Wednesday, October 7, 2015

Χαιρετισμοί στον Άγιο Γρηγόριο τον Παλαμά

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε,
ἀλλ’ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν·

Χαῖρε, μύστα τῆς χάριτος.
Ἄγγελος τῶν ἀῤῥήτων ἐπὶ γῆς ἀνεφάνης, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων (γ΄). Ταῖς τῶν Ἀσωμάτων φωναῖς, νοΐ ἐν ἀνθρωπίνῳ
καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς καὶ βοᾶν σοι θεοῤῥῆμον ἔπεισας ταῦτα·
Χαῖρε, δι’ οὗ τὸ σκότος ἠλάθη·
χαῖρε, δι’ οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε, τῆς ἀκτίστου θεότητος ἄγγελε·
χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ δόξαν εἰπών·
χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν δηλῶν.
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας·
χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστήρ, ὁ δείξας τὸν ἥλιον·
χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι’ οὗ ἡ ἀλήθεια λάμπει·
χαῖρε, δι’ οὗ ἐσκοτίσθη τὸ ψεῦδος.
Χαίροις Πάτερ Γρηγόριε.
Βλέπων ἐπαιρομένους καὶ λαλοῦντας εἰς ὕψος, κατὰ Θεοῦ βλασφημίαν Βαρλαάμ, καὶ τοὺς περὶ αὐτόν, ζηλῶν ἐζήλωσας ζῆλον
τὸν ἅγιον, ἐγερθεὶς οὖν πάντας ἀπέκτεινας, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ψάλλων·
Ἀλληλούϊα

Γέγονας ἐν μεθέξει τῆς ἀΰλου οὐσίας, νοΐ καθαρωτάτῳ σου Πάτερ, διὸ εἶναι μεθεκτὴν αὐτήν, ἐν χαρίσμασιν μόνον διδάσκεις
φιμῶν ἀντιδοξοῦντας, διὸ καὶ ἡμεῖς σοι ἀναβοῶμεν·
Χαῖρε, ἐχθροῦ τοῦ κοινοῦ διῶκτα·
χαῖρε, πιστῶν κατ’ αὐτοῦ ἀλεῖπτα.
Χαῖρε, κακοτρόπων ὁ τρέπων τὰς φάλαγγας·
χαῖρε, τῶν πιστῶν ὁ φρουρῶν τὰ συστήματα.
Χαῖρε, ὄντως ναῦς μυρίολβε, φόρτον φέρουσα Χριστόν·
χαῖρε, φάρε, ὁδηγῶν ἡμᾶς, εἰς λιμένας γαληνούς.
Χαῖρε, χριστομιμήτως πειρασμοὺς ὑπομείνας·
χαῖρε, ὁ ἀριστεύσας, ἐν καιροῖς τοῖς ἐσχάτοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας·
χαῖρε, πρηστήρ, τεφρώσας ἀσέβειαν.
Χαῖρε, δι’ οὗ Βαρλαὰμ ἀπεκτάνθη·
χαῖρε, δι’ οὗ ὁ Ἀκίνδυνος θλᾶται.
Χαίροις Πάτερ Γρηγόριε.
Δόξαν τῆς Ἐκκλησίας, στόμα θεολογίας, καινὴν ὁμολογίας τε γλῶσσαν καὶ δογμάτων ὁρθῶν, ποταμὸν σὲ κηρύττομεν
πρὸς ὃν ἄρδην ἐντυχὼν Βαρλαὰμ ἀπεπνίγη, μὴ εἰδὼς προσάδειν·
Ἀλληλούϊα

Ἔγνωσταί σοι θεόθεν, τὸ μακάριον τέλος, ὀφθεὶς γὰρ παραδόξως, καθ’ ὕπαρ ὁ Χρυσόστομος μάκαρ, καὶ πρὸς ἑαυτὸν σὲ
καλῶν σαφῶς, ὡς φίλον καὶ ὁμότροπον, ἐν ὕμνοις καταστέφω δὲ εἰκότως σοι προσεῖπε·
Χαῖρε, τερπνὸς τῆς Τριάδος οἶκος·
χαῖρε, φαιδρὸς Ἐκκλησίας λύχνος.
Χαῖρε, τοῖς ἀγῶσι τῶν Μαρτύρων ἐφάμιλλε·
χαῖρε, τῶν Ἀγγέλων Θεοῦ ὁμοδίαιτε.
Χαῖρε, ὅτι ἐκ νεότητος, Χριστοῦ ἦρας τὸν ζυγόν·
χαῖρε, πάθος τὸ σωτήριον, κολπωσάμενος φαιδρῶς.
Χαῖρε, ὁ τῶν βαρβάρων τὴν μανίαν μὴ δείσας·
χαῖρε, ὀ τῶν ἀνόμων τὰς ἑνέδρας συντρίψας.
Χαῖρε, δεινῶν αἰρέσεων πέλεκυς·
χαῖρε, δριμὺς ἀνόμων ὁ ἔλεγχος.
Χαῖρε, θερμὴ πρὸς Θεὸν μεσιτεία·
χαῖρε, κοινὴ τῶν πιστῶν προστασία.
Χαίροις Πάτερ Γρηγόριε.
Ζηλωτὴς εὐσεβείας, μειωτὴς ἀσεβείας ἐφάνης ὦ Γρηγόριε Πάτερ, καὶ γὰρ τοὺς τολμήσαντας εἰπεῖν τῆς θεότητος, θείας ἐνεργείας
εἶναι κτιστάς, ἀπεστόμωσας Συνόδων τετρακτύϊ κράζων·
Ἀλληλούϊα

Ἤττηται κατὰ κράτος, θὴρ ἑσπέριος ὄντως, δυνάμει προσβαλών σου τῶν λόγων, τὸ γὰρ γλώττης σου πῦρ μὴ φέρων πρὸς Λατίνους,
ὅθεν ἦκε φυγὰς ὤχετο, οὗ τῆς κακουργίας ῥύου Πάτερ τούς σοι ἐκβοῶντας·
Χαῖρε, θηρὸς Βαρλαὰμ τὸ πλῆγμα·
χαῖρε, διπλοῦν Ἀκινδύνου ξίφος.
Χαῖρε, τὴν ὀφρὺν ταπεινώσας τῆς Δύσεως·
χαῖρε, τῆς ἑώας κρατύνας τὰ δόγματα.
Χαῖρε, γλῶσσα ἡ ἐλέγξασα, κακουργίας Δυτικῶν·
χαῖρε, κῆρυξ ὁ νεοφανής, τἀληθῆ διατρανῶν.
Χαῖρε, ὅτι ὑπάρχεις, ἑσπερίων ἡ θραῦσις·
χαῖρε, ὅτι ὑπάρχεις, τῆς ἑώας ἡ βάσις.
Χαῖρε, τοῦ σκότους πλήξας τὰ ἔκγονα·
χαῖρε, φωτὸς υἱοὺς ὡς ἐλάμπρυνας.
Χαῖρε, δεινὰς ἐκτεμὼν γλωσσαλγίας·
χαῖρε, σπορὰν ἐκριζῶν ζιζανίων.
Χαίροις Πάτερ Γρηγόριε.
Θεωθεὶς διανοίᾳ, θεοφόρος ἐγένου, διὸ καὶ καταλλήλως διδάσκεις, τὴν κρυπτὴν τῆς καρδίας εὐχήν, φυλακὴν νοός τε μυστικὴν
θέωσιν, καὶ θεωρίαν ἄϋλον, βαβαί! Δι’ ἧς Θεῷ βοῶμεν·
Ἀλληλούϊα

Ἰωάννης ὁ μέγας Θεολόγος, ὀφθείς σοι, Ἀγγέλων ἀρωγὴν τῆς Παρθένου, θεόθεν ἣν ἐζήτεις καμών, λύων τῆς ψυχῆς σου συνοχήν,
καὶ θείας εὐφροσύνης ἐμπιπλῶν σε, ᾖδε ταῦτα, ὦ εὐλογήμενε·
Χαῖρε, πτηνόν, τὸν πόλον βατεύων·
χαῖρε, ἰχθύς, Ἰησοῦν συμβολίζων.
Χαῖρε, θεολόγων ἁπάντων ἀνάπτυξις·
χαῖρε, τῶν κλεινῶν Ἀποστόλων ὁμότροπος.
Χαῖρε, πτόρθος ὁ τοῦ Ἄθωνος, μοναστῶν ἠ καλλονή·
χαῖρε, Κόρης τῆς Θεόπαιδος, φίλος ὀ ἀγαπητός.
Χαῖρε, ὅτι ὑπάρχεις, τῶν δογμάτων ἡ στάθμη·
χαῖρε, ὅτι ὑπάρχεις, ἁγιότητος τύπος.
Χαῖρε, ἀκίς, ἰχνεύων κακόφρονας·
χαῖρε, λαμπτήρ, ἐκλάμπων τὰς χάριτας.
Χαῖρε, δι’ οὗ πιστῶν δῆμοι σκιρτῶσι·
χαῖρε, δι’ οὗ ἐχθρῶν στίφη θρηνοῦσι.
Χαίροις Πάτερ Γρηγόριε.
Κύριλλον σὺν Μαξίμῳ, Ἀθανάσιον ὄντως, Βασίλειον σὺν τῷ Χρυσοστόμῳ, Γρηγορίους σὺν Δαμασκηνῷ, ἅπαντας Γραφῶν
ἑρμηνευτάς, συνοδικῶς ἐκήρυξας, αἰσχύνας Βαρλααμίτας, κραυγάζων·
Ἀλληλούϊα

Λόγοις σου θεοπνεύστοις, Παραδόσεις ἁγίας, κρατύνας Ἐκκλησίας στηρίζεις, κυρώσας δὲ πᾶσαν τῶν Ἱεραρχῶν Γραφήν,
ἐξαίρεις τε συλλήβδην τὴν σεπτὴν θεολογίαν, διὸ νῦν ἀκούεις ταῦτα·
Χαῖρε, ὁμότροπε Βασιλείου·
χαῖρε, συνόμιλε τοῦ Κυρίλλου.
Χαῖρε, τὴν σοφίαν Μαξίμου κτησάμενος·
χαῖρε, τοῦ Δουκὸς Δημητρίου συγκάθεδρε.
Χαῖρε, ὅτι τὸ χρυσόῤῥειθρον Χρυσοστόμου εὐμοιρεῖς·
χαῖρε, των συνωνυμούντων σοι, τὴν ἀγχίνοιαν πλουτῶν.
Χαῖρε, Ἀθανασίῳ ὁ ὅμοιος ἀγῶσι·
χαῖρε, τοῦ Δαμασκόθεν, ὁ ἐφάμιλλος ζήλῳ.
Χαῖρε, αὐτοὺς δοξάσας τοῖς λόγοις σου·
χαῖρε, ὅτι αὐτῶν τὸν ζῆλον ἐζήλωσας.
Χαῖρε, τὸ θεῖον ἀντίτυπον τούτων·
χαῖρε, τὸ κῦρος ἁπάντων Πατέρων.
Χαίροις Πάτερ Γρηγόριε.
Μονάδα τῇ οὐσίᾳ, καὶ Τριάδα προσώποις, τὴν ἄκτιστον ἐκήρυξας φύσιν, διαιρῶν ἀχωρίστως σοφέ, καὶ ἑνῶν ἀσυγχύτως
τῇ θεοσοφίᾳ σου, διὸ καὶ ἀπεμώρανας τὰ Ἑλλήνων φρονοῦντας, κράζων·
Ἀλληλούϊα



Νέος ἀστὴρ ἐφάνης, θαυμαστῶς ἀνατέλλων, ἐν Ὄρει τῷ σεπτῷ τῆς Παρθένου, Μοναστῶν ἐκλαμπρύνων χορούς, ἀρετῶν
σου φέγγει θεῖε Γρηγόριε, ὑφ’ οὗ καὶ φωτιζόμενοι, ὑμνοῦσί σε οὕτω βοῶντες·
Χαῖρε, δι’ οὗ κομπάζει ὁ Ἄθως·
χαῖρε, δι’ οὗ αὐχοῦσι μονῶται.
Χαῖρε, τὸ ἡδύπνοον ἄνθος τοῦ Ἄθωνος·
χαῖρε, Θεοτόκου θεράπων ὁ γνήσιος.
Χαῖρε, ἄστρον τὸ ἐξ Ἄθωνος, ἀπαστράψαν φαεινῶς·
χαῖρε, σφαῖραν τὴν περίγειον, τὸ φωτίσας τηλαυγῶς.
Χαῖρε, ὁ κλεινὸς ὄρπηξ, τῆς ὐπεράγνου Κόρης·
χαῖρε, ὁ θερμὸς αὖθις τῆς Θεόπαιδος λάτρις.
Χαῖρε, εἰκὼν ἡ βρύουσα χάριτας·
χαῖρε, μορφή, ἀΰλων ἐμπνεύσεων.
Χαῖρε, αὐγὴ φεγγοβόλε τοῦ Ἄθω·
χαῖρε, αὖχος ἀσκητῶν τε καὶ κλέος.
Χαίροις Πάτερ Γρηγόριε.
Ξενοτρόπως ἐνήργει, ἐπὶ σὲ θεοφόρε, ἡ χάρις τῶν θαυμάτων τοῖς πᾶσι, καὶ γὰρ πίστει τοὺς νοσοῦντας οἱ λαοί, πρὸ τῶν
ποδῶν σου ῥίπτοντες ἐλάμβανον αὐτίκα ὑγιαίνοντας, ὦ χάριτος! Θεῷ βοῶντες·
Ἀλληλούϊα

Οἶκον φωτὸς ἁγίου, καὶ πηγὴν θαυμασίων, καὶ βρύσιν ἱερῶν χαρισμάτων, καὶ κοινὸν ἰατρεῖον τὸν ναόν σου ἐγνωκότες οἱ πιστοί,
προστρέχοντες λαμβάνουσι τὴν ἴασιν, ψυχῶν καὶ τῶν σωμάτων, βοῶντες·
Χαῖρε, κοινὸν ἰατρεῖον πάντων·
χαῖρε, ἀκέστωρ δοτὸς θεόθεν.
Χαῖρε, Βυζαντίου βλαστὸς ἁγιώτατος·
χαῖρε, τῆς κρυπτῆς προσευχῆς, ὀ διδάσκαλος.
Χαῖρε, ὅτι τὸν παράφρονα κατεβάλου Βαρλαάμ·
χαῖρε, ὅτι τὸν Ἀκίνδυνον, πολυκίνδυνον δηλοῖς.
Χαῖρε, Θεσσαλονίκης κραταιὲ πολιοῦχε·
χαῖρε, τῆς Ἐκκλησίας, ἀδιάῤῥητον τεῖχος.
Χαῖρε, Χριστοὺ ὁ πάνυ ἐράσμιος·
χαῖρε, Πατέρων ὁ πολυέραστος.
Χαῖρε, πιστῶν τὸ ἀνέδρευτον ἔρκος·
χαῖρε, πιστῶν ἀδιάψευστος πρέσβυς.
Χαίροις Πάτερ Γρηγόριε.
Πᾶσας ἐν τῇ ἀΰλῳ, βιοτῇ σου φυλάξας, τὰς θείας ἐντολὰς τοῦ Κυρίου, γεγονὼς δ’ ἐγκρατείας κανών, καὶ στάθμη ἁγιωσύνης
πάνσοφε, ἐξέπληξας ἅπαντας καὶ κραυγάζειν ἤγειρας τῷ Κυρίῳ·
Ἀλληλούϊα

Ῥητορεύων καθεῖλες, δεινοὺς ῥήτορας πλάνης, φρονοῦντας τὰ Μαρκίωνος, ὅθεν καὶ πολλοὺς πλανηθέντας ἔπεισας, ἀεὶ εὔχεσθαι
καὶ μὴ μόνον τὸ Πάτερ ἡμῶν, ὡς οὗτοι οἴοντο, ἡμεῖς ὅμως βοῶμεν·
Χαῖρε, ποιμὴν τῆς Θεσσαλονίκης·
χαῖρε, τὸ θαῦμα τῆς Θετταλίας.
Χαῖρε, τοὺς κομψοὺς ὁ φιμώσας Μαρκίωνος·
χαῖρε, ἑσπερίων φαυλίσας τὴν ἄνοιαν.
Χαῖρε, νήψεως διδάσκαλε, ἀνεφίκτων ἑρμηνεῦ·
χαῖρε, πρόβολε τῆς πίστεως, εὐσεβείας ὁδηγέ.
Χαῖρε, χριστομιμήτως πειρασμοὺς ὑπομείνας·
χαῖρε, ὁ ἀριστεύσας ἐν ἐσχάτοις τοῖς χρόνοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας·
χαῖρε, χιτών, πενήτων σωτήριος.
Χαῖρε, σεπτὲ χρυσολόγε ὡς ὄντως·
χαῖρε, σοφὲ χριστοκῆρυξ θεόφρων.Χαίροις Πάτερ Γρηγόριε.
Σώζεις τὴν Ἐκκλησίαν, δυτικῶν ἐκ τῆς πλάνης, καὶ ἐκ πάσης αἰρέσεως Πάτερ, πάνσοφα συγγράμματα αὐτῇ καταλελοιπώς,
ἅπερ κατέχουσα, ἐνδυναμοῦται τρέπουσα ἐχθρῶν παρεμβολάς, καὶ ἐκβοῶσα·
Ἀλληλούϊα

Τοῦ σοφοῦ Δημητρίου ὦ Γρηγόριε Πάτερ, ἐπλούτησας τὴν χάριν θεόθεν, καὶ τῷ μύρῳ σοφὲ νοητῶς, χρισθεὶς ἀρχιερεύς,
τὴν ποίμνην αὐτοῦ ἄριστα ἐποίμανας πανάγιε, ὑφ’ ἧς ἱερουργὲ ἀκούεις·
Χαῖρε, ὀσμὴ ἐξ Ἐδὲμ χυθεῖσα·
χαῖρε, ῥοή, πανευόσμου μύρου.
Χαῖρε, λογογράφε, λογίων τοῦ Πνεύματος·
χαῖρε, ἀρετῶν ἀπασῶν τὸ κειμήλιον.
Χαῖρε, ὅτι ἀνατέθεικας, Θεοτόκῳ σὴν ζωήν·
χαῖρε, ὅτι ὡς ἐπόθησας, Αὐτὴν ἔσχες βοηθόν.
Χαῖρε, ὁ τὰς ἑνέδρας Βαρλαάμ, διαῤῥήξας·
χαῖρε, ὁ σοφιστείας Ἀκινδύνου ἐλέγξας.
Χαῖρε, ζωῆς ἀμείνονος μέτοχε·
χαῖρε, τρυφῆς ἀκηράτου ἐχέγγυε.
Χαῖρε, δι’ οὗ ἐναβρύνεται Ἄθως·
χαῖρε, δι’ οὗ ἐπαινεῖται τὸ Ὄρος.
Χαίροις Πάτερ Γρηγόριε.
Ὑετὸν ἡμῖν ῥάνον, τῶν χαρίτων σου Πάτερ, καὶ δρόσον Ἀερμώνειον θείαν, καὶ γὰρ ὄρη Σιὼν νοητά, ἀρετῶν ὑψωθῆναι,
οὐκ ἰσχύομεν ὡς δεῖ, ἐγκωμιάσαι σε οἱ τλήμονες ἡμεῖς, ὅμως βοῶμεν·
Ἀλληλούϊα

Φωτὸς θείου πληροῦται, οἱ καλῶς μελετῶντες, τὰς θείας καὶ πανσόφους σου δέλτους, καὶ γὰρ ἄλλος καθάπερ Μωϋσῆς,
ἔλιπες Δεκάλογον ἡμῖν, ὑφ’ οὗ πρὸς ζωὴν καθοδηγούμενοι, ὑμνοῦμέν σε βοῶντες οὗτω·
Χαῖρε, τοῦ οὐρανοῦ ἡ διόπτρα·
χαῖρε, τοῦ Πόλου ὁ πολυπράγμων.
Χαῖρε, ταπεινώσεως βάθος ἀμέτρητον·
χαῖρε, τίμιον ἀρετῶν τὸ θησαύρισμα.
Χαῖρε, ὅτι τὸ Θαβώριον φῶς, ἀπρόσιτον σὺ φής·
χαῖρε, ὅτι ἀπεστόμωσας, τοὺς ληροῦντας ὡς κτιστόν.
Χαῖρε, ὅτι ὑπάρχεις, Ἀρχιερέων τὸ κλέος·
χαῖρε, ὅτι ὑπάρχεις, μοναζόντων προστάτης.
Χαῖρε, ψυχῶν ἡμετέρων, ἴασις·
χαῖρε, παθῶν τῶν ἐχθίστων μείωσις.
Χαῖρε, λαῶν ἀταξίαν στορέσας·
χαῖρε, εἰρήνην τοῖς πᾶσιν βραβεύσας.
Χαίροις Πάτερ Γρηγόριε.
Χάριν σὴν οἱ Λατίνων ποτὲ μάταιοι παῖδες, ὑβρίζοντες κατήλεγχον ἅμα, ἀγιότητα Πάτερ τὴν σήν, ἀλλ’ ἡ θεία δίκη ἐνδίκως
φθάσασα, βυθῷ τούτους παρέδωκε, διδάξασα πολλοὺς Κυρίῳ ᾄδειν·
Ἀλληλούϊα

Ψάλλει σοι θεῖον ὕμνον, ἡ σὴ ποίμνη θεόφρον, κυκλοῦσα τὴν σορὸν τῶν λειψάνων, ἀσπαζομένη τε πιστῶς, αἰτεῖ τὴν
σεπτήν σου χάριν, Πάτερ Γρηγόριε, ἣν δαψιλῶς νῦν δώρησαι, ἵνα βοᾶ σοι σωζομένη ταῦτα·
Χαῖρε, ὁ μύστης Θεοῦ σοφίας·
χαῖρε, τῆς κρείττω θυσίας θῦτα.
Χαῖρε, ῥιζοτόμε αἰρέσεων ἄριστε·
χαῖρε, φυτοκόμε ἐσθλῶν περιδέξιε.
Χαῖρε, θεῖον οἰκητήριον, προσευχῆς καρδιακῆς·
χαῖρε, ἔσοπτρον ἐμφάσεων, τῆς Τριάδος ἀκραιφνές.
Χαῖρε, τοῦ φιλοσόφου Γρηγορᾶ καθαιρέτα·
χαῖρε, θεομαχίαν τὴν αὐτοῦ, καταστρέψας.
Χαῖρε, ψυχὰς πλουτίζων ἐν πνεύματι·
χαῖρε, πιστούς, ὁ ἄρδων χαρίσμασι.
Χαῖρε, ψυχῶν ἡμετέρων γαλήνη·
χαῖρε, φρενῶν κακοτρόπων ἡ ζάλη.
Χαίροις Πάτερ Γρηγόριε.
Ὤ Γρηγόριε Πάτερ, θεολόγων ἀκρότης, κανὼν ἱερωσύνης καὶ δόξα (γ΄), τόνδε ὕμνον πενιχρὸν ἡμῶν, προσδεξάμενος λύτρωσαι ἡμᾶ.

Προσευχή στον Άγιο Νεκτάριο Μητροπολίτη Πενταπόλεως



Κύριε ἠμῶν Ἰησοῦ Χριστέ, Σέ προσκυνοῦμεν καί Σ εὐχαριστοῦμεν ἐκ βάθους καρδίας, διότι διά τῆς θεϊκῆς ἀγάπης Σου, μᾶς ἐχάρισες πλῆθος μορφῶν Ἁγίων, διά νά
ἀποτελοῦν τά ἰδανικά πρότυπά μας, διά νά μεσιτεύουν καί ἱκετεύουν γιά μας καί διά νά δοξάζουν τό παντιμον καί μεγαλοπρεπές Ὄνομά Σου, μέ τά θαυμαστά ἔργα,
τή ζωή καί τά θαύματα τῶν.

Εὐλόγησον Κύριε, τήν πανήγυριν αὐτήν, ποῦ ἐπιτελοῦμεν σήμερον πρός τιμήν τοῦ ἁγίου ἐνδόξου Πατρός ἠμῶν, Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ.

Σύ Κύριε, ὁ ἐπαναπαυόμενος εἰς τούς Ἁγίους Σου, ἀξίωσον ὅπως ὁ ἑορταζόμενος Ἅγιος Νεκτάριος, γίνει ἡ κλίμακά μας, γιά νά Σέ προσεγγίσωμεν καί λάβωμεν τήν
ἐπουράνιον Χάριν Σου, τό μέγα ἔλεός Σου καί θείαν Σου εὐλογίαν.

Δέξου Δέσποτα Πανάγιε, τάς μεσιτείας καί ἱκεσίας τοῦ Ἁγίου Πατρός ἠμῶν Νεκταρίου, διότι, ἐπειδή ἠμεῖς εἴμεθα ἀνάξιοι, νά ἀπευθυνώμεθα ἄπ εὐθείας πρός Ἐσένα,
τόν αἰώνιον Βασιλέα τῆς δόξης, καταφεύγομεν εἰς τόν Προστάτην Ἅγιόν μας Νεκτάριον λέγοντάς του:

Ἅγιέ του Θεοῦ Νεκτάριε, δυνατέ στήν πίστιν καί ὑπόδειγμα τῆς ὑπομονῆς καί καρτερίας, τῆς ταπεινοφροσύνης καί ἀνεξικακίας, εὐλαβῶς τιμῶμεν τήν ἱεράν σου μνήμην καί
παρακαλοῦμεν ἐσέ, ποῦ ἀδίκως ἐσυκοφαντήθης καί δεινῶς ἐδοκιμάσθης ἀπό τούς διωγμούς καί τήν ἀποπομπήν σου ἐκ τοῦ κλίματος Ἀλεξανδρείας, ὅπως συγχωρήσης
τούς προαπελθόντας διώκτας σου, ἠμᾶς δέ πάντας, νά περιφρουρήσης καί διαφυλάξης, ἀπό παντός κακοῦ καί ὀλισθήματος.

Μεσίτευσον, Ἅγιε Νεκτάριε, πρός Κύριον τόν Θεόν, διά τήν ἐνίσχυσιν καί εὐόδωσιν τοῦ Πατριαρχείου Ἀλεξανδρείας, τοῦ Σεπτοῦ Προκαθημένου αὐτοῦ, τοῦ ποιμνίου καί τοῦ
κλήρου του.

Πρέσβευε, Ἅγιέ του Θεοῦ, ὅπως Κύριος ὁ Σωτήρ καί Λυτρωτής ἠμῶν στηρίζει διά τῆς θείας Τοῦ δυνάμεως καί χάριτος, μικρούς καί μεγάλους, εἰς τήν Ὀρθόδοξον πίστιν.
Νά χειραγωγῆ δέ τήν νεολαίαν μας καί νά χαρίζη πλούσια τά ἀγαθά Του στόν Ἑλληνικόν λαόν.

Άγιε του Θεού Νεκτάριε, Σύ πού τόσον ευλαβώς ελάτρευσες την Παρθένον Μαρίαν, την Μητέρα του Κυρίου μας, γενού ταπεινός ικέτης Της, διά να σκέπη και περιφρουρεί
το Έθνος ημών και φέρει σ όλο τον κόσμον ειρήνην, ομόνοιαν και αγάπην, προς δόξαν του Ονόματος της Παναγίας Τριάδος. Αμήν.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Χαιρετισμοί στον Άγιο Εφραίμ τον Μεγαλομάρτυρα και Θαυματουργό Νέας Μάκρης


Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί χαίροις Πάτερ μακάριε.

Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καί ἔδειξας ἠμίν τήν χάριν (ἐκ γ'), δί ἤς εὐφραίνεις πάντα πιστόν, Ὁσιομάρτυς Ἐφραίμ θείου Πνεύματος, διο σέ μακαρίζοντες, ἀναβοῶμεν σοί τοιαύτα
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας χαῖρε, ὁ ἄρτι σ' αὐτόν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καί ὁ παραίτιος, χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τό νεοφωτον Ἐκκλησίας τοῦ Χριστού χαῖρε, ξίφος τό ἀμφίστομόν της μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐν ἀσκήσει ἐμπρέπεις χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, καινόν της πίστεως ἔρεισμα χαῖρε, ἀπίστων φθορά καί ἄλγημα.
Χαῖρε, δί οὗ εὐσεβεῖς κραταιούνται χαῖρε, δί' οὐ δυσσεβεῖς καταργοῦνται.
Χαίροις Πάτερ μακάριε.
Βίου σου τοῦ ὁσίου καί τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πάσι πρίν ἐτέλουν, ἄλλ ἀποκαλύψει θαυμαστή τῶν ἱερῶν σου
Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν
Ἀλληλούϊα.

Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῶ τῷ ποικίλοις σέ δοξάσαντι θαύμασιν, Ἐφραίμ θεομακάριστε, δί ὧν εὐφραίνεις τούς βοώντας σοί
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων χαῖρε, φωτός ἀΰλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τήν ἄσκησιν χαῖρε, τῶν Μαρτύρων ζηλώσας τήν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκής χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.
Χαῖρε, ὅτι τόν κόσμον νουνεχῶς ἀπηρνήσω χαῖρε, ὅτι τά ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τά κύματα χαῖρε, νοός ὑψώσας τόν ἔρωτα.
Χαῖρε, Χριστοῦ γεωργῶν τήν ἀγάπην χαῖρε, σατᾶν καταργῶν τήν ἀπάτην.
Χαίροις Πάτερ μακάριε.
Δόξαν τήν κεκρυμμένην, ἤν θεόθεν ἐκτήσω, Ἐφραίμ Ὁσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σέ ἐφανέρωσας, καί θαύμασιν ἐπιστωσας, τούς πιστῶς Κυρίω βοώντας.
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὀσίως νῦν δέ τήν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις Λειψάνοις σου, Ἐφραίμ ἐν σοῖ χορεύουσαν καί βοώσαν σοί εὐφροσύνως
Χαῖρε, ὁ λύχνος τῆς ἠσυχίας χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τήν διανοιαν χαῖρε, ὁ αἰσχύνας ἀπίστων τήν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τήν στολήν χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τήν σήν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τήν ὁρμήν τῶν βαρβάρων χαῖρε, ὅτι μετέσχες αἰδίων στεφάνων.
Χαῖρε, λαμπτήρ ὁσίας ἀσκήσεως χαῖρε, πρηστήρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρά τῆς ἁγίας Μονῆς σού χαῖρε, φωτός θησαυρός τρισηλίου.
Χαίροις Πάτερ μακάριε.
Ζάλην ἅπασαν λύων, καί χαράν πρυτανεύων, ἐπέστης τή σεμνή Ἡγουμένη καί ταύτη ἐδήλωσας σαφῶς, τίς εἰ οὐ τά σεπτά ὀστᾶ ἀνεύρατο, ἡ δέ ἔνθους γεγονυία, τή σή ἐκφάνσει Θεῶ ἔφη
Ἀλληλούϊα.

Ἤκουσε τῆς φωνῆς σου, καί εἶδε σέ ὁμιλοῦντα, παμμάκαρ, ἡ ὤφθης τή Ἡγουμένη σοφέ, καί ταύτη τό σόν ὄνομα ἐδήλωσας, καί τέλος σου τό ἅγιον διο ἐβόας σοί τοιαύτα
Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὀσίοις χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ βιώσας ζωήν τήν ἰσάγγελον χαῖρε, ὁ τρυγήσας καρπόν τόν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητόν της ἁγίας σου Μονής χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας χαῖρε, ὁ δί ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τήν δύναμιν χαῖρε, Χριστοῦ πλουτήσας τήν ἔλαμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τόν ρύπον χαῖρε, πιστῶν ὁ εὐφραίνων τόν δῆμον.
Χαίροις Πάτερ μακάριε.
Θαύμασι παραδόξοις, καί πολλαῖς ἐμφανείαις, κάτ ὄναρ καί κάθ ὕπαρ ποικίλως, τήν σήν δόξαν πάσι φανεροῖς, ἤν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε διο τήν σήν λαμπρότητα, θαυμάζοντες Θεῶ βοώμεν
Ἀλληλούϊα.

Ἴασιν ἀναβλύζει, καί χαράν καί ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιούσι τή σή Μονή καί ζητούσιν Ἐφραίμ τήν σήν βοήθειαν ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοώσι
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων, χαῖρε ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, ὁ κάτ ὄναρ καί ὕπαρ φαινόμενος χαῖρε, ὁ κινδύνων παντοίων ρυόμενος.
Χαῖρε, ὅτι τούς καλοῦντας σέ ἁγιάζεις μυστικώς χαῖρε, ὅτι τούς ὁρώντας σέ ἐπευφραίνεις θαυμαστῶς.
Χαῖρε, ὁ θεραπεύων τά ἀνίατα πάθη χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τά ἄχθη.
Χαῖρε, ὁ ὀφθεῖς πολλοῖς ὡς ἠθέλησας χαῖρε, ὁ διδούς χαράν οὖς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ χαῖρε, ἠμῶν θερμός ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε.
Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχάς ἔνθεν πλεῖστοι τή Μονή σου προστρέχουσι, καί δρέπονται τήν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοώντες
Ἀλληλούϊα.

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεῖς τή Ἐκκλησία Χριστοῦ, τή ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρώην τελῶν ἄγνωστος, καί πάντας συγκινεῖς βοάν σοί
Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε, τό κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεοφωτος χαῖρε, Ἐκκλησίας κρηπίς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικών χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης χαῖρε, ὅτι ἐνδόξως τῷ Κυρίω μετέστης.
Χαῖρε, Χριστοῦ ὁρῶν τήν λαμπρότητα χαῖρε, αὐτοῦ ὑμνῶν τήν χρηστότητα.
Χαῖρε, ψυχῆς τήν ἀνδρείαν ἐκφαίνων χαῖρε, ἐχθρῶν τήν μανίαν ἐκτρέπων.
Χαίροις Πάτερ μακάριε.
Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπό τήν γῆν θεοφόρε, ἀρτίως εὐδοκία Θεοῦ, ἐγνώσθης ἠμίν ὡς θησαυρός ἅγιος, Ἐφραίμ καί τή σή χάριτι, πλουτίζεις τούς Χριστῷ βοώντας
Ἀλληλούϊα.

Νέος ἥλιος ὤφθης, τή Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτίσι, καί λύεις τήν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τή πρεσβεία σου. Ἀλλά καί ἠμίν Ὅσιε ἀεί βοώσι
Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεοσδοτος ἴασις χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητά χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καί θεοφρον ἀθλητά.
Χαῖρε, ὁ τή ἀσκήσει τήν ἄθλησιν συνάψας χαῖρε, ὁ ἐν τή δόξη τή ἄνωθεν ἐκλάμψας.
Χαῖρε, παθῶν ὁ λύων τήν ζόφωσιν χαῖρε, καλῶν ὁ φαίνων τήν ὄνησιν.
Χαῖρε, ὀφρύν τῶν βαρβάρων πατήσας χαῖρε, στερρῶς τόν ἀγώνα ἀνύσας.
Χαίροις Πάτερ μακάριε.
Ξένη πέλει ἡ χάρις, ἤν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σέ πάσιν ἔνθεν εἰς πάσαν τήν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἐξέδραμε, καί πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῶ βοώντες
Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τή θεία Μονή σου, καί φαίνη διαφόρω μορφή τοῖς καθαροῖς τή καρδία ἐν Πνεύματι, καί νέμεις χάριν ἄφθονον, τοῖς πόθω σοῖ βοώσι
Χαῖρε, τό κλέος τῶν μοναζόντων χαῖρε, ὁ στύλος τῶν ὀρθοδόξων.
Χαῖρε, τῆς ἀΰλου εὐκλείας θησαύρισμα χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκής χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἅγιον θύμα δί ἀθλήσεως θείας χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον.
Χαῖρε, ἀστήρ ἐν τῷ ὄρει Ἀμώμων χαῖρε, κανών πρακτικός μονοτρόπων.
Χαίροις Πάτερ μακάριε.
Παραλύτους συσφίγγεις, δαιμονώντας ἰᾶσαι, καί πλήθη τά δυσίατα παύεις ἐντεῦθεν Ἀθηναίων πληθύς, καί Πειραιεῖς καί περιχώρων ὅμιλοι, τή σή Μονή Πάτερ σπεύδουσιν, ὑμνοῦντες σέ καί βοώντες
Ἀλληλούϊα.

Ρημάτων σου τῶν θείων, ὡς σέ εἶδεν, ἐκλάμποντα ἐν δόξη ἀΰλω ἡ εὐσεβής νεάνις σοφέ, καί τήν σήν προστασίαν ὠμολόγησεν, ἤν παρέχεις τή σή μονή βοῶσι σοί τοιαύτα
Χαῖρε, Ὁσίων καύχημα νέων χαῖρε Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπώς χαῖρε, ὅτι τόν παράλυτον ἠνόρθωσας θαυμαστῶς.
Χαῖρε, κεφαλαλγίας διαλύσας τό βάρος χαῖρε, τοῦ διαβήτου καταπαύσας τό πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραίμ ἀσκητῶν ὡραιότης χαῖρε, εἰκών μοναστῶν καί λαμπρότης.
Χαίροις Πάτερ μακάριε.
Σέ, ὀράσει ἁγία καί κάτ ὄναρ καί ὕπαρ, ἐν τή σή μάνδρα περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καί εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σέ κηρύττουσαι, καί τῷ Θεῶ ὁμού βοώσαι
Ἀλληλούϊα.

Τό οὐράνιον μύρον, τή ψυχή θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καί εὐωδία μυρεψική τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τούς εὐλαβῶς σοί ἐκβοώντας
Χαῖρε, τῆς χάριτος μυροθήκη χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη.
Χαῖρε, ἀφθαρσίας εὐώδης παραδεισος χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τόν ἀντίπαλον ἐχθρόν χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τόν Χριστόν.
Χαῖρε, ὁ ὑπό χθόνα πλεῖστα ἔτη τελέσας χαῖρε, ὁ θεία νεύσει ἐκ τῆς γής ἀναλάμψας.
Χαῖρε, ψυχῶν καθαίρων τούς μώλωπας χαῖρε, δεινῶν ἐκκαίνων τούς σκόλοπας.
Χαῖρε, ἀεί τάς ἰάσεις παρέχων χαῖρε, ἠμῶν ἀεί προστατεύων.
Χαίροις Πάτερ μακάριε.
Ὕμνησαν τόν Σωτήρα, τή εὐρέσει θεοφρον, τῶν θείων καί πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεῖ, ὅτι ταῦτα ἀσινή διετήρησεν, ὑπό τήν γῆν χρόνοις πλείοσιν, ἅ τιμῶντες Ἐφραίμ βοώμεν
Ἀλληλούϊα.

Φύλαττε τήν Μονήν σου ἀπό πάσης ἀνάγκης, τή σῆ πρός τόν Σωτήρα πρεσβεία, καί δίδου ταύτη πάτερ Ἐφραίμ, τά τῆς εὐλογίας τῆς σῆς δωρήματα ἰδού γάρ τή σῆ χάριτι, προστρέχει ἀεί ἐκβοώσα
Χαῖρε, ἠμῶν τό ἄρρηκτον τείχος χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρός ἀσφαλέστατος χαῖρε, τῶν τεκνίων σου φύλαξ καί ἔφορος.
Χαῖρε, στήριγμα θεοσδοτον εὐλαβῶν μοναζουσών χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τάς αἰτήσεις χαῖρε, ὅτι προσδέχη σῶν υἱῶν τάς δεήσεις.
Χαῖρε, ἠμίν ἐκφαίνων τά κρείττονα χαῖρε, ἀεί ἐκτρέπων τά χείρονα.
Χαῖρε, Χριστῷ ὑπέρ πάντων πρεσβεύων χαῖρε, παθῶν τήν ἐνέργειαν φλέγων.
Χαίροις Πάτερ μακάριε.
Χάριτας ἀναβλύζεις, καί πολλήν εὐφροσύνην, καί θείαν ἀγαλλίασιν Πάτερ, καί εὐφραίνει ἠμῶν τάς ψυχᾶς, καί καθαγιάζει ὁμού τά σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τή Τριάδι
Ἀλληλούϊα.

Ψάλλοντες ἐν αἰνέσει, τούς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τήν δοθεῖσαν σοί χάριν καί παρεστῶτες τή σή σορῶ, τήν προστασίαν σου ἐπιβιώμεθα, ἤν δίδου ἠμίν Ἅγιε, ὡς ἄν ἀεί σοί ἐκβοώμεν
Χαῖρε, ἰσότιμος τῶν Ὀσίων χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μετοχος χαῖρε, τρισηλίου ἐλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονής χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.
Χαῖρε, δί οὗ ἀνίας ρυσθήσομαι χαῖρε, δί οὗ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρός Χριστόν ὁ μεσίτης χαῖρε, καμού ἐν ταῖς θλίψεσι ρύστης.
Χαίροις Πάτερ μακάριε.
Ὤ τρισόλβιε πάτερ, Ἐφραίμ Ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σύν αὐτοῖς δυσώπει τόν Χριστόν, ὡς ἄν ποικίλων ρυόμεθα θλίψεων, καί ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῶ βοώντες
Ἀλληλούϊα.

Καί αὔθις τό Κοντάκιον. Ἦχος πλ. δ΄. Τή ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί χαίροις Πάτερ μακάριε.

Δίστιχον
Ἐφραίμ χαράν δίδου μοί τήν οὐρανίαν Γερασίμω χαῖρε σοί ἀναβοώντι.

Τι θα πει να είσαι άνθρωπος της Εκκλησίας; ( Αγιος Ιωάννης της Κροστάνδης )


Τι θα πει να είσαι άνθρωπος της Εκκλησίας; 

«Να τι θα πει, με απλά λόγια: Βλέπεις ένα φτωχό που ζητά ελεημοσύνη; Αναγνώρισε σ’ αυτόν τον αδελφό σου, και ελέησέ τον με την πεποίθηση ότι στο πρόσωπό του βλέπεις τον ίδιο τον Χριστό.

Σε επισκέπτεται ένας άνθρωπος, γνωστός ή και άγνωστος; Δέξου τον πάλι όπως θα δεχόσουν τον Κύριο, αν σου χτυπούσε την πόρτα. Αγκάλιασέ τον με την αγάπη σου, φιλοξένησέ τον με χαρά και συζήτησε μαζί του πνευματικά θέματα.»

Αγιος Ιωάννης της Κροστάνδης