(Ὑπὸ Χ. Μπούσια)
Ἀκροστιχὶς ἡ ἑξῆς·
«ΙΩΑΚΕΙΜ ΤΟ ΝΕΟΝ* ΙΘΑΚΗΣ ΘΕΙΟΝ ΕΡΝΟΣ* ΕΓΚΩΜΙΟΙΣ ΣΤΕΦΩ Χ.»
Στάσις
α´. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν
σε, τῶν πιστῶν οἱ χοροί, μοναστῶν Βατοπεδίου τὸ καύχημα, ἀγγελόβιε κλεινὲ Ἰωακείμ.
Μακαρίζομέν
σε, καθ᾿ ἑκάστην λαμπρῶς, τῆς Ἰθάκης θεοδόξαστον βλάστημα, καὶ κοσμήτωρ ἱερὲ Ἰωακείμ.
Ἱερὸν πυξίον, μάκαρ Ἰωακείμ, εὐσεβοφρόνος λαοῦ πρὸς τελείωσιν, ἀνεδείχθης καὶ ἀγήρω βιοτήν.
Ὡραΐσας πόνοις, πολιτείαν
τὴν σήν, ἐπὶ γῆς Ἰωακεὶμ ἔργοις θείοις σου, ἀφθαρσίας ἠμφιέσω τὴν στολήν.
Ἀνελθὼν βαθμίδας, ἀκραιφνοῦς ἀρετῆς, μονοτρόπων τιμαλφὲς σεμνολόγημα, ἀνεδείχθης θαυμαστὲ Ἰωακείμ.
Κηδεμὼν κατοίκων, ὤφθης Ἰωακείμ, ἀντιλήπτωρ καὶ προστάτης ἀνύστακτος, τῆς τιμώσης σε Ἰθάκης εὐλαβῶς.
Ἔχων θεῖον πόθον, καὶ μητρός σου στοργῆς, στερηθεὶς Ἰωακεὶμ εἰσεχώρησας, εἰς ἀγκάλας τῆς Μητρὸς τοῦ Λυτρωτοῦ.
Ἱκετεύομέν σε, πάτερ Ἰωακείμ, οἱ τιμῶντες τοὺς τιμίους καμάτους σου· ῥῦσαι πάντας τῆς ἐχθροῦ ἐπιβουλῆς.
Μοναστῶν τοῦ Ἄθῳ, κλέος Ἰωακείμ, καὶ μονῆς Βατοπεδίου θησαύρισμα, ἠξιώθης τῆς χαρᾶς τῶν οὐρανῶν.
Τρίβοις ἀποστόλων, θείων Ἰωακείμ, ἀκλινῶς ἀκολουθήσας ἐκήρυξας, ὑποδούλοις χριστωνύμοις τὸν Θεόν.
Ὅλος πῦρ ὑπάρχων, τῆς ἀγάπης Χριστοῦ, τῶν παθῶν σου ὥσπερ φρύγανα ἔκαυσας, τὴν πληθύυν Ἰωακεὶμ φωτολαμπές.
Νέον Ἐκκλησίας, ἄστρον Ἰωακείμ, τὴν σκοτείαν ἀγνωσίας ἐσκέδασας, τοῦ λαοῦ σαῖς φωτοβόλοις διδαχαῖς.
Ἐκ τῆς γῆς λαγώνων, σῶν λειψάνων σορός, εὐλαβῶς ἀνεκομίσθη πανόσιε, ἐν ἐσχάτοις τοῖς καιροῖς Ἰωακείμ.
Δόξα.
Τριαδικόν.
Ὄρθρον τοῖς ἐν σκότει, καθημένοις βροτοῖς, πανσθενῆ Τριὰς ἁγία ἀνέδειξας, ἐν τοῖς ἔτεσιν ἡμῶν Ἰωακείμ.
Καὶ νῦν. Θεοτοκίον.
Νῦν πιστῶν οἱ δῆμοι,
Θεοτόκε ἁγνή, τὸν σεπτὸν Ἰωακεὶμ ἀναμέλποντες, μεγαλύνομέν σε ᾄσμασι τερπνοῖς.
Στάσις
β´. Ἦχος πλ. α´. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν θεοφόρον, ἀσκητὴν πυρσὸν τῆς συνέσεως, καὶ χρηστότητος σοφὸν Ἰωακείμ.
Ἄξιον ἐστι, καταστέφειν σε ᾠδαῖς αἰσίαις, τὸ σεπτὸν Ἰθάκης ἐκβλάστημα, καὶ θαυμάτων ποταμὸν Ἰωακείμ.
Ἴασμε τερπνέ, ταπεινώσεως
καὶ ἀκτησίας, ἐν Βατοπεδίῳ ἐξήνθησας, καὶ κατηύφρανας πιστοὺς Ἰωακείμ.
Θείαις
σου εὐχαῖς, πρὸς τὸν Κύριον χειμαζόμενους, ἀναψύχεις τάχος καὶ ἅπαντας, περισκέπεις τοὺς πιστοὺς Ἰωακείμ.
Ἄνθος μυριστόν, ἀγαθότητος τὰ λείψανα σου, ὥσπερ ἀνθηδῶν ἐν τῷ ἔαρι, ἀποπνέουσιν ὀδμὰς Ἰωακείμ.
Κόσμημα
μονῆς, χρυσοποίκιλτον Βατοπεδίου, καὶ Ἰθάκης ἔμπνουν διάδημα, ἄρτι ὤφθης ἀσκητὰ Ἰωακείμ.
Ἥρδευσας ἀγρόν, ὑποδούλων χριστωνύμων λόγοις, σοῖς σοφοῖς καὶ θείοις κηρύγμασι, τὸν πρὶν ἄγονον κλυτὲ Ἰωακείμ.
Στήριγμα
γενοῦ, τῶν πιστῶς τὴν θήκην προσκυνούντων, τῶν σεπτῶν λειψάνων σου Ὅσιε, βάθρον ἄσειστον εὐχῆς Ἰωακείμ.
Θαύμασι
τοῖς σοῖς, διαλαμπῶν τοὺς δεινῶς κειμένους, ἐν τῇ κλίνῃ πόνου ἀνέστησας, θαυματόβρυτε κρουνὲ Ἰωακείμ.
Ἔρνος εὐθαλές, θείου Πνεύματος καρποὺς τὸ φέρον, καὶ ψυχὰς ἐκτρέφον ἑκάστοτε, ἀνεδείχθης τῶν πιστῶν Ἰωακείμ.
Ἴθυνας καλῶς, πρὸς λειμῶνας σωτηρίους πάντας, καὶ ἀειθαλεῖς τοὺς στενάζοντας, ἐν δουλώσεως ζυγῷ Ἰωακείμ.
Ὅσιε Χριστοῦ, κυβερνήτης τῶν ναυτιλλομένων, ἴσθι ὁ ποτὲ εὐσυμπάθητος, χρηματίσας ναυτικὸς Ἰωακείμ.
Νέος εὐσεβῶν, ἀντιλήπτωρ πέλων μὴ ἐλλίπῃς, τῷ Χριστῷ πρεσβεύων ἀείποτε, πέμψαι
ἔλεος ἡμῖν Ἰωακείμ.
Ἔσωσας λαόν, ἰωκόμενον ἐν τῷ σῷ πλοίῳ, τοῦ ἐχθροῦ βολὰς μὴ πτοούμενος, κυβερνήτης ὡς καλὸς Ἰωακείμ.
Ῥῶσιν κατ ἰσχύν, τοῖς ἑκάστοτε ἀσπαζομένοις, θήκην σῶν λειψάνων τὴν πάνσεπτον, ἄμφω πάρεχε πιστοῖς Ἰωακείμ.
Νόσων
πεφηνῶς, ἀνιατῶν ἰατὴρ ἐγένου, πανταχοῦ σεμνὲ περιβόητος, συνεργείᾳ τοῦ Θεοῦ Ἰωακείμ.
Δόξα.
Τριαδικόν.
Ὄμβρισον ἡμῖν, ὑετὸν ὑψόθεν σωτηρίας, ἄναρχε Τριὰς ὁμοούσιε, ἱκεσίαις τοῦ σεπτοῦ Ἰωακείμ.
Καὶ νῦν. Θεοτοκίον.
Σῶσον τοὺς πιστῶς, καταφεύγοντας σῇ θείᾳ σκέπῃ, Μῆτερ τοῦ Θεοῦ παντευλόγητε, ἐκ κινδύνων καὶ παθῶν φθοροποιῶν.
Στάσις
γ´. Ἦχος γ´. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἰωακεὶμ τρισμάκαρ.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν τῆς Ἰθάκης γόνον.
Ἐξέστησαν ὁρῶντες, Ἰωακεὶμ σὸν βίον, οἱ Ἄγγελοι Κυρίου.
Γηθόμενοι
τελοῦμεν, τὴν πάντιμον σου μνήμην, Ἰωακεὶμ τρισμάκαρ.
Κοσμήτωρ
πέλεις νέος, μονῆς Βατοπεδίου, Ἰωακεὶμ τοῦ Ἄθω.
Ὡράϊσμα τῆς νήσου, ὑπάρχεις καὶ προστάτης, Ἰωακεὶμ Ἰθάκης.
Μὴ παύσῃ οὐρανόθεν, Ἰωακεὶμ πρεσβεύων, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἰωακεὶμ τὰ σκότη, ἐσκέδασας σοῖς λόγοις, λαοῦ τοῦ χριστωνύμου.
Ὁδήγει σοὺς ἱκέτας, Ἰωακεὶμ πρὸς δόμους, ἀφθίτου εὐφροσύνης.
Ἰδοὺ λειψάνων θήκην, Ἰωακεὶμ τὴν θείαν, νῦν ῥαίνομέν σου μύρα.
Σοφίας
μυροθήκη, Ἰωακεὶμ ἐνθέου, ἐμύρισας Ἰθάκην.
Συνὼν Ἀγγέλων δήμοις, Ἰωακεὶμ δυσώπει, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
Ταμεῖον συμπαθείας, ἀσύλητον ὑπάρχεις, Ἰωακεὶμ πρὸς πέλας.
Ἐξέλαμψας ὡς ἄστρον, Ἰωακεὶμ πυρφόρον, ἐν τοῖς ἐσχάτοις χρόνοις.
Φανὲ χρηστοηθείας, Ἰωακεὶμ τὰ σκότη, καταύγασον ψυχῆς μου.
Δόξα.
Τριαδικόν.
Ὡς Πλαστουργόν Σε πάσης,
Τριὰς ὑπεραγία, τῆς κτίσεως ὑμνοῦμεν.
Καὶ νῦν. Θεοτοκίον.
Χαρᾶς πιστῶν αἰτία, ἀχλὺν τῶν θλίψεών μου, ἐκδίωξον Παρθένε.
Εὐλογητάρια. Ἦχος πλ. α´.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰωακεὶμ ὑμνῆσαι.
Τῶν Ἀγγέλων αἱ τάξεις, κατεπλάγησαν ὄντως, καθορῶσαι τοὺς τρόπους, ἰσαγγέλου σου ζωῆς, καὶ θαυμάτων σου πλῆθος, ὦ Ἰωακείμ· σὺ γὰρ ὥσπερ ἄϋλος, ζηλωτὴς τῶν ἀῤῥεύστων, ὤφθης θερμότατος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰωακεὶμ ὑμνῆσαι.
Τὶ ὡς μύρα, ᾄσματα προσάγετε, οἱ χοροὶ Ἰθακησίων, σὺν τοῖς δήμοις μοναστῶν τοῦ Ἄθωνος, ἀσκητῶν Ἰωακεὶμ τῷ κλέει; ὅτι πρὸς Χριστόν, ἔδραμε ὁ ἄμεμπτος, ἵνα ὑπὲρ πάντων πρεσβεύῃ ἀείποτε;
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰωακεὶμ ὑμνῆσαι.
Λίαν
θερμῶς, τοῦ Χριστοῦ ἐκήρυξας, τὴν ἀλήθειαν τοῖς χριστωνύμοις, ὑποδούλοις τοῖς υἱοῖς, τῆς Ἄγαρ θεοφόρε, ὦ Ἰωακείμ, καὶ αὐτοῖς μετέδωκας, φλόγα τῆς σῆς ψυχῆς, τὴν σὲ καταφλέγουσαν.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰωακεὶμ ὑμνῆσαι.
Μυροφόρων
τὸ χρέος, οἱ πιστοὶ ἐκτελοῦντες, ἀνεκόμισαν
σὴν σορὸν λειψάνων, ἄρτι Ἰωακείμ, ἐκ τῆς γῆς καὶ εὐήχοις, ἐῤῥαναν ᾠδαῖς, αὐτὴν τὴν βλυστάνουσαν, εὐσεβέσιν ἰάσεων νάματα.
Δόξα.
Τριαδικόν.
Προσκυνοῦντες Τριάδα, τὴν ὑπέρχρονον πάντες, εὐσεβεῖ διανοίᾳ, σὺν Πατρὶ τὸν Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, κράζομεν
πιστῶς· ῥῦσαι βλάβης ὄφεως, ἅπαντας ὑμνοῦντας τὸ κράτος Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην
τεκοῦσα, καὶ Σωτῆρα τοῦ κόσμου, Θεοτόκε Παρθένε, ῥῦσαι συκοφαντίας, σοὺς οἰκέτας ἀδίκου, τοῦ Ἰωακεὶμ ταῖς σεπταῖς ἐντεύξεσιν, ἐν ἐσχάτοις καιροῖς τοῦ διαλάμψαντος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ᾿ )
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.