὲ τὸν ὅποιο μποροῦμε νὰ πάρουμε τὸ Ἅγιο Πνεῦμα, εἶναι, ὅπως εἴπαμε, ἡ ἀνάγνωση καὶ ἀκρόαση τῆς Ἁγίας Γραφῆς.
Ἡ Ἅγια Γραφὴ εἶναι γιὰ τὸν ἄνθρωπο ἕνα θησαυροφυλάκιο, ἀπ’ ὅπου μπορεῖ νὰ ἀντλήσει φῶς καὶ ζωή• φῶς, ποὺ φωτίζει καὶ σοφίζει, καὶ ζωή, ποὺ ζωογονεῖ καὶ παρηγορεῖ καὶ εὐφραίνει. Ἡ Ἁγία Γραφὴ εἶναι ἕνα ἀπὸ τὰ πολυτιμότερα δῶρα τοῦ Θεοῦ στὸν ἄνθρωπο, μία μεγάλη εὐεργεσία, ἀπὸ τὴν ὁποία ὁ καθένας μπορεῖ νὰ ὠφεληθεῖ, φτάνει μόνο νὰ τὸ θελήσει. Ἡ Ἁγία Γραφὴ εἶναι ἡ θεία σοφία, μία σοφία τόσο θαυμαστὴ καὶ ἐξαιρετική, ποὺ μπορεῖ νὰ τὴν κατανοήσει ὁ πιὸ ἁπλὸς κι ἀγράμματος ἄνθρωπος. Γι’ αὐτὸ ἀκριβῶς πολλοὶ ἁπλοὶ ἄνθρωποι, διαβάζοντας ἢ ἀκούγοντας τὴν Ἁγία Γραφή, ἔγιναν εὐσεβεῖς καὶ ἔλαβαν τὸ Ἅγιο Πνεῦμα, ἐνῶ ἀπεναντίας ἄλλοι, καὶ μάλιστα μορφωμένοι, μελετώντάς την, πλανήθηκαν καὶ χάθηκαν. Αὐτὸ ἔγινε, γιατί οἱ πρῶτοι τὴ διάβαζαν μὲ ἁπλότητα καρδιᾶς, χωρὶς ὀρθολογιστικὰ ψιλολογήματα, ἐπιδιώκοντας νὰ πλουτίσουν ὄχι σὲ γνώση ἀνθρώπινη, ἀλλὰ σὲ χάρη καὶ δύναμη καὶ Πνεῦμα Θεοῦ, ἐνῶ οἱ δεύτεροι, νομίζοντας πῶς εἶναι σοφοὶ καὶ πῶς τὰ ξέρουν ὅλα, ζητοῦσαν στὴ Γραφὴ ὄχι τὴ δύναμη καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀλλὰ τὴ σοφία τοῦ κόσμου.
 

7. Τὸ Ἅγιο Πνεῦμα Τὸ ἀποκτοῦμε, τέλος, μὲ τὴ συμμετοχὴ στὰ ἱερὰ μυστήρια τῆς Ἐκκλησίας μας καὶ κατεξοχὴν μὲ τὴ θεία κοινωνία.
Ὁ Ἰησοῦς Χριστὸς εἶπε: «Ὅποιος τρώει τὴ σάρκα μου καὶ πίνει τὸ αἷμα μου, εἶναι ἑνωμένος μαζί μου κι ἐγὼ μαζί του. Αὐτὸς ἔχει ζωὴ παντοτινή. Καὶ ἐγὼ θὰ τὸν ἀναστήσω τὴν ἔσχατη ἡμέρα» (πρβλ. Ἰω. 6:56-54). Ὅποιος, δηλαδή, ἄξια κοινωνεῖ τὰ ἅγια μυστήρια, ἑνώνεται μὲ τὸν Κύριο. Καὶ ὅποιος μὲ ἀληθινὴ μετάνοια, καθαρὴ καρδιά, θεῖο φόβο καὶ ἀκράδαντη πίστη παίρνει τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Κυρίου, παίρνει συνάμα καὶ τὸ Ἅγιο Πνεῦμα, πού, μπαίνοντας στὸν ἄνθρωπο, τὸν ἑτοιμάζει νὰ δεχτεῖ καὶ τὸν Ἰησοῦ Χριστὸ καὶ τὸ Θεὸ Πατέρα, νὰ γίνει δηλαδὴ ναὸς καὶ κατοικητήριο τοῦ ἀληθινοῦ Τριαδικοῦ Θεοῦ. Ἀπεναντίας, ὅποιος κοινωνεῖ τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Κυρίου ἀνάξια, μὲ ψυχὴ ἀκάθαρτη, μὲ καρδιὰ γεμάτη κακία, ἐκδικητικότητα καὶ μίσος, ὄχι μόνο δὲν παίρνει τὸ Ἅγιο Πνεῦμα, ἀλλὰ γίνεται προδότης, ὅπως ὁ Ἰούδας, καὶ σταυρώνει τὸ Χριστὸ γι’ ἄλλη μία φορά.
Τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ, γι’ αὐτοὺς ποὺ ἄξια τὸ μεταλαβαίνουν, εἶναι τὸ φάρμακο ποὺ θεραπεύει κάθε ἀσθένεια καὶ κάθε ἀδυναμία. Καὶ ποιὸς ἀπὸ μᾶς εἶναι σὲ κατάσταση τέλειας ὑγείας; Ποιὸς δὲν χρειάζεται θεραπεία, ἀνακούφιση καὶ παρηγοριά;
Τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ εἶναι ἡ τροφή μας στὸ δρόμο πρὸς τὴ βασιλεία τῶν οὐρανῶν. Μπορεῖ ποτὲ νὰ ξεκινήσει κανεὶς γιὰ μεγάλη καὶ κοπιαστικὴ πορεία χωρὶς τροφή;
Τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ εἶναι ὁρατὸ ἁγιαστικὸ μέσο, ποὺ μᾶς τὸ κληροδότησε ὁ ἴδιος ὁ Κύριος καὶ μᾶς τὸ ἄφησε γιὰ τὸν ἁγιασμό μας. Ποιὸς δὲν θὰ ἤθελε νὰ γίνει μέτοχος σὲ μία τέτοια κληρονομιὰ καὶ ν’ ἁγιαστεῖ;
Μὴν ἀμελεῖτε, λοιπόν, νὰ πλησιάζετε στὸ Ποτήριο τῆς ζωῆς. Ἀλλὰ νὰ πλησιάζετε μὲ φόβο Θεοῦ καὶ πίστη. Ὅποιος ἀρνεῖται ἢ ἀμελεῖ νὰ κοινωνήσει, δὲν ἀγαπάει τὸ Χριστό, γι’ αὐτὸ οὔτε τὸ Ἅγιο Πνεῦμα θὰ λάβει οὔτε στὴν οὐράνια βασιλεία θὰ μπεῖ.
Αὐτά, λοιπόν, εἶναι τὰ μέσα, μὲ τὰ ὅποια μποροῦμε ν’ ἀποκτήσουμε τὸ Ἅγιο Πνεῦμα: καθαρὴ καρδιὰ καὶ ἁγνὴ ζωή, ταπεινοφροσύνη, ὑπακοὴ στὴ φωνὴ τοῦ Θεοῦ, προσευχή, αὐταπάρνηση, μελέτη τῶν ἱερῶν βιβλίων, θεία κοινωνία.
Τὸ καθένα ἀπ’ αὐτὰ τὰ μέσα ἀρκεῖ, βέβαια, καὶ μόνο του γιὰ νὰ μᾶς χαρίσει τὸ Ἅγιο Πνεῦμα. Μὰ εἶναι πιὸ καλὸ καὶ πιὸ ἀποτελεσματικὸ νὰ τὰ χρησιμοποιοῦμε ὅλα μαζί. Τότε, χωρὶς καμιὰν ἀμφιβολία, θὰ λάβουμε τὸ Ἅγιο Πνεῦμα. Καὶ θὰ γίνουμε ἅγιοι!
Τελειώνοντας, πρέπει νὰ ποῦμε, ὅτι, ἂν κάποιος ἀξιωθεῖ νὰ λάβει τὸ Ἅγιο Πνεῦμα καὶ στὴ συνέχεια πέσει σὲ ἁμαρτία, Τὸ διώχνει ἀπὸ μέσα του. Καὶ τότε, ὅμως, ἂς μὴν ἀπελπιστεῖ, ἂς μὴ νομίσει ὅτι χάθηκαν ὅλα. Ὅσο πιὸ γρήγορα μπορεῖ, ἂς προσπέσει στὸ Θεὸ μὲ θέρμη, μὲ μετάνοια, μὲ προσευχή. Καὶ τὸ Ἅγιο Πνεῦμα θὰ ἐπιστρέψει μέσα του.


ΠΗΓΗ.Η ΦΩΝΗ ΤΩΝ ΠΑΤΕΡΩΝ . Ἱερὰ Μονὴ Παρακλήτου

Χαιρετισμοί Ὁσίου Παχωμίου ἐν Χίῳ


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ῥωμαλέον, πρὶν εὐέξαπτον καὶ εὔτολμον, τῆς Χίου γόνον, θεία χάρις ὃν ἠλλοίωσε, καὶ ἀνέδειξε φωστῆρα τῶν μονοτρόπων, ὡς σπηλαίου Προβατείου ὄρους σέμνωμα καὶ ταμεῖον ἀπαθείας εὐφημήσωμεν πόθῳ κράζοντες· Χαίροις, μάκαρ Παχώμιε.

Οἱ Οὶκοι.
Ἄγγελος ἐν τῇ Χίῳ διαλάμψας ἀσκήσει, Παχώμιε τρισμάκαρ, ἐδείχθης (ἐκ γ΄ ), Προβατείου τοῦ ὄρους φανός, καὶ τριῶν Πατέρων Ἱερὰς Σκήτεως δομήτωρ παμφαέστατος· διό σοι ἐκβοῶμεν πίστει·
Χαῖρε, τῆς Χίου βλαστὸς ὁ θεῖος·
χαῖρε, ὁσίου ἀγῶνος τύπος.
Χαῖρε, ὁ ἀστὴρ τῆς Ἐλάτης ὁ πάμφωτος·
χα
ῖρε, ὁ φωστὴρ ἀρετῆς ὁ τρισμέγιστος.
Χαῖρε, ὄργανον τῆς χάριτος τοῦ Κυρίου εὐπρεπές·
χαῖρε, ἥδιστον χρηστότητος ἴον ὄντως εὐανθές.
Χαῖρε, Σκήτεως , θείας ἐν σπηλαίῳ δομήτωρ·
χαῖρε, πόλεως ἄνω θεοφόρος οἰκήτωρ.
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·
χα
ῖρε, ἐχθροῦ μανίας ὁ ὄλεθρος.
Χαῖρε, πυρσὸς ὁ τὴν Χῖον πυρσεύων·
χαῖρε, σκηπτὸς τὸν ἐχθρὸν κατακαίων.

Χαίροις, μάκαρ Παχώμιε.

Βλάστημα τῆς Ἐλάτης, τοῦ ἀνθῶνος τῆς Χίου, Παχώμιε, ἀρτίως ἀζύγων, κατεκόσμησας σῇ ἀρετῇ, καὶ σκληραγωγίᾳ τῆς σαρκὸς τάγματα, αἰνοῦντα τὸν Θεάνθρωπον καὶ πίστει ἀκραιφνεῖ βοώντα·

Ἀλληλούϊα.

Γάνυται σοῖς σπαργάνοις ἡ μυρίπνοος Χίος, καὶ χαίρει τοῦ Χριστοῦ Ἐκκλησία, σοῖς καμάτοις πρὸς διαγωγήν, ἐν Χριστῷ ἀρίστην, πάτερ Παχώμιε, καὶ πάντες οἱ φιλόσιοι τιμῶντές σε πιστῶς βοῶμεν·
Χαῖρε, ὁ μύστης Χριστοῦ ἀγάπης·
χαῖρε, ὀλέτης ἐχθροῦ ἀπάτης.
Χαῖρε, Ἐκκλησίας νεόφυτον ἄνθισμα·
χαῖρε, ἀπαθείας νεόφωτον πύρσευμα.
Χαῖρε, ὅτι ἀνεπτέρωσας τὸν σὸν νοῦν πρὸς οὐρανὸν·
χαῖρε, ὅτι κατεμίσησας πᾶν γεῶδες καὶ φθαρτόν.
Χαῖρε, τῶν ὀρθοδόξων μοναστῶν κοσμιότης·
χα
ῖρε, εὐσεβοφρόνων ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, ὁσίων νέον ἀγλάϊσμα·
χαῖρε, πατέρων Χίου τὸ σέμνωμα.
Χαῖρε, κινυρὰ Θεοῦ τῆς σοφίας·
χαῖρε, ἡ λύρα τῆς θεογνωσίας·
                                                   
                        Χαίροις, μάκαρ Παχώμιε.

Δύναμιν ἐπιδείξας ἐν Κωνσταντινουπόλει, νεότητος παράτολμον πάτερ, δι᾿ ἀκούσιον φόνον εἱρκτῇ ἐνεκλείσθης, ἔνθα τῷ Χριστῷ ἔδωκας ὑπόσχεσιν, Παχώμιε, Αὐτῷ εὐαρεστῆσαι ψάλλων·

Ἀλληλούϊα.


Ἔδραμες ἑκουσίως μετὰ τὴν ἐκ δεσμῶν σου, δραπέτευσιν εἰς Τόπους Ἁγίους, οὓς ἡγίασαν πόδες Χριστοῦ, καὶ μονὴν τοῦ Σάββα τοῦ σεπτοῦ ᾤκησας, ἐν ᾗ τὸ σχῆμα ἔλαβες, ἀζύγων νῦν θερμῶς βοώντων·
Χαῖρε, μισήσας γεώδη πάντα·
χαῖρε, ποθήσας θερμῶς τὰ θεῖα.
Χαῖρε, Δεξιᾶς τοῦ Ὑψίστου ἀλλοίωσις·
χαιρε, νοερὰς προσευχῆς ὑποτύπωσις.
Χαῖρε, ὅτι ἐξ ἐγκλήματος ἀνεδύθης τοῦ βυθοῦ·
χαῖρε, ὅτι ἐκ συστήματος ἀνεστήθης χοϊκοῦ.
Χαῖρε, Πνεύματος θείου ὁ σωθεὶς συνεργεία·
χαῖρε, τοῦ Παρακλήτου λυτρωθεὶς ἐπιπνοία.
Χαῖρε, κρατὴρ κιρνῶν μεταμέλειαν·
χαῖρε, πρηστήρ ὁ καίων τὴν ἄγνοιαν.
Χαῖρε, ῥανὶς σωστικῆς μετανοίας·
χαῖρε, παγὶς τῆς ἐχθίστου μανίας·

Χαίροις, μάκαρ Παχώμιε.

Ζήλῳ Χριστοῦ ἀγάπης πυρπολούμενος πᾶσαν κατέστειλας ὁρμὴν τοῦ σαρκίου καὶ ἀνέτεινας νοῦν προσευχαῖς σαῖς ἀδιαλείπτοις πρὸς Αὐτόν, ὅσιε Παχώμιε, ᾯ ἔκραζες ἑκάστοτε ἐν κατανύξει·

Ἀλληλούϊα.

ᾜσχυνας ἀγωγή σου θεαρέστω ἀρτίως, Παχώμιε, τὸ γένος ἀνθρώπων, τὸν πτερνίζοντα καὶ ἀσκητῶν θεοφόρων ὤφθης Ἱερὸν ἔκτυπον· διὸ σὲ μακαρίζοντες βοῶμέν σοι ἀξιόχρεως·
Χαῖρε, ὁ λύχνος φωτὸς ἀΰλοῦ·
χαῖρε, ὁ στῦλος λαοῦ τῆς Χίου.
Χαῖρε, θείου Σάββα μονῆς ἐνδιαίτημα·
χαῖρε, τῆς Ἐλάτης εὐῶδες ἐκβλάστημα.
Χαῖρε, ὅτι ἀνεπτέρωσάς σου τὸν νοῦν πρὸς οὐρανόν·
χαῖρε, ὅτι κατεπάτησας σῇ ἀσκήσει τὸν ἐχθρόν.
Χαῖρε, ἐνασκούμενων θεαρέστως τὸ εὖχος·
χαῖρε, τῶν κλονουμένων ἀδιάσειστος στῦλος.
Χαῖρε, λαμπὰς Θεοῦ ἀγαπήσεως·
χαῖρε, ψεκὰς ψυχῶν κατανύξεως.
Χαῖρε, σαρκὸς κατατήξεως κέρας·
χα
ῖρε, φανὸς μετανοίας καὶ σέλας·

Χαίροις, μάκαρ Παχώμιε.

Θείαν τρῖβον ἀνύσας ἀρετῆς πρὸς τὴν κτῆσιν, Παχώμιε, καὶ νῆψιν ἐν μάνδρᾳ τοῦ θεόφρονος Σάββα, κανὼν ταπεινοφροσύνης καὶ εὐχῆς πέφηνας κειμήλιον τῷ Κτίσαντι νυχθήμερον ὁ ψάλλων ὕμνον·

Ἀλληλούϊα.

Ἴασμε ἀκτησίας, προσευχῆς, ἀπαθείας, Παχώμιε, καὶ πάντων ἐνύλων ἀποτάξεως, θείαις ὀδμαῖς τῆς ὑπακοῆς σου εὐσεβεῖς ηὔφρανας ὁρῶντας ὁσιότητα τοῦ βίου σου καὶ ἐκβοῶντας·
Χαῖρε, ἀπάτης σαυτὸν μακρύνας·
Χαῖρε, τῆς ὕλης τὸν νοῦν χωρίσας.
Χαῖρε, φωτομορφῶν ἀγγέλων ὁμόζηλος·
χαῖρε, τῶν ὁσίων πατέρων ὁμόστεφος.
Χαῖρε, φλόγα ὁ δεξάμενος ἐν ψυχὴ ζωοποιόν·
χαῖρε, πάντα παρωσάμενος ἐπὶ γῆς διὰ Χριστόν.
Χαῖρε, τοῦ Προβατείου τοῦ σπηλαίου οἰκήτωρ·
χαῖρε, τοῦ φιλοσίου δήμου ὄντως κοσμήτωρ.
Χαῖρε, πατὴρ ἀζύγων θειότατος·
χα
ῖρε, ἀνὴρ ἐν πᾶσι θεόληπτος
Χαῖρε, πολλοὺς πρὸς τὴν νίκην ἀλείφων·
χαῖρε, πιστοὺς πρὸς τὸν πόλον ἰθύνων.

Χαίροις, μάκαρ Παχώμιε.

Κῆπον χρηστοηθείας σὴν ψυχὴν ἀναδείξας καὶ εὔοσμον ἀγάπης λειμῶνα πρὸς Θεὸν καὶ πλησίον, σεπτὲ ἀσκητά, τὰ ῥόδα τῆς Ἐδὲμ ἠνθησας, Παχώμιε, καὶ ηὔφρανας τῶν Χίων τοὺς χοροὺς ψαλλόντων·

Ἀλληλούϊα.

Λάμπων ὑπακοῆς σου ταῖς ἀκτῖσι σκοτίαν, ἐσκέδασας θελήματος τάχος τοῦ οἰκείου σοῦ καὶ τὰς σοφὰς ῥήσεις Γέροντός σου, ἀσκητὰ ὅσιε, ὡς νάματα θεόβλυτα, ἐδέξω, ὅθεν σοι βοῶμεν·
Χαῖρε, εἰκὼν ἀγωνιζομένων·
χαῖρε, κανὼν τῶν ἐνασκούμενων.
Χαῖρε, νήσου Χίου ὁ νέος διάκοσμος·
χαῖρε, τοῦ Ὑψίστου ἀγάπης ὁ θρίαμβος.
Χαῖρε, ὅτι καθηγίασας Χίον σῇ διαγωγῇ·
χαῖρε, ὅτι ἐπευλόγησας μονάζουσας ἐν αὐτῇ.
Χαῖρε, ὅτι ἐκλάμπεις ἀρετῶν σου ἀκτὶσιν·
χα
ῖρε, ὅτι βραβεύεις σθένος σὲ τοῖς τιμῶσι.
Χαῖρε, τρυφὴν μισήσας τὴν ῥέουσαν·
χαῖρε, ἀχλὺν ἐλάσας σκοτίζουσαν.
Χαῖρε, εὐχῆς βάθρον καὶ ἀπαθείας·
χαῖρε, βαλβὶς τῶν πιστῶν σωτηρίας·

Χαίροις, μάκαρ Παχώμιε.

Μέγιστε τῶν ἀρτίως ἐν τῇ Χίῳ λαμψάντων, Παχώμιε, ὁσίων πατέρων, ἐπιστρέψας εἰς νῆσον τὴν σὴν ὄρους Προβατείου τὸ σεπτὸν σπήλαιον κατῴκησας, τὸ δύσβατον, Κυρίῳ ἀσιγήτως ψάλλων·

Ἀλληλούϊα.

Νέας μον
ῆς κτιτόρων, Ἰωάννου, Νικήτα, σεπτέ, καὶ Ἰωσήφ, ἀνεδείχθης ζηλωτῆς πόνων ἀσκητικῶν καὶ οἰκήτωρ ἄντρου τοῦ αὐτῶν, ὅσιε Παχώμιε, ἑπόμενος· διὸ σοι ἐν χορῷ βοῶμεν·
Χαῖρε, ὁ ἀκμῶν τῆς ἐγκρατειας·
χαιρε, ὁ κώδων τῆς μετανοίας.
Χαῖρε, κοινοβίων σεπτῶν τὸ θεμέλιον·
χαῖρε, οὐρανίων χαρίτων κυάθιον.
Χαῖρε, ἄριστος διδάσκαλος Νεκταρίου τοῦ σεπτοῦ·
χαῖρε, σάπφειρος πολύτιμος μονοτρόπων τοῦ χοροῦ
Χαῖρε, κόσμον ἐξ ὕπνου ῥαθυμίας ἐγειρὼν·
χαῖρε, ἄστρον τὴν τρῖβον οὐρανῶν ὁ δεικνύων.
Χαῖρε, ὁσίων νέων ὑπόδειγμα·
χαῖρε, πατέρων νήψεως ἄγαλμα.
Χαῖρε, πρὸς πόλον πιστῶν κατευθύντωρ·
χαιρε, μερόπων ταχὺς παρακλήτωρ·

Χαίροις, μάκαρ Παχώμιε,

Ξύλου ἐπαπολαύεις τῆς ζωῆς ἐν τῷ πόλῳ, ὁμοῦ σὺν φίλῳ σῷ Νεκταρίῳ, καὶ ἐν σκάμματι πνευματικῷ μαθητῇ, ἀλείπτῃ, πάτερ Παχώμιε, καὶ ποδηγῷ πρὸς θέωσιν, μεθ᾿ οὑ ἀδιαλείπτως ψάλλεις·

Ἀλληλούϊα.

Ὅσιε θεοφόρε, σοῖς τιμίοις ἴδρῶσιν ἀνήγειρας ναὸν ἐν Ἐλάτῃ, σῇ πατρίδι, τῇ πανσθενουργῷ καὶ σεπτῇ Τριάδι, μάκαρ Παχώμιε,
συμπολιτῶν σου στόματα ἀνοίγων ἐκβοάν σοι πόθῳ·
Χαῖρε, Τριάδος ἱερομύστης·
χαῖρε, ἁπάντων ἐκ βλάβης ῥύστης.
Χαῖρε, ὁσιότητος θεῖον ὀσφράδιον·
χαῖρε, ἁγιότητος ἔμπνουν κειμήλιον.
Χα
ῖρε, βάσις θείας πίστεως τοῦ Χριστοῦ νεοπαγής·
χαῖρε, παῦσις τοῦ ἀλάστορος ἐπηρείας ἐπὶ γῆς.
Χαῖρε, τῶν ἐν τῇ Χίῳ εὐσεβῶν εὐφροσύνη·
χαῖρε, τῶν πλανωμένων καὶ κακῶν ἀφροσύνη.
Χαῖρε, πυρσὸς λαμπρὸς ἐγρηγόρσεως·
χαῖρε, φρουρὸς μονῶν σοῦ θεόσδοτος.
Χαῖρε, πατρίδος τῆς σῆς εὐεργέτης·
χαιρε, Τριάδος σεπτῆς ὑπηρέτης·

Χαίροις, μάκαρ Παχώμιε.

Πέλαγος τοῦ παρόντος διαπλεύσας ὁσίως, Παχώμιε θεόσοφε, βίου, ἐκ τῆς δίνης ἀνόμων παθῶν σοι τῶν προστρεχόντων τὰς ψυχὰς ἔσωσας καὶ ὅρμον πρὸς ἀχείμαστον κατηύθυνας τοὺς μελῳδοῦντας·

Ἀλληλούϊα.

Ῥεύμασι σῶν ἱδρώτων Κωνταντίνῳ Μεγάλῳ, ἐδόμησας σεπτὸν παρθενῶνα, ἐν τῇ Χίῳ, ἐν ᾧ οἱ χοροί, εὐσεβῶν παρθένων ἀκλινῶς Κύριον, Παχώμιε, δοξάζουσι καὶ σοι πανευλαβῶς βοῶσι·
Χαῖρε, ὁ ὅσιος ἐν πατράσι·
χα
ῖρε, ὁ πάμφωτος ἐν ἀστράσι.
Χαῖρε, φωταυγείας τῆς θείας ἀμάρυγμα·
χαῖρε, μετανοίας εὐῶδες κατάλυμα.
Χαῖρε, στῦλος ἁγιότητος ἀληθῶς νεοφανῇς·
χαῖρε, πύργος ἐπιγνώσεως τοῦ Θεοῦ νεοπαγής.
Χαῖρε, θείων ἀγώνων ἀκριβῆς ὑποφήτης·
Χαῖρε, νέων ἀζύγων πρὸς τὰ κρείττω ἀλείπτης.
Χαῖρε, φωστὴρ ἀΰλῶν ἐλλάμψεων·
χαῖρε, δοτὴρ παντοίων ἰάσεων
Χαῖρε, ὁμόζηλων θείων πατέρων·
χαῖρε, συνόμιλος τῶν Ἀρχαγγέλων.

Χαίροις, μάκαρ Παχώμιε.

Στήριγμα μονοτρόπων καὶ πιστῶν νήσου Χίου, Παχώμιε, δεινῶς κλονουμένων, βακτηρία σῶν λόγων σοφῶν καὶ νουθεσιῶν σου ἀπλανῶν, ἅγιε, ἐστήριξας καὶ ἔπιθες αὐτοὺς ἐν κατανύξει κράζειν·
Ἀλληλούϊα.

Τῶν ματαίων φροντίδων ἐποφθεὶς ὑπερόπτης, Παχώμιε, ἐν χρόνοις ἐσχάτοις, ἐπεθύμεις ἐν βίῳ τῷ σῷ πάντα τὰ ἐν πόλῳ καὶ ἀεὶ μένοντα· διὸ σὲ μακαρίζοντες κραυγάζομεν φωναῖς αἰσίαις·
Χαῖρε, ὁ πλοῦτος τῆς ἀπαθείας·
χαῖρε, τὸ μένος τῆς ἀπειθείας.
Χαῖρε, ὁ ποθήσας ἐν βίῳ τὰ ἄῤῥευστα·
χαῖρε, ὁ διδάξας ἐν κόσμῳ τὰ κρείττονα.
Χαῖρε, νέκταρ ὁσιότητος ὁ τρυγήσας δαψιλῶς·
χαῖρε, ἧμαρ θείας γνώσεως ἀνατείλας ἀληθῶς.
Χαῖρε, τῶν ψυχοτροφῶν ἐκμαγεῖον ἀγώνων·
χαῖρε, τῶν χριστωνύμων ποδηγέτης πρὸς πόλον.
Χαῖρε, Χριστοῦ δοχεῖον τῆς χάριτος·
χαῖρε, Αὐτοῦ εὐκλείας συμμέτοχος.
Χαῖρε, πιστῶν νήσου Χίου τὸ κλέος·
χαῖρε, ἡμῶν τῶν τιμώντων σὲ σθένος.

Χαίροις, μάκαρ Παχώμιε.

Ὕμνοις Χριστὸν δοξάζων ἀσθενείας ἐν κλίνῃ, Παχώμιε, δεινῆς ἀσθενείας, καθυπέμεινας ἄλγη καλῶς ἔχων Νεκταρίου τὰς εὐχάς, ἅγιε, τοῦ θαυμαστοῦ παυσίπονον, μεθ᾿ οὑ σοι ἐκβοῶμεν πίστει·

Ἀλληλούϊα.

Φῶς, Παχώμιε θεῖε, νεαυγὲς Ἐκκλησίας, ἐσφράγισας ἐν Χίῳ τὰς κόρας, χοϊκῶν ὀφθαλμῶν σου, λαμπρέ, ἵνα διανοίξῃς ἐν Ἐδὲμ δώμασιν, αὐτάς· διό, Παχώμιε, κραυγάζομεν οἱ σοι ἱκέται·
Χαῖρε, χθονὸς πατρῴας λαμπρότης·
χαῖρε, παντὸς πιστοί; κοσμιότης.
Χαῖρε, τῶν ὁσίων τῶν νέων συνόμιλος·
χαῖρε, τῶν πατέρων τῶν πάλαι ἰσότιμος.
Χα
ῖρε, βάθος δυσαντίβλεπτον προσευχῆς καρδιακῆς·
χαῖρε, στέφος θεοκόσμητον ἰσαγγέλου βιοτῆς.
Χαῖρε, ὅτι ἐτάφης εἰς τὴν Σκήτην Πατέρων·
χαῖρε, ὅτι φωτίζεις τοὺς χοροὺς μονοτρόπων.
Χαῖρε, ἀκτὶς Θεοῦ ἀγαθότητος·
χαῖρε, παγὶς παγκάκου ἀλάστορος.
Χαῖρε, λαμπρὸς ταπεινώσεως τόμος·
χα
ῖρε, δεινὸς τῶν παθῶν ῥιζοτόμος·

Χαίροις, μάκαρ Παχώμιε.

Χαῖρε, τῶν μονοτρόπων θεοφύτευτον δένδρον, Παχώμιε, καὶ ἴον εὐῶδες διακρίσεως, ὑπομονῆς, προσευχῆς, νηστείας, ἀρετῆς, νήψεως καὶ ἄκρας ταπεινώσεως, κραυγάζοντες Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Ψάλλοντες εὐχαρίστῳ γλώσσῃ πάντες καμάτους, οὓς ἐτλης πρὸς τελείωσιν, Χίου νέε φύλαξ καὶ θεῖε φρουρέ, σὰς ἐπιζητοῦμεν προσευχάς, ὅσιε Παχώμιε, πρὸς Κύριον καὶ κράζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ὁσίων ἡ εὐκοσμία·
χαῖρε, τῶν Χίων ἡ εὐδοξία.
Χα
ῖρε, εὐσεβῶν παραστάτης καὶ πρόμαχος·
χαῖρε, ἀσεβῶν τῆς φαυλότητος ὄνειδος.
Χαῖρε, ὅτι κατεπάτησας τοῦ σαρκίου ἡδονάς·
χαῖρε, ὅτι ἐπεπόθησας οὐρανῶν λαμπρὰς σκηνάς.
Χαῖρε, ὅρμος ἐν βίῳ γαληνὸς ποντουμένων·
χαῖρε, δόμος ἀγάπης ἀληθῶς τρυχομένων.
Χαῖρε, λειμὼν μυρίπνοος νήψεως·
χαῖρε, εἰκὼν ψυχῆς καθαρότητος.
Χαῖρε, ταχὺς ἱκετῶν σου ἀκέστωρ·
χαῖρε, θερμὸς εὐσεβῶν παρακλήτωρ·

Χαίροις, μάκαρ Παχώμιε.

Ὦ Παχώμιε, σκεῦος διαυγὲς Παρακλήτου, τῆς Χίου νεαυγέστατον σέλας, (ἐκ γ΄) κλῖνον οὓς ταῖς ἡμῶν προσευχαῖς, τῶν ἀνευφημούντων σὴν σεπτὴν ἄσκησιν, καὶ ἀνυμνούντων ἀσμασν φαιδροῖς τὸν ἁγιάσαντά σε·
Ἀλληλούϊα.