Sunday, January 24, 2016

Χαιρετισμοί Αγίου Οσιομάρτυρος Αναστασίου του Πέρσου



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Σταυροῦ τιμίου τῇ δυνάμει ἀρνησάμενον, μαγείας πλάνην καὶ ἐκθύμως ἀσπασάμενον, τοῦ Χριστοῦ τὴν θείαν πίστιν δι’ ἣν ἀλκίμως, ἠνδραγάθησεν στεῤῥὸν Ὁσιομάρτυρα, εὐσεβείας ὡς ἐκτύπωμα τιμήσωμεν, πόθῳ κράζοντες· Χαίροις ὦ Ἀνάστασιε.

Οἱ Οἶκοι.

Ἄγγελοι φωτοφόροι, Ἀναστάσιε Μάρτυς, ἐξέστησας ὁρῶντες σοὺς ἄθλους (γ΄), τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ Ὁσίου Σάββα τῆς Μονῆς ἄνθισμα, ἡδύπνουν· ὅθεν ἅπαντες, τιμῶντές σε τρανῶς βοῶμεν·

Χαῖρε, τὸ εὖχος τῆς ἀριστείας·

χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.

Χαῖρε, Ὁσιόαθλε πίστεως ἔνδοξε·

χαῖρε, Ἀθλοφόρε στεῤῥὲ καὶ ἀήττητε.

Χαῖρε, πλάνην ἀρνησάμενος, εὐσθενῶς τὴν μαγικήν·

χαῖρε, πίστιν ἀσπασάμενος, Ἰησοῦ τὴν σωστικήν.

Χαῖρε, κλέος ἀζύγων Λαύρας Σάββα του θείου·

χαῖρε, ἄνθος ἀγώνων, ἀθλοθέτου Κυρίου.

Χαῖρε, σεπτὲ Χριστοῦ Ὁσιόαθλε·

χαῖρε, λαμπρὲ τοῦ σκάμματος πρώταθλε.

Χαῖρε, τῶν σῶν ὑμνητῶν ὡραιότης·

χαῖρε, ἡμῶν σε τιμώντων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Βλάστημα γῆς Περσίδος, Ἀναστάσιε μάκαρ, τερπνὸν καὶ εὐθαλὲς καὶ ἡδύπνουν, ἐγκατέλιπες τὴν μαγικήν, τοῦ πατρός σου τέχνην καὶ ταχὺ ἔδραμες,εὐωδιάσαι πίστει σου, ὀρθῇ τοὺς εὐλαβῶς βοῶντας·

Ἀλληλούϊα.

Γέρας τῆς εὐσεβείας, Ἀναστάσιε μάκαρ, πατρώαν μαγικὴν ἐπιστήμην,ὁ μαθὼν ἐκ νεότητος σῆς, τοῦ Σταυροῦ δυνάμει τοῦ σεπτοῦ ἔνδοξε, ἠσπάσθης τὴν εὐσέβειαν,διό σοι ἐν χαρᾷ βοῶμεν·

Χαῖρε, ἀπίστων ὁ καταπέλτης·

χαῖρε, ἐνθέων ἀγώνων λάτρης.

Χαῖρε, εὐκλεῶν Ἀθλοφόρων ἐκτύπωμα·

χαῖρε, θεαυγῶν ἀσκουμένων καλλώπισμα.

Χαῖρε, ὅτι ἐγκατέλιπες ἐπιστήμην μαντικήν·

χαῖρε, ὅτι πόθῳ ἔδραμες, πρὸς Θεοῦ ὀρθήν.

Χαῖρε, ὁ ἀποῤῥίψας τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὁ ἀπελάσας ἀπιστίας ὀμίχλην.

Χαῖρε, Περσίας ῥόδον ἡδύπνευστον·

χαῖρε, ἀνδρείας εὖχος ἀτίμητον.

Χαῖρε, Ὑψίστου ὁ γνήσιος φίλος·

χαῖρε, ἐχθρίστου σκηπτὸς ὁ πυρφόρος.

Χαίροις ὦ Ἀνάστασιε.

Δύναμιν οὐρανόθεν, εἰληφὼς τὴν ἀπάτην, ἠρνήσω τῆς μαγείας καὶ τάχος, προσεχώρησας εἰς τοῦ Χριστοῦ, τὸν στρατὸν οὗ πίστει τὸ σεπτὸν ὄνομα,τρισμάκαρ Ἀναστάσιε, ἐκήρυξας τρανῶς κραυγάζων·

Ἀλληλούϊα.

Ἔδραμες θεοφόρε, εἰς Σιὼν τὴν Ἁγίαν, καὶ βάπτισμα ἐδέξω τὸ θεῖον, Ἀνας΄τασιε ἐκ τῶν χειρῶν, τοῦ σεπτοῦ Μοδέστου νουνεχῶς μάκαρ σε, εἰς πίστιν κατηχήσαντος, διό σοι ἐκβοῶμεν πόθῳ·

Χαῖρε, βολὶς ψυχικῆς ἀνδρείας·

χαῖρε, πυξὶς ἀγωγῆς ἁγίας.

Χαῖρε, μαθητὴς τοῦ Μοδέστου θεόφωτος·

χαῖρε, Ἀθλητὴς τοῦ Χριστοῦ γενναιότατος.

Χαῖρε, ὅτι σῆς νεότητος ἀπηρνήσω τὴν ἀκμήν·

χαῖρε, ὅτι γενναιότητος ἐνεδύσω τὴν στολήν.

Χαῖρε, ἐπουρανίου κοινωνίας πολίτης·

χαῖρε, νίκης ἀφθίτου ἱερὸς στεφανίτης.

Χαῖρε, Μαρτύρων εὔοσμον λείριον·

χαῖρε, ἀζύγων γέρας πολύτιμον.

Χαῖρε, καλῆς ἀλλοιώσεως κλέος·

χαῖρε, σεπτῆς ἐνασκήσεως στῦλος.

Χαίροις ὦ Ἀνάστασιε.

Ζήλῳ πεπυρωμένος, θεϊκῷ εἰς τὴν Λαύραν, προςῆλθες τοῦ θεόφρονος Σάββα, ἔνθα διαγωγὴν θαυμαστήν, ἐπιδείξας σχῆμα μοναχῶν ἅγιον, ἐδέξω Ἀναστάσιε,θερμῶς ὁ τῷ Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

Ἤσχυνας τὸν βελίαρ, σῇ ἐνθέῳ ἀσκήσει, συνέσει προσευχῇ ταπεινώσει, ἀγρυπνίᾳ καὶ ὑπακοῇ, καὶ τὸν Παντεπόπτην καὶ Θεὸν ηὔφρανας,τρισμάκαρ Ἀναστάσιε, διό σοι ἐβοῶμεν ταῦτα·

Χαῖρε, Πατέρων Ὁσίων λάμψις·

χαῖρε, δαιμόνων ἑσμοῦ ἡ παῦσις.

Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα·

χαῖρε, τῆς συνέσεως πάμφωτον αὔγασμα.

Χαῖρε, ὅτι Λαύραν ᾤκησας,Σάββα τοῦ θεοειδοῦς·

χαῖρε, ὅτι πᾶσιν ἔδειξας, φῶς σοφίας ἀκραιφνοῦς.

Χαῖρε, ὁ διαπρέψας ἀγωγῇ ἐναρέτῳ·

χαῖρε, ὁ διαλάμψας πολιτείᾳ ἐνθέῳ.

Χαῖρε, εὐχῆς καὶ νήψεως ἔσοπτρον·

χαῖρε, βαλβὶς ἀνδρείας καὶ ἔκτυπον.

Χαῖρε, Ὁσίων Πατέρων σεμνότης·

χαῖρε, ἀρίστων Μαρτύρων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Θείᾳ ὢν τετρωμένος, Ἀναστάσιε μάκαρ, ἀγάπῃ τὰς ἐνέδρας τοῦ πλάνου, κατεπάτησας τοῦ μιαροῦ, ἐνθυμίζοντός σου πατρικὴν εὔκλειαν, καὶ πλοῦτον καὶ ἀπόλαυσιν· Θεῷ ἀδιαλείπτως ψάλλων·

Ἀλληλούϊα.

Ἴασμε θεαρέστου, ἀγωγῆς εὐωδίᾳ, ἀσκήσεως σεπτῆς σου καμάτων, πάντας ηὔφρανας τοὺς μοναστάς, τοῦ Ἁγίου Σάββα τῆς Μονῆς ἔνθεε, καὶ σῶφρον Ἀναστάσιε, ὁ νῦν παρ’ εὐσεβῶν ἀκούων·

Χαῖρε, ἡ λύρα τῆς εὐσεβείας·

χαῖρε, κινύρα τῆς ἀριστείας.

Χαῖρε, ἀσκητῶν θεαυγῶν σεμνολόγημα·

χαῖρε, Ἀθλητῶν στεῤῥοψύχων θησαύρισμα.

Χαῖρε, ὕψος ταπεινώσεως καὶ κανὼν ὑπακοῆς·

χαῖρε, βάθος ἐπιδόσεως διαυγοῦς διαγωγῆς.

Χαῖρε, σκληραγωγίας ἀκρεμὼν τοῦ σαρκίου·

χαῖρε, τῆς ἐγκρατείας δὰς καὶ φίλε Κυρίου.

Χαῖρε, ἀσκήσει ὁρμὰς καταστείλας·

χαῖρε, συνέσει Χριστὸν ὁ εὐφράνας.

Χαῖρε, ἡμῶν ἀρωγὸς καὶ προστάτης·

χαῖρε, πιστῶν ἐν δεινοῖς παραστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

Κύριον σοὶ κατ’ ὄναρ, Ἀναστάσιε εἶδες, προσφέροντα ποτήριον οἴνου, χρυσοστόλιστον ὅνπερ πιών, κατηυφράνθης ἄγαν καὶ Αὐτῷ ἔκραζες, οἰόμενος καλοῦντί σοι, πρὸς ἄθλησιν στεῤῥὰν ἐκθύμως·

Ἀλληλούϊα.

Λάμπων ἐξ εὐφροσύνης, καὶ εὐχὴν προεστῶτος, συνέκδημον τοῦ σοῦ μάκαρ ἔχων, Ἀναστάσιε Σάββα Μονήν, σοῦ τῆς μετανοίας τὴν σεπτὴν Ἅγιε,κατέλιπες καὶ ἔδραμες, πρὸς ἄθλησιν· διὸ βοῶμεν·

Χαῖρε, θεμέλιον εὐψυχίας·

χαῖρε, λευκάνθεμον εὐσεβείας.

Χαῖρε, εὐρωστίας βαλβὶς ἀδιάσειστος·

χαῖρε, τῆς κακίας παγὶς τοῦ ἀλάστορος.

Χαῖρε, Λαύρας ἐνθεώτατος, Σάββα θείου οἰκιστής·

χαῖρε, θείας ἐνασκήσεως, ἐν ἐρήμῳ πολιστής.

Χαῖρε, ὁ καταστείλας τὰς κινήσεις σαρκίου·

χαῖρε, πᾶσιν ὁ δείξας φῶς ἀγάπης Κυρίου.

Χαῖρε, Μαρτύρων πίστεως πρόβολος·

χαῖρε, Ἁγίων πάντων ὁμόσκηνος.

Χαῖρε, πιστῶν ὑμνηπόλων σου φύλαξ·

χαῖρε, ἡμῶν πρὸς Ἐδὲμ θεία κλῖμαξ.

Χαίροις ὦ Ἀνάστασιε.

Μάρτυς ἠγλαϊσμένε, Ἀναστάσιε πόδας, κατηύθυνας τοὺς σοὺς Εὐφημίας,πρὸς Ναὸν τῆς Ἁγίας ἐν ᾧ, μάντεις τῆς Περσίδος εὐθαρσῶς ἤλεγξας, τοὺς φυλακῇ σε κλείσαντας, διόπερ νῦν Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Νῆστις ἐν Καισαρείας, τῇ εἱρκτῇ τρεῖς ἡμέρας, παρέμεινας θειότατε Μάρτυς, Ἀναστάσιε προσκαρτερῶν, ὥραν μαρτυρίου σου στεῤῥοῦ ἄλκιμε, καὶ Κτίστῃ προσευχόμενος, ἀεὶ ὁ παρ’ ἡμῶν ἀκούων·

Χαῖρε, μυράλειπτρον εὐψυχίας·

χαῖρε, τὸ τρόπαιον Ἐκκλησίας.

Χαῖρε, τῶν ἀπίστων Περσῶν ὀλετήριον·

χαῖρε, τῶν πιστῶν Χριστωνύμων προσφύγιον.

Χαῖρε, καύχημα περίδοξον, ἀληθείας τοῦ Χριστοῦ·

χαῖρε, σέμνωμα πολύτιμον, Ἀθλοφόρων τοῦ χοροῦ.

Χαῖρε, ὁ διανύσσας μαρτυρίου τὸ σκάμμα·

χαῖρε, ὁ θεραπεύσας ἀπιστίας τὸ τραῦμα.

Χαῖρε, περσίας ἔμπνουν θησαύρισμα·

χαῖρε, νηστείας πάνσεπτον σέμνωμα.

Χαῖρε, πυξὶς σταθηρὰ εὐσεβείας·

χαῖρε, κρηπὶς ἐν Χριστῷ ἀριστείας.

Χαίροις ὦ Ἀνάστασιε.

Ξύλου τοῦ ζωηφόρου, τοῦ Σταυροῦ τοῦ Κυρίου, δυνάμει ἐγκατέλιπες πλάνην, Ἀναστάσιε τὴν μαγικήν, καὶ τοῦ μαρτυρίου τὴν ὁδὸν ἤνυσας, εὐτόλμως Ὁσιόαθλε,ψυχῆς ἐν κατανύξει κράζων·

Ἀλληλούϊα.

Ὅσιε καλλιμάρτυς, Ἀναστάσιε σθένει, τῶ θείῳ καθυπέστης βασάνους, ῥαβδισμοὺς καὶ αἰκίας δεινάς, ὥσπερ ἄλλου Μαρτυς γεραρὲ πάσχοντος, καὶ ἔπιθες τὸν σύλλογον, πιστῶν Χριστιανῶν κραυγάζειν·

Χαῖρε, Χριστοῦ μεγαλύνας κράτος·

χαῖρε, ἐχθροῦ ὁ σκεδάσας σκότος.

Χαῖρε, ἀγωγῆς παναρίστης ἐκτύπωμα·

χαῖρε, ψυχικῆς ὡραιότητος σκήνωμα.

Χαῖρε, ἴον γενναιότητος, εὐθαλὲς καὶ εὐανθές·

χαῖρε, ἄστρον καρτερότητος, ἐν ταῖς μάχαις παμφαές.

Χαῖρε, ὅτι καθεῖλες τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὅτι ἀνεῖλες τῶν δαιμόνων τὴν πλάνην.

Χαῖρε, ἀνδρείας μέγα κειμήλιον·

χαῖρε, σοφίας εὔοσμον κύμινον.

Χαῖρε, λαμπὰς φωταυγὴς εὐτολμίας·

χαῖρε, ὁλκὰς πρὸς Θεὸν παῤῥησίας.

Χαίροις ὦ Ἀνάστασιε.


Πάτερ Ὁσιοάθλων, Ἀναστάσιε κλέος, προσηύχου ἐν εἱρκτῇ ἀσιγήτως,καὶ ἠνόχλεις οὐδόλως σεπτέ, τὸν συνδεδεμένον σοι ληστὴν ἔνδοξε, ἁλύσεσιν ἀλλ’ ἔκραζεις,τῷ σὲ ἐνδυναμοῦντι πόθῳ·

Ἀλληλούϊα.

Ῥήμασι τοῖς σοφοῖς σου, Ἀναστάσιε Μάρτυς, κατήσχυνας Περσῶν ὁμηγύρεις, τῶν ἀπίστων στεῤῥὲ Ἀθλητά, καὶ τῶν Χριστωνύμων τοὺς χοροὺς ηὔφρανας,πατριωτῶν σου στόματα, ὧν ἤνοιξας βοᾶν σοι ταῦτα·

Χαῖρε, ἡ λάμψις χρηστοηθείας·

χαῖρε, ἡ φαῦσις τῆς ἀληθείας.

Χαῖρε, ὁ φωτίσας Περσῶν τὰ συστήματα·

χαῖρε, ὁ αὐξήσας Μαρτύρων τὰ τάγματα.

Χαῖρε, ὅτι ὡμολόγησας περιτράνως τὸν Χριστόν·

χαῖρε, ὅτι κατεπάτησας σῇ ἐνστάσει τὸν ἐχθρόν.

Χαῖρε, ὁ ὑπομείνας φυλακῆς τὰς κακώσεις·

χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου κινήσεις.

Χαῖρε, σεπτῶν ἀζύγων ἀμάρυγμα·

χαῖρε, στεῤῥῶν Μαρτύρων φρυκτώρημα.

Χαῖρε, ὁ δόναξ πιστῶς εὐσεβείας·

χαῖρε, ἡ σάλπιγξ Χριστοῦ ἀληθείας.

Χαίροις ὦ Ἀνάστασιε.


Στῦλος ὀφθεὶς ἀνδρείας, Ἀναστάσιε μάκαρ, ὑπέμεινας καλῶς ἐν πατρίδι, σῇ φρικτοὺς κολασμοὺς καὶ μελῶν, σῶν τιμίων θραῦσιν τοῦ Χριστοῦ ὄνομα,δοξολογῶν τὸ πάνσεπτον, καὶ πίστει ἀκλινεῖ κραυγάζων·

Ἀλληλούϊα.

Τμῆσιν τῆς κεφαλῆς σου, καθυπέμεινας χαίρων, σταδίου Ἀναστάσιε πρῶτε, καὶ εἰς κύνας τὸ σὸν πρὸς βοῤῥάν, σκῆνος Πάτερ οἱ ἐχθροὶ ἔῤῥιψαν, πιστοὶ αὐτὸ μὴ θέλοντες, τιμῆσαι οἱ τρανῶς βοῶντες·

Χαῖρε, φανὸς Ὁσιομαρτύρων·

χαῖρε, πυρσὸς παμφαὴς ἀζύγων.

Χαῖρε, ὁ κρατύνας Ὑψίστου τὸ ὄνομα·

χαῖρε, ὁ πατήσας ἐχθίστου τὸ φρύαγμα.

Χαῖρε, ὅτι ἐπεράτωσας σὸν ἀγῶνα εὐκλεῶς·

χαῖρε, ὅτι ἐμαρτύρησας ὑπὲρ πίστεως καλῶς.

Χαῖρε, ὅτι σὸν σκῆνος ἐσεβάσθησαν κῦνες·

χαῖρε, ὅτι σὴν χάριν ἀπεκδέχονται πάντες.

Χαῖρε, Χριστοῦ εἰκὼν ἀγαπήσεως·

χαῖρε, ἐχθροῦ ὀλέτης κακότητος.

Χαῖρε, Περσῶν πρὸς Χριστὸν ὁ ἀλείπτης·

χαῖρε, ἡμῶν ἐν κινδύνοις προστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

Ὕμνοις μελισταγέσιν, εὐσεβεῖς τὸ σὸν σκῆνος, ἀλώβητον κυνῶν ἐξ ὀδόντων, Ἀναστάσιε συντηρηθέν, Ἀθλόφορε σῶφρον εὐλαβῶς ἔθαψαν, καὶ τὸν Χριστὸν ἐδόξασαν, Αὐτὸν ψαλμοῖς φαιδροῖς αἰνοῦντες·

Ἀλληλούϊα.

Φαίνει πάσει τῇ κτίσει, γενναιότητος φέγγος, σὸν θεῖον Ἀναστάσιε μάκαρ, τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ φανὲ τοῦ Σάββα τῆς Μονῆς πάμφωτε, διό σε καταστέφοντες, τοῖς ἄνθεσι ψαλμῶν βοῶμεν·

Χαῖρε, Ὁσίων ἡ εὐκοσμία·

χαῖρε, Μαρτύρων ἡ θυμηδία.

Χαῖρε, εὐσταλῶν Ἀθλοφόρων διάκοσμος·

χαῖρε, εὐσεβῶν γῆς Περσίδος ὁ πρόβολος.

Χαῖρε, φέγγος παμφαέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἄνθος εὐωδέστατον, τοῦ λειμῶνος τοῦ Θεοῦ.

Χαῖρε, ταῖς ἀστραπαῖς σου ὁ φαιδρύνας τὴν κτίσιν·

χαῖρε, ταῖς προσευχαῖς σου ὁ στηρίξας τὴν πλάσιν.

Χαῖρε, ταμεῖον ἀσύλητον νήψεως·

χαῖρε, πυξίον λαμπρὸς γενναιότητος.

Χαῖρε, βασάνους ὁ καθυπομείνας·

χαῖρε, ἀπίστους στεῤῥῶς ὁ αἰσχύνας.

Χαίροις ὦ Ἀνάστασιε.

Χάριτος πεπλησμένος, σοῦ τῆς θείας ἐδείχθη, κολλόβιον τὸ σὸν Ἀθλοφόρε, τὸ διῶκον δαιμόνων πληθύν, καὶ νοσύντων δήμους Ἀθλητὰ Ὅσιε, ἰώμενον· διόπερ νῦν, τιμῶντές σε βοῶμεν μάκαρ·

Ἀλληλούϊα.

Ψάλλοντές σου καμάτους, Ἀναστάσιε πάνυ, ἐνδόξου μαρτυρίου σὴν μνήμην, ἐκτελοῦμεν ψαλμοῖς μελιχροῖς, τῆς Περσίδος γόνε καὶ Μονῆς καύχημα, Ὁσίου Σάββα πάνσεπτον, καὶ κράζομεν φωναῖς αἰσίαις·

Χαῖρε, τὸ στέφος τῶν Ἀθλοφόρων·

χαῖρε, τὸ νῖκος κλεινῶν Μαρτύρων.

Χαῖρε, τῶν Ἁγίων Ἀγγέλων ὁμόσκηνε·

χαῖρε, Ἀθλοφόρων εὐτόλμων συνόμιλε.

Χαῖρε, ὅτι πάντας ηὔφρανας, ὑμνηπόλους σου σεμνούς·

χαῖρε, ὅτι κατηγλάϊσας, εὐσεβούντων τοὺς χορούς.

Χαῖρε, πάμφωτον σέλας, ἀκραιφνοῦς πολιτείας·

χαῖρε, πάντιμον γέρας, θεαρέστου πορείας.

Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα·

χαῖρε, ἐχθροῦ ἀπάτης τὸ σύντριμμα.

Χαῖρε, ἡ στήριξις τῶν ἀδυνάτων·

χαῖρε, ἀνάστασις τῶν πεπτωκότων.

Χαίροις ὦ Ἀνάστασιε.

Ὢ Χριστοῦ ἀναστάντος, Ἀναστάσιε Μάρτυς, τῆς πίστεως ὑπέρφωτε λύχνε (γ΄), ὁ σκεδάσας πατρώαν ἀχλύν, μαγικῆς ἀπάτης καὶ αὐγαῖς ἄθλων σου,φωτίσας εὐσεβόφρονας, ἐπάκουσον ἡμῶν ψαλλόντων·

Ἀλληλούϊα.

Χαιρετισμοί Αγιος Νεομάρτυς και Οσιομάρτυς Γεράσιμος



ΙΟΥΛΙΟΣ 3

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τὴν τῶν Ὁσίων πολιτείαν μιμησάμενος, τοῦ μαρτυρίου τὴν ὁδὸν στεῤῥῶς διήνυσας, ἐν δυνάμει θεοσδότῳ Ὁσιομάρτυς· ἀλλ’ ὡς γέρας εἰληφὼς δόξης τῆς κρείττονος, καθικέτευε ῥυσθῆναι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· χαίροις Μάρτυς Γεράσιμε.



Ὁ Οἶκος.

Ἄγγελοι οὐρανόθεν, ἔχαιρον καθορῶντες, Γεράσιμε τοὺς θείους σου ἄθλους (γ΄)· σὺ γὰρ ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπάλαισας· διὸ Ὁσιομάρτυς σε, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνήθη·

χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ᾐσχύνθη.

Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ὁμόζηλος·

χαῖρε, τῶν Ἁγίων Μαρτύρων ἰσότιμος.

Χαῖρε, ὕψος ὅτι ἔφθασας, τῆς ἀγάπης τοῦ Θεοῦ·

χαῖρε, βάθος ὅτι ᾔσχυνας, ἐπινοίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι καθεῖλες τὴν ἀντίθεον πλάνην·

χαῖρε, ὅτι ἐδέξω τὴν θεόσδοτον χάριν.

Χαῖρε, ἀστὴρ ὁ νέος τῆς πίστεως·

χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.

Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·

χαῖρε, πρὸς ὃν ἐν χαρᾷ βοῶσι·

Χαίροις, Μάρτυς Γεράσιμε.



Βλέπων σε νεανίαν, πίστει θείᾳ κομῶντα, ὁ ἄρχων ὁ δεινὸς τῆς κακίας, ἐπῆλθέ σοι μανίᾳ πολλῇ, καὶ τῆς ἀγάπης τοῦ Χριστοῦ ἐχώρισεν· ἀλλ’ ἀνανήψας Ἅγιε, ἐβόας ἐν δάκρυσι Κυρίῳ·

Ἀλληλούϊα.



Γνοὺς ὃ πέπονθας πτῶμα, τῷ Σωτῆρι ἐβόας, ἐν πίστει καὶ θερμῇ μετανοίᾳ· δέξαι με Κύριε τὸν οἰκτρόν· ὁ δὲ Σωτὴρ τῶν κρειττόνων σε ἠξίωσεν, ἡμεῖς δὲ τὴν σὴν ἄθλησιν ἀγάμενοί σοι ἐκβοῶμεν·

Χαῖρε, Χριστοῦ τὸ ἅγιον θῦμα·

χαῖρε, ἐχθροῦ τὸ καίριον πλῆγμα.

Χαῖρε, ὁ πτερνίσας τὸν δόλῳ σε τρώσαντα·

χαῖρε, ὁ πατήσας τὰ τούτου βουλεύματα.

Χαῖρε, ἄνθος εὐωδέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, γέρας πολυτίμητον, τοῦ ποθοῦντός σε λαοῦ.

Χαῖρε, ὅτι ἐπλήσθης ἐννοιῶν οὐρανίων·

χαῖρε, ὅτι ἀπέστης δωρεῶν ἐπιγείων.

Χαῖρε, πυρὸς ἀΰλου θησαύρισμα·

χαιρε, φωτὸς τοῦ θείου ἐναύλισμα.

Χαῖρε, υἱῶν τῶν τῆς Ἄγαρ αἰσχύνη·

χαῖρε, πιστῶν Ὀρθοδόξων ἡ νίκη.

Χαίροις, Μάρτυς Γεράσιμε.



Δόξαν πρὸς οὐρανίαν, ὁλικῶς ἀνανεύων, ἐζήτεις ὃ ἀπώλεσας κάλλος· καὶ φυγὼν τὴν καθέδραν λοιμῶν, τὸν πολύτιμον λίθον ἐπανεύρηκας, ᾧ κολληθεὶς Γεράσιμε, ἐβόας θερμῇ τῇ καρδίᾳ·

Ἀλληλούϊα



Ἔχαιρες ὁλοψύχως, καταφθάσας ἐν Ἄθῳ, ὡς ἔλαφος διψῶσα θεόφρον· καὶ πιὼν τὸ ὔδωρ τῆς ζωῆς, ἀνεπτερώθης πρὸς ἔνθεον ἔρωτα, ᾧ ἴθυνον πρεσβείαις σου, τοὺς εὐλαβῶς σοι προσιόντας·

Χαῖρε, ἀγάπης θείας ταμεῖον·

χαῖρε, κρειττόνων τὸ ἐκμαγεῖον.

Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·

χαῖρε, ὁ ζωώσας ψυχῆς τὰ νοήματα.

Χαῖρε, τῆς ζωῆς τῆς κρείττονος, θησαυρὸς περιφανής·

χαῖρε, τῆς ἐνθέου χάριτος, μέτοχος θεοειδής.

Χαῖρε, οτι ὀξέως ἐμακρύνθης τοῦ κόσμου·

χαῖρε, ὅτι ἀπέστης τῆς ἀπάτης τοῦ δόλου.

Χαῖρε, λιπὼν λοιμῶν τὴν συνάφειαν·

χαῖρε, εὑρὼν τὴν θείαν ἀπάθειαν.

Χαῖρε, βολὶς κατ’ ἐχθροῦ ἀρχεκάκου·

χαῖρε, λαμπὰς φωταυγείας ἀφράστου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ζέοντι πνεύματι μάκαρ, καὶ θερμῇ διανοίᾳ, ἐπόθεις μοναζόντων τὸ σχῆμα· καὶ προγυμνασθεὶς ταῖς ἀρεταῖς, ὑπέσχες τῷ θείῳ ζυγῷ τὸν αὐχένα σου, ἔνθους ἐπὶ τὰ κρείττονα, προβαίνων καὶ Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.



Ἤκουσε τῆς φωνῆς σου, τῶν δεήσεων μάκαρ, Γεώργιος ὁ Τροπαιοφόρος· ἐντεῦθεν κατεύθυνε σαφῶς, τὰ τῆς ψυχῆς σου κινήματα Ἅγιε· διὸ τὴν ἐν σοὶ πρόνοιαν, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, ὁ ἔρως τῶν θείων ἄθλων·

χαῖρε, τὸ σκεῦος τῶν χαρισμάτων.

Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὰ σκάμματα·

χαῖρε, ὁ πατήσας ἐχθρῶν τὰ φρυάγματα.

Χαῖρε, Ὅσιος ἐν Μάρτυσι, καὶ ἐχθρῶν θριαμβευτής·

χαῖρε, Μάρτυς ἐνθεώτατος, τοῦ Χριστοῦ καὶ Ἀθλητής.

Χαῖρε, ὅτι καθεῖλες τὸ μετέωρον ὄμμα·

χαῖρε, ὅτι ἠρνήσω τὸ φθειρόμενον σῶμα.

Χαῖρε, Χριστοῦ ποθήσας τὴν νέκρωσιν·

χαῖρε, λαβὼν τὴν ἄϋλον θέωσιν.

Χαῖρε, παθῶν μιμητὰ ζωηφόρων·

χαῖρε, ἀνδρῶν ζηλωτὰ θεοφόρων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Θείαις διδασκαλίαις, καὶ σοφαῖς ὑποθήκαις, ὑπείκων τοῦ Ὁσίου Ἀββᾶ σου, τύπος ὑπακοῆς ἀληθοῦς, ἐν τῷ Ἄθῳ ἀνεδείχθης Γεράσιμε, καὶ τὸν ἐχθρὸν ὑπέταξας, ἐν τῷ ψάλλειν Κυρίῳ οὕτως·

Ἀλληλούϊα.



Ἴθυνας τοῦ νοός σου, ἀσφαλῶς τὰς κινήσεις, πρὸς ζῆλον μαρτυρίου ἁγίου· καὶ τὰς σεπτὰς διελθὼν Μονάς, ἐπτερώθης ἐπὶ πλεῖον τῷ πόθῳ σου, τοὺς δὲ πιστοὺς διήγειρας, βοᾶν σοι χαρμοσύνως ταῦτα·

Χαῖρε, ὁ νέος Χριστοῦ ὁπλίτης·

χαῖρε, ὁ ἔνθεος χριστομύστης.

Χαῖρε, Ἐκκλησίας καινὸν περιτείχισμα·

χαῖρε, εὐσεβείας νεότευκτον στήριγμα.

Χαῖρε, πρόβατον νεόσφακτον, τῆς ἀγέλης τοῦ Χριστοῦ·

χαῖρε, ἄρωμα νοούμενον, εὐωδίας οὐρανοῦ.

Χαῖρε, ὅτι ἀρτίως ἠγωνίσω νομίμως·

χαῖρε, ὅτι θεόθεν ἐδοξάσθης ἁγίως.

Χαῖρε, ἐχθρῶν φαυλίσας τὴν ἔπαρσιν·

χαῖρε, ψυχῆς ἐκφήνας τὴν ἔνστασιν.

Χαῖρε, ἐν ᾧ θεία χάρις ἐκλάμπει·

χαῖρε, δι’ οὗ ὁ βελίαρ στενάζει.

Χαίροις, Μάρτυς Γεράσιμε.



Κάτοχος τῆς τελείας, τοῦ Σωτῆρος ἀγάπης, γενόμενος Γεράσιμε Μάρτυς, τῷ σῷ ὁσίῳ ὑφηγητῇ, τὴν πρὸς αὐτὸν ἐκδημίαν ἐδήλωσας, ἐν αἰνίγματι Ἅγιε, πρὸς αὐτὸν ἀφορῶν καὶ κράζων·

Ἀλληλούϊα.



Λάμπων τῇ διανοίᾳ, ἐν ἀνδρείᾳ καρδίᾳ, ἐπέστης Κωνσταντίνου τῇ πόλει, καὶ ᾔσχυνας εὐτόλμῳ φωνῇ, τοῦ πρώην κυρίου σου τὴν ἀσέβειαν, πρὸς Ἰησοῦν τὸν Κύριον ἀτενίζων, ὁ νῦν ἀκούων·

Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας·

χαῖρε, ἐχθροῦ τὴν πλάνην φαυλίσας.

Χαῖρε, εὐσεβούντων χαρὰ ἀναφαίρετος·

χαῖρε, τῶν τῆς Ἄγαρ αἰσχύνη καὶ ἔλεγχος.

Χαῖρε, κήρυξ διαπρύσιος, τῆς Θεότητος Χριστοῦ·

χαῖρε, μάχαιρα ἀμφίστομος, τῆς ἀπάτης τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ἠρνήσω ὃ κακῶς ᾑρετίσω·

χαῖρε, ὅτι ἐκτήσω ὃ καλῶς ἐπορίσω.

Χαῖρε, υἱῶν τῆς Ἄγαρ τὸ θρήνημα·

χαῖρε, πιστῶν τὸ θεῖον ἐκνίκημα.

Χαῖρε, γερῶν κοινωνὲ οὐρανίων·

χαῖρε, ἡμᾶς διασώζων κινδύνων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Μεγαλόφρονι γνώμῃ, καὶ πολλῇ παῤῥησίᾳ, ἐκήρυξας ὃ πέπονθας πτῶμα, καὶ ἡ ὁμολογία ἡ σή, πτῶσις τῶν ἀπίστων Μάρτυς γεγένηται· ὅτι τυθῆναι ἔσπευσας, ὑπὲρ Χριστοῦ ᾧ καὶ ἐβόας·

Ἀλληλούϊα.



Νέον ἄστρον ἐδείχθης, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Γεράσιμε νομίμως ἀθλήσας· διὸ ἀγαλλιῶνται ἐν σοί, σὺν τῇ πατρίδι σου πιστῶν οἱ σύλλογοι· κοινὸν γὰρ ὤφθης καύχημα, τῶν ἐκβοώντων σοι ἐκ πόθου·

Χαῖρε, τὸ κλέος τῶν Ὀρθοδόξων·

χαῖρε, ἡ πτῶσις τῶν κακοδόξων.

Χαῖρε, στρατιῶτα Χριστοῦ ἐνθεώτατε·

χαῖρε, καθαιρέτα ἐχθροῦ κραταιότατε.

Χαῖρε, ὁ νεοπαγὴς θεμέλιος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, τὸ νεοθαλὲς γεώργιον, εὐανδρίας ψυχικῆς.

Χαῖρε, ὅτι τοὺς πάλαι Ἀθλητὰς ἐμιμήσω·

χαῖρε, ὅτι τὴν δόξαν τὴν ἐκείνων ἐκτήσω.

Χαῖρε, τῆς σῆς πατρίδος ἀγλάϊσμα·

χαῖρε, πιστῶν τὸ θεῖον ὡράϊσμα.

Χαῖρε, ζωῆς τοῦ καρποῦ ὁ μετέχων·

χαῖρε, δεινῶν ἡμῖν λύσιν παρέχων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ξενωθεὶς τῶν ἐν κόσμῳ, οὐρανίῳ σου πόθῳ, οὐδόλως ἐξενίσθης θεόφρον, ταῖς ἀπειλουμέναις σοι ποιναῖς, ἀλλ’ ἀπτοήτως τὰ πάντα ὑπέμεινας· ὡς ξένος γὰρ καὶ πάροικος, τῶν τῇδε ἐφαίνου κραυγάζων·

Ἀλληλούϊα.



Ὅλος ὢν ἡνωμένος, δι’ ἀγάπης θεόφρον, Χριστῷ τῷ Βασιλεῖ τῶν αἰώνων, ἐπὶ ἡμέρας δέκα σκληρῶς, πρὸς ταῖς πέντε αἰκιζόμενος ἄτρεπτος, ἵστασο Γεράσιμε, ἰσχὺν παρέχων τοῖς βοῶσι·

Χαῖρε, ὁ ἄτρεπτος ταῖς βασάνοις·

χαῖρε, ὁ ἄκαμπτος τοῖς τυράννοις.

Χαῖρε, ὁ τῶν πόνων φανεὶς ἰσχυρότερος·

χαῖρε, ὁ τῶν κάτω ἡδέων ἀνώτερος.

Χαῖρε, λαμπηδὼν νεόφωτος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἀηδὼν ἡδύφωνος, πίστεως τῆς εὐσεβοῦς.

Χαῖρε, ὅτι βασάνων πεῖραν ἔλαβες πλείστων·

χαῖρε, ὅτι στεφάνων ἔτυχες οὐρανίων.

Χαῖρε, Χριστοῦ θυσία εὐπρόσδεκτος·

χαῖρε, ἀμνὸς Αὐτοῦ ὁ νεόθυτος.

Χαῖρε, ἐχθρῶν τὴν ὀφρῦν κατασπάσας·

χαῖρε, πιστῶν τὰς ψυχὰς καταυγάσας.

Χαίροις, Μάρτυς Γεράσιμε.



Πλήρης χαρᾶς θεόφρον, ὑποκλίνεις τῷ ξίφει, τυράννου κατὰ σοῦ μαινομένου, καὶ τὸν αὐχένα ἀποτμηθείς, ὡς ἐν ἐκστάσει κεφαλὰς διέκοψας Γεράσιμε μακάριε, τῶν μὴ εἰδότων Χριστῷ ψάλλειν·

Ἀλληλούϊα.



Ῥείθροις τῶν σῶν αἱμάτων, τὴν στολήν σου φοινίξας, ἀνῆλθες πρὸς τὰ ἄνω σκηνώματα, ἔνθα χορεῖαι τῶν Ἀθλητῶν, καὶ τῶν Ὁσίων ὧν ὤφθης συνάριθμος, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν πίστει σοι βοώντων·

Χαῖρε, Μαρτύρων ὁ συμπολίτης·

χαῖρε, ὁ ἔνδοξος στεφανίτης.

Χαῖρε, ὁ πλουτήσας Ὁσίων τὴν ἔλλαμψιν·

χαῖρε, ὁ προσάδων Ἀγγέλων τὴν αἴνεσιν.

Χαῖρε, ῥεῖθρον τὸ νεόῤῥυτον, νάματος τοῦ μυστικοῦ·

χαῖρε, νάρκισσος ἡδύπνευστος, ἔρωτος τοῦ θεϊκοῦ.

Χαῖρε, ὅτι τοὺς ἄθλους διανύεις νομίμως·

χαῖρε, ὅτι τὴν κάραν ἀπετμήθηυς ἀνδρείως.

Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·

χαῖρε, πιστῶν ὀχύρωμα ἄσειστον.

Χαῖρε, δι’ οὗ ὁ βελίαρ οἰμώζει·

χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι.

Χαίροις, Μάρτυς Γεράσιμε.



Στέφανον ἀφθαρσίας, ἐκ Χριστοῦ δεδεγμένος, ὡς Μάρτυς νικηφόρος θεόφρον, χαρὰ καὶ καύχημα ἱερόν, τῇ σῇ πατρίδι Γεράσιμε γέγονας, ἥτις ἐν σοὶ γάνυται, καὶ σκιρτῶσα Χριστῷ κραυγάζει·

Ἀλληλούϊα.



Τεῖχος εἶ Νεομάρτυς, ἀληθῶς καὶ προστάτης, τῆς σὲ ἐνεγκαμένης πατρίδος· ἐν σοὶ γὰρ αὕτη χαίρει σεμνῶς, καὶ τῇ σῇ πρεσβείᾳ σπεύδει ἑκάστοτε, ἣν σκέπε τῇ σῇ χάριτι, βοῶσά σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·

χαῖρε, Κυρίου ὁ Νεομάρτυς.

Χαῖρε, τοῦ Μεγάλου Χωρίου τὸ βλάστημα·

χαῖρε, τῆς πατρίδος σου θεῖον ὡράϊσμα.

Χαῖρε, δρόσος νεοστάλακτος, ἡ δροσίζουσα πιστούς·

χαῖρε, αὔρα ἀναψύχουσα, καὶ εὐφραίνουσα πολλούς.

Χαῖρε, ὅτι παρέχεις ἀρωγὴν τοῖς αἰτοῦσι·

χαῖρε, ὅτι βλυστάνεις ἴασιν τοῖς νοσοῦσι.

Χαῖρε, δεινῶν ἡμᾶς ἐξαιρούμενος·

χαῖρε, πολλῶν κινδύνων λυτρούμενος.

Χαῖρε, φωτὸς οὐρανίου θεάμων·

χαῖρε, πηγὴ ψυχοτρόφων ναμάτων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὕμνοις ἐπινικίοις, τὴν σὴν μνήμην τελοῦντες, γεραίροντες τοὺς ἄθλους σου Μάρτυς, πάντες ἐν τῷ σεπτῷ σου ναῷ, ὃν οἱ φιλοῦντές σε πόθῳ σοι ἤγειραν, οἷς δίδου χάριν ἄνωθεν, καὶ φύλαττε Θεῷ βοῶντας·

Ἀλληλούϊα.



Φλέγει ἡ ἐνοικοῦσα, τοῖς σεπτοῖς σου λειψάνοις, τοῦ Πνεύματος πολύολβος χάρις, δαιμόνων τὴν ἰσχὺν Ἀθλητά, καὶ ἁγιάζει τοὺς πίστει προστρέχοντας· ἃ προσκυνοῦντες Ἅγιε, βοῶμέν σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, τὸ γέρας τῆς Ἐκκλησίας·

χαῖρε, τὸ κέρας τῆς Ἀμαλθείας.

Χαῖρε, τοῦ Σωτῆρος πιὼν τὸ ποτήριον·

χαῖρε, ὁ τελέσας καλῶς τὸ μαρτύριον.

Χαῖρε, ὅτι καταβέβληκας, τὸν ἐχθρὸν ἀθλητικῶς·

χαῖρε, ὅτι τεθαυμάστωσαι, πρὸς Χριστοῦ θεουργικῶς.

Χαῖρε, δοκησισόφων τὴν ὀφρῦν καταλύσας·

χαῖρε, παρανομούντων τὴν ἰσχὺν καταργήσας.

Χαῖρε, ὁρῶν Χριστοῦ τὴν λαμπρότητα·

χαῖρε, λιπὼν φθαρτῶν τὴν τερπνότητα.

Χαῖρε, χαρᾶς κοινωνὲ τῶν Ἀγγέλων·

χαῖρε, ἡμῖν πᾶσαν χάριν βραβεύων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Χαίρων χαρὰν τὴν θείαν, τῆς ζωῆς τῆς ἀλήκτου, σὺν πᾶσι τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπὸ πάσης λύπης καὶ ὀργῆς, ῥύου ἡμᾶς Ὁσιομάρτυς ἔνδοξε, τοὺς πόθῳ σου τὴν ἄθλησιν, ὑμνοῦντας καὶ Χριστῷ βοῶντας·

Ἀλληλούϊα.



Ψάλλων παναρμονίως, τὸ τρισύνθετον μέλος, σὺν Τάξεσι τῶν θείων Ἀγγέλων, μὴ παύσῃ ἐφορῶν Ἀθλητά, ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας· οὐ παύομεν γὰρ Ἅγιε, βοᾶν σοι ἀεὶ πιστῶς οὕτω·

Χαῖρε, προστάτα τῶν σὲ ὑμνούντων·

χαῖρε, συλλήπτωρ τῶν σὲ ποθούντων.

Χαῖρε, ἀρωγὲ τῶν πιστῶς προσιόντων σοι·

χαῖρε, βοηθὲ τῶν ἐκ πόθου ψαλλόντων σοι.

Χαῖρε, δόξα καὶ κραταίωμα, Ὀρθοδόξων εὐσεβῶν·

χαῖρε, σκέπη καὶ ἀντίληψις, τῶν πιστῶν συμπολιτῶν.

Χαῖρε, δι’ οὗ κινδύνων ῥυσθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς ἐμπλησθήσομαι.

Χαῖρε, καινὴ χαρμονὴ τῆς ψυχῆς μου·

χαῖρε, καλὸς ὁδηγὸς τῆς ζωῆς μου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὦ Ἀγίων Μαρτύρων, καὶ Ὁσίων Πατέρων, συμμέτοχε Γεράσιμε μάκαρ, τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς δέξαι καὶ δίδου τὴν χάριν σου, ἡμῖν τοῖς σοῖς προστρέχουσι, καὶ τῇ Τριάδι ἐκβοῶσιν·

Ἀλληλούϊα.

Friday, January 22, 2016

OI ΠΟΝΗΡΟΙ ΛΟΓΙΣΜΟΙ ΚΑΙ Η ΒΟΗΘΕΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ












Διήγηση από το βιβλίο Αμαρτωλών σωτηρία.Γεγονός από τους πρώτους χριστιανικούς αιώνες.