Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Καλλιμάρτυρα Μηνᾶν ἀνευφημήσωμεν, ὡς στρατηλάτην εὐσταλῆ καὶ γενναιόφρονα, ὑπομείναντα αἰκίας, πικρὰς βασάνους, τοῦ σαρκίου καῦσιν καὶ αὐχένος ἔκτμησιν, ἑκουσίως δι’ ἀγάπην τοῦ Παντάνακτος, πόθῳ κράζοντες· Χαῖροις, Χάριτος σκήνωμα.

Οἱ Οἶκοι.
Ἄριστε τοῦ Ὑψίστου στρατιᾶς στρατηγέτα, Μηνᾶ Μεγαλομάρτυς ἀλκίφρον, ὁ κηρύξας Χριστὸν ὡς Θεὸν καὶ καθυπομείνας σθεναρῶς ἔκτμησιν τῆς ὑπερτίμου κάρας σου, ἐπάκουσον ἡμῶν βοώντων·
Χαῖρε, Αἰγύπτου ὁ θεῖος γόνος·
χαῖρε, τοῦ πόλου ὁ κληρονόμος.
Χαῖρε, στρατιώτης γενναῖος καὶ εὔτολμος·
χαῖρε, ὁ ὁπλίτης Χριστοῦ θείας πίστεως.
Χαῖρε, ὅτι ἐκαθάρισας ἐν τῷ ὄρει σεαυτόν·
χαῖρε, ὅτι διεκόσμησας τῶν Ἀγγέλων τὸν χορόν.
Χαῖρε, ὁ τῶν εἰδώλων καταισχύνας τοὺς λάτρεις·
χαῖρε, ὁ χριστωνύμων κατευφράνας τὰς τάξεις.
Χαῖρε, λιμὴν Χριστοῦ ἀγαπήσεως·
χαῖρε, πηγὴν ὁ βλύσας χρηστότητος.
Χαῖρε, αὐχένος τομὴν ὑπομείνας·
χαῖρε, σὸν σθένος ψυχῆς καταδείξας.
Χαίροις, Χάριτος σκήνωμα.

Βλάστημα γῆς Νειλῴας εὐθαλές, γενναιόφρον Μηνᾶ, καλλιμαρτύρων ἀκρότης, καθαιρέτης εἰδώλων στεῤῥὸς καὶ τῆς εὐσεβείας ζηλωτὴς πέφηνας, ὁ καθ’ ἑκάστην Κύριον δοξάζων καὶ Αὐτῷ κραυγάζων·
Ἀλληλούϊα.
Γνώμων, Μηνᾶ, ἀνδρείας, ψυχικῆς εὐσθενείας καὶ θάῤῥους ἐποφθεὶς θείαν κλῆσιν ἐμεγάλυνας τὴν τοῦ Χριστοῦ, σῇ στεῤῥᾷ ἐνστάσει καὶ λαμπροῖς σκάμμασι· διό σε μακαρίζοντες βοῶμέν σοι ἀξιοχρέως.
Χαῖρε, ἡ σάλπιγξ τῆς ἀριστείας·
χαῖρε, ὁ ὄρπηξ τῆς εὐσεβείας.
Χαῖρε, στρατηλάτης Χριστοῦ γενναιότατος·
χαῖρε, πανοπλίτης τῆς πίστεως ἄλκιμος.
Χαῖρε, νίκας ὁ δωρούμενος εὐσεβέσι κατ’ ἐχθρῶν·
χαῖρε, λύπας ὁμηγύρεως ὁ σκεδάζων εὐσεβῶν.
Χαῖρε, ἀπολεσθέντων ὁ εὑρέτης πραγμάτων·
χαῖρε, ἐμπεριστάτων ἀντιλῆπτορ μερόπων.
Χαῖρε, σταδίου πίστεως πρώταθλος·
χαῖρε, Κυρίου φίλος ἐράσμιος.
Χαῖρε, ἰσχὺν οὐρανίαν δεικνύων·
χαῖρε, πολλὴν παῤῥησίαν ὁ ἔχων.
Χαίροις, Χάριτος σκήνωμα.
Δεῦτε Μηνᾶν, Στρατάρχην στρατιᾶς τοῦ Ὑψίστου ἀήττητον ἐν μάχαις, ἐκθύμως μελῳδήσωμεν πάντες πιστοὶ, ὡς σταδίου πρῶτον, τὸν πυρπολούμενον Χριστοῦ ζήλῳ τῆς πίστεως, ᾯ ᾖδε καθ’ ἑκάστην πόθῳ·
Ἀλληλούϊα.
Ἔνδοξε καλλιμάρτυς, νικητὰ τῶν εἰδώλων, Μηνᾶ, Κοτυαείου Φρυγίας ἐν τοῖς ὄρεσιν ἀποσυρθεὶς μετ’ ἀποταγὴν τοῦ σοῦ ἀξιώματος θηρσὶ συνοίκεις, ἔνδοξε, πρὸς ὃν οἱ εὐσεβεῖς βοῶμεν·
Χαῖρε, ὀρέων οἰκῆτορ θεῖος·
χαῖρε, ὡραίων ἀγώνων πύργος.
Χαῖρε, ὁ προκρίνας θηρσὶ συναυλίζεσθαι·
χαῖρε, ὁ ποθήσας στεῤῥῶς ἀγωνίζεσθαι.
Χαῖρε, ἄνθος εὐωδέστατον εὐτολμίας ψυχικῆς·
χαῖρε, εὖχος θεοφίλητον ἀγωγῆς ἀθλητικῆς.
Χαῖρε, ὅτι ἐδείχθης ἀθλοφόρων ἀκρότης·
χαῖρε, ὅτι ὑπάρχεις στεφηφόρων λαμπρότης.
Χαῖρε, ἐχθροῦ ὁ μέγας ἀντίπαλος·
χαῖρε, Χριστοῦ λευκάνθεμον πίστεως.
Χαῖρε, ἀγώνων ὁ πρώταθλος θείων·
χαῖρε, παγκάλων ὁ ἔνοικος δόμων.
Χαίροις, Χάριτος σκήνωμα.
Ζόφωσιν διαλύσας τῶν εἰδωλοφρονούντων, Μηνᾶ, ἐνστάσεώς σου ἀκτίσι παῤῥησίᾳ Χριστόν τὸν Θεόν, ἐν σταδίου μέσῳ, ἀθλητὰ τίμιε, ἐκήρυξας καὶ ἤνοιξας τὰ στόματα πιστῶν κραυγάζειν·
Ἀλληλούϊα.
Ἤνοιξεν ὄμματά σου ὁ Χριστός, καλλιμάρτυς, μετὰ τὴν ἑκουσίαν φυγήν σου βασιλέως ἐκ φαύλου στρατοῦ τιμωροῦντος πάντας εὐσεβεῖς, ἔνδοξε, ὁρᾶν πᾶσαν ἀλήθειαν· διό σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, ὁ πέλυξ τῶν κακοδόξων·
χαῖρε, ἡ σάλπιγξ τῶν αἰωνίων.
Χαῖρε, ὁδοδείκτης Χριστοῦ θείας πίστεως·
χαῖρε, στεφανίτης ἀρίστης ἀθλήσεως.
Χαῖρε, κλέϊσμα περίδοξον στεῤῥοψύχων ὁπλιτῶν·
χαῖρε, σέμνωμα πολύτιμον ἀηττήτων ἀθλητῶν.
Χαῖρε, ὁ ἀποῤῥίψας τῶν εἰδώλων τὴν πλάνην·
χαῖρε, ὁ καταπτύσας τοῦ ἀλάστορος μῆνιν.
Χαῖρε, εἰκὼν ψυχῆς γενναιότητος·
χαῖρε, κανὼν ἀνδρείας εὐθύτατος.
Χαῖρε, ἐν ἄθλοις Θεὸν ὁ δοξάσας·
χαῖρε, ἐν πόνοις ἐχθρὸν ὀ συντρίψας·
Χαίροις, Χάριτος σκήνωμα.
Θέλων Θεὸς ἀμεῖψαι σῆς ψυχῆς εὐτονίαν καὶ πίστιν σου, Μηνᾶ ἀθλοφόρε, ἔδειξέ σε θαυμάτων κρουνόν, ἰαμάτων ῥεῖθρον διειδές, πάντιμε, καὶ προστασίας τέμενος τῶν πίστει ἀκλινεῖ βοώντων·
Ἀλληλούϊα.
Ἵλεων σοῖς ἱκέταις τὸν Σωτῆρα τῶν ὅλων ἀπέργασαι, Μηνᾶ καλλιμάρτυς, σαῖς δεήσεσιν ὡς ἀθλητῶν ἀκρεμὼν καὶ φάρος τηλαυγὴς πίστεως, ὁ ἅπασι δωρούμενος τὰ πρόσφορα τοῖς ἐκβοῶσι·
Χαῖρε, ἐπόπτης σῶν ὑμνηπόλων·
χαῖρε, ὀλέτης τῶν δαιμονίων.
Χαῖρε, ὁ ἀκούων πιστῶν τῶν δεήσεων·
χαῖρε, ὁ σκεδάζων ἀχλὺν τῶν στενώσεων.
Χαῖρε, τάχιστος προσφύγων σου ἐν κινδύνοις ἀρωγός·
χαῖρε, ἄγρυπνος συστήματος τῶν προσφύγων σου φρουρός.
Χαῖρε, ὅτι τὰς λύπας ἱκετῶν σου διώκεις·
χαῖρε, ὅτι τὰς πάγας τοῦ ἐχθίστου συντρίβεις.
Χαῖρε, πυξὶς Θεοῦ ἀγαπήσεως·
χαῖρε, ῥανὶς νοσούντων ἰάσεως.
Χαῖρε, πιστῶν ἐν δεινοῖς ἀντιλῆπτορ·
χαῖρε, ἡμῶν ἐν ἀνάγκαις συλλῆπτορ·
Χαίροις, Χάριτος σκήνωμα.
Κλέϊσμα, Στρατηλάτα, τῆς Χριστοῦ Ἐκκλησίας, Μηνᾶ Μεγαλομάρτυς, σαρκίου καθυπέμεινας ξέσιν στεῤῥῶς, ῥαβδισμούς, αἰκίας, σῶν πληγῶν ἔκκαυσιν καὶ κάρας σου ἀπότμησιν, ὁ ἄχρι τελευτῆς σου ψάλλων·
Ἀλληλούϊα.
Λάμπων ὡς καλλιμάρτυς εὐσθενὴς καὶ γενναῖος ἐνώπιον ἀκτίνων ἡλίου, κατηγλάϊσας πάντας, Μηνᾶ, σῆς ἀνδρείας φέγγει καὶ βολαῖς ἄθλων σου, δι’ ὧν πιστοὺς ἐφώτισας τοὺς πίστει σοι βοῶντας ταῦτα·
Χαῖρε, τὸ ἄστρον τῆς εὐσεβείας·
χαῖρε, τὸ ῥόδον στεῤῥοψυχίας.
Χαῖρε, ὁ φωτίσας σοῖς πόνοις τὰ σύμπαντα·
χαῖρε, ὁ φαιδρύνας Μαρτύρων τὰ τάγματα.
Χαῖρε, αὔγασμα ὑπέρφωτον ἀγαπήσεως Χριστοῦ·
χαῖρε, σύντριμμα καὶ ἥττημα τοῦ ἀρχαίου πτερνιστοῦ.
Χαῖρε, ὁ στρατηλάτης ἐν σταδίῳ πρωτάρχων·
χαῖρε, δωρεοδότης θεϊκῶν δωρημάτων.
Χαῖρε, βουνεύροις, οἴμοι, τυπτόμενος·
χαῖρε, τριχίνοις σάκκοις τριβόμενος.
Χαῖρε, τομὴν κάρας ὁ ὑπομείνας·
χαῖρε, ἡμῖν χάριν ὁ καταδείξας·
Χαίροις, Χάριτος σκήνωμα.
Μάρτυς δεδοξασμένε, δι’ ὃν γάνυται πᾶσα Χριστοῦ ἡ Ἐκκλησία καὶ χαίρει, ἐλλαμπόμενος αἴγλῃ, Μηνᾶ, εὐτολμίας, θάῤῥους καὶ θερμῆς πίστεως, ἐφώτισας καθεύδοντας ἐν σκότει ἀγνωσίας ψάλλειν·
Ἀλληλούϊα.
Νίκης, Μηνᾶ, στεφάνῳ κεφαλήν σου τιμίαν ἐκόσμησε Χριστὸς χρυσοπλόκῳ καὶ θαυμάτων ἀπείρων κρουνὸν ἔδειξέ σε, Μάρτυς, οὗ ψυχὴν ἔφλεξε ἀρίστης φλὸξ ἀθλήσεως, διό σοι ἐν χαρᾷ φωνοῦμεν·
Χαῖρε, στρουθὸς τοῦ Κοτυαείου·
χαῖρε, λαμπρὸς ἀθλητὴς Κυρίου.
Χαῖρε, στρατηλάτα Χριστοῦ παρατάξεως·
χαῖρε, καταπέλτα τυράννων ἐπάρσεως.
Χαῖρε, τάνυσιν σοῦ σώματος ἐπὶ ξύλου ὑποστάς·
χαῖρε, ἔκκαυσιν σαρκίου σου ὑπομείνας ὡς λαμπάς.
Χαῖρε, ὅτι ἀνδρείως κεφαλὴν ἀπετμήθης·
χαῖρε, ὅτι ἀξίως οὐρανόθεν ἐστέφθης.
Χαῖρε, λαμπρῶν ἀγώνων ἀκρώρεια·
χαῖρε, πολλῶν θαυμάτων ἐκτύπωμα·
Χαῖρε, πλησθεὶς οὐρανίου ἰσχύος·
χαῖρε, βολὶς θείου σθένους καὶ θάῤῥους.
Χαίροις, Χάριτος σκήνωμα.
Ξένως ἐν Ἡρακλείῳ καταπλήττεις τῆς Κρήτης ἐχθροὺς ἐν τῇ ἡμέρᾳ τοῦ Πάσχα καὶ ταχὺ διασῴζεις πιστοὺς ἐξ αὐτῶν μανίας, εὐσθενὲς Ἅγιε, Μηνᾶ, ὧν χείλη ἤνοιξας Κυρίῳ εὐλαβῶς κραυγάζειν·
Ἀλληλούϊα.
Ὅπλα ἐνδεδυμένος θείας πίστεως, Μάρτυς Μηνᾶ, περιφανὲς στρατηλάτα, ἀσεβούντων τυράννων ὀφρὺν ἐπηρμένην, σθένει σου ψυχῆς, Ἅγιε, ἐπάτησας καὶ ἄθλοις σου κατηύφρανας τοὺς σοὶ βοῶντας·

Χαῖρε, ὁ πρώταθλος τοῦ σταδίου·
χαῖρε, ὁ μέτοχος Δείπνου θείου.
Χαῖρε, ὁ ἐχθίστου συντρίψας τὰ ἔνεδρα·
χαῖρε, ἐξ Ὑψίστου δεξάμενος τρόπαια.
Χαῖρε, ὅτι ἔσχες σύμμαχον τοῦ Κυρίου τὸν Σταυρόν·
χαῖρε, ὅτι τὸν εὐΐλατον ἐμεγάλυνας Θεόν.
Χαῖρε, ὁ τῶν εἰδώλων καθελὼν τὴν ἀπάτην·
χαῖρε, ὁ τῶν Μαρτύρων πανσθενῆ δείξας ῥώμην.
Χαῖρε, ὀφθεὶς θεμέλιον πίστεως·
χαῖρε, πλησθεὶς δραγμάτων τῆς χάριτος.
Χαῖρε, Χριστοῦ ὁ ζηλώσας τὸ πάθος·
χαῖρε, ἐχθροῦ ὁ συντρίψας τὸ μένος.
Χαίροις, Χάριτος σκήνωμα.
Πέλεις Χατζηγεώργη, ἀσκητοῦ πανοσίου, Μηνᾶ θαυματουργέ, διασώστης ἐκ ῥαφίδος, λαθὼν ἣν αὐτοῦ προσοχῆς κατέπιεν αὐτός, Μάρτυς καλλίνικε, τοῦ ψάλλοντος ἐν εὐλαβείᾳ·
Ἀλληλούϊα.
Ῥύστης τῶν πολεμούντων εὐσεβῶν ἐν Αἰγύπτῳ κατὰ τῶν ἐχθρικῶν στρατευμάτων ἀνεδείχθης, Μηνᾶ θαυμαστέ, ἐν ἐσχάτοις χρόνοις, ἀθλητὰ ἔνδοξε, λαμπρῶς μεγαλυνόντων σε καὶ πίστει ἀκλινεῖ βοώντων·
Χαῖρε, τὸ νῖκος τῶν εὐσεβούντων·
χαῖρε, τὸ τεῖχος ἐμπεριστάτων.
Χαῖρε, γενναιότητος πύργος ἀσάλευτος·
χαῖρε, τῆς κακότητος πλάνου ἀντίπαλος.
Χαῖρε, ζήλῳ πυρπολούμενος ἀγαπήσεως Χριστοῦ·
χαῖρε, πόθῳ ἐμπνεόμενος μαρτυρίου ἀνδρικοῦ.
Χαῖρε, ὁ στρατιώτης στρατιᾶς τοῦ Κυρίου·
χαῖρε, ὁ καθαιρέτης τῆς ὀφρύος δολίου.
Χαῖρε, κιθάρα θάῤῥους ἡδύχορδος.
χαῖρε, κινύρα τόλμης γλυκύλαλος.
Χαῖρε, ὀλέτης τῶν λίθους σεβόντων·
χαῖρε, προστάτης πιστῶν σε τιμώντων·
Χαίροις, Χάριτος σκήνωμα.
Σῴζεις τὴν Καστορίαν ἐξ ἐχθρῶν ἐπιβούλων, Μηνᾶ, τὴν σὲ σεπτὸν πολιοῦχον, ἀντιλήπτορα, θεῖον φρουρὸν καὶ προστάτην ἔχουσα ταχύν, ὄλβιε, ἐν πειρασμοῖς καὶ θλίψεσιν καὶ σπεύδουσαν Θεῷ βοῆσαι·
Ἀλληλούϊα.
Τρόπαιον ἐξ Ὑψίστου τῶν χειρῶν ἀπεδέξω, Μηνᾶ Μεγαλομάρτυς, καὶ χάριν μεσιτεύειν ἀεὶ πρὸς Αὐτὸν ὑπὲρ τῶν τιμώντων τοὺς σεπτοὺς ἄθλους σου οὓς ἔτλης ὑπὲρ πίστεως, καὶ πόθῳ ἱερῷ βοώντων·
Χαῖρε, τὴν πίστιν ὁ μεγαλύνας·
χαῖρε, τὴν πλάνην ὁ καταισχύνας.
Χαῖρε, ἱερεῖον Χριστοῦ θείας πίστεως·
χαῖρε, ἐκμαγεῖον πολύτιμον χάριτος.
Χαῖρε, ἄνθρωπε οὐράνιε, σὺν Ἀγγέλοις ὁ οἰκῶν·
χαῖρε, ἔνδοξε μεγάλαθλε, ὁ πολίτης οὐρανῶν.
Χαῖρε, εἰδωλοφρόνων τὴν ὀφρὺν καταλύσας·
χαῖρε, εὐσεβοφρόνων τοὺς χοροὺς ἀγλαΐσας.
Χαῖρε, πιστῶν συλλήπτωρ καὶ πρόμαχος·
χαῖρε, ἡμῶν φρουρὸς ἑτοιμότατος·
Χαῖρε, ἐχθρὸν δυσμενῆ θριαμβεύσας·
χαῖρε, λαὸν εὐσεβῆ ἀγλαΐσας.
Χαίροις, Χάριτος σκήνωμα.
Ὕμνοις, Μηνᾶ γενναῖε καὶ ᾠδαῖς μελιῤῥύτοις, τὴν πάντιμόν σου στέφομεν μνήμην καὶ τιμῶντές σε ὡς ἐν δεινοῖς ταχινὸν προστάτην, ἐν χορῷ σπεύδομεν σῇ χάριτι ἑκάστοτε, οἱ πίστει τῷ Θεῷ βοῶντες·
Ἀλληλούϊα.
Φέγγει σῶν θαυμασίων Ἐμπορίου κατοίκους φωτίζεις Ἑορδαίας, ἀλκίφρον, ὧν τὸν ζόφον ἐλαύνεις, Μηνᾶ, ἀναγκῶν παντοίων, πειρασμῶν, θλίψεων καὶ πάσης περιστάσεως, μεγάλαθλε, πρὸς ὃν βοῶμεν·

Χαῖρε, ταχὺς ἀσθενῶν ἀκέστωρ·
χαῖρε, θερμὸς εὐσεβῶν συλλήπτωρ.
Χαῖρε, ὁ φωτίσας σοῖς ἄθλοις τὰ σύμπαντα·
χαῖρε, ὁ συντρίψας τυράννων συστήματα.
Χαῖρε, λάμψις Θείας Χάριτος ἡ φωτίζουσα πιστούς·
χαῖρε, παῦσις τῆς κακότητος σκοτιζούσης τοὺς ἐχθρούς.
Χαῖρε, τῆς εὐσεβείας τηλαυγέστατος φάρος·
χαῖρε, τῆς ἀριστείας ὁ κλεινὸς ἑῳσφόρος.
Χαῖρε, φωστὴρ Χριστοῦ ἀγαπήσεως·
χαῖρε, χρωστὴρ πολύχρωμε πίστεως·
Χαῖρε, λαμπὰς σταδίου πρωτάθλων·
χαῖρε, ἱκμὰς ἀπείρων χαρίτων·
Χαίροις, Χάριτος σκήνωμα.
Χαῖρε, ὁ μαργαρίταις ἀηττήτων σου ἄθλων καὶ πλήθους θαυμασίων σαπφείροις τοῦ Χριστοῦ Ἐκκλησίαν, Μηνᾶ, στεφανῖτα Μάρτυς, θαυμαστῶν πρόξενε, διακοσμῶν ἀείποτε, τὴν ψάλλουσαν ἐν κατανύξει·
Ἀλληλούϊα.
Ψάλλοντές σου, Στρατάρχα, τὴν πολλὴν παῤῥησίαν, ἣν ἔχεις ὡς ἀήττητος Μάρτυς, πρὸς Θεόν, τὸν Σωτῆρα ἡμῶν, ὡς κρουνὸν τιμῶμέν σε, Μηνᾶ πάνσοφε, ἰάσεων ἀστείρευτον καὶ κράζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, τὸ ῥεῖθρον τῶν ἰαμάτων·
χαῖρε, τὸ βάθρον τῶν θαυμασίων.
Χαῖρε, ἀσθενῶν ἰατὴρ ὁ θεόσδοτος·
χαῖρε, εὐσεβῶν ἀντιλῆπτορ ἀνύστακτος.
Χαῖρε, ὅτι πάντας ἄνωθεν τοὺς πιστοὺς ἐπιτηρεῖς·
χαῖρε, ὅτι τοὺς ἱκέτας σου ἀενάως εὐλογεῖς.
Χαῖρε, ὁ ἁγιάζων τοὺς λαμπρῶς σε τιμῶντας·
χαῖρε, ὁ κατευφραίνων τοὺς ἀεί σε ὑμνοῦντας.
Χαῖρε, φρουρὸς στενόντων ἀνύστακτος·
χαῖρε, λαμπρὸς τῆς χάριτος πρόβολος.
Χαῖρε, ἱκέτης Θεοῦ ὑπὲρ πάντων·
χαῖρε, προστάτης τῶν ἐμπεριστάτων.

Ὦ Μηνᾶ Στρατηλάτα στρατιᾶς τοῦ Κυρίου πανένδοξε καὶ χάριτος ῥεῖθρον (ἐκ γ΄) διειδές, ἐπευλόγει ἀεὶ καὶ ἐν δίναις πάντας ἀσθενεῖς στήριζε, τοὺς πίστει σοι προσφεύγοντας καὶ ψάλλοντας ἐν εὐλαβείᾳ·

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Καλλιμάρτυρα Μηνᾶν ἀνευφημήσωμεν, ὡς στρατηλάτην εὐσταλῆ καὶ γενναιόφρονα, ὑπομείναντα αἰκίας, πικρὰς βασάνους, τοῦ σαρκίου καῦσιν καὶ αὐχένος ἔκτμησιν, ἑκουσίως δι’ ἀγάπην τοῦ Παντάνακτος, πόθῳ κράζοντες· Χαίροις, Χάριτος σκήνωμα.
Δίστιχον.
Σὺν Ναθαναὴλ καὶ Εὐστρατίῳ ᾖσε,
χαῖρέ σοι, Μηνᾶ στεῤῥόφρον, Χαραλάμπης.

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.