Oὗ ἡ μνήμη τελεῖται τῇ ΙΗ΄ Ἰανουαρίου
καὶ ἡ ἀνακομιδὴ τῶν λειψάνων τῇ Β΄ Μαΐου
Ποίημα Δρος Χαραλάμπους Μπούσια
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Στῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον, πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν διδάσκαλον καὶ πρόμαχον, τὸν ἀμαυρώσαντα Ἀρείου τὰ σοφίσματα, ὥσπερ σάλπιγγα θεόφθογγον ἀληθείας, καὶ τῆς πίστεως ὀχύρωμα τιμήσωμεν, ἀκλινές, Ἀλεξανδρείας ἀρχιποίμενα, ἀνακράζοντες· Χαίροις, πάτερ Ἀθανάσιε.
Οἱ Οἶκοι.
Ἄγγελος ὡς σαλπίζων, τὰς ὀρθὰς δοξασίας, ἐπώφθης Ἀθανάσιε μάκαρ· (ἐκ γ΄) δι’ ἀγώνων σου γὰρ τῶν στεῤῥῶν, τῶν δογμάτων μέγα καὶ λαμπρὸν τρόπαιον, ποιμὴν θεόφρον ἔστησας, ἐγείρων τοὺς πιστοὺς βοᾶν σοι·
Χαῖρε, ἡ στήλη τῆς Ὀρθοδοξίας· χαῖρε, ἡ στάθμη τῆς ἀληθείας.
Χαῖρε, τῶν πατέρων σεπτὸν ἀκροθίνιον· χαῖρε, τῶν ὡραίων ἀγώνων ὀσφράδιον.
Χαῖρε, πύργος ἀκαθαίρετος προσβολαῖς Ἀρειανῶν· χαῖρε, σκεῦος πολυτίμητον τῶν ὀρθῶν δοξασιῶν.
Χαῖρε, ὅτι πηγάζεις τὸ ἀθάνατον νάμα· χαῖρε, ὅτι ὀμβρίζεις τὸ οὐράνιον μάνα.
Χαῖρε, πιστῶν ὁ μέγας συνήγορος· χαῖρε, κακῶν καὶ πλάνων κατήγορος.
Χαῖρε, ὀρθῶν δογμάτων ἡ βίβλος· χαῖρε, ἡμῶν ὁ οὐράνιος φίλος.
Χαίροις, πάτερ Ἀθανάσιε.
Βάθρον Ὀρθοδοξίας, τὶς ἀξίως ἀγῶνας, ὑμνήσειεν ἂν τοὺς σεπτούς σου, οὕσπερ ἔτλης ὑπὲρ τῆς Χριστοῦ, ἀμωμήτου ὄντως καὶ ὀρθῆς πίστεως; Νικήσας γὰρ τὸν Ἄρειον, κατέπιθες πιστοὺς κραυγάζειν·
Ἀλληλούϊα.
Γνώστης ὢν ἀπὸ στήθους, τῆς Γραφῆς τῆς ἁγίας, καὶ κάτοχος σοφίας ἁπάσης, φιλοσόφων Ἑλλήνων σαφῶς, παιδιόθεν γνόφον μυσαρὸν ἔλυσας, εἰδώλων Ἀθανάσιε, καὶ ἤγειρας πιστοὺς Χαῖρε, ἄνωθεν δεξάμενος γνῶσιν θείων δαψιλῶς· χαῖρε, θύραθεν ὁ κάτοχος τῆς παιδείας ἀληθῶς.
Χαῖρε, στόμα δικαίου ἀποστάζον σοφίαν· χαῖρε, ὄμμα Τριάδα ἀτενίζων τὴν θείαν.
Χαῖρε, πρηστὴρ Ἀρείου παράφρονος· χαῖρε, λαμπτὴρ φωσφόρος τῆς χάριτος.
Χαῖρε, κλεινῶν θεολόγων ὄλβος· χαῖρε, σεπτῶν παραδόσεων τεῖχος.
Χαίροις, πάτερ Ἀθανάσιε.
Δένδρον ὡς εὐσεβείας, εὐθαλὲς ἀνεφύης, ἐν πόλει τῆς Ἀλεξανδρείας, πανευχύμους προσφέρον καρποὺς, Ἐκκλησίᾳ πάσῃ τοῦ Χριστοῦ Ἅγιε, οὕς πάτερ Ἀθανάσιε τρυγῶντες καὶ ἡμεῖς βοῶμεν·
Ἀλληλούϊα.
Ἔλαμψας ὥσπερ ὄρθρος, ἀκραιφνοῦς δοξασίας, Τριάδος τῆς σεπτῆς καὶ ἁγίας· ὁμοούσιον γὰρ τῷ Πατρὶ, τὸν Υἱὸν κηρύττων εὐσθενῶς, Ἄρειον τὸν ἄφρονα, κατῄσχυνας καὶ ηὔφρανας λαὸν βοῶντα·
Χαῖρε, πατέρων ἡ εὐκοσμία· χαῖρε, χαρίτων ἡ ἀφθονία.
Χαῖρε, τῆς Τριάδος τῆς θείας ὑπέρμαχος· χαῖρε, τῆς πατρίδος τῆς ἄνω ὁ ἔνοικος.
Χαῖρε, φρέαρ τὸ ἀκένωτον εὐφορίας ψυχικῆς· χαῖρε, ἔαρ τὸ πολύανθον βιοτῆς ἀγγελικῆς.
Χαῖρε, αἱρεσιάρχου συντριβὴ τοῦ Ἀρείου· χαῖρε, τοῦ Παντεπόπτου μιμητὴς καὶ Κυρίου.
Χαῖρε, εἰκὼν ἀΰλου ἐλλάμψεως· χαῖρε, λειμὼν ἁγίας φρονήσεως.
Χαῖρε, Χριστοῦ λαμπηδὼν Ἐκκλησίας· χαῖρε, Αὐτοῦ κοινωνὲ Βασιλείας.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ζάλης κακοδοξίας, τὴν σὴν ποίμνην μακρύνων, ἐτράνωσας τὴν θείαν Τριάδα, καὶ κατῄσχυνας λόγοις σοφοῖς, καὶ πυρφόροις πάντας ἱερὲ, πρώταθλε σταδίου Ἀθανάσιε, κραυγάζων εὐλαβείᾳ ἄκρᾳ·
Ἀλληλούϊα.
Ἤλασας ἐκ τῆς ποίμνης, τοῦ Κυρίου τοὺς λύκους, αὐτὴν ἐπιζητοῦντας σπαράξαι, Ἀθανάσιε βοᾶν σοι·
Χαῖρε, ἀπαύγασμα τῆς σοφίας· χαῖρε, ἑδραίωμα ἀληθείας.
Χαῖρε, τῶν δογμάτων ὀρθῶν ἡ ἀνάπτυξις· χαῖρε, τῆς αἱρέσεων λύμην κατάπτυσις.
Ἀρειανούς, ὧν μαχαίρᾳ λόγων σου, ὀφρῦν Ἅγιε συνέκοψας, καὶ ἔσωσας πιστούς σοι ἐκβοῶντας ταῦτα·
Χαῖρε, τῆς πλάνης ὁ καθαιρέτης· χαῖρε, ἀγάπης ὁ στρατιώτης.
Χαῖρε, ἑδρασμὸς ἀδιάσειστος πίστεως· χαῖρε, ἀληθῶς ἀκρεμὼν θείας χάριτος.
Χαῖρε, στάμνος μάνα φέρουσα τῶν ὀρθῶν δοξασιῶν· χαῖρε, πύργος καὶ ὀχύρωμα τῶν πιστῶν σου ἱκετῶν.
Χαῖρε, ὁ καρτερήσας διωγμῶν τρικυμίας· χαῖρε, ὁ διασώσας τὸν λαὸν ἀσεβείας.
Χαῖρε, λαμπρὲ τῆς πίστεως πρόμαχε· χαῖρε, δεινὲ αἱρέσεων ἔλεγχε.
Χαῖρε, Φωτὸς Τριλαμποῦς παραστάτης· χαῖρε, παντὸς Ὀρθοδόξου προστάτης.
Χαίροις, πάτερ Ἀθανάσιε.
Θέμεθλον προμαχῶνα, καὶ ἀκράδαντον στῦλον, ἡ θεία τοῦ Χριστοῦ Ἐκκλησία, ἔχουσά σε λαμπρῶς σε τιμᾷ· ἐξ ἀπάτης ταύτην γὰρ στεῤῥῶς, ἔσωσας Ἀρείου Ἀθανάσιε, Τριάδι τῇ ἁγίᾳ ψάλλων·
Ἀλληλούϊα.
Ἴσχυσας καταπείθειν, ἐν Νικαίᾳ Συνόδου, τῆς πρώτης τοὺς ἁγίους Πατέρας, Ἀθανάσιε Ἀρειανῶν, ἀποῤῥίψαι πλάνην καὶ σεπτὸν, σύμβολον συντάξαι, τὸ τῆς πίστεως· διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, κραταίωσις Ὀρθοδόξων· χαῖρε, κατάπτωσις κακοδόξων.
Χαῖρε, ἐξορίας πεντάκις γευσάμενος· χαῖρε, κληρουχίαν τὴν ἄνω δεξάμενος.
Χαῖρε, τίμιε διάκονε Ἀλεξάνδρου τοῦ σοφοῦ· χαῖρε, ἔνθεε διδάσκαλε τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, Ἀλεξανδρείας τηλαυγέστατος φάρος· χαῖρε, Ὀρθοδοξίας παμφαέστατος λύχνος.
Χαῖρε, δι’ οὗ ἡ αἵρεσις παύεται· χαῖρε, δι’ οὗ ὁ Κτίστης δοξάζεται.
Χαῖρε, ὁ κῆρυξ Τριάδος τῆς θείας· χαῖρε, ἡ σάλπιγξ Χριστοῦ ἀληθείας.
Χαίροις, πάτερ Ἀθανάσιε.
Κλέος ἀρχιερέων, σκευωροί συκοφάνται καὶ πλάνοι συνωμόται, παμμάκαρ Ἀθανάσιε σὲ ἰταμῶς, ὡς κοινὸν κακοῦργον ἐμπαθῆ, ἄφρονα διέσυραν, καὶ ἄσπλαγχνον τὸν κράζοντα Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.
Λάμπων καθάπερ φάρος, τηλαυγὴς καὶ ποιμάνας, ἐν σκότει καὶ νυκτὶ ἀσελήνῳ, Ἀθανάσιε αἱρετικῶν, Ἐκκλησίαν πᾶσαν τοῦ Χριστοῦ ηὔγασας, βολαῖς ὀρθοῦ φρονήματος καὶ πίστεως· διὸ βοῶμεν·
Χαῖρε, Ἀρείου ὁ καταπέλτης· χαῖρε, Τριάδος ὁ θεῖος λάτρης.
Χαῖρε, ζηλωτὴς τῶν ὀρθῶν παραδόσεων· χαῖρε, ἐλεγκτὴς ἐκτροπῆς ἐκ τῆς πίστεως.
Χαῖρε, στόμα θεοδόξαστον τὸ φθεγγόμενον ὀρθά· χαῖρε, φλόγαν ἔχων πίστεως φλέγων ὕλην καίουσα σαθράν.
Χαῖρε, ὁ γλωσσαλγίαν τοῦ Ἀρείου φιμώσας· χαῖρε, διδασκαλίαν τῆς ἀπάτης ὁ παύσας.
Χαῖρε, χρωστὴρ τῆς ἄνω λαμπρότητος· χαῖρε, λαμπτὴρ τῆς θείας ἐλλάμψεως.
Χαῖρε, δι’ οὗ ἐλαμπρύνθη ἡ κτίσις· χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις, πάτερ Ἀθανάσιε.
Μέγιστος τῶν πατέρων, ἀληθῶς ἀνεδείχθης, ποιμὴν Ἀλεξανδρείας τρισμάκαρ· σὺ πεντάκις γὰρ ἐξορισθεὶς, ὑπομένων φθόνον δι’ ὀρθὰ δόγματα, πανδείνως κακουχούμενος, καὶ πάσχων τὸν Σωτῆρα ἤνεις·
Ἀλληλούϊα.
Νέκταρ Ὀρθοδοξίας, ἐκ χειλέων σῶν θείων, ἀπέσταζεν ἀπαύστως, ἀλκίφρον Ἀθανάσιε, καὶ τὰς ψυχὰς ὑμνητῶν, Τριάδος τῆς σεπτῆς ηὔφραινεν, αὐτὸ ποθούντων γεύσασθαι, βοώντων δὲ ἐν κατανύξει·
Χαῖρε, Τριάδος ὁ μυστηπόλος· χαῖρε, λαμπάδος Αὐτῆς τὸ φέγγος.
Χαῖρε, συναυλίας Νικαίας ὁ ἔξαρχος· χαῖρε, πολιτείας τῆς ἄνω ὁ κάτοικος.
Χαῖρε, ζῆλον μιμησάμενος ἀποστόλων τῶν σεπτῶν· χαῖρε, θείων παραδόσεων φῶς τῷ ὄντι νοητόν.
Χαῖρε, Ἀλεξανδρείας ὁ σοφὸς ἱεράρχης· χαῖρε, κακοδοξίας συντριβὴ καὶ ἀπάτης.
Χαῖρε, ὁρμῆς Ἀρείου ἀντίπαλε· χαῖρε, ὀρθῆς φρονήσεως πρώταρχε.
Χαῖρε, δι’ οὗ δυσσεβεῖς καταργοῦνται· χαῖρε, δι’ οὗ εὐσεβεῖς βεβαιοῦνται.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ξίφει ἠκονισμένῳ τῶν σοφῶν σου ῥημάτων, ἀπέκοψας Ἀρείου τὴν πλάνην· ὀρθοδόξων γὰρ ὑπερμαχῶν διδαχῶν, ὑπέστης διωγμὸν ἄδικον, καὶ θλίψεις Ἀθανάσιε, οὐ παύων ὅμως ψάλλων πόθῳ·
Ἀλληλούϊα.
Ὄργανον τῆς Τριάδος, τῆς ἁγίας ὑπάρχων, θεότατον καὶ χάριτος σκεῦος, διαυγὲς ἀποστόλων εἰκὼν, θεολόγων ἅμα ἀκρεμών ὅσιε, ἐπώφθης Ἀθανάσιε· διό σοι ἐκβοῶμεν πόθῳ·
Χαῖρε, ὁ ὅρμος χειμαζομένων· χαῖρε, ὁ ὅρος ὀρθοφρονούντων.
Χαῖρε, οὐρανίων ἐλλάμψεων ἔσοπτρον· χαῖρε, ἀθανάτων πηγῶν ὕδωρ ἥδιστον.
Χαῖρε, κρίνον εὐωδέστατον τοῦ λειμῶνος τοῦ Θεοῦ· χαῖρε, μύρον πολυτίμητον Ἐκκλησίας τῆς Αὐτοῦ.
Χαῖρε, ὀρθοδοξίας ὁ ὑψίκομος φοῖνιξ· χαῖρε, ὀρθοπραξίας ἡ ἡδύφθογγος σύριγξ.
Χαῖρε, χοροῦ ποιμένων διάδημα· χαῖρε, λαμπροῦ ἀγῶνος τελείωμα.
Χαῖρε, ὀρθῶν κορωνὶς τῶν δογμάτων· χαῖρε, πασῶν ἀρετῶν τὸ ἀγγεῖον.
Χαίροις, πάτερ Ἀθανάσιε.
Πρᾶος γλυκὺς τοῖς τρόποις, εὐσεβής ταπεινόφρων, ἐνάρετος φιλόξενος ὄντως, πατρικῶς νουθετῶν τοὺς πιστοὺς ,καὶ στεῤῤῶς βαστάζων τῆς νηὸς πίστεως, τοὺς οἴακας ἐφώτισας, ὡς φάρος τοὺς πιστῶς βοῶντας·
Ἀλληλούϊα.
Ῥήτωρ ὡς ἀληθείας, διαπρύσιος ὄντως, ὀρθῆς ὁμολογίας χειμάῤῥους, Ἀθανάσιε καὶ ἀκρεμὼν εὐσεβείας πέλων ἀπειλάς, δίωξιν καὶ πόνους καθυπέμεινας· διό σοι νῦν βοῶμεν ταῦτα·
Χαῖρε, ὁ γίγας τῆς ἀληθείας· χαῖρε, ἡ βάσις Ὀρθοδοξίας.
Χαῖρε, σοφιστείας Ἀρείου κατάργησις· χαῖρε, φληναφίας αὐτοῦ καταπάτησις.
Χαῖρε, ὅτι κατηγλάϊσας Ἐκκλησίαν τοῦ Χριστοῦ· χαῖρε, ὅτι πάσας ηὔφρανας τὰς καρδίας τοῦ λαοῦ.
Χαῖρε, ὁ ὑπομείνας ἀπηνῶς ἐξορίας· χαῖρε, ὁ ἐπιμείνας εἰς ὀρθὰς δοξασίας.
Χαῖρε, ναὲ χρυσότευκτε πίστεως· χαῖρε, πυρσὲ ἀρίστης φρονήσεως.
Χαῖρε, σοφὲ Πατριάρχα καὶ Πάπα· χαῖρε, κλεινὲ Ὀρθοδόξων ἀλεῖπτα.
Χαίροις, πάτερ Ἀθανάσιε.
Στῦλον ὀρθοφροσύνης ἀῤῤαγῆ θεοφόρον, ἐκφάντορα καὶ Ἀλεξανδρείας, ποιμενάρχην τιμῶντες λαμπρῶς, ἐκβοῶμεν· Χαῖρε, ὁ σφοδρὸς ἔλεγχος, Ἀρείου Ἀθανάσιε, Χριστῷ ὁ ἀσιγήτως ψάλλων·
Ἀλληλούϊα.
Τίμημα ὡς ἀγώνων, τῶν σεπτῶν σου ἐδέξω, ὁσίου Ἀντωνίου παμμάκαρ, Ἀθανάσιε ἐπιστολήν, τοῦ ἐν Θηβαΐδι ἀσκητοῦ σώφρονος, συγχαίροντός σοι ἄριστε, μεθ’ οὗ σοι καὶ ἡμεῖς βοῶμεν·
Χαῖρε, τὸ λίκνον Ὀρθοδοξίας· χαῖρε, τὸ τέκνον τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ ζηλῶν τὰ ὀρθὰ καὶ τὰ κρείττονα· χαῖρε, ὁ ποιῶν τοῦ Θεοῦ τὰ προστάγματα.
Χαῖρε, ἄστρον ἡλιόφωτον διαλάμπον τηλαυγῶς· χαῖρε, δένδρον θείας πίστεως τρέφον ἅπαντας καλῶς.
Χαῖρε, ὀρθοφρονούντων μονοτρόπων τὸ κλέος· χαῖρε, κακουχουμένων δι’ εὐσέβειαν κῦδος.
Χαῖρε, πηγῆς χαρίτων τὸ ἄντλημα· χαῖρε, τῆς γῆς Νειλῴας τὸ καύχημα.
Χαῖρε, χαρὰ Ἀντωνίου τοῦ θείου· χαῖρε, ἀρὰ καὶ φθορὰ τοῦ Ἀρείου.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ὕμνον ἀξιοχρέως, σὺν κλεινῷ Γρηγορίῳ, τῷ θείῳ Θεολόγῳ ἀκρότης, σοὶ ὑφαίνομεν ἱεραρχῶν, καὶ σεπτῶν πατέρων τιμαφλὲς ἔκτυπον, βοῶντες Ἀθανάσιε, Χριστῷ τῷ μεγαλύναντί σε·
Ἀλληλούϊα.
Φρυκτωρεῖς πᾶσαν κτίσιν, εἰς αἰῶνας αἰώνων, φρυκτοῖς σῆς θείας ὁμολογίας, Ἀθανάσιε καὶ ἀσινεῖς, ἐκ τῶν κακοδόξων καὶ ἐχθρῶν πίστεως, φυλάττεις τοὺς τιμῶντάς σε, καὶ ὕμνοις μυστικοῖς βοῶντες·
Χαῖρε, ἡ τρῶσις αἱρετιζόντων· χαῖρε, ἡ φαῦσις τῶν αἰωνίων.
Χαῖρε, Ἐκκλησίας τὸ ἥδιστον κύμινον· χαῖρε, ποιμασίας ἡδύπνευστον λείριον.
Χαῖρε, ἔμπνουν στηλογράφημα τῶν ὀρθῶν δοξασιῶν· χαῖρε, θεῖον σεμνολόγημα τῶν Χριστοῦ ἀληθειῶν.
Χαῖρε, ὁ ὑποφήτης τῆς ἐνθέου σοφίας· χαῖρε, ὁ στυλοβάτης χριστωνύμου χορείας.
Χαῖρε, ἀκτὶς τῆς αἴγλης τοῦ Πνεύματος· χαῖρε, βαλβὶς ἀγάπης τῆς κρείττονος.
Χαῖρε, ποιμὴν τῶν ἐλλόγων προβάτων· χαῖρε, λιμὴν ποντουμένων ἐν βίῳ.
Χαίροις, πάτερ Ἀθανάσιε.
Χαῖρε νῦν γεγηθυῖαι, γηγενῶν αἱ χορεῖαι, βοῶσαί σοι καὶ ἄγουσαι μνήμην, τὴν σεπτήν σου ἀγῶνας στεῤῥεοὺς, τοὺς σοὺς θείους πάτερ εὐλαβῶς μέλπομεν, τρισμάκαρ Ἀθανάσιε, αἰνοῦσαι τὸν Σωτῆρα κόσμου.
Ἀλληλούϊα.
Ψάλλειν παναρμονίως, τῇ ἁγίᾳ Τριάδι, ᾠδὴν ἠξιωμένος αἰσίαν, Ἀθανάσιε Ἧς προμαχῶν, ἐξορίας πόνους ζοφεροὺς ἤνεγκας, ἡμῶν δέξαι τὰ ψάλματα, καὶ σῶσον τοὺς ἀεὶ βοῶντας·
Χαῖρε, ἐκπύρσευμα θείου φέγγους· χαῖρε, ἀπαύγασμα θείου θάῤῥους.
Χαῖρε, κυβερνῆτα ψυχῶν ἀσφαλέστατε· χαῖρε, καταλῦτα Ἀρείου δριμύτατε.
Χαῖρε, δένδρον εὐθαλέστατον τῶν τοῦ Πνεύματος καρπῶν· χαῖρε, βάθρον ἀδιάσειστον οὐρανίων ἀρετῶν.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν πιστῶν κατευθύντωρ· χαῖρε, ὅτι τυγχάνεις θεοφώτιστος ῥήτωρ.
Χαῖρε, φωστὴρ πατέρων ἀείφωτε· χαῖρε, κρατὴρ χαρίτων ἀείῥῤυτε.
Χαῖρε, Χριστοῦ τοῦ Σωτήρος θεάμων· χαῖρε, Αὐτοῦ Ἐκκλησίας θεράπων.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ὦχειμάῤῥους δογμάτων, τῶν ὀρθῶν ὁ ἐκτρέπων, ἀφρόνων δυσσεβῶν σοφιστείας, Ἀθανάσιε πλῦνον ἡμῶν, σαῖς εὐχαῖς τὸν ῥύπον τῆς ψυχῆς ἅγιε, τῶν πίστει εὐφημούντων σε, καὶ ὕμνοις μελιχροῖς βοώντων·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας τὸν διδάσκαλον καὶ πρόμαχον, τὸν ἀμαυρώσαντα Ἀρείου τὰ σοφίσματα, ὥσπερ σάλπιγγα θεόφθογγον ἀληθείας, καὶ τῆς πίστεως ὀχύρωμα τιμήσωμεν, ἀκλινές, Ἀλεξανδρείας ἀρχιποίμενα, ἀνακράζοντες· Χαίροις, πάτερ Ἀθανάσιε.
Δίστιχον
Ἀθανασίας ἐπώνυμον τὸν θεῖον Χαραλάμπης ᾔνεσε χαριστηρίως.