Thursday, December 24, 2015

Χαιρετισμοί -Οίκοι του Ὁσίου Παχωμίου της Χίου


Κοντάκιον. Ἦχος πλ. δ΄. 
Τῇ Ὑπερμάχῳ.

Τὸν ῥωμαλέον, πρὶν εὐέξαπτον καὶ εὔτολμον, τῆς Χίου γόνον, θεία χάρις ὃν ἠλλοίωσε, καὶ ἀνέδειξε φωστῆρα τῶν μονοτρόπων, ὡς σπηλαίου Προβατείου ὄρους σέμνωμα καὶ ταμεῖον ἀπαθείας εὐφημήσωμεν πόθῳ κράζοντες· Χαίροις, μάκαρ Παχώμιε.




Οἱ Οὶκοι.

Ἄγγελος ἐν τῇ Χίῳ διαλάμψας ἀσκήσει, Παχώμιε τρισμάκαρ, ἐδείχθης (ἐκ γ΄ ), Προβατείου τοῦ ὄρους φανός, καὶ τριῶν Πατέρων Ἱερὰς Σκήτεως δομήτωρ παμφαέστατος· διό σοι ἐκβοῶμεν πίστει·

Χαῖρε, τῆς Χίου βλαστὸς ὁ θεῖος·

χαῖρε, ὁσίου ἀγῶνος τύπος.
Χαῖρε, ὁ ἀστὴρ τῆς Ἐλάτης ὁ πάμφωτος·
χαῖρε, ὁ φωστὴρ ἀρετῆς ὁ τρισμέγιστος.
Χαῖρε, ὄργανον τῆς χάριτος τοῦ Κυρίου εὐπρεπές·
χαῖρε, ἥδιστον χρηστότητος ἴον ὄντως εὐανθές.
Χαῖρε, Σκήτεως , θείας ἐν σπηλαίῳ δομήτωρ·
χαῖρε, πόλεως ἄνω θεοφόρος οἰκήτωρ.
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·
χαῖρε, ἐχθροῦ μανίας ὁ ὄλεθρος.
Χαῖρε, πυρσὸς ὁ τὴν Χῖον πυρσεύων·
χαῖρε, σκηπτὸς τὸν ἐχθρὸν κατακαίων.

Χαίροις, μάκαρ Παχώμιε.



Βλάστημα τῆς Ἐλάτης, τοῦ ἀνθῶνος τῆς Χίου, Παχώμιε, ἀρτίως ἀζύγων, κατεκόσμησας σῇ ἀρετῇ, καὶ σκληραγωγίᾳ τῆς σαρκὸς τάγματα, αἰνοῦντα τὸν Θεάνθρωπον καὶ πίστει ἀκραιφνεῖ βοώντα·

Ἀλληλούϊα.



Γάνυται σοῖς σπαργάνοις ἡ μυρίπνοος Χίος, καὶ χαίρει τοῦ Χριστοῦ Ἐκκλησία, σοῖς καμάτοις πρὸς διαγωγήν, ἐν Χριστῷ ἀρίστην, πάτερ Παχώμιε, καὶ πάντες οἱ φιλόσιοι τιμῶντές σε πιστῶς βοῶμεν·

Χαῖρε, ὁ μύστης Χριστοῦ ἀγάπης·
χαῖρε, ὀλέτης ἐχθροῦ ἀπάτης.
Χαῖρε, Ἐκκλησίας νεόφυτον ἄνθισμα·
χαῖρε, ἀπαθείας νεόφωτον πύρσευμα.
Χαῖρε, ὅτι ἀνεπτέρωσας τὸν σὸν νοῦν πρὸς οὐρανὸν·
χαῖρε, ὅτι κατεμίσησας πᾶν γεῶδες καὶ φθαρτόν.
Χαῖρε, τῶν ὀρθοδόξων μοναστῶν κοσμιότης·
χαῖρε, εὐσεβοφρόνων ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, ὁσίων νέον ἀγλάϊσμα·
χαῖρε, πατέρων Χίου τὸ σέμνωμα.
Χαῖρε, κινυρὰ Θεοῦ τῆς σοφίας·
χαῖρε, ἡ λύρα τῆς θεογνωσίας·

Χαίροις, μάκαρ Παχώμιε.



Δύναμιν ἐπιδείξας ἐν Κωνσταντινουπόλει, νεότητος παράτολμον πάτερ, δι᾿ ἀκούσιον φόνον εἱρκτῇ ἐνεκλείσθης, ἔνθα τῷ Χριστῷ ἔδωκας ὑπόσχεσιν, Παχώμιε, Αὐτῷ εὐαρεστῆσαι ψάλλων·

Ἀλληλούϊα.



Ἔδραμες ἑκουσίως μετὰ τὴν ἐκ δεσμῶν σου, δραπέτευσιν εἰς Τόπους Ἁγίους, οὓς ἡγίασαν πόδες Χριστοῦ, καὶ μονὴν τοῦ Σάββα τοῦ σεπτοῦ ᾤκησας, ἐν ᾗ τὸ σχῆμα ἔλαβες, ἀζύγων νῦν θερμῶς βοώντων·

Χαῖρε, μισήσας γεώδη πάντα·
χαῖρε, ποθήσας θερμῶς τὰ θεῖα.
Χαῖρε, Δεξιᾶς τοῦ Ὑψίστου ἀλλοίωσις·
χαιρε, νοερὰς προσευχῆς ὑποτύπωσις.
Χαῖρε, ὅτι ἐξ ἐγκλήματος ἀνεδύθης τοῦ βυθοῦ·
χαῖρε, ὅτι ἐκ συστήματος ἀνεστήθης χοϊκοῦ.
Χαῖρε, Πνεύματος θείου ὁ σωθεὶς συνεργεία·
χαῖρε, τοῦ Παρακλήτου λυτρωθεὶς ἐπιπνοία.
Χαῖρε, κρατὴρ κιρνῶν μεταμέλειαν·
χαῖρε, πρηστήρ ὁ καίων τὴν ἄγνοιαν.
Χαῖρε, ῥανὶς σωστικῆς μετανοίας·
χαῖρε, παγὶς τῆς ἐχθίστου μανίας·

Χαίροις, μάκαρ Παχώμιε.



Ζήλῳ Χριστοῦ ἀγάπης πυρπολούμενος πᾶσαν κατέστειλας ὁρμὴν τοῦ σαρκίου καὶ ἀνέτεινας νοῦν προσευχαῖς σαῖς ἀδιαλείπτοις πρὸς Αὐτόν, ὅσιε Παχώμιε, ᾯ ἔκραζες ἑκάστοτε ἐν κατανύξει·

Ἀλληλούϊα.



ᾜσχυνας ἀγωγή σου θεαρέστω ἀρτίως, Παχώμιε, τὸ γένος ἀνθρώπων, τὸν πτερνίζοντα καὶ ἀσκητῶν θεοφόρων ὤφθης Ἱερὸν ἔκτυπον· διὸ σὲ μακαρίζοντες βοῶμέν σοι ἀξιόχρεως·

Χαῖρε, ὁ λύχνος φωτὸς ἀΰλοῦ·
χαῖρε, ὁ στῦλος λαοῦ τῆς Χίου.
Χαῖρε, θείου Σάββα μονῆς ἐνδιαίτημα·
χαῖρε, τῆς Ἐλάτης εὐῶδες ἐκβλάστημα.
Χαῖρε, ὅτι ἀνεπτέρωσάς σου τὸν νοῦν πρὸς οὐρανόν·
χαῖρε, ὅτι κατεπάτησας σῇ ἀσκήσει τὸν ἐχθρόν.
Χαῖρε, ἐνασκούμενων θεαρέστως τὸ εὖχος·
χαῖρε, τῶν κλονουμένων ἀδιάσειστος στῦλος.
Χαῖρε, λαμπὰς Θεοῦ ἀγαπήσεως·
χαῖρε, ψεκὰς ψυχῶν κατανύξεως.
Χαῖρε, σαρκὸς κατατήξεως κέρας·
χαῖρε, φανὸς μετανοίας καὶ σέλας·

Χαίροις, μάκαρ Παχώμιε.



Θείαν τρῖβον ἀνύσας ἀρετῆς πρὸς τὴν κτῆσιν, Παχώμιε, καὶ νῆψιν ἐν μάνδρᾳ τοῦ θεόφρονος Σάββα, κανὼν ταπεινοφροσύνης καὶ εὐχῆς πέφηνας κειμήλιον τῷ Κτίσαντι νυχθήμερον ὁ ψάλλων ὕμνον·

Ἀλληλούϊα.



Ἴασμε ἀκτησίας, προσευχῆς, ἀπαθείας, Παχώμιε, καὶ πάντων ἐνύλων ἀποτάξεως, θείαις ὀδμαῖς τῆς ὑπακοῆς σου εὐσεβεῖς ηὔφρανας ὁρῶντας ὁσιότητα τοῦ βίου σου καὶ ἐκβοῶντας·

Χαῖρε, ἀπάτης σαυτὸν μακρύνας·
Χαῖρε, τῆς ὕλης τὸν νοῦν χωρίσας.
Χαῖρε, φωτομορφῶν ἀγγέλων ὁμόζηλος·
χαῖρε, τῶν ὁσίων πατέρων ὁμόστεφος.
Χαῖρε, φλόγα ὁ δεξάμενος ἐν ψυχὴ ζωοποιόν·
χαῖρε, πάντα παρωσάμενος ἐπὶ γῆς διὰ Χριστόν.
Χαῖρε, τοῦ Προβατείου τοῦ σπηλαίου οἰκήτωρ·
χαῖρε, τοῦ φιλοσίου δήμου ὄντως κοσμήτωρ.
Χαῖρε, πατὴρ ἀζύγων θειότατος·
χαῖρε, ἀνὴρ ἐν πᾶσι θεόληπτος
Χαῖρε, πολλοὺς πρὸς τὴν νίκην ἀλείφων·
χαῖρε, πιστοὺς πρὸς τὸν πόλον ἰθύνων.

Χαίροις, μάκαρ Παχώμιε.



Κῆπον χρηστοηθείας σὴν ψυχὴν ἀναδείξας καὶ εὔοσμον ἀγάπης λειμῶνα πρὸς Θεὸν καὶ πλησίον, σεπτὲ ἀσκητά, τὰ ῥόδα τῆς Ἐδὲμ ἠνθησας, Παχώμιε, καὶ ηὔφρανας τῶν Χίων τοὺς χοροὺς ψαλλόντων·

Ἀλληλούϊα.



Λάμπων ὑπακοῆς σου ταῖς ἀκτῖσι σκοτίαν, ἐσκέδασας θελήματος τάχος τοῦ οἰκείου σοῦ καὶ τὰς σοφὰς ῥήσεις Γέροντός σου, ἀσκητὰ ὅσιε, ὡς νάματα θεόβλυτα, ἐδέξω, ὅθεν σοι βοῶμεν·

Χαῖρε, εἰκὼν ἀγωνιζομένων·
χαῖρε, κανὼν τῶν ἐνασκούμενων.
Χαῖρε, νήσου Χίου ὁ νέος διάκοσμος·
χαῖρε, τοῦ Ὑψίστου ἀγάπης ὁ θρίαμβος.
Χαῖρε, ὅτι καθηγίασας Χίον σῇ διαγωγῇ·
χαῖρε, ὅτι ἐπευλόγησας μονάζουσας ἐν αὐτῇ.
Χαῖρε, ὅτι ἐκλάμπεις ἀρετῶν σου ἀκτὶσιν·
χαῖρε, ὅτι βραβεύεις σθένος σὲ τοῖς τιμῶσι.
Χαῖρε, τρυφὴν μισήσας τὴν ῥέουσαν·
χαῖρε, ἀχλὺν ἐλάσας σκοτίζουσαν.
Χαῖρε, εὐχῆς βάθρον καὶ ἀπαθείας·
χαῖρε, βαλβὶς τῶν πιστῶν σωτηρίας·

Χαίροις, μάκαρ Παχώμιε.



Μέγιστε τῶν ἀρτίως ἐν τῇ Χίῳ λαμψάντων, Παχώμιε, ὁσίων πατέρων, ἐπιστρέψας εἰς νῆσον τὴν σὴν ὄρους Προβατείου τὸ σεπτὸν σπήλαιον κατῴκησας, τὸ δύσβατον, Κυρίῳ ἀσιγήτως ψάλλων·

Ἀλληλούϊα.



Νέας μονῆς κτιτόρων, Ἰωάννου, Νικήτα, σεπτέ, καὶ Ἰωσήφ, ἀνεδείχθης ζηλωτῆς πόνων ἀσκητικῶν καὶ οἰκήτωρ ἄντρου τοῦ αὐτῶν, ὅσιε Παχώμιε, ἑπόμενος· διὸ σοι ἐν χορῷ βοῶμεν·

Χαῖρε, ὁ ἀκμῶν τῆς ἐγκρατειας·
χαιρε, ὁ κώδων τῆς μετανοίας.
Χαῖρε, κοινοβίων σεπτῶν τὸ θεμέλιον·
χαῖρε, οὐρανίων χαρίτων κυάθιον.
Χαῖρε, ἄριστος διδάσκαλος Νεκταρίου τοῦ σεπτοῦ·
χαῖρε, σάπφειρος πολύτιμος μονοτρόπων τοῦ χοροῦ
Χαῖρε, κόσμον ἐξ ὕπνου ῥαθυμίας ἐγειρὼν·
χαῖρε, ἄστρον τὴν τρῖβον οὐρανῶν ὁ δεικνύων.
Χαῖρε, ὁσίων νέων ὑπόδειγμα·
χαῖρε, πατέρων νήψεως ἄγαλμα.
Χαῖρε, πρὸς πόλον πιστῶν κατευθύντωρ·
χαιρε, μερόπων ταχὺς παρακλήτωρ·

Χαίροις, μάκαρ Παχώμιε,



Ξύλου ἐπαπολαύεις τῆς ζωῆς ἐν τῷ πόλῳ, ὁμοῦ σὺν φίλῳ σῷ Νεκταρίῳ, καὶ ἐν σκάμματι πνευματικῷ μαθητῇ, ἀλείπτῃ, πάτερ Παχώμιε, καὶ ποδηγῷ πρὸς θέωσιν, μεθ᾿ οὑ ἀδιαλείπτως ψάλλεις·

Ἀλληλούϊα.



Ὅσιε θεοφόρε, σοῖς τιμίοις ἴδρῶσιν ἀνήγειρας ναὸν ἐν Ἐλάτῃ, σῇ πατρίδι, τῇ πανσθενουργῷ καὶ σεπτῇ Τριάδι, μάκαρ Παχώμιε,
συμπολιτῶν σου στόματα ἀνοίγων ἐκβοάν σοι πόθῳ·

Χαῖρε, Τριάδος ἱερομύστης·
χαῖρε, ἁπάντων ἐκ βλάβης ῥύστης.
Χαῖρε, ὁσιότητος θεῖον ὀσφράδιον·
χαῖρε, ἁγιότητος ἔμπνουν κειμήλιον.
Χαῖρε, βάσις θείας πίστεως τοῦ Χριστοῦ νεοπαγής·
χαῖρε, παῦσις τοῦ ἀλάστορος ἐπηρείας ἐπὶ γῆς.
Χαῖρε, τῶν ἐν τῇ Χίῳ εὐσεβῶν εὐφροσύνη·
χαῖρε, τῶν πλανωμένων καὶ κακῶν ἀφροσύνη.
Χαῖρε, πυρσὸς λαμπρὸς ἐγρηγόρσεως·
χαῖρε, φρουρὸς μονῶν σοῦ θεόσδοτος.
Χαῖρε, πατρίδος τῆς σῆς εὐεργέτης·
χαιρε, Τριάδος σεπτῆς ὑπηρέτης·

Χαίροις, μάκαρ Παχώμιε.



Πέλαγος τοῦ παρόντος διαπλεύσας ὁσίως, Παχώμιε θεόσοφε, βίου, ἐκ τῆς δίνης ἀνόμων παθῶν σοι τῶν προστρεχόντων τὰς ψυχὰς ἔσωσας καὶ ὅρμον πρὸς ἀχείμαστον κατηύθυνας τοὺς μελῳδοῦντας·

Ἀλληλούϊα.



Ῥεύμασι σῶν ἱδρώτων Κωνταντίνῳ Μεγάλῳ, ἐδόμησας σεπτὸν παρθενῶνα, ἐν τῇ Χίῳ, ἐν ᾧ οἱ χοροί, εὐσεβῶν παρθένων ἀκλινῶς Κύριον, Παχώμιε, δοξάζουσι καὶ σοι πανευλαβῶς βοῶσι·

Χαῖρε, ὁ ὅσιος ἐν πατράσι·
χαῖρε, ὁ πάμφωτος ἐν ἀστράσι.
Χαῖρε, φωταυγείας τῆς θείας ἀμάρυγμα·
χαῖρε, μετανοίας εὐῶδες κατάλυμα.
Χαῖρε, στῦλος ἁγιότητος ἀληθῶς νεοφανῇς·
χαῖρε, πύργος ἐπιγνώσεως τοῦ Θεοῦ νεοπαγής.
Χαῖρε, θείων ἀγώνων ἀκριβῆς ὑποφήτης·
Χαῖρε, νέων ἀζύγων πρὸς τὰ κρείττω ἀλείπτης.
Χαῖρε, φωστὴρ ἀΰλῶν ἐλλάμψεων·
χαῖρε, δοτὴρ παντοίων ἰάσεων
Χαῖρε, ὁμόζηλων θείων πατέρων·
χαῖρε, συνόμιλος τῶν Ἀρχαγγέλων.

Χαίροις, μάκαρ Παχώμιε.



Στήριγμα μονοτρόπων καὶ πιστῶν νήσου Χίου, Παχώμιε, δεινῶς κλονουμένων, βακτηρία σῶν λόγων σοφῶν καὶ νουθεσιῶν σου ἀπλανῶν, ἅγιε, ἐστήριξας καὶ ἔπιθες αὐτοὺς ἐν κατανύξει κράζειν·

Ἀλληλούϊα.



Τῶν ματαίων φροντίδων ἐποφθεὶς ὑπερόπτης, Παχώμιε, ἐν χρόνοις ἐσχάτοις, ἐπεθύμεις ἐν βίῳ τῷ σῷ πάντα τὰ ἐν πόλῳ καὶ ἀεὶ μένοντα· διὸ σὲ μακαρίζοντες κραυγάζομεν φωναῖς αἰσίαις·

Χαῖρε, ὁ πλοῦτος τῆς ἀπαθείας·
χαῖρε, τὸ μένος τῆς ἀπειθείας.
Χαῖρε, ὁ ποθήσας ἐν βίῳ τὰ ἄῤῥευστα·
χαῖρε, ὁ διδάξας ἐν κόσμῳ τὰ κρείττονα.
Χαῖρε, νέκταρ ὁσιότητος ὁ τρυγήσας δαψιλῶς·
χαῖρε, ἧμαρ θείας γνώσεως ἀνατείλας ἀληθῶς.
Χαῖρε, τῶν ψυχοτροφῶν ἐκμαγεῖον ἀγώνων·
χαῖρε, τῶν χριστωνύμων ποδηγέτης πρὸς πόλον.
Χαῖρε, Χριστοῦ δοχεῖον τῆς χάριτος·
χαῖρε, Αὐτοῦ εὐκλείας συμμέτοχος.
Χαῖρε, πιστῶν νήσου Χίου τὸ κλέος·
χαῖρε, ἡμῶν τῶν τιμώντων σὲ σθένος.

Χαίροις, μάκαρ Παχώμιε.



Ὕμνοις Χριστὸν δοξάζων ἀσθενείας ἐν κλίνῃ, Παχώμιε, δεινῆς ἀσθενείας, καθυπέμεινας ἄλγη καλῶς ἔχων Νεκταρίου τὰς εὐχάς, ἅγιε, τοῦ θαυμαστοῦ παυσίπονον, μεθ᾿ οὑ σοι ἐκβοῶμεν πίστει·

Ἀλληλούϊα.



Φῶς, Παχώμιε θεῖε, νεαυγὲς Ἐκκλησίας, ἐσφράγισας ἐν Χίῳ τὰς κόρας, χοϊκῶν ὀφθαλμῶν σου, λαμπρέ, ἵνα διανοίξῃς ἐν Ἐδὲμ δώμασιν, αὐτάς· διό, Παχώμιε, κραυγάζομεν οἱ σοι ἱκέται·

Χαῖρε, χθονὸς πατρῴας λαμπρότης·
χαῖρε, παντὸς πιστοί; κοσμιότης.
Χαῖρε, τῶν ὁσίων τῶν νέων συνόμιλος·
χαῖρε, τῶν πατέρων τῶν πάλαι ἰσότιμος.
Χαῖρε, βάθος δυσαντίβλεπτον προσευχῆς καρδιακῆς·
χαῖρε, στέφος θεοκόσμητον ἰσαγγέλου βιοτῆς.
Χαῖρε, ὅτι ἐτάφης εἰς τὴν Σκήτην Πατέρων·
χαῖρε, ὅτι φωτίζεις τοὺς χοροὺς μονοτρόπων.
Χαῖρε, ἀκτὶς Θεοῦ ἀγαθότητος·
χαῖρε, παγὶς παγκάκου ἀλάστορος.
Χαῖρε, λαμπρὸς ταπεινώσεως τόμος·
χαῖρε, δεινὸς τῶν παθῶν ῥιζοτόμος·

Χαίροις, μάκαρ Παχώμιε.



Χαῖρε, τῶν μονοτρόπων θεοφύτευτον δένδρον, Παχώμιε, καὶ ἴον εὐῶδες διακρίσεως, ὑπομονῆς, προσευχῆς, νηστείας, ἀρετῆς, νήψεως καὶ ἄκρας ταπεινώσεως, κραυγάζοντες Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.



Ψάλλοντες εὐχαρίστῳ γλώσσῃ πάντες καμάτους, οὓς ἐτλης πρὸς τελείωσιν, Χίου νέε φύλαξ καὶ θεῖε φρουρέ, σὰς ἐπιζητοῦμεν προσευχάς, ὅσιε Παχώμιε, πρὸς Κύριον καὶ κράζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, ὁσίων ἡ εὐκοσμία·
χαῖρε, τῶν Χίων ἡ εὐδοξία.
Χαῖρε, εὐσεβῶν παραστάτης καὶ πρόμαχος·
χαῖρε, ἀσεβῶν τῆς φαυλότητος ὄνειδος.
Χαῖρε, ὅτι κατεπάτησας τοῦ σαρκίου ἡδονάς·
χαῖρε, ὅτι ἐπεπόθησας οὐρανῶν λαμπρὰς σκηνάς.
Χαῖρε, ὅρμος ἐν βίῳ γαληνὸς ποντουμένων·
χαῖρε, δόμος ἀγάπης ἀληθῶς τρυχομένων.
Χαῖρε, λειμὼν μυρίπνοος νήψεως·
χαῖρε, εἰκὼν ψυχῆς καθαρότητος.
Χαῖρε, ταχὺς ἱκετῶν σου ἀκέστωρ·
χαῖρε, θερμὸς εὐσεβῶν παρακλήτωρ·

Χαίροις, μάκαρ Παχώμιε.



Ὦ Παχώμιε, σκεῦος διαυγὲς Παρακλήτου, τῆς Χίου νεαυγέστατον σέλας, (ἐκ γ΄) κλῖνον οὓς ταῖς ἡμῶν προσευχαῖς, τῶν ἀνευφημούντων σὴν σεπτὴν ἄσκησιν, καὶ ἀνυμνούντων ἀσμασν φαιδροῖς τὸν ἁγιάσαντά σε·

Ἀλληλούϊα.

Wednesday, December 23, 2015

Δέσποινα του κοσμου... ( Μοναχός Μαρκέλος Καρακαλληνός )


"Πανάμωμε Κόρη και Δέσποινα, προς Σε καταφεύγομεν οι αμαρτωλοί δούλοι σου· κλίνομεν το γόνυ της ψυχής και του σώματος και θερμώς Σε παρακαλούμεν να επιβλέψης διά τον λαόν Σου, όπου τώρα αγωνίζεται διά να κρατήση τις παραδόσεις της αμώμου Ορθοδόξου πίστεώς μας.

Εσύ, Υπεραγία Θεοτόκε, ως καθαρωτέρα και αυτών των Αγγελικών Δυνάμεων, εγνώρισες και αγάπησες τον Υιόν και Θεόν Σου περισσότερον από κάθε άλλην λογικήν ύπαρξιν, διά τούτο και όλη η ζωή Σου ήταν μια προσευχή. Και τώρα δέεσαι συνεχώς διά τα παιδιά Σου και δι’ όλον το ανθρώπινον γένος. Χωρίς τις ιδικές Σου πρεσβείες δεν θα μπορούσε να κρατηθή αυτός ο κόσμος που ζούμε σήμερα. Πανάχραντε Κόρη, εσένα είδε ο Ιωάννης εις την Αποκάλυψιν, ως γυναίκα περιβεβλημένην τον ήλιον. Και Σου εδόθησαν δύο πτερά του αετού του Μεγάλου, του Χριστού, διά να πετάς πάντα ελεύθερη.

Εσύ είσαι η ωραία και αγαπημένη Νύμφη του Χριστού και δεν έχεις κανένα ψεγάδι επάνω Σου. Διά τούτο λέγει προς Σε ο Νυμφίος Χριστός: «Ὅλη καλή εἶ, πλησίον μου, καί μῶμος οὐκ ἔστιν ἐν σοί» (Άσμα δ’ 7). Αυτόν τον έπαινον Σου απευθύνει ο Νυμφίος Σου και συνεχίζει: «ὀσμή ἱματίων σου ὑπέρ πάντα τά ἀρώματα» (Άσμα δ’ 10).

Μοσχοβολάς με την ποικιλία των αρετών και η ζωή Σου εφάνηκε εις τον Χριστόν ως ευωδία, που ξεπερνά όλα τα αρώματα. Παναγία Μητέρα μας, ο Θεός και Πατέρας μας Σε ετίμησε με μεγαλύτερα χαρίσματα από όλους τους ανθρώπους, ούτως ώστε να ζης με αυτόν τον τρόπον της ζωής. Έζησες αυτήν την θαυμαστήν ζωήν, χρησιμοποιώντας όλα τα όπλα που έδωσε ο Θεός εις όλους τους ανθρώπους.

Εσύ, καθαρωτάτη Νύμφη του Χριστού, κατενίκησες την αμαρτίαν, διά να συμβάλης στο να απαλλαγή το ανθρώπινο γένος από την αμαρτίαν. Διετήρησες όλο το κάλλος που εδόθηκε εις την ανθρωπίνην φύσιν και έγινες πρότυπο εις όλους τους ανθρώπους.

Βοήθησέ μας, να διατηρούμε το σώμα μας καθαρό από σαρκικές αμαρτίες. Να έχωμεν νουν και ψυχή καθαρή διά να αποστρέφωνται τους πονηρούς και εμπαθείς λογισμούς. Έτσι θα γίνη το σώμα μας ναός καθαρός και θα επισκιάζη εις αυτό η Χάρις του Παναγίου Πνεύματος. Τότε και η προσευχή μας θα αναβρύη ως μια συνεχής πηγή, το ύδωρ το αλλόμενον, την Χάριν του Αγίου Πνεύματος, η οποία θα διαποτίζη όλην την ύπαρξίν μας, διά να αναπέμπη ύμνους ευχαριστίας και δοξολογίας προς την Αγίαν Τριάδα.

Πρόσδεξαι, Άγιε Κύριε, την δέησίν μας αυτήν και διατήρησε το σώμα μας αγνόν, τον νουν μας άγρυπνον φρουρόν και την ψυχή μας φωτεινόν παλάτιον, διά να Σε αγαπούμε ειλικρινά και να ευχώμεθα αδιαλείπτως, σεπταίς λιταίς της Τεκούσης Σε Θεοτόκου Μαρίας και των Οσίων Αγιορειτών Πατέρων. Αμήν."
 

Μοναχός Μαρκέλος Καρακαλληνός

Saturday, December 19, 2015

Χαιρετισμοί - Πάντων των δια Χριστων Σαλῶν Αγίων




Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.



Τὴν πολυάριθμον χορείαν καὶ θεόπλοκον, τῶν Σαλῶν Πάντων ἁγίων μακαρίσωμεν, τοὺς ἀξίως τιμηθέντας παρὰ Κυρίου. Ἐκκλησίας γὰρ τυγχάνουσι στηρίγματα, ὑπὲρ Ἧς καθικετεύουσι τὸν Κτίσαντα, αὐτοῖς βοήσωμεν· Χαίροις Ἅγιον σύστημα.





Ἀνδρέαν, τὸν ἐν Βασιλίδι διαλάμψαντα, μετ’ εὐφροσύνης οἱ πιστοὶ ἀνυμνήσωμεν (γ΄)· ὡς κορυφαῖον τῆς τῶν Σαλῶν σεπτῆς χορείας. Μετ’ αὐτοῦ δὲ τὸν ἐν Τότμα τούτου ὁμώνυμον, Ἀντώνιόν τε τοῦ Βαλαὰμ καὶ Ἀντώνιον ἕτερον τὸν τοῦ Ζαντόσκ, Ἀρσενίους τε δύο τοὺς τῆς Νοβογράδας, μετ’ Ἀναστασίας καὶ Ἀσινὲθ τῶν Νεομαρτύρων, βοῶντες αὐτοῖς τοιαῦτα·



Χαίρετε, οἱ τῶν λόγων τοῦ Παύλου ἐκφραγίσματα·



χαίρετε, οἱ τῶν λημμάτων τῆς πλάνης καταπτώματα.



Χαίρετε, οἱ ὑπάρχοντες Ὀρθοδόξων λαμπρότης·



χαίρετε, οἱ τυγχάνοντες Ἐκκλησίας φαιδρότης.



Χαίρετε, ἥλιοι ὁλόφωτοι, Ἐκκλησίας τοῦ Χριστοῦ·



χαίρετε, στηρίγματα ἀκράδαντα, τοῦ ποιμνίου τοῦ Θεοῦ.



Χαίρετε, εἰκόνες ἐν σαρκί, ἀῤῥαγοῦς καρτερίας·



χαίρετε, ἄνθη τὰ μυρίπνοα, μυστικῆς εὐθαλείας.



Χαίρετε, τὰ πυρὸς τῆς πλάνης σβεστήρια·



χαίρετε, τὰ φωτὸς οὐρανίου κειμήλια.



Χαίρετε, στεῤῥὰ τῆς πίστεως στηρίγματα·



χαίρετε, λαμπρὰ τῆς ἀληθείας σκηνώματα.



Χαίροις Ἅγιον σύστημα.





Βασίλειον τὸν τῆς Μόσχας πολιοῦχον, ἀξιοχρέως οἱ πιστοὶ τιμήσωμεν. Οὗτος γὰρ γυμνῷ τῷ σώματι ἐν μέσῳ χειμῶνι περιεφέρετο, ἐγκαρδίῳ πυρὶ θερμαινόμενος. Χριστῷ δὲ τῷ Θεῷ ἐβόα·



Ἀλληλούϊα.







Γεώργιον μετὰ Γερασίμου μεγαλύνομεν, τοὺς τῆς διὰ Χριστὸν ἐραστὰς σαλότητος καὶ κήρυκας· ὁ πρῶτος μὲν ἐν Σενκούσρκ, ἀσκητικῶς ἠγωνίσατο· ὁ ἕτερος δέ, ἐν Μολδαβίᾳ, ἐρημιτικῶς τὸν βίον ἤνυσεν. Διὸ ἀμφότεροι στεφάνους παρὰ Κυρίου ἔλαβον, καὶ οὐρανίῳ φωτὶ καταυγάζουσι, τοὺς βοῶντας·



Χαίρετε, οἱ μωροὶ καὶ ἀσθενεῖς διὰ Χριστόν·



χαίρετε, οἱ ἄτιμοι, ὡς λέγει Παῦλος, δι’ Αὐτόν.



Χαίρετε, οἱ μεγάλοι ἐν τῇ ἀσκήσει·



χαίρετε, οἱ μέγιστοι ἐν τῇ φρονήσει.



Χαίρετε, ἐγκρατείας κανόνες οἱ εὐθύτατοι·



χαίρετε, ἀπαθείας λειμῶνες οἱ μυρίπνοοι.



Χαίρετε, οἱ ἀνδρείως ὑποστάντες τοὺς τῆς ἀσκήσεως πόνους·



χαίρετε, οἱ φανέντες ὑπὲρ τοὺς τῆς φύσεως νόμους.



Χαίρετε, οἱ ἐν ἄθλοις στεῤῥοὶ καὶ ἀήττητοι·



χαίρετε, οἱ ἐν πόνοις ἀσκητικοῖς οἱ πρόθυμοι.



Χαίρετε, δι’ οὗς ἡ Ἐκκλησία χορεύει·



χαίρετε, παρ’ οὗς ἐκβοῶσα προστρέχει.



Χαίροις Ἅγιον σύστημα.





Δόξαν τὴν τοῦ Σωτῆρος, ὁλοτρόπως ποθήσαντες, θέατρον τῷ κόσμῳ ἐγεννήθησαν, οἱ ὑφ’ ἡμῶν ἀναξίως τιμώμενοι Ἅγιοι. Παρεῖδον γὰρ τὰ τοῦ κόσμου τερπνά, Χριστῷ ἀκολουθῆσαι προκρίνατες. Θείου δὲ Πνεύματος πλησθέντες, Αὐτῷ καρδίας ἔψαλλον·



Ἀλληλούϊα.





Εὐλόγιος ὁ Προφήτης, Ἰβηρίας ὁ γόνος, οἷάπερ μέλισσα νοητή, τὰ κρείττονα ζητῶν, ἐπιπλάστου μωρίας τὸν ἀγῶνα ἀνέλαβεν. Δι’ οὗ τὴν τῶν μελλόντων πραγμάτων προλέγειν τὴν χάριν λαβών, ἀκούει μετὰ τῶν σὺν αὐτῷ, παρ’ ἡμῶν ταῦτα·



Χαίρετε, οἱ σάλπιγγες τῆς εὐσεβείας·



χαίρετε, οἱ κήρυκες τῆς ἀληθείας.



Χαίρετε, οἱ Σατὰν καταργήσαντες πλάνην·



χαίρετε, οἱ πιστοῖς ἄνωθεν νέμοντες χάριν.



Χαίρετε, οἱ ἀρνηθέντες τὸ φθειρόμενον σῶμα·



χαίρετε, οἱ συνειδήσει ἐκχύσαντες αἷμα.



Χαίρετε, οἱ διὰ σημείων κηρυχθέντες·



χαίρετε, οἱ τοῦ λαοῦ προστάται φανέντες.



Χαίρετε, ἡ πολλῶν ἀσθενῶν θεραπεία·



χαίρετε, οἱ προσαχθέντες τῷ Τυθέντι θυσία.



Χαίρετε, δοχεία τῆς τοῦ Πνεύματος χάριτος·



χαίρετε, ταμεῖα τῆς Αὐτοῦ ἁγιότητος.



Χαίροις Ἅγιον σύστημα.





Ζῆλον θεῖον ὡς φλόγα, ἐν ψυχῇ κεκτημένοι, οἱ διὰ Χριστὸν τὸν Θεὸν Σαλοὶ Ἅγιοι, βιοτῆς τῆς προσκαίρου τὰ τερπνὰ παρεῖδον καὶ ἀσκήσεως σκληροτάτης τὴν ὁδὸν ἐξελέξατοι. Δι’ ἧς οὐρανίων ἔτυχον δωρεῶν καὶ σωτηρίας βοῶντες·



Ἀλληλούϊα.





Ἤστραψαν τῷ νοητῷ τῆς Ἐκκλησίας στερεώματι, ἡμεῖς μωροὶ διὰ Χριστὸν βοῶντες, οἱ τῆς σαλότητος ἐρασταί. Τὴν πτωχείαν γὰρ τὴν τοῦ Σωτῆρος μιμησάμενοι, πάντων ἐκγυμνωθέντες τῶν ἐπιγείων, ἔτυχον τῆς οὐρανίου μακαριότητος καὶ χαρισμάτων ποικίλων. Μακαρίζοντες οὖν αὐτούς, μετ’ εὐφροσύνης εἴπωμεν·



Χαίρετε, οἱ τῆς πλάνης τὰς ἐνέδρας καθελόντες·



χαίρετε, οἱ τῆς σαρκὸς τὰς ὀρέξεις ἀνελόντες.



Χαίρετε, κανόνες σκληροτάτης ἀσκήσεως·



χαίρετε, λαμπάδες ἐνθέου φρονήσεως.



Χαίρετε, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος·



χαίρετε, ὑψίστη ἀνόρθωσις, τοῦ δεινοῦ ἡμῶν πτώματος.



Χαίρετε, οἱ Παθῶν τοῦ Κυρίου, μιμηταὶ ζωηφόρων·



χαίρετε, οἱ προπατόρων τῇ πίστει, ζηλωταὶ θεοφόρων.



Χαίρετε, πλούτη θεοδώρητα, ἀρετῶν ἀσκητικῶν·



χαίρετε, σκεύη πολυτίμητα, πλήρη θείων δωρεῶν.



Χαίρετε, δι’ οὗς εὐσεβείας ἀεὶ σκιρτῶσι·



χαίρετε, πρὸς οὗς ἐν χαρᾷ νῦν βοῶσι·



Χαίροις Ἅγιον σύστημα.





Θεόδωρον τὸν παλαιόν, σὺν Θεοδώρῳ ἑτέρῳ τὸν τῆς Νοβογράδας, ὁμοῦ μετὰ Θωμᾶ, Θεοφίλου τοῦ τῶν Σπηλαίων, καὶ Θεοκτίστης τῆς Νεομάρτυρος, τιμῶμεν οἱ πιστοί, ἐραστὲς γὰρ θείων πράξεων ἐδείχθησαν ἅπαντες, Κυρίῳ ψάλλοντες·



Ἀλληλούϊα.



Ἰσιδώρᾳ τῇ μακαρίᾳ τῇ τῆς Ταβέννης, καὶ Ἰωάννῃ τῆς Ἰβηρίας, καὶ τοῖς αὐτοῦ ὁμωνύμοις, τοῖς ἐν Γιουρέβι, Πεσνόσι καὶ Μόσχα, τοῖς συντόνοις ἐγκρατείας καμάτοις τὸν Κύριον εὐαρεστήσασι, ψάλλομεν κατὰ χρέος·



Χαίρετε, δι’ ὧν ἡ θεία χάρις δωρεῖται·



χαίρετε, δι’ ὧν ἡ κακία σοβεῖται.



Χαίρετε, τὰ Χριστοῦ ἐθελούσια θύματα·



χαίρετε, τὰ διαβόλου καίρια πλήγματα.



Χαίρετε, ὦ συνάθροισις μακαρία·



χαίρετε, Ὀρθοδόξων ἡ προστασία.



Χαίρετε, τῆς ἀγάπης Χριστοῦ τὰ ἔσοπτρα·



χαίρετε, τῆς ἀπάτης σατὰν τὰ δρέπανα.



Χαίρετε, οἱ ὑπάρχοντες τοῦ Χριστοῦ εὐωδία·



χαίρετε, οἱ ἐλεύνοντες τὴν τῶν παθῶν δυσωδίαν.



Χαίρετε, ὅτι πρὸς ὕψος ἁγιότητος ἤρθητε·



χαίρετε, ὅτι πλουσίως χαρισμάτων ἐπλήσθητε.



Χαίροις Ἅγιον σύστημα.



Κυπριανῷ τῷ Σουζδαλίας, βλαστῷ καὶ κοσμήματι καὶ πάσι τοῖς τῇ σεπτῇ τῶν ἐπιπλάστῳ μωρίᾳ χορείᾳ ἀνηκόντων, τῶν ἐν παλαιοῖς καὶ ὑστέροις καιροῖς ὀφθέντων, γνωστῶν τε καὶ ἀνωνύμων, βοῶμεν αὐτοὺς τιμῶντες·



Ἀλληλούϊα.



Λαυρέντιος δι’ ἐγκρατείας, τῆς ἀγάπης τῆς θείας, ἐδέχθη τὴν δροσίζουσαν φλόγαν, καὶ στεῤῥῶς μαρτυρίου τὸν δρόμον ἰσοβίως διήνυσε, μετὰ τῶν αὐτοῦ σεπτῶν ὁμοτρόπων, ὧν τὰ παλαίσματα θαυμάζοντες λέγομεν·



Χαίρετε, δι’ ὧν οἱ πιστοὶ σκιρτῶσι·



χαίρετε, δι’ ὧν οἱ ἐχθροὶ σιγῶσι.



Χαίρετε, οἱ ζωῆς τῆς ἁγίας διδάσκαλοι·



χαίρετε, οἱ θεοφόρων Ὁσίων ἐφάμιλλοι.



Χαίρετε, εἰκόνες ἀῤῥαγοῦς καρτερίας·



χαίρετε, ἄνθη μυστικά, οὐρανῶν εὐθαλείας.



Χαίρετε, ὁδηγοὶ εὐλαβῶν οἱ θεόσοφοι·



χαίρετε, οἱ φωτὶ οὐρανίῳ θεούμενοι.



Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἀνυμνήθη·



χαίρετε, δι’ ὧν ὁ σατὰν κατηργήθη.



Χαίρετε, δεδοξασμένη ἱερὰ συστοιχία·



χαίρετε, λελαμπρυσμένη τῶν Ὁσίων χορεία.



Χαίροις Ἅγιον σύστημα.



Μάρκος ὁ ἐν Σάρωφ ἐνασκήσας, καὶ Μιχαὴλ ὁ κλεινὸς Νεομάρτυς, μεθ’ ἑτέρων δύο αὐτοῦ ὁμωνύμων, τὴν Χριστοῦ Ἐκκλησίας φεγγοβόλοι ἀστέρες, διὰ σημείων ἐκηρύχθησαν. Διὸ πάσης βλάβης ἡμᾶς διασώζουν, τοὺς βοῶντας·



Ἀλληλούϊα.











Νικόλαος ὁ Πσκωβίας καὶ Νοβογράδας ὁ πάνυ, ἀσκητικοῖς ἀγῶσι τὸν ἀρχαῖον πτερνιστὴν κατήσχυνεν. Διὰ τὰς ἀριστείας τοῦτων ἐξυμνοῦντες, καὶ τὰς πρεσβείαις αὐτῶν πρὸς Θεὸν ἐξαιτούμενοι, χρεωστικῶς ψάλλομεν τοιαῦτα·



Χαίρετε, τῆς ἀγάπης τῆς θείας θησαυρίσματα·



χαίρετε, τῆς πτωχείας τοῦ Λόγου ἐναυλίσματα.



Χαίρετε, οἱ Χριστοῦ πράξει κηρύξαντες ὄνομα·



χαίρετε, οἱ τῆς χάριτος δειχθέντες τὸ σκήνωμα.



Χαίρετε, οἱ ἐν συνειδήσει μαρτυρήσαντες Ἅγιοι·



χαίρετε, οἱ ἀγωνισθέντες ἐν τῷ σαλότητος σκάμματι.



Χαίρετε, σύναξις εὐφρόσυνος, καὶ σεπτὴ παρεμβολή·



χαίρετε, πτῶσις ἡ τοῦ δράκοντος, καὶ πιστῶν καταφυγή.



Χαίρετε, γεωργίας καινῆς τὰ ἀπανθίσματα·



χαίρετε, οὐρανίας πατρίδος πολίσματα.



Χαίρετε, λαμπάδες ἰσαγγέλου βίου·



χαίρετε, κρατῆρες οὐρανίου μύρου.



Χαίροις Ἅγιον σύστημα.



Ξένη τῶν ἐν κόσμῳ, ἀγαθῶν καὶ ἡδέων, καὶ πάροικος τῆς ὑπ’ οὐρανὸν ὄντως ἐφάνει, Ξένη ἡ μακαρία, ἡ ξενοπρεπῶς ἀγωνισαμένη ἐν Πετρουπόλει τῇ Ἁγίᾳ, ὅθεν Ὀρθόδοξοι πάντες αὐτὴν τιμῶντες βοῶμεν·



Ἀλληλούϊα.



Ὅλως ἡγιασμένοι οἱ Σαλοὶ τοῦ Κυρίου, οἱ τήξαντες προθύμως τὸ σῶμα, διὰ ψύχους καὶ καύσωνος καὶ τῆς τοῦ κόσμου ἀστοργίας, ἐφάνησαν ἡμῖν, ἐξαισίων σημείων δὲ δειχθέντες ἐργάται, ἰσχὺν παρέχουσι ἡμῖν τοῖς ψάλλουσι·



Χαίρετε, Ἀνδρέου τοῦ πρώτου ὁμόζηλοι·



χαίρετε, τῆς εὐκλείας ἐκείνου ἰσότιμοι.



Χαίρετε· οἱ μωροὶ διὰ τὴν χάριν τοῦ Κυρίου·



χαίρετε, οἱ ἐν σαρκὶ κήρυκες τοῦ Εὐαγγελίου.



Χαίρετε, κήρυκες διαπρύσιοι, τῆς ἀγάπης τοῦ Θεοῦ·



χαίρετε, μάχαιραι ἀμφίστομοι, τῆς ἀπάτης τοῦ ἐχθροῦ.



Χαίρετε, ἀείφωτοι ἀστέρες, τῆς ἁγίας ἡμῶν πίστεως·



χαίρετε, δεινοὶ ὀλετήρες, τῆς ματαίας φρονήσεως.



Χαίρετε, νόμων τῶν τοῦ Πνεύματος, ἀσφαλεῖς ὑφηγηταί·



χαίρετε, τρόπων κόσμου σχέσεων, ἀληθεῖς ἐκμειωταί.



Χαίρετε, οἱ ὡς περικαθάρματα τοῦ κόσμου φανέντες·



χαίρετε, οἱ πάντων περίψημα ἕως ἄρτι φανέντες.



Χαίροις Ἅγιον σύστημα.





Παΐσιος ὁ τῆς Λαύρας τῶν Σπηλαίων τῆς Μεγίστης, καὶ Πέτρος ὁ ἐν Ἄγκλιχ ἱερεὺς τοῦ Κυρίου, σὺν αὐτοῖς δὲ ἡ μακαρία Παρασκευὴ ἡ τοῦ Σάρωφ, ἁγιασθέντες τῷ τῆς ἐθελουσίας σαλότητος σκάμματι, γεραίρονται ὑπὸ πάντων τῶν τῷ ἐκείνους δοξάσαντι Θεῷ κραυγαζόντων·



Ἀλληλούϊα.



Ῥαστωβίας Ἰωάννης, καὶ Ἰσίδωρος, ὡς ἀπόστολοι ἄλλοι, εὐσεβείας τὸν λόγον κηρύττουσι, ὃν πρῶτον ἐκεῖνοι ἑαυτοῖς ἐφήρμοσαν. Διὸ ἡ Ἐκκλησία τούτους τιμῶσα, βοᾶ αὐτοῖς συμφώνως·



Χαίρετε, στρατιῶται Κυρίου κραταιότατοι·



χαίρετε, καθαιρέται ἐχθροῦ ἐνθεώτατοι.



Χαίρετε, ἄνθη εὐωδέστατα τῆς ἀπαθείας·



χαίρετε, σκεύη πολυτίμητα τῆς ἀκακίας.



Χαίρετε, Χριστοῦ ἐκλογία τὰ θεῖα·



χαίρετε, τοῦ ἀΰλου φωτὸς δοχεῖα.



Χαίρετε, λαμπάδες τῆς θείας καθάρσεως·



χαίρετε, ὁδηγοὶ τῆς ψυχῶν ἀνατάσεως.



Χαίρετε, τῆς ἀγάπης τὰ θεία ταμεῖα·



χαίρετε, τὰ κρειττόνων ἐν σαρκὶ ἐκμαγεῖα.



Χαίρετε, οἱ σαρκὸς τὰς ἀλγηδόνας κουφίζοντες·



χαίρετε, οἱ ἁμαρτανόντων πολιτείαν ῥυθμίζοντες.



Χαίροις Ἅγιον σύστημα.



Συμεὼν ὁ Ἐμμέσσης, ὁ τοῦ χοροῦ κορυφαῖος, καὶ ὁ τούτου ὁμότροπος ὁμώνυμός τε ὁ ἐν Ῥωσίᾳ, ἀνυμνείσθωσαν. Σὺν αὐτοῖς δὲ καὶ Σάββας, ὁ ἐπ’ ἐσχάτων μαρτυρηθὴς ἐν τῷ Ἁγίῳ τοῦ Ἄθωνος Ὄρει, ἡμᾶς γὰρ πάσης βλάβης διασώζουν, τοὺς ψάλλοντας·



Ἀλληλούϊα.



Τότμας ὁ ἔνδοξος Μάξιμος, καὶ ὁ ἐν Μόσχᾳ τούτου συνώνυμος, ἀσκητικῶς ἐκγυμνασθέντες δι’ ἐπιπλάστου μωρίας, τὸν πάλαι πτερνιστὴν κατήσχυνα. Διὸ τὰς ἀριστείας αὐτῶν τιμῶντες, οἱ τῷ φωτὶ τῶν πρεσβειῶν αὐτῶν ἐλπίζοντες, πιστῇ μέλπομεν·



Χαίρετε, οἱ πλουτήσαντες Ὁσίων τὴν ἔλλαμψιν·



χαίρετε, οἱ ζηλώσαντες Μαρτύρων τὴν κατάστασιν.



Χαίρετε, δι’ ὧν εὐσεβεῖς φωταγωγοῦνται·



χαίρετε, δι’ ὧν εὐσεβεῖς καταργοῦνται.



Χαίρετε, δόξα καὶ ἀντίληψις, Ὀρθοδόξων εὐσεβῶν·



χαίρετε, σκέπη καὶ κραταίωμα, τῶν ὑφ’ ἥλιον εὐλαβῶν.



Χαίρετε, οἱ πλησθέντες δωρεῶν οὐρανίων·



χαίρετε, οἱ ἀποστάντες ἐννοιῶν ἐπιγείων.



Χαίρετε, οἱ θαυμάτων τὴν χάριν δεξάμενοι·



χαίρετε, οἱ ἀκαθαρσίας τὰ σμήνη τρεψάμενοι.



Χαίρετε, δι’ ὧν ἡ Τριὰς ἀνυμνεῖται·



χαίρετε, δι’ ὧν πάσα γῆ φρυκτωρεῖται.



Χαίροις Ἅγιον σύστημα.



Ὕμνοις ἐπινικίοις, τὴν ὑμῶν πολιτείαν, καὶ ἄθλων τῶν μεγίστων τοὺς πόνους τιμῶμεν, χαιρετιστήριον ᾠδὴν ὑμῖν προσφέροντες, τοῖς διὰ Χριστὸν τὸν Θεὸν Σαλοῖς Ἁγίοις. Προκοπίους δὲ τρεῖς, τὴν ἐν ὑμῖν φωτοφόρον τριάδα, οὗς ἡ Τριὰς ἐτίμησε, γεραίρωμεν βοῶντες·



Ἀλληλούϊα.





Φλέγει βελίαρ τὴν ἰσχύν, ἡ ἐνοικοῦσα τοῖς τιμίοις ὑμῶν λειψάνοις, τοῦ Πνεύματος χάρις, ἁγιάζει δὲ τοὺς πίστῃ προστρέχοντας καὶ αὐτὰ προσκυνοῦντας Ἅγιοι. Διὸ μετ’ εὐφροσύνης ὑμῖν βοῶμεν·



Χαίρετε, ῥεῖθρα καθαρώτατα, ναμάτων τῶν μυστικῶν·



χαίρετε, ἄνθη εὐωδέστατα, Βασιλείας Οὐρανῶν.



Χαίρετε, οἱ λυτῆρες συνοχῆς ψυχοφθόρου·



χαίρετε, οἱ δοτῆρες χαρμονῆς θεοσδότου.



Χαίρετε, οἱ πύργοι τῆς Ἐκκλησίας·



χαίρετε, ἡ πτῶσις τῆς ἀγνωσίας.



Χαίρετε, δι’ οὗς ὁ σατὰν οἰμώζει·



χαίρετε, δι’ οὗς εὐσεβεῖς σκιρτῶσι.



Χαίρετε, ἀηδόνες θεοβρύτου συνάρσεως·



χαίρετε, λαμπηδόνες οὐρανίου ἐμφάνσεως.



Χαίρετε, ὁ λόγος τῆς Ἐκκλησίας·



χαίρετε, ἡ πτωχῶν πηγὴ παραμυθίας.



Χαίροις Ἅγιον σύστημα.



Χαίροντες, τῆς ζωῆς τῆς ἀλήκτου ἀπολαύετε νῦν, σὺν πάσῃ ψυχῇ οἷα τὸν Κύριον εὐηρέστησε καὶ πάντα τὰ τῶν Ἀγγέλων συστήματα, ἀπὸ πάσης δὲ λύπης καὶ ὀργῆς ἡμᾶς ῥύσασθαι, διὰ Χριστὸν τὸν Θεόν, Σαλοὶ Ἅγιοι, τοὺς πόθῳ ἐπιτελοῦντας τὴν σεπτὴν ὑμῶν μνήμην, καὶ Κυρίῳ ᾄδοντας·



Ἀλληλούϊα.



Ψάλλομεν τὴν τοῦ Παύλου, τοῦ ἐκ Κορίνθου τὴν δόξαν, ὃς Παύλου τοῦ Ἀποστόλου τῶν λόγων, ποιητὴς ἀνεδείχθη, ἡμεῖς γὰρ μωροὶ διὰ Χριστόν, ἀκούων, ἔσπευσε τρέχων καὶ περικάθαρμα τῷ κόσμῳ ἐφάνη. Διὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν παλαίσματα θαυμάζοντες, ἀναβοῶμεν·



Χαίρετε, οἱ τῶν πόνων φανέντες ἰσχυρότεροι·



χαίρετε, οἱ τῶν ἡδέων δειχθέντες ἀνώτεροι.



Χαίρετε, οἱ παθῶν ἐκτίλλοντες τὰς ἄκανθας·



χαίρετε, οἱ ψυχῶν ἀρδεύοντες τὰς ἀρούρας.



Χαίρετε, ἡ Χριστοῦ ἁγία παράταξις·



χαίρετε, ἡ σατὰν τελεία κατάργησις.



Χαίρετε, οἱ τοῦ Σωτῆρος πιόντες τὸ ποτήριον·



χαίρετε, οἱ τελέσαντες καλῶς τὸ μαρτύριον.



Χαίρετε, οἱ λαμπηδόνες, Ἐκκλησίας τοῦ Χριστοῦ·



χαίρετε, οἱ ἀντιλήπτορες, τοῦ θρησκεύοντος λαοῦ.



Χαίρετε, χαιρετισμοῦ τοῦ ἐμοῦ οἱ συλλήπτορες·



χαίρετε, οἱ τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτορες.



Χαίροις Ἅγιον σύστημα.



Ὢ χορεία ἁγία, τῶν Σαλῶν τοῦ Κυρίου, Ἀγγέλων συμπολίτης τῶν θείων (γ΄)· σὺν αὐτοῖς καὶ πάσι τοῖς Ἁγίοις Χριστὸν δυσωπήσατε, πταισμάτων διδόναι ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ βοῶσιν·



Ἀλληλούϊα.

Παρακλητικός Κανόνας Αγίου Αρτεμίου του Μεγαλομάρτυρος





Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης Ἀμήν.

Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.
Δέσποτα,συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου,ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής.Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τὰ παρόντα τροπάρια. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥῶς ἀδάμας τὸν παραβάτην κατήσχυνας, καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ οἰκισθείς, στέφος ἐδέξω τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι .Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, τῷ Κυρίῳ παρέστης Μάρτυς Ἀρτέμιε, ον ἱκέτευε ἀεὶ κατοικτειρῆσαί με, τὸν ἀτόποις λογισμοῖς, καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κατεγνωσμένον, ἵνα πιστῶς εὐφημῶ σε, τῇ προστασίᾳ σου φρουρούμενος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Πολλοῖς συνεχόμενοις πειρασμοῖς, καὶ σοὶ προσιόντα ἐλευθέρωσον ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος Ἀρτέμιε.

Παθῶν με ἐκύκλωσαν προσβολαί, Ἀρτέμιε μάκαρ, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.

Νοσοῦντα με πάθεσι χαλεποῖς, τὸν ἄθλιον μάκαρ τῷ φαρμάκῳ τῶν πρεσβειῶν, ἴασαι Ἀρτέμιε νοσοῦντων, ὁ ἰατρὸς δυσωπῶ ὁ ὀξύτατος.

Θεοτοκίον.

Σωτῆρα τεκοῦσά σε καὶ Θεόν δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγω ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Προστασίαις σου θείαις, τῶν ἀλγεινῶν ῥῦσαί με, τῶν ἐν παιδογόνοις μορίοις, Μάρτυς Ἀρτέμιε, καὶ γὰρ σὲ κέκτημαι, μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου, προσφεύγω πάντοτε.

Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι, σὺ γὰρ ἐκήρυξας, τὰς ἀσθενείας τοῦ κόσμου, εὐσπλαγχία ἄραντα, Χριστὸν Ἀρτέμιε.

Χαλεπαῖς ἀῤῥωστίαις καὶ λυπηροῖς πάθεσι, ὅλον με κακῶς Ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς ἀκοιμήτοις πρεσβείαις, ἴασαι Ἀρτέμιε, ὅπως γεραίρω σε.

Θεοτοκίον.

Εὐεργέτην τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ως δυνατὸν ἐν ἰσχύϊ, τον Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πιστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ οἱ πίστει σοὶ προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι Ἀθλοφόρε Ἀρτέμιε, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρεσβείαις σου πρὸς Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλῖδας πάσας σὺ ἀπομάκρυνον, θεραπεύσας ταῖς πρὸς Κύριον, εὐπροσδέκτοις Μάρτυς ἱκεσίαις σου.

Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων Μάρτυς τῶν τῆς εἰκόνος σου, προϊόντων τὸν χαρίσμασιν, ἀθανάτοις στέψαντα μεγαλύναντα.

Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων μάκαρ ἀνάστησον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τεταρταῖον Λάζαρον τὸν ἐγείραντα.

Θεοτοκίον.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῷ ναῷ σου ἀξιάγαστε.

Λύτρωσαι ἡμᾶς, ἱκεσίαις σου Ἀρτέμιε, λοιμοῦ λιμοῦ παντοίας θλίψεσι, καὶ ἀῤῥωστίας ὅπως εὐφημοῦμέν σε.

Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ἀξιοθαύμαστε Ἀρτέμιε, τῶν νῦν προσκυνοῦντων τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.

Θεοτοκίον.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνας παντοίας, τοὺς τῷ ναῷ τῷ πανσέπτῳ σου Μάρτυς, ἐν κατανύξει ψυχῆς προσιόντας νῦν, πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.

Ὡς ὅπλον δέ, ἐν κινδύνοις πάντοτε, τὴν πρεσβείαν σου πλουτοῦμεν παμμάκαρ, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτήρα καὶ ῥύστην Ἀρτέμιε, σὲ ἔχομεν μετὰ Θεόν, ἐκ ψυχῆς ὀνομάζομεν μέγιστον.

Ἐν κλίνῃ, τῶν νοσημάτων πάντοτε, κατακείμενος Ἀρτέμιε Μάρτυς, παρακαλῶ ἀπ’ ἐμοῦ τὴν σεπτήν σου, μὴ ἀντανέλης ἀντίληψιν ἔνδοξε, ἀλλ’ ἐπίβλεψόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι.

Θεοτοκίον.

Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πιστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς Μαρτύρων τὸ ὑπέρκαλλες ἐγκαλλώπισμα, ὁ Χριστὸς ἀκηράτοις στεφάνοις, σε ἔστεψε, ὡς νοσούντων τὸν ἀκέστορα ἀνέδειξε, λαμπρόν, θεραπεύων ὡς μάζα τὸ πάθος τοῦ σώματος, διὸ καὶ ἡμῖν σοὶ προστρέχουσι, κούφισον τὰς ὀδυνάς, ἰώμενος πάντα πόνου, καὶ ταῖς δειναῖς ἐπιφοραῖς, θαυματόβρυτε Ἀρτέμιε.


Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην:

Κεφ. 15: 15, 17-27, 16:1-2

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.



Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων. Στ.: Ἐλεῆμον,ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Οὐδεὶς προστρέχων επὶ σοί, κατησχυμμένος απὸ σου ἐκπορεύεται, Ἀρτέμιε θεόφρον μάκαρ, ἀλλ’ αἴτεται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Θελητὴν τοῦ ἐλέους ἐν σταδίῳ τυράννων ἐκήρυξας Ἅγιε, Χριστὸν τὸν ζωοδότην, ὦ πάντων ὑπερέχου, τῶν ἐν πίστει βοώντων σοί· ἐξ ἀναγκῶν χαλεπῶν, ῥῦσαι ημᾶς Ἀθλητά.

Σωμάτων ἰατήρα καὶ ψυχῶν πρεσβευτήν σε, πάντες κεκτήμεθα, Ἀρτέμιε τρισμάκαρ, διάσωσον οὖν πάντας, τοὺς Θεῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θησαυρόν σε πλουτοῦμεν ἰαμάτων ὡς ἔχεις πηγὴν Ἀρτέμιε, καὶ πύργον ἀσφαλείας, ψυχῶν τε σωτηρίαν, οἱ ἐν πίστει κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ωδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.

Τοὺς προσφοιτῶντας, τῷ σῷ πανσέπτῳ νῦν οἴκῳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀρτέμιε τρισμάκαρ.

Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, πάντων Ἀθλοφόρων, Ἀρτέμιε ἡ δόξα.

Τῶν νοσημάτων, σὺ ἰατρεῖα ταχεῖα, ἀνεδείχθης Μάρτυς τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς οδύνας Παρθένε, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ῥοὴν τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην καὶ πάντα τὸν βάρβαρον, τῶν νοσημάτων πλῦνον, Μάρτυς Ἀρτέμιε.

Χαρὰς αἰωνιζούσης, Μάρτυς σὺν Ἀγγέλοις, ἐπαπολαύων νῦν διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.

Ὁ ναός σου Μάρτυς, ἰατρεῖον πέλει πνευματικόν, ἐν αὐτῷ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα.

Θεοτοκίον.

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.


Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τὸν εν ἀθλοφόροις θαυματουργόν, καὶ τὸν ἐν ἀναγκαις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ὁπλίτην, καὶ Μάρτυρα Κυρίου, Ἀρτέμιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἀρτέμιον πάντες, τῶν Μαρτύρων τὴν καλλονήν, τῶν ὑπὲρ ἁπάντων, πρεσβεύοντα Κυρίῳ, τῶν ἐκτελούντων πίστει, αὐτοῦ τὴν ἄθλησιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.



Τὸ Τρισάγιον. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.
Δέσποτα,συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου,ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής.Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, προστατεύεις Ἀθλητά, τῶν ἀσπαζομένων ἐν πίστει, εἰκόνα θείαν τὴν σήν, καὶ ἐν κατανύξει σε, ἱκετευόντων ἀεί, ἀθλοφόρε Ἀρτέμιε, λιταῖς σου, ταῖς θεῖαις, παῦσον τὸ κλυδώνιον, τὸ καθ’ ἡμῶν καὶ δεινῶν, ῥῦσαι, καὶ πυρὸς τοὺς σοὺς δούλους, καὶ τῆς οὐρανῶν βασιλείας, ἐν μεθέξει ποίησον δεόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν

Ποιά είναι η διαφορά.... ( Γεροντικό )


Είπε ο αββάς Μεγέθιος: 

» Στην αρχή συναντιόμασταν μεταξύ μας και συζητούσαμε για την ωφέλεια μας οικοδομώντας ο ένας τον άλλο, γινόμασταν παρέες – παρέες που ανέβαιναν στον ουρανό. Τώρα όμως μαζευόμαστε και μιλώντας ο ένας εναντίον του άλλου πέφτουμε χαμηλά».

Γεροντικό

Wednesday, December 16, 2015

Παρακλητικός Κανών στον Άγιο Διονύσιο εκ Ζακύνθου Αρχιεπίσκοπος Αιγίνης



Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. 
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.

Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού, καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα ,  γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού,bἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού, τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάνταςbτούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Διονυσίου ἱεραῖς μεσιτείαις, παθῶν ποικίλων πειρασμῶν καί κινδύνων, τούς σούς ἰκέτας λύτρωσαι Χριστέ ὁ Θεός, οἴκτειρον τό πλάσμα σου, ὡς Θεός ἐλεήμων, σῶσον τούς
ὑμνουντάς σέ, ἀπό βλάβης παντοίας? σοί γάρ βοῶμεν πάντες ἐκτενῶς, μή ὑπερόψη ἠμᾶς πολυεύσπλαγχνε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι, εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού,  σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου, επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου. αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν,ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλή  τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας ὡσεί ξηράν.
Θεέ πανοικτείρμων καί λυτρωτά, ταῖς Διονυσίου, ἰκεσίαις λύσιν δεινῶν, παρασχου μοί, μόνε ἐλεήμων, καί βασιλείας τῆς σῆς μέ ἀξίωσον. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁ Θεός ὁ μέγας καί ἰσχυρός, ὁ τούς σούς ἁγίους, θαυμαστώσας ἐπί τῆς γής, οἰκτείρησον πάντα λαόν σου, Διονύσιον λιταῖς πολυέλεε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πρεσβείαις Χριστέ μου τῆς σῆς μητρός, καί Διονυσίου, κατοικτείρησον σόν λαόν, καί θάττον παρασχου τήν εἰρήνην, ταῖς ἐκκλησίαις σου μόνε φιλάνθρωπε.

Ὠδή γ΄ Ὁ Εἱρμός. Οὐρανίας ἁψίδος ὀροφουργέ Κύριε.
Ὁ σωτήρ τῶν ἁπάντων, καί ποιητής Κύριος, ὁ ἐνδοξαξόμενος μόνος ἐν τοῖς ἁγίοις σου, τοῦ ἄου θεράποντος, πανευπροσδέκτοις πρεσβείαις, πάσι τά ἐλέη σου ἠμίν καταπεμψον. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἱεραῖς μεσιτείαις, πατρός Θεέ εὔσπλαγχνε, λύτρωσαι κινδύνων παντοίων, τούς σοί προστρέχοντας, πίστει καί δάκρυσι, καί οὐρανῶν βασιλείας, πάντας καταξίωσον, πιστούς ὡς εὔσπλαχνος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ἐν μήτρα οἰκήσας, παρθενική Κύριος, δέχου τάς αὐτῆς ἱκεσίας, Διονυσίου τέ, καί σῶσον ἅπαντας, τούς ἐπί σοῖ πεποιθότας, καί τῆς βασιλείας σου Σῶτερ ἀξίωσον.
Διασωσον, ἠμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σέ ἐλπίζομεν, καί βοῶμεν σοί φιλάνθρωπε, ἁπάλλαξον βλάβης τούς σούς ἰκέτας.
Ἐπισκεψαι, τούς σούς ἰκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἠμίν τά ἐλέη σου, φιλάνθρωπε καί Θεέ πανοικτεῖρμον.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή καί τεῖχος ἀπροσμάχητον...
Χριστέ Ἰησοῦ, ἐλέησον τούς δούλους σου, πρεσβεύει θερμῶς ὁ μέγας Διονύσιος, ταῖς αὐτοῦ δεήσεσι, ψυχικῶν κινδύνων ἠμᾶς ἁπάλλαξον, καί θείας δόξης δεῖξον κοινωνούς, ὁ μόνος δοξάζων τούς ἁγίους σου.

Ὠδή δ΄. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριέ της οἰκονομίας σου.
Ὁ Θεός ὁ πανάγαθος, ταῖς τοῦ ἱεράρχου λιταῖς ἐλέησον, τούς ἰκέτας σου μακρόθυμε, ὅπως εὐχαρίστως σέ δοξάζω μέν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Παντοδύναμε Κύριε, πλούσια ἐλέη ἠμίν καταπεμψον, τοῖς ὑμνούσι σέ φιλάνθρωπε, ταῖς Διονυσίου παρακλήσεσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ πανάμωμος Δέσποινα, σύν Διονυσίω, καθικετεύει σέ τοῦ δωρήσασθαι τοῖς δούλοις σου, ἱλασμόν πταισμάτων πολυέλεε.

Ὠδή ἐ΄. Ὁ Εἱρμός. Ἴνα τί μέ ἀπώσω, ἀπό τοῦ προσώπου σου.
Ὁ Θεός ὁ Θεός μου, ὁ ἐνδοξαξόμενος ἐν τοῖς ἁγίοις σου, ταῖς Διονυσίου ἰκεσίαις ἠμᾶς διαφύλαξον, θλίψεων ἄτρωτους, καί τῆς τρυφῆς τοῦ παραδείσου, ἀπολαῦσαι σούς
δούλους ἀξίωσον. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὥσπερ στύλω νεφέλης, πάλαι τοῖς ἁγίοις σου ἐλάλεις Κύριε, Σαμουήλ Μωσή τέ, τῶν τηρούντων σᾶ θεία προστάγματα, οὕτω νῦν παρασχου, Διονυσίου ταῖς πρεσβείαις, ἠμίν πάσι πταισμάτων τήν ἄφεσιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κύριέ του ἐλέους, καί τῆς εὐσπλαγχνίας ἡ ἄπειρος ἄβυσσος, ταίς της σέ τεκούσης, ἴκεσιαις ἠμᾶς διαφύλαξον, καί τοῦ ἱεράρχου Διονυσίου ἴνα πάντες, εὐχαρίστως ἀεί σέ δοξάζωμεν.

Ὠδή ς΄. Ὁ Εἱρμός. Ἰλάσθητι μοί Σωτήρ, πολλαί γάρ αἵ ἀνομίαι.
Ἰλάσθητι μοί Σωτήρ, τῷ σέ πολλά παροργίσαντι, καί ρύσαι μέ τοῦ πυρός, τοῦ διαιωνίζοντος, φιλάνθρωπε Κύριε, ταῖς Διονυσίου, ἰκεσίαις καί δεήσεσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπάκουσον ὁ Θεός, τῆς προσευχῆς τοῦ ἰκέτου σου, καί αἰωνίου πυρός, φλογίζοντος λύτρωσαι, τόν σέ παροργίσαντα, ταῖς Διονυσίου, εὐπροσδέκτοις παρακλήσεσι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Διονυσίου λιτᾶς, προσδέχου ὤ πολυεύσπλαγχνε, καί βασιλείας τῆς σῆς, τυχεῖν καταξίωσον, ἠμᾶς τούς ἰκέτας σου, τούς προστρέχοντας σοί, τῷ Σωτήρι τῶν ψυχῶν ἠμῶν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἰκτεῖρμον παμβασιλεύ, οἰκτείρησον τούς ἰκέτας σου, τῆς σῆς ἀχράντου μητρός, πρεσβείαις ὡς εὔσπλαγχνος, καί τού σου θεράποντος, ὅπως εὐχαρίστως, μεγαλύνωμεν τό κράτος σου.
Διασωσον, ἠμᾶς κινδύνων πρεσβείαις Διονυσίου, ὅτι πάντες εἰς σέ ἐλπίζομεν, καί βοῶμεν σοί φιλάνθρωπε, ἁπάλλαξον βλάβης τούς σούς ἰκέτας.
Ἐπισκεψαι, τούς σούς ἰκέτας πρεσβείαις τοῦ Ἱεράρχου, χορηγῶν ἠμίν τά ἐλέη σου, φιλάνθρωπε καί Θεέ πανοικτεῖρμον.
Κοντάκιον.
Τήν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καί προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καί νέκρωσις οὐκ ἐκράτησεν, ὡς γάρ ζωῆς Μητέρα, πρός τήν ζωήν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Εἴτα οἱ ἀναβαθμοί, τό ἅ΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην. (ι΄. 1-9).
Εἶπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους. Ἀμήν ἀμήν λέγω ὑμίν. ὁ μή εἰσερχόμενος διά τῆς θύρας εἰς τήν αὐλήν τῶν προβάτων, ἀλλά ἀναβαίνων ἀλλαχόθεν,
ἐκεῖνος κλέπτης ἐστι καί ληστής, ὁ δέ εἰσερχόμενος διά τῆς θύρας ποιμήν ἐστί τῶν προβάτων. Τούτω ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καί τά ἴδια
πρόβατα καλεῖ κατ’ ὄνομα, καί ἐξάγει αὐτά. Καί ὅταν τά ἴδια πρόβατα ἐκβάλη, ἔμπροσθεν αὐτῶν πορεύεται, καί τά πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν αὐτοῦ.
Ἀλλοτρίω δέ οὐ μή ἀκολουθήσωσιν, ἀλλά φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δέ οὐκ ἔγνωσαν
τίνα ἤν ἅ ἐλάλει αὐτοῖς. Εἶπεν οὔν πάλιν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμήν ἀμήν λέγω ὑμίν, ὅτι ἐγώ εἰμί ἡ θύρα τῶν προβάτων. Πάντες, ὅσοι ἦλθον πρό ἐμοῦ, κλέπται εἰσί καί λησταί, ἄλλ΄ οὐκ ἤκουσαν αὐτῶν τά πρόβατα. Ἐγώ εἰμί ἡ θύρα? δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Τροπάριον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Προσπίπτομεν σοί Κύριε, βοῶντες τό ἠμάρτομεν μή παρίδης, ἀλλ’ οἰκτείρησον ἠμᾶς, πιστῶς προσπεφευγόντας, τή σκέπη σου καί σῶσον, Διονυσίου παρακλήσεσι.

Ἕτερον. Ὅλην ἀποθέμενοι.
Δέσποτα φιλάνθρωπε, ὁ θαυμαστός ἐν ἁγίοις, αὐτός τά ἐλέη σου, ἐν ἐμοί θαυμάστωσας ἀνεξίκακε, καί δεινῶν λύτρωσαι, ὡς Θεός δώρησαι, καί τυχεῖν μέ καταξίωσον τῆς θείας
δόξης σου, θείαις τῆς μητρός σου δεήσεσι, καί λύτρωσαι τόν δοῦλόν σου, τῆς ἀτελευτήτου κολάσεως, ταῖς τοῦ Ἱεράρχου, σεπτοῦ Διονυσίου προσευχαῖς, ἴνα ὑμνῶ καί δοξάζω σέ, τόν Θεόν καί πλάστην μου.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού, ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρχιεπισκόπου Αἰγίνης τοῦ ἐκ Ζακύνθου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄.Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας καταντήσαντες παῖδες.
Προσάγομεν σοί πρέσβυν, Ἱεράρχην τόν μέγαν Διονύσιον Δέσποτα, ταῖς τούτου ἰκεσίαις, ἐλέησον καί σῶσον, τούς ἐν πίστει σοῖ κράζοντας, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θαυμάστωσαν Θεέ μου, ἐν ἐμοί τά ἐλέη ταῖς παρακλήσεσι, πατρός Διονυσίου, ἠμᾶς ὑπερασπίζων τούς ἐν πίστει βοώντας σοί, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θελητά τοῦ ἐλέους, ἠμᾶς οἴκτειρον πάντας τούς ἀνυμνοῦντας σέ, λιταῖς Διονυσίου, καί δόξης σου τῆς θείας κοινωνούς, ἠμᾶς ποίησον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μητρός σου ἰκεσίαις, ἀνεξίκακε λόγε κινδύνων ρύσαι ἠμᾶς, τούς πόθω σέ τιμώντας, καί ταῖς Διονυσίου ἰσχυραῖς παρακλήσεσιν, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ὠδή ἡ΄.Ὁ Εἱρμός. Τόν βασιλέα τῶν οὐρανῶν ὄν ὑμνούσι.
Διονυσίου ταῖς ἱεραῖς μεσιτείαις, κινδύνων ρύσαι τούς σούς ἰκέτας, σέ ὑπερυψούντας Χριστέ εἰς τούς αἰώνας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰκετηρίαις τούς ἐκτενῶς σέ ὑμνοῦντας, τῆς τρυφῆς τῆς ἀφράστου σου λόγε, ταῖς Διονυσίου ἀναδεῖξον μετόχους.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τόν λυτρωτήν σέ καί βασιλέα τῆς δόξης, ὁ κλεινός δυσώπει Ἱεράρχης, τοῦ καταξιῶσαι ἠμᾶς τῆς ἄνω δόξης.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς ἰκεσίαις Χριστέ σωτήρ τῆς μητρός σου, καί Διονυσίου σῶσον πάντας, τούς ὑπερυψούντας σόν κράτος εἰς αἰώνας.

Ὠδή θ΄. Ὁ Εἱρμός, Κυρίως Θεοτόκον σέ ὁμολογοῦμεν.
Ὁ μέγας Ἱεράρχης, σέ καθικετεύει, Χριστέ τοῦ δοῦναι πταισμάτων τήν ἄφεσιν, τοῖς ἀνυμνουσί σέ πίστει καί μεγαλύνουσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Λιταῖς Διονυσίου, Κύριε προσδέχου, καί Ζακυνθίων τήν νῆσον περίζωσε, τήν ἀνυμνοῦσαν σέ πόθω καί μεγαλύνουσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Χαρᾶς καί εὐφροσύνης, πλήρωσον σούς δούλους, Διονυσίου πρεσβείαις φιλάνθρωπε, τούς σέ δοξάζοντας πόθω καί μεγαλύνοντας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἡ παναγνός σου Μήτηρ, σύν Διονυσίω, ἐκδυσωπεῖ σέ τόν μόνον μακρόθυμον, κινδύνων σῶσαι, τούς πίστει σέ μεγαλύνοντας.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης, καί Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας, φωστήρ νέος τρισμάκαρ, Ἀρχιερέων κλέος, ὤ Διονύσιε.
Μένων ἐν ἀγάπη ἐν τῷ Θεῶ, ἔμεινας θεοφρον, καί σόν κτείναντος ἀδελφόν, ἐνθέως ἐφείσω, τή πρός Θεόν ἀγάπη. Διο Χριστῷ συγχαίρεις, νῦν Διονύσιε.
Δέσποτα Χριστέ ὁ Θεός ἠμῶν, οἰκτείρησον πάντας, καί ἐλέησον σόν λαόν, ταῖς Διονυσίου θερμαῖς ἰκετηρίαις, καί σού τῆς θείας δόξης, τυχεῖν ἀξίωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Ὅμοιον.
Δέσποινα Παρθένε μήτηρ Θεοῦ, σύν Διονυσίω ἐκδυσώπει τόν σόν Υἱόν, ἠμᾶς ἁπαλλάξαι κινδύνων πολυτρόπων, καί θλίψεων παντοίων τούς εὐφημούντας σέ.

Εἰ βούλει ὁ ψάλτης, ψαλέτω καί τά ἐξαποστειλάρια πρός τό Ἀπόστολοι ἐκ περάτων.
Τοῦ Ἱεράρχου πρεσβείαις, καί τῆς ἀχράντου Μητρός σου, ἐλέησον σούς ἰκέτας, Χριστέ σωτήρ τῶν ἁπάντων, καί θείας σου βασιλείας, ἀναδεῖξον κληρονόμους.

Ὅμοιον.
Ρύσαι παντοίων κινδύνων, νῆσον Ζακύνθου οἰκτεῖρμον, δεήσεσιν Ἱεράρχου, τοῦ θείου Διονυσίου, ὅπως δοξάζωμεν πίστει, τήν ἄκραν σου εὐσπλαγχνίαν.

Ὅμοιον.
Δεησεσι τῆς Μητρός σου, καί τοῦ σεπτοῦ Ἱεράρχου, ἐλέησον Θεέ Λόγε, ἠμᾶς τούς προσπεφευγότας, τή τῶν πτερύγων σου σκέπη, καί σῶσον ὡς ἐλεήμων.

Ὁ ἱερεύς μνημονεύει ὡς σύνηθες καί ἀπόλυσις.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον.
Ἦχος ἅ΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τόν γόνον καί Αἰγίνης τόν Πρόεδρον, τόν φρουρόν Μονῆς τῶν Στροφάδων, Διονύσιε ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρός αὐτῶν εἰλικρινῶς, σαῖς λιταῖς τούς τήν σήν μνήμην ἐπιτελοῦντας, σῶζε καί βοώντας σοί? Δόξα τῷ σέ δοξάσαντι Χριστῷ? δόξα τῷ σέ στεφανώσαντι? δόξα τῷ δωρησαμένω σέ ἠμίν πρέσβυν ἀκοίμητον.

Εἴτα ἡ σχετική δέησις καί ἀπόλυσις, μεθ’ ἤν τό παρόν Προσόμοιον.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.
Ὕμνον παναρμόνιον ἰδού, ἡ τῶν σῶν πιστῶν συνηγμένη, χορεία ψάλλει σοί? μνήμη τή πανσέπτω σου, καί τῷ τεμένει τῷ σῶ, ἱερῶς προστιβάζεται, ψυχή καί καρδία, σού τό
θαυματόβρυτον Σκῆνος ἀσπάσασθαι? πάντας ἀβλαβεῖς περιφρούρει, θλίψεως παντοίας καί βλάβης, Πάτερ Διονύσιε πρεσβείαις σου.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.