Monday, November 9, 2015

Αμαρτία θανάσιμη είναι εκείνη για την οποία ο άνθρωπος μένει αμετανόητος. ( αββά Μάρκου )


Αμαρτία θανάσιμη είναι εκείνη για την οποία ο άνθρωπος μένει αμετανόητος.
Κανένας δεν είναι τόσο αγαθός και σπλαχνικός όσο ο Θεός.
Τον αμετανόητο όμως ούτε Αυτός τον συγχωρεί.
Πολύ λυπόμαστε όταν κάνουμε αμαρτίες.
Τις αιτίες τους όμως με ευχαρίστηση τις δεχόμαστε.

Του αββά Μάρκου

Μικρός Ευεργετινός

Έκανα αμαρτία μεγάλη, και θέλω να μείνω σε μετάνοια τρία χρόνια. ( Από το Γεροντικό )



Ένας αδελφός ρώτησε τον αββά Ποιμένα:
- Έκανα αμαρτία μεγάλη, και θέλω να μείνω σε μετάνοια τρία χρόνια.
- Πολύ είναι, του λέει ο γέροντας.
Ρώτησαν τότε κάποιοι, πού βρίσκονταν εκεί:
- Φτάνουν σαράντα μέρες;
- Πολύ είναι, είπε πάλι ο αββάς. Εγώ νομίζω πώς, αν ένας άνθρωπος μετανοήσει μ΄ όλη του την καρδιά και δεν συνεχίσει ν΄ αμαρτάνει πια, ακόμα και σε τρεις μέρες τον δέχεται ο Θεός.

Από το Γεροντικό

Κανὼν Παρακλητικὸς εἰς τὸν ὅσιον καὶ θεοφόρον πατέρα ἠμῶν Ἀρσένιον τὸν Καππαδόκην


Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει, ὑπό Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,

Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας



ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἦχος γ΄. Θείας πίστεως.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων την χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.



ΚΟΝΤΑΚΙΟΝ

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῳ Σταυρῷ.

Καππαδοκίας τὸ νεόφυτον ἄνθος, καί ἀρετῶν τὸ πολυτίμητον σκεῦος, ὁ ἱερός Ἀρσένιος ὑμνείσθω μοι˙ οὗτος γὰρ ὡς ἄγγελος, ἐν σαρκὶ βιοτεύσας, σύσκηνος ἐγένετο, τῶν Ἁγίων ἁπάντων, μεθ’ὧν πρεσβεύει πάντοτε Χριστῷ, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εὐλογήσαντος τοῦ Ἱερέως

Ὁ Ἀναγνώστης τὸν 142ον Ψαλμόν·

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου˙ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου˙ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε˙ ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καὶ εὐθύς τό˙ Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς:

Ἦχος δ΄.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στιχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ.β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ.γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...



Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, χάριν πλουσίαν παρ’αὐτοῦ ἐκομίσω, τῶν Ἀσωμάτων σύσκηνε Ἀρσένιε˙ ὅθεν σου δεόμεθα, μὴ ἐλλίπῃς πρεσβεύων, πάσης ἡμᾶς ῥύεσθαι, ἐπηρείας καὶ βλάβης, τοὺς τῇ σῇ σκέπῃ σπεύδοντας σοφέ, καὶ τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ (ν’) 50ος Ψαλμός

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Έπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα˙ ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γαρ ἀλήθειαν ἠγάπησας˙ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι˙ πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην˙ ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου˙ ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντατριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς ο’θκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς˙

«Χάριν μοι δίδου, Ὅσιε Πάτερ ». Γερασίμου.

Ὠδὴ α΄.

Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Χαρὰν κεκτημένος τὴν ἀληθῆ, πάσης ἀθυμίας, καὶ μανίας τοῦ δυσμενοῦς, Ἀρσένιε Πάτερ θεοφόρε, τοὺς τῇ σῇ σκέπῃ προστρέχοντας λυτρωσαι.
Ἀνέτειλας νέος ὥσπερ ἀστήρ, ἡμᾶς καταυγάζων, τῇ ὁσίᾳ σου βιοτῇ˙ διὸ τῶν παθῶν ἡμῶν τὸν ζόφον, ταῖς σαῖς πρεσβείαις ἀπέλασον Ὅσιε.
Ῥεόντων ἀπέσχες ὁλοσχερῶς, ἐντεῦθεν φροντίδων, ἀπαλλάττεις ὀδυνηρῶν, τὸν νοῦν τὴν ψυχὴν καὶ τὴν καρδίαν, τῶν προσιόντων σοι Πάτερ Ἀρσένιε.

Θεοτοκίον.

Ἰάτρευσον Κόρη ὡς συμπαθής, τετραυματισμένην, τὴν καρδίαν μου χαλεπῶς, καὶ αἴτει μοι ἄφεσιν πταισμάτων, πρὸς τὸν Υἱόν σου πρεσβείαις τὸν εὔσπλαγχνον.

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νοσημάτων ὡς πάλαι, πολυειδῶν Ὅσιε, πλείστους ἐλυτρώσω ἐντεύξει, τῇ πρὸς τὸν Κύριον, οὕτως ἀπάλλαξον, ἡμᾶς παθῶν ἀκαθάρτων, καὶ πάσης κακώσεως, Πάτερ Ἀρσένιε.
Μεγαλύνας ἐν βίῳ, τὸν τοῦ παντὸς Κύριον, εὔκλειαν μεγίστην ἐκτήσω, Πάτερ Ἀρσένιε˙ ὅθεν ἐκλύτρωσαι, ἡμᾶς μεγάλων κινδύνων, καὶ τῶν ἐπιθέσεων, τοῦ παναλάστορος.
Ὁ θεράπων Κυρίου, καὶ τῶν πιστῶν πρόμαχος, Ὅσιε Ἀρσένιε πάντας ἡμᾶς κυβέρνησον, πρὸς ἀκυμάντους τε καὶ σωτηρίους λιμένας, πρὸς ζωὴν τὴν ἄλυπον καὶ ἀτελεύτητον.

Θεοτοκίον.

Ἵνα σώσῃ τὸν κόσμον, ὁ τοῦ παντὸς αἴτιος, σάρκα ἐξ ἁγνῶν σου αἱμάτων, Κόρη προσείληφεν˙ ὅθεν θεράπευσον, τὸ ἀσθενές μου σαρκίον, καὶ τὸν νοῦν μου λάμπρυνον, φέγγει τῆς Χάριτος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ Ἱερεὺς ἐκείνων, δι’οὓς ἡ Παράκλησις τελεῖται καὶ ἡμεῖς ψάλλομεν τὸ, Κύριε, ἐλέησον (ιε΄).

Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ ἑπόμενον˙

Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν ἐκτενῶς, ἱκέτευε Ἀρσένιε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν τὴν ἴασιν, καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος, καὶ πολιτείας σεμνῆς προκοπήν, ὡς ἄν θείας δόξης ἐπιτύχωμεν.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Δωρεαῖς θείου Πνεύματος, καταλαμπρυνόμενος Πάτερ Ὅσιε, δωρεὰν ἡμᾶς οἰκτείρησον, καὶ τῆς συνεχούσης ῥῦσαι θλίψεως.
Ἰσχὺν θείαν Ἀρσένιε, τῇ ἐξασθενούσῃ ψυχῇ μου αἴτησαι, ὡς ἄν πάσης περιγίνωμαι, πλάνης καὶ ἀπάτης τοῦ ἀλάστορος.
Δαιμονῶντας ὡς ἔσωσας, ἐκ τῆς δυναστείας τοῦ πολεμήτορος, οὕτω λύτρωσαι Ἀρσένιε, καὶ ἡμᾶς τῶν τούτου ἐπιθέσεων.

Θεοτοκίον.

Ὄρος θεῖον καὶ σύσκιον, ὤφθης Θεοτόκε πλουσίαις χάρισιν, ἐξ οὗ κόσμῳ ἐπεδήμησεν, ὁ Σωτὴρ καὶ ἔσωσε τὸν ἄνθρωπον.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὑψωσον ἡμῶν, τὴν καρδίαν Πάτερ Ὅσιε, πρὸς ἀγάπην τὴν τελείαν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς Ἀρσένιε.
Ὄμβροις μυστικοῖς, πρεσβειῶν σου πρὸς τὸν Κύριον, ἐναπόσβεσον τὴν φλόγα τῶν παθῶν, τὴν συντήκουσαν ἡμᾶς Πάτερ Ἀρσένιε.
Σύντριψον σοφέ, τοῦ ἐχθροῦ τὰ μηχανήματα, ἀβλαβεῖς ἐκ τῆς αὐτοῦ ἐπιβουλῆς, διασῴζων ἡμᾶς πάντοτε δεόμεθα.

Θεοτοκίον.

Ἴθυνον ἡμᾶς, πρὸς ζωὴν Παρθένε κρείττονα, ἐναπείργουσα ἐχθροῦ τὰς προσβολάς, καὶ παρέχουσα εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ στ΄. Τὴν δέησιν.

Ἐδέξω, παρὰ Θεοῦ Ἀρσένιε, τῶν θαυμάτων τὴν σωτήριον χάριν˙ ὅθεν ἰᾶσαι ψυχῶν καὶ σωμάτων, τὰ ἀρρωστήματα πάντα ἑκάστοτε, ἐξ ὧν με τήρει ἀσινῆ, τὸν προσφεύγοντα Πάτερ τῇ σκέπῃ σου.
Παθῶν μου, τὴν χαλεπὴν τρικυμίαν, τῇ γαλήνῃ τῆς θερμῆς σου πρεσβείας, εἰς ἠρεμίαν μετάβαλε Πάτερ, καὶ πρὸς λιμένα τοῦ θείου θελήματος, ὁδήγησόν με ἀσφαλῶς, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Ἁγίων, ἠριθμημένος χορείᾳ, ὡς ἁγίως διανύσας τὸν βίον, ἁγιασμόν καὶ χαρὰν καὶ εἰρήνην, τῇ Θεολόγου Μονῇ Πάτερ δώρησαι, τῇ ὥσπερ θεῖον θησαυρὸν, κεκτημένη τὰ θεῖα σου λείψανα.

Θεοτοκίον.

Τὸν πάντων, Δημιουργὸν καὶ Σωτῆρα, ἐκ γαστρός σου τῆς ἀχράντου τεκοῦσα, σῶσόν με Κόρη ἐχθροῦ τῆς μανίας, καὶ τείχισόν με τῷ φόβῳ τοῦ Κτίσαντος, ἵνα βαδίσω ἀκλινῶς, τὴν ὁδὸν τοῦ ἁγίου θελήματος.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀρσένιε θεοφόρε, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·Ἀμήν.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον·
Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ σῇ ἀσκήσει δοξάσας τὸν Κύριον, τῆς παρ’αὐτοῦ θείας δόξης ἠξίωσαι˙ διὸ ἀδοξίας ἀπάλλαξον, φθοροποιῶν παθημάτων καὶ θλίψεων, ἡμᾶς θεοφόρε Ἀρσένιε.

Καὶ εὐθὺς τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου αὐτοῦ (δίς).
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὁ Ἱερεύς·Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός·Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεύς·Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς·Εἰρήνη πᾶσι.
Ὁ χορός·Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς˙ Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Τὸ Εὐαγγέλιον. (Ματθ. ια΄ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου˙ καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ˙ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ὑμᾶς καὶ μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾷος εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν˙ ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Ὁ Χορός˙

Δόξα σοι, Κύριε, δόξα σοι.

Καὶ εἶτα:

Ἦχος β΄.

Δόξα Πατρί.

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, έλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὸ Προσόμοιον.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ἄστρον ὡς νεόφωτον, ἐκ τῆς Ἑῴας ἐκλάμψας, ἀρετῶν λαμπρότησι, καταυγάζεις ἅπαντας τοὺς τιμῶντας σε˙ διὸ νῦν Ὅσιε, πάσης ἐπηρείας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πάσης θλίψεως, καὶ πολυειδῶν περιστάσεων, καὶ νόσων καὶ κακώσεων, ταῖς σαῖς ἱκεσίαις πρὸς Κύριον, φύλαττε ἀτρώτους, Ἀρσένιε θεράπον τοῦ Χριστοῦ, τοὺς τοῖς ἁγίοις λειψάνοις σου, εὐλαβῶς προσπίπτοντας.

Ὁ Ἱερεύς˙

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου˙ ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς˙ ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου˙ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν˙ τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ˙ τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου˙ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων˙ τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν˙ τοῦ Ἁγίου (τοῦ Ναοῦ, ἐφ’ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω)˙ τῶν ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, τοῦ Ἁγίου (τῆς ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Ὁ Χορός˙ Κύριε, ἐλέησον (ιβ΄)
Ὁ Ἱερεύς·Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐν θερμῇ διανοίᾳ, προσελθοῦσαι γυναῖκες αἱ στεῖραι πρότερον, τοῖς θείοις σου λειψάνοις, ἐγένοντο μητέρες, ἐπὶ τέκνοις γηθόμεναι, τῇ ἀντιλήψει τῇ σῇ, Ἀρσένιε τρισμάκαρ.
Ῥυπτικῇ σου πρεσβείᾳ, τῆς ψυχῆς μου τοὺς μώλωπας ἀποκάθαρον, καὶ δίδου ἀφορμάς μοι, γνησίας μετανοίας, ὡς θερμὸς ἀντιλήπτωρ μου, Ἀρσένιε ἱερέ, Ἀγγέλων συμπολῖτα.
Γέρας κέκτηται θεῖον, ἡ Μονὴ Θεολόγου Πάτερ Ἀρσένιε, τὰ θεῖα λείψανά σου, οἷς πίστει προσιοῦσα, θείαν χάριν κομίζεται, καὶ οὐρανίου χαρᾶς, πληροῦται ἀοράτως.

Θεοτοκίον.

Ἐφαπλώσασα Κόρη, ἐφ’ἡμᾶς τῆς σῆς σκέπης χάριν τὴν ἄφθονον, ἀπόστρεψον εἰς τέλος, ἐχθροῦ τοῦ βροντοκτόνου, ἀφ’ἡμῶν δόλον ἅπάντα, καὶ καθοδήγει ἡμᾶς, πρὸς τρίβον σωτηρίας.

Ὠδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.

Ῥάβδῳ ἁγίᾳ, ἐπισκοπῆς σου τῆς θείας, ὥσπερ πρόβατα ὁδήγει ἡμᾶς Πάτερ, πρὸς ἀθανασίας, τοὺς μυστικούς λειμῶνας.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τοῖς λειψάνοις σου καὶ δίδου τούτοις Πάτερ, τῆς σῆς βοηθείας, τὰς δαψιλεῖς ἐκφάνσεις.
Σκέπε ἀπαύστως, τῇ πατρικῇ ἀρωγῇ σου, τοὺς δειναῖς αἰχμαλωσίαις κειμένους, τούτους περισῴζων, ἐκ βλάβης καὶ κινδύνων.

Θεοτοκίον.

Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Ὠδὴ θ΄. Ὁ Εἱρμός.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Πάρθένε, ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Μανίας πάσης ῥύου, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν θεοφόρε Ἀρσένιε, τῶν Ὀρθοδόξων τὰ πλήθη σὲ μεγαλύνοντα.
Ὁσίοις συγχορεύων, σὺν αὐτοῖς δυσώπει, ὑπὲρ ἡμῶν θεοφόρε Ἀρσένιε, τῶν ἀνυμνούντων τὰ θεῖά σου προτερήματα.
Ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, ἤδη ἐν ὑψίστοις, τὸν ἐν Τριάδι Θεὸν Πάτερ Ὅσιε, ἀεὶ δυσώπει σωθῆναι τοὺς σὲ γεραίροντας.

Θεοτοκίον.

Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ Χαῖρε βοῶμέν σοι˙ τῇ γὰρ πρεσβείᾳ σου Κόρη ἀεὶ σῳζόμεθα.

Καὶ εὐθὺς τό·

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ θυμιᾶ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν ναόν, ἢ τὸν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις, καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, διὰ πολιτείας, καὶ ἀσκήσεως ἱερᾶς˙ χαίροις Μοναζόντων, καὶ Ἱερέων κλέος, Καππαδοκίας δόξα, Πάτερ Ἀρσένιε.
Πόνοις ἐναρέτου Πάτερ ζωῆς, σεαυτὸν καθάρας, φρονημάτων τῶν γεηρῶν, ἐκ Θεοῦ ἐδέξω, τὴν χάριν τῶν θαυμάτων, Ἀρσένιε ἐκφαίνων, πᾶσι τὰ κρείττονα.
Πάθη ἐθεράπευσας χαλεπά, καὶ δαιμόνων Πάτερ, ἐταπείνωσας τὴν ἰσχύν, ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει, ὡς ἔχων παῤῥησίαν, Χριστῷ Ἀρσένιε.
Χαίρων τὸν ἀγῶνα τῆς ἀρετῆς, ὑπῆλθες θεόφρον, οὐρανόφρονι λογισμῷ, καὶ τῆς ἀπαθείας, τὰς χάριτας ἐδρέψω, Ἀγγέλων συμπολῖτα, Πάτερ Ἀρσένιε.
Φύλαττε καὶ σκέπε πάσης ὀργῆς, καὶ δαιμόνων βλάβης καὶ παντοίας ἐπιβουλῆς τοὺς πίστει προσκυνοῦντας, τὰ λείψανά σου Πάτερ, καὶ ἐπιβοωμένους τὴν προστασίαν σου.
Δίδου εὐλογίαν τὴν πατρικήν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀγῶνας πνευματικούς, ταῖς τῶν μοναζόντων χορείαις θεοφόρε, καὶ ταύτας, τῶν παγίδων ῥύου τοῦ ὄφεως.

Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ.

Εἶτα˙

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·Ἀμήν.

Εἶτα τὰ Τροπάρια˙

Ἦχος πλ.β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς˙ πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν˙ ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλεήσον ἡμᾶς˙ ἐπὶ σοὶ γὰρ πεποίθαμεν˙ μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν˙ ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν˙ σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου˙ πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε˙ ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν˙ ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπὲρ τῶν εὐσεβῶν...
Ἔτι δεόμεθα, ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης...

(Καὶ μνημονεύει καὶ πάλιν ὑπὲρ ὧν ἡ Παράκλησις γίνεται)

Ἔτι δεόμεθα, ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν Μονὴν (ἢ πόλιν ἢ χώραν ἢ νήσον) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου˙ ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ’ἡμῶν κινουμένην˙ καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα, ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν˙ καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἱερεὺς ποιεῖ μικρὰν Ἀπόλυσιν˙

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ Μητρός˙ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων˙ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων˙ (τοῦ ἁγίου τοῦ Ναοῦ)˙ τῶν Ἁγίων καὶ Δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Μετὰ δὲ ταύτην τῶν Χριστιανῶν ἀσπαζομένων τὴν εἰκόνα τοῦ Ἁγίου, ψάλλονται τὰ παρόντα Τροπάρια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ἀντιλήψει θεόφρον, Πάτερ Ἀρσένιε, πάσης περιστάσεως, ῥῦσαι καὶ θλίψεως, καὶ ἀπάλλαξον τάχιστα ἐχθροῦ δυναστείας, βλῦσόν τε ἰάματα τοῖς ἀσθενοῦσι δεινῶς, δίδου δὲ εἰρήνην ἐν βίῳ, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, τοῖς τὰς ἀρετάς σου μακαρίζουσι.

Ἦχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς·Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ λαός·Ἀμήν.

Δίστιχον.

Ἀρσένιε δέησιν πρόσδεξαι τήνδε
Καὶ δίδου τὴν Χάριν σου τῷ Γερασίμῳ.

Παρακλητικός κανών εις τον Άγιο Ιωάννη τον Χρυσόστομο


Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.

Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου.

Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.

Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.

Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.


Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.


Ήχος δ΄

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.


Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.


Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.


Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.


Ήχος δ’. Τη Θεοτόκω εκτενώς.

Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρ’υσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρύσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.

Και νυν και αει και εις τους αιώνας των αιώνων, Αμήν.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν εν μετανοία κράζωμεν εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. μη αποστρέψης σους δούλους κενούς, σε γαρ και μόνην, ελπίδα κεκτήμεθα.

Ο Ν΄ (50) ΨΑΛΜΟΣ

Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός.

Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.

Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.

Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.

Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα.

Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.

Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού.

Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.

Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.

Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις.

Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.

Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.

Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ωδή α΄. Αρματηλάτην Φαραώ.

Αρχήν σοφίας τον Θεού ποιούμενος, φόβον Χρυσόστομε, εντολάς απάσας, δι’ αυτού ετήρησας, και της αγάπης έφθασας, την ακρώρειαν Πάτερ, ων περ μετόχους ανάδειξον, και ημάς ταις θείαις πρεσβείαις σου.

Εν εγκρατεία της σαρκός ενέκρωσας, πάθη Χρυσόστομε, και εις απαθείας, ύψος ανελύληθας, διό σε ικετεύομεν, και ημάς τους σους δούλους, παθών απάντων εκλύτρωσαι, της ψυχής ομού και του σώματος.

Εκ νεαράς της ηλικίας Άγιε, συ την ταπείνωσιν, αγάπησας λίαν, έπαρσιν εμίσησας, αλλά και ημάς πρέσβευε, τα φρονήματα πάντα, τα υψηλά αποστρέφεσθαι, και τοις ταπεινοίς συνεπάγεσθαι.

Εν ταις αγκάλαις τον Χριστόν βαστάζουσα, έλεγες Άχραντε, ω γλυκύ μου σπλάγχνον, επέιμε Μητέρα σου, γενέσθαι κατηξίωσας, δέομαί σου Υιέ μου, πάσης ανάγκης διάσωσον, τους εμοί προσφεύγοντας δούλους σου.

Ωδή γ΄. Ουρανίας αψίδος.

Σοι το ζην κατά Παύλον, ην ο Χριστός Άγιε, και το υπέρ τούτου τεθνάναι, κέρδος λελόγισται, διό καμέ τη σαρκί, θανείν Χριστόν εκδυσώπει, και ζην εν τω Πνεύματι Πάτερ Χρυσόστομε.

Απογνώσεως ώφθης, εκκοπτικός πέλεκυς, της δε μετανοίας εδείχθης κύρηξ Χρυσόστομε, διό αξίωσον, μετανοείν με γνησίως, εφ’ οις επλημμέλησα, λόγοις και πράξεσιν.

Ειληφώς εξουσίαν, παρά Χριστού Άγιε, λύειν και δεσμείν αμαρτίας εμού διάλυσον αμαρτιών την πληθύν, και του Κυρίου τω φόβω, σύνδησόν με πάνσοφε, θείε Χρυσόστομε.

Μέγα όντως υπάρχει, το σον αγνή καύχημα, ότι τον Υιόν του ανάρχου Πατρός εγέννησας, ον εκδυσώπησον, ης περ απώλεσας θείας, αξιώσαι χάριτι υιοθεσίας με.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεό και Σωτήρα.

Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το Κάθισμα

Ήχος β΄. Πρεσβεία θερμή

Πολλοίς εν δεινοίς, κυκλούμενοι οι δούλοι σου, προς σε τον ημών, προστάτην καταφεύγομεν, Ιωάννη θείε Χρυσόστομε, δράμε πρόσπεσον Χριστώ τω Θεώ, και ίλεων αυτόν ημίν ποίησον.

Ωδή δ΄. Συ μου ισχύς Κύριε.

Της προσευχής, της νοεράς συ διδάσκαλος, ανεδείχθης, όθεν καταξίωσον, ημάς πνοήν φως και ηδονήν, γλυκυτάτην θέρμην, το Ιησού έχει όνομα, και μελετάν απαύστως, εν καρδία και λέγειν, Ιησού, Ιησού μου γλυκύτατε.

Εκριζωτής, φιλαργυρίας μεν γέγονας, του δ’ ελέους, φυτοκόμος άριστος, διό σοφέ, των ψυχών ημών, την φιλαργυρίαν εκρίζωσον και εμφύτευσον, την ελεημοσύνην, προς τους πένητας πάντας, την Θεώ ομοιούσαν τον άνθρωπον.

Λόγοι οι σοι, κηρία μέλιτος πέλουσι, και αι βίβλοι, σου θείε Χρυσόστομε, μάνα υπάρχουσι γλυκασμού, ξύλον ζωής θείας, και ύδωρ όντως νεκρέγερτον, εν αις αξίωσόν με, εντρυφάν αεννάως, και ζωήν την αθάνατον δρέπεσθαι.

Σου το γλυκύ, και θείον όνομα Δέσποινα, φως υπάρχει, του νοός και έλλαμψις, έρως ψυχής, γλώττης γλυκασμός, διό κολληθήτω, εμή πνοή τούτο δέομαι, και χείλη μου ψαλλέτω, και καρδία βοάτω, Μαριάμ, Μαριάμ αειπάρθενε.

Ωδή ε΄. Ίνα τι με απώσω.

Ο λαμπρός εωσφόρος, ο χρυσοφανής και χρυσαυγίζων ήλιος, ο χρυσός ακτίσι, των χρυσεών σου λόγων την σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου, ίνα κάλλη τα θεία φαντάζηται.

Ώσπερ άγγελος άλλος, επί γης εβίωσας πάτερ Χρυσόστομε, καν διά την σάρκα, των αγγέλων βραχύ τι ηλάττωσαι, όθεν τους το σχήμα, ημάς φορούντας των αγγέλων, τους αγγέλους μιμείσθαι ενίσχυσον.

Πειρασμών τας νιφάδας, συ υπέμεινας Πάτερ ως πύργος άσειστος, θλίψεις εξορίας, αλλ’ ευχαίς σου ημάς ενδυνάμωσον, υπομένειν πάντας τους πειρασμούς επερχομένους, εκ δαιμόνων ανθρώπων και φύσεως.

Ομβροτόκον νεφέλην, σε ο επουράνιος όμβρος ανέδειξε, Παναγία Κόρη, επομβρίζουσαν χάριτας άπασιν, όθεν δέομαί σου, τη σκληροτάτη μου καρδία, κατανύξεως δάκρυα όμβρισον.

Ωδή ς΄. Την δέησιν εκχεώ προς Κύριον.

Ως έσωσας, Ιωάννη άπειρα, βροτών πλήθη τοις παγχρύσοις σου λόγοις, ούτως ημάς, προσβολής από πάσης, του διαβόλου ευχαίς σου ρυσάμενος, οψώνιον ως εκλεκτόν, τω Χριστώ σεσωσμένους προσάγαγε.

Ως έκτεινας βροτοκτόνον λέοντα, του Σταυρού τω αηττήτω σημείω, ούτως ημών, τον θυμόν κτείνον Πάτερ, κατά του πέλας δεινώς ωρυόμενον, και φθόνον τον ψυχοβλαβή, ος του φόνου Πατήρ ονομάζεται.

Ιάτρευσον ασθενείας σώματος και του πνεύματος ημών Χρυσολόγε, συ γαρ πολλών, ιατρός ανεδείχθης, ζων και θανών χειρουργία της Χάριτος, εντεύθεν και θαυματουργός, Ιωάννη εκλήθης αοίδιμε.

Υπάρξασα, φλογοφόρον όχημα, και λαβίς ανθρακοφόρος Παρθένε, τον της ψυχής, της εμής ρύπον φλέξον, και κατακρίσεως κάθαρον χείλη μου, ως αν σε γλώττη καθαρά, και καρδία γεραίρω Πανύμνητε.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεόν και Σωτήρα.

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον


Ήχος δ΄. Προστασία των χριστιανών.

Ιατρέ της ψυχής και του σώματος άμισθε, των εν ζάλη λιμήν γαληνέ και αχείμαστε, Ιωάννη θείε Χρυσόστομε, τους δούλους σου ημάς, σπεύσον θεράπευσον ταχύ, τους κατ’ άμφω ασθενείς, προς σε γαρ καταφεύγομεν, πράϋνον τρικυμίας, στήσον τας καταιγίδας, των επερχομένων δεινών, Χρυσολόγε τη ποίμνη σου.

Προκείμενον, Ήχος δ΄.

Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.

Στιχ. Ακούσατε ταύτα πάντα τα έθνη.

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν

Εκ του κατά Ιωάννην (ι’. 1-9)

Είπεν ο Κύριος ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ο κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ο μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ο δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα σοι Κύριε δόξα σοι.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ταις του Χρυσοστόμου πρεσβαίαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αει και εις τους αιώνας των αιώνων, Αμήν.

Ταις της Θεοτόκου, πρεσβαίαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ.β΄. Όλην αποθέμενοι.

Ουρανέ χρυσόμορφε, Χριστόν ως ήλιον έχων, και αρετάς κύκλωθεν, ως αστέρας λάμποντας νέε Πρόδρομε, των Γραφών θάλασσα, μετανοίας κήρυξ, μετά Παύλον Παύλε δεύτερε, στόμα της Χάριτος, και βυθέ σοφίας βαθύτατε, Χρυσόστομε μακάριε, σε από ψυχής ικετεύομεν, πρόφθασον και ρύσαι, ημάς από παντοίων πειρασμών, και σωτηρίας αξίωσον, θείαις μεσιτείαις σου.


Ωδή ζ΄. Οι εκ της Ιουδαίας.

Ως χρυσήλατος σάλπιγξ, η τιμία σου γλώσσα Πάτερ σαλπίσασα, ανέστησε κειμένους, εν τάφοις αμελείας, ης καμέ εξανάστησον, και προθυμίαν θερμήν εν τοις καλοίς μοι δίδου.

Πατήρ ώφθης Πατέρων διδασκάλων διδάσκαλος χρυσεπώνυμε διό σους νεωκόρους, ημάς ως μαθητάς σου, και υιούς διαφύλαττε, από παντός λύπηρού, και βλάβης του Βελίαρ.

Πλουσίος ει τρισμάκαρ, ως χρυσούν έχων στόμα χρυσήν καρδίαν τε κεχρυσωμένος όλος, διό τους πενομένους, καλοίς ημάς πλούτισον, της θεωρίας ομού, και πράξεως τω πλούτω.

Κόσμος ει δύο κόσμων, θεοκόσμητε Κόρη διό την άκοσμον, ψυχήν μου εν αγάπη, χαρά και υπακοή τε, και πρότητι κόσμησον, και ουρανίου τυχείν, αξίωσόν με κόσμου.


Ωδή η΄. Τον εν όρει αγίω δοξασθέντα.

Λύρα ώφθης Πατρός Υιού κιθάρα, Παρακλήτου ψαλτήριον θεόφρον, διό καμέ της υπερθέου ποίησον, όργανον Τριάδος, ταις προς την Τριάδα ενθέοις σου πρεσβείαις.

Έμπνους οίκος, τας αρετάς απάσας, περιέχων εφάνης Ιωάννη, διό καμέ οίκον σεπτόν ανάδειξον, αρετών ευχαίς σου, και πασών εργάτην των εντολών Κυρίου.

Πυρός στύλος, γενού μοι Χρυσολόγε, και δροσώδης και σκιερά νέφελη, λιποψυχούντα βίου περιστάσεσιν, αναψύχων Πάτερ, και καθοδηγών με εις γην επαγγελίας.

Ίδοιμί σε ΘεόνυμφεΜαρία, εν τη ώρα θανάτουρυομένην, ψυχήν εμήν χειρός δαιμόνων Άχραντε, ίνα τελωνάρχας, τους εν τω αέρι, διέλθω ακολύτως.

Ωδή θ΄. Εξέστη επί τούτω ο ουρανός.

Διδάσκαλος εφάνης μελισταγής, παρθενίας Χρυσόστομε όσιε, όθεν ημάς, Πάτερ ταις αγρύπνοις σου προσευχαίς, εν παρθενία φύλαξον, ψυχής τε και σώματος και νοός, πασών αισθήσεών τε, δι’ ων της παρθενίας, το θείον κάλλος διαφθείρεται.

Ως έχων παρρησίαν προς τον Θεόν, Ιωάννη Χρυσόστομε πρέσβευε, όπως ημείς, πάσας υποσχέσεις τας φοβεράς, φυλάξαι δυνηθείημεν, ώσπερ υπεσχέθημεν τω Χριστώ, ενώπιον Αγγέλων, ενώπιον Αγίων, ότε το Σχήμα ενεδύθημεν.

Προσδέχου χαριστήριον ως βραχύ, την παρούσαν ωδήν χρυσεπώνυμε, ανθ’ ων ημάς, σκέπεις περιθάλπεις και προνοείς, και αμοιβήν κατάπεμψον, τας δραστικωτάτας σου προσευχάς, δι’ ων πυρός γεέννης λύτρωσαι ημάς Πάτερ, και Βασιλείας καταξίωσον.

Παράκλησιν προβάλλομεν προς Θεόν, σε Παρθένε οι δούλοι σου άπαντες, όθεν Αγνή, δέησιν προσάγαγε σω Υιώ, Πατρί τε και τω Πνεύματι τω ενί των πάντων Δημιουργώ, Τριάδι τη Αγία, ίνα ημάς οικείρη, και πάντας σώση κόσμου σώτειρα.

Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Και τα Μεγαλυνάρια

Χαίροις οικουμένης θείε φωστήρ, ιεραρχών δόξα, διδασκάλων η κορωνίς, ρήτωρ των ρητόρων, και ποιμήν των ποιμένων, κλέος των θεολόγων, Πάτερ Χρυσόστομε.

Χαίροις ο χρυσόρειθρος ποταμός, ο την οικουμένην, καταρδέυων νάμα χρυσούν, χαίροις ο την γλώτταν χρυσούς και την καρδίαν, Χρυσόστομε τρισμάκαρ, πατριαρχών η κρηπίς.

Θείας ευσπλαγχνίας εγγυητά, Χρυσόστομε Πάτερ, και απάντων αμαρτωλών, η παρηγορία, και των χηρών προστάτα, και πλουτιστά πενήτων, σκέπε τους δούλους σου.

Νυμφικόν ως κόσμον τη του Χριστού, Εκκλησία Μάκαρ, καταλέλοιπας τας χρυσάς και θείας σου βίβλους, ως πολυτίμους λίθους, ως ψέλλια χλιδώνας και περιδέραια.

Νείλον χρυσορρόαν, και Πακτωλόν, Χρυσοδίνην Πάτερ, σε γινώσκομεν αληθώς, ουκ Αίγυπτον μόνην, αλλ’ άπασαν την κτίσιν, αρδεύοντα τοις ρείθροις, των θείων λόγων σου.

Ποίμανον εις πόας ανθοποιούς, εις νομάς δροσώδεις, εις λειμώνας τους ζωηρούς, εις τόπον της χλόης, και εις πηγάς υδάτων, Χρυσόστομε τρισμάκαρ, ημάς τους δούλους σου.

Ρείθρον αναβλύζει μελισταγές, η γλώσσα σου Πάτερ, κατανύξεως ηδύ, γλεύκος αποστάζει, το χρύσεόν σου στόμα, και πόμα νεκταρώδες, κιρνά τα χείλη σου.

Έχοντες ναόν σου τον ιερόν, τούτον Χρυσολόγε, ως προπύργιον νοητόν, προσφεύγομεν τούτω, εν ώρα των κινδύνων, και επηρείας πάσης απολυτρούμεθα.

Αίτησαι ειρήνην παρά Θεού, ομόνοιαν σκέπη, μέχρι τέλους υπομονήν, ψυχών σωτηρίαν, ημίν τοις σοις ικέταις, εις δόξαν του Κυρίου θείε Χρυσόστομε.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς (γ΄).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων.

Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου . Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Απολυτίκιον. Ήχος δ’.

Η του στόματός σου καθάπερ χρυσός εκλάμψασα χάρις, την οικουμένην εφώτισεν. αφιλαργυρίας τω κόσμω θησαυρούς εναπέθετο. το ύψος ημίν της ταπεινοφροσύνης υπέδειξεν. Αλλά σοις λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τω Λόγω Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.

Ήχος β’. Ότε εκ του ξύλου

Θείε Ιεράρχα του Χριστού, πάνσοφε Χρυσόστομε Πάτερ, φωστήρ παγκόσμιε, πάσης απολύτρωσαι, βλάβης και θλίψεως, ορατών αοράτων τε εχθρών και παντοίων, νόσων ελευθέρωσον, ψυχής και σώματος, τους την ιεράν σου εικόνα, κατασπαζομένους εν πίστει, ημάς και τιμώντας το σον όνομα.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν!

Sunday, November 8, 2015

Παρακλητικός κανόνας στην οσία Ειρήνη Χρυσοβαλάντου.



      (Η μνήμη της τιμάται τη 28η Ιουλίου
Ἱερεὺς:
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 

Ψαλμός ρμβ’ (142) .

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σέ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπιςα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγώ δοῦλός Σού εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, α'. 
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, β'. 
 Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ, γ'. 
Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ Προσόμοια. 

Ήχος δ’. Ο υψωθείς.
Την καλιπάρθενον αμνάδα του Κτίστου και Ορθοδόξων βοηθόν και προστάτην εν κατανύξει κράξωμεν πιστοί ταπεινώς, ένδοξε, ρύσαι ικέτας σου εκ παντοίων κινδύνων σπεύσον και παράσχου συ υγιείαν και ρώμην μη αποστρέψεις σους δούλους κενούς σε γαρ, Ειρήνη, μεσίτριαν έχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Απολυτίκιον. Ήχος γ’. Θείας πίστεως.


Δόξαν ρέουσαν, υπεριδούσα, νύμφη άμωμος, ώφθης Κυρίου δι’ ασκήσεως Οσία εκλάμψασα ως ουν Ειρήνη τυχούσα του πόθου σου εν ομονοία ημάς διαφύλαττε, αξιάγαστε, Χριστώ τω Θεώ πρεσβεύουσα δωρήσασθαι ημίν το μέγα έλεος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.




Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα. Ἦχος Δ΄.
Ωδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας

(Οσία του Θεού πρέσβευε υπέρ ημών)
Ειρήνη, προσπίπτω δεητικώς προς σε ο αχρείος και αιτούμαι σην αρωγήν, ην τάχος παράσχου σω ικέτη και εκ παγίδων του δράκοντος ρύσαι με.

Ιάσεις ποικίλας, θαυματουργέ απαύστως παρέχεις τοις προστρέχουσι ταπεινώς και την σην βοήθειαν παράσχου τοις προς σε πόθω προσφεύγουσι, πάντιμε.

Ψυχάς των αχρείων σου ικετών προστάτευσον, κόρη, από πάσης επιβουλής και δίδως μετάνοιαν Ειρήνη, Χρυσοβαλάντου το κλέος και καύχημα.

Θεοτόκιον.
Σεμνή Θεοτόκε μήτερ Θεού, προς σε καταφεύγω και αιτούμαι σην αρωγήν ην τάχος παράσχου σω ικέτη και σωτηρίας τυχείν καταξίωσον.

Ωδή γ’. Ουρανίας αψίδος.
Των τυφλών βακτηρία και ασθενών ίασις και των εν ανάγκαις, Ειρήνη, μέγας επίκουρος και οδηγός ασφαλής των ορθοδόξων εφάνης ορφανών δε στήριγμα, ω θεοπρόβλητε.

Την μονήν σου, Ειρήνη εκ πειρασμών φύλαττε και τας εν αυτή ασκουμένας σκέπε, φιλάγαθε. Τους εισιόντας προς σε τέλη ανώδυνα δίδου και ειρήνην δώρησαι ω αξιάγαστε.

Ικετεύω σε, νύμφη, τον ψυχικόν τάραχον και της αθυμίας την ζάλην συ αποδίωξον. Σε γαρ προστάτην ημών ομολογούμεν, Ειρήνη, και φρουρόν ακοίμητον, κόρη πανύμνητε.

Θεοτόκιον.
Ω Πανάχραντε κόρη, χριστιανών καύχημα και των ορθοδόξων το κλέος, συ με προστάτευσον εκ των βελών του εχθρού και εκ δολίων ανθρώπων και παθών, Πανάμωμε, ψυχής απάλλαξον.

Διάσωσον από κινδύνων τους δούλους σου, ω Ειρήνη, ότι πάντες ικετικώς προς σε καταφεύγομεν ως χάριν ευρούσα παρά Κυρίω.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.

Ἀμήν. 
Μετὰ τὴν ἐκφώνησιν τὸ παρὸν Κάθισμα.Ήχος β’. Πρεσβεία θερμή.

Συ πρέσβυς θερμός και τείχος απροσμάχητον εδείχθης, σεμνή, και κόσμου καταφύγιον εκτενώς βοώμεν σοι, καλλιπάρθενε κόρη, πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, Ειρήνη, πιστών δόξα και καύχημα.




Ωδή δ’. Εσακήκοα Κύριε.
Χάρισόν μοι κατάνυξιν, στεναγμούς και δάκρυα, θαυματόβρυτε. Ικέτην δίδου, Ειρήνη υγιείαν και ρώμην, ισάγγελε.

Σοι προσπίπτω και δέομαι εκ παντός κινδύνου ρύσαι με, πάντιμε, και την πώρωσιν διάλυσον της ψυχής μου τάχος, μεγαλώνυμε.

Την μονήν σου, πανάριστε, της ορθοδοξίας τείχος ανάδειξον και τους εις αυτήν προστρέχοντας τέκνα τάχος, Ειρήνη, συ δώρησον.

Θεοτόκιον.
Υπερ πάντων ικέτευε τον Υιόν σου, κόρη αξιοτίμητε, και τας τύψεις μου κατεύνασον δια μετανοίας, Θεονύμφευτε.

Ωδή ε’. Φώτισον ημάς.
Δώρησον καμέ υγιείαν και ταπείνωσιν, πνεύμα συνέσεως και φόβον Θεού, ίνα υμνώ σε απαύστως, Ειρήνη πάντιμε.

Πίστην ακλινή και αγάπην τάχος χάρισον πάσι τοις προστρέχουσι, σεμνή, και εξαιτούσιν, Ειρήνη, σην βοήθειαν.

Νέκρωσον, σεμνή, της σαρκός μου τα σκιρτήματα και την καρδίαν μου πλήρωσον χαράς ίνα δοξάζω, Ειρήνη, Χριστόν τον Κύριον.

Θεοτόκιον.
Ρήματα Θεού διετήρεις εν τη καρδία σου, Παρθενομήτορ αξιάγαστε, τούτο αξίωσον καγώ ποιήσαι δέομαι.

Ωδή στ’. Την δέησιν.
Θαυμάτων συ κρουνός ανεδείχθης και ακοίμητος φρουρός των ανθρώπων των πειρασμών διαλύεις παγίδας και τοις πιστοίς συ παρέχεις την ίασιν σου δέομαι, ω αγαθή, εκ παθών και κινδύνων διάσωσον.

Ειρήνη, Χρυσοβαλάντου το κλέος σοι προσέρχομαι εν πόθω και πίστει και εκζητώ σην βοήθειαν, κόρη, ίνα ρυσθώ εκ των θλίψεων τάχυον, εκ νόσων τε και πειρασμών και ποικίλων παγίδων του όφεως.

Θανάτου του αιωνίου ρύσαι με τον ανάξιον ικέτην, Ειρήνη, και εκ φθοράς και ποικίλων παγίδων του αρχαικάκου εχθρού τάχος με λύτρωσον, ω κλέος των χριστιανών, εκ παθών και κινδύνων διάσωσον.

Θεοτόκιον.
Παρθένε προς σε προσφεύγω ο τάλας και προς σε χείρας αίρω απαύστως τον σον Υιόν καθικέτευε, κόρη, ίνα σωθώ ο αχρείος ικέτης σου εκ πάντων των διαπλοκών ας ο όφις εκφαίνει, Πανύμνητε.

Διάσωσον εκ πάσης νόσου τους δούλους σου, ω Ειρήνη, ότι πάντες προς σε καταφεύγομεν ως έχουσαν τω Θεώ παρρησία.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ’εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίας.

Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.

Ἀμήν.

 Τὸ παρὸν Κοντάκιον. Ἦχος β ΄. Προστασία τῶν Χριστιανῶν.
Συ προστάτης των χριστιανών ακαταίσχυντος και μεσίτης προς Θεόν, Ειρήνη, ταχύτατος, μη παρίδης αμαρτωλών ικέτιδας φωνάς, αλλά πρόφθασον, ω αγαθή, εις την βοήθειαν ημών των θερμώς δεομένων σοι. Λύσον συ τας στειρώσεις και τέκνα πιστοίς παράχου, Χρυσοβαλάντου θησαυρέ, και ημών δόξα και καύχημα.

Και ευθύς το Προκείμενον. Ήχος δ’.

Υπομένων υπέμεινα τον Κύριον, και προσέσχε μοι, και εισήκουσε της δεήσεώς μου. (3)
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.

Ἱερεὺς.
Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Κύριε, ἐλέησον (γ').
Ἱερεὺς.
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Καὶ τῶ Πνεύματί σου.
Ἱερεὺς.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν!

Δόξα σοί, Κύριε, δόξα σοί.

Ἱερεὺς. (Λουκά ζ’ 36-50) 

Ηρώτα δε τις αυτόν των Φαρισαίων ίνα φάγη μετ΄ αυτού· και εισελθών εις την οικίαν του Φαρισαίου ανεκλίθη. και ιδού γυνή εν τη πόλει ήτις ην αμαρτωλός, και επιγνούσα ότι ανεκειται εν τη οικία του Φαρισαίου, κομίσασα αλάβαστρον μύρου και στάσα οπίσω παρά τους πόδας αυτού κλαίουσα, ήρξατο βρέχειν τους πόδας αυτού τοις δάκρυσι και ταις θριξί της κεφαλής αυτής εξέμασσε, και κατεφίλει τους πόδας αυτού και ήλειφε τω μύρω. ιδών δε ο Φαρισαίος ο καλέσας αυτόν είπεν εν εαυτώ λέγων· ούτος ει ην προφήτης, εγίνωσκεν αν τις και ποταπή η γυνή ήτις άπτεται αυτού, ότι αμαρτωλός εστί. και αποκριθείς ο Ιησούς είπε προς αυτόν· Σίμων, έχω σοι τι ειπείν, ο δε φησί· διδάσκαλε, ειπέ. δύο χρεωφειλέται ήσαν δανειστή τινί· εις ώφειλε δηνάρια πεντακόσια, ο δε έτερος πεντήκοντα. μη εχόντων δε αυτών αποδούναι, αμφοτέροις εχαρίσατο. τις ουν αυτών, ειπέ, πλείον αυτόν αγαπήσει; αποκριθείς δε ο Σίμων είπεν· υπολαμβάνω ότι ω το πλείον εχαρίσατο. ο δε είπεν αυτώ· ορθώς έκρινας, και στραφείς προς την γυναίκα τω Σίμωνι έφη· βλέπεις ταύτην την γυναίκα; εισήλθόν σου εις την οικίαν, ύδωρ επί τους πόδας μου ουκ έδωκας· αύτη δε τοις δάκρυσιν έβρεξέ μου τους πόδας και ταις θριξί της κέφαλής αυτής εξέμαξε. φίλημά μοι ουκ έδωκας· αύτη δε αφ΄ ης εισήλθεν ου διέλιπε καταφιλούσα μου τους πόδας. ελαίω την κεφαλήν μου ουκ ήλειψας· αύτη δε μύρω ήλειψέ μου τους πόδας. ου χάριν λέγω σοι, αφέωνται αι αμαρτίαι αυτής αι πολλαί, ότι ηγάπησε πολύ· ω δε ολίγον αφίεται, ολίγον αγαπά. είπε δε αυτή· αφέωνταί σου αι αμαρτίαι. και ήρξαντο οι συνανακείμενοι λέγειν εν εαυτοίς· τις ούτος εστίν ος και αμαρτίας αφίησιν; είπε δε προς την γυναίκα· η πίστις σου σέσωκέ σε· πορεύου εις ειρήνην.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. 
Ἦχος Β΄.

Ταις της σης Οσίας πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταις της Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψων τα πλήθη των εμών εγκλημάτων.

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. Β΄. Ὅλην άποθέμενοι.Ήχος πλ. β’.
Μη εγκαταλείπης με, Χρυσοβαλάντου το κλέος των πιστών το στήριγμα, αλλά δέξαι δέησιν του ικέτους σου θλίψις γαρ έχει με, φέρειν ου δύναμαι αρχαικάκου τα τοξεύματα’ σκέπην ου κέκτημαι, ουδέ που προσφύγω, Οσίαθλε, πάντοθεν πολεμούμενος και παραμυθίαν ουκ έχω πλην σου. Σπεύσον, ω Ειρήνη, ακοίμητε προστάτα και φρουρέ των δεομένων σοι, εύσημε, και ευχάς εκπλήρωσον.

Ο Ιερεύς’ Σώσον ο Θεός τον λαόν σου...
’ Κύριε, ελέησον (ιβ’).
Ο Ιερεύς’ Ελέει και οικτιρμοίς...

και αι λοιπαί ωδαί του Κανόνος

Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Της ψυχής μου τα έλκη συ θεράπευσον, κόρη αξιοθαύμαστε, και τέλη της ζωής μου ανώδυνα παράσχου, ίνα πόθω κραυγάζω σοι Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Ατεκνίαν γυναίων συ παρέχεις την λύσιν πανευωδέστατε, διο και αι ποθούσαι υιούς και θυγατέρας προς σε έρχονται άδουσαι, Χαίρε Ειρήνη σεμνή Χρυσοβαλάντου κλέος.

Εκ τροχαίου ικέτας συ προστάτευσον, κόρη πανωσιώτατε, και πάσι τοις αιτούσι μετάνοιαν παράσχου, ίνα πάντες κραυγάζωμεν, Ο των Πατέρων ημών Θεός ευλογητός ει.

Θεοτόκιον.
Μητροπάρθενε Κόρη προς σε σπεύδω δεόμενος, ο ανάξιος, παράσχου υγιείαν και ρώμην σω ικέτη, ίνα πόθω δοξάζωμεν σε, Θεοτόκε αγνή, την δόξαν των αγγέλων.

Ωδή η’. Τον Βασιλέα.
Τον Βασιλέα ον ηγάπησας σφόδρα, ω Ειρήνη θεόφρον, λιταίς σου ευμένισον τάχος, ίνα μη κολασθώμεν.

Συ ω Ειρήνη, ημών τας καρδίας ειρήνης και χαράς πληροίς, δεδοξασμένη διο σε απαύστως υμνούμεν, αθλοφόρε.

Τας ασθενείας μου της ψυχής ιατρεύεις και σαρκός τας οδύνας, Ειρήνη, διο σε δοξάζω, Χρυσοβαλάντου κλέος.

Θεοτόκιον.
Την Θεοτόκον και Λυτρωτού την μητέρα των αγγέλων αι τάξεις υμνείτε και υπερυψούτε εις πάντας τους αιώνας.

Ωδή θ’. Κυρίως Θεοτόκον.
Ειρήνη αθληφόρε, σε παρακαλούμεν και δεόμεθα, κόρη πανύμνητε, τους ορθοδόξους απαύστως σκέπε και φύλαττε.

Μονής Χρυσοβαλάντου κλέος ανεδείχθης και των πιστών καταφύγιον άριστον, Ειρήνη κόρη σεμνή, μοναζουσών η δόξα.

Κατάνυξιν παράσχου εμοί τω αθλίω, υπομονήν και πτωχείαν του πνεύματος αξίωσον λιταίς σου Χριστού ιδείν την δόξαν.

Θεοτόκοιον.

Πανάμωμε Παρθένε, σκέπασον ικέτην και εκ χειρών αρχαικάκου διάσωσον τοις δε ποθούσι, Αγνή, μετάνοιαν παράσχου.

Και ευθύς,

Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν .Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τα Μεγαλυνάρια.

Δεύτε εφημήσωμεν οι πιστοί Οσίαν Ειρήνην των ατέκνων καταφυγή, των δε ορθοδόξων προστάτιδα και κλέος και πάντων των εν θλίψει το παραμύθιον.

Εκτενώς ικέτευε τον Θεόν υπέρ της Ελλάδος ειρηναίαν αυτήν τηρείν και λυτρούσθαι πάντων δεινών τε και κινδύνων, μοναζουσών το κλέος, Ειρήνη Πάνσοφε.

Έλαμψας τω πάλαι εν τη Μονή του Χρυσοβαλάντου, ω Ειρήνη θαυματουργέ, και των μοναζόντων κατέστης, αθληφόρε, το πρότυπον και κλέος και πάντων σέμνωμα.

Ίδωμεν τους άθλους σου, αγαθή, ους εν τη μονή σου συ κατήγαγες ταπεινώς και τας αρετάς σου δι’ων κατεκοσμήθης, Ειρήνη χριστοδρόμε, πιστών το κλέϊσμα.

Ατεκνίαν λύεις των γυναικών, Ειρήνη θεόφρον, ορθοδόξων καταφυγή, συ και τας ιάσεις παρέχεις αδαπάνως τοις πίστει προσιούσιν εις την εικόνα σου.

Το Μεγαλυνάριον του Αγίου του Ναού και
Πᾶσαι τῶν, Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἱερεὺς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. 

Ἀπολυτίκιον. 

 Ήχος γ’. Θείας πίστεως.

Δόξαν ρέουσαν, υπεριδούσα, νύμφη άμωμος, ώφθης Κυρίου δι’ ασκήσεως Οσία εκλάμψασα ως ουν Ειρήνη τυχούσα του πόθου σου εν ομονοία ημάς διαφύλαττε, αξιάγαστε, Χριστώ τω Θεώ πρεσβεύουσα δωρήσασθαι ημίν το μέγα έλεος.

Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Ἀμήν.
Ἱερεὺς.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Ἀμήν. Των πιστών ασπαζομένων την εικόνα της Οσίας ψάλλομεν τα εξής:

Ήχος β’. Ότε εκ του ξύλου.
Χαίρε, ω Ειρήνη θαυμαστή. Χαίρε ορθοδόξων προστάτα και των πιστών ο φρουρός άλλην γαρ ουκ έχομεν αμαρτωλοί προς Θεόν εν κινδύνοις και θλίψεσιν αεί μεσιτείαν οι κατατρυχόμενοι υπό ποικίλων παθών σπεύσον και ατέκνοις παράσχου τέκνα, θεοδόξαστε κόρη, ως και υγιείαν, καλλιπάρθενε.

Ήχος πλ. δ’.
Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Ήχος β’.
Την πάσαν ελπίδα μου εις σε ανατίθιμι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Ήχος α’.
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου, την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.
Ἱερεὺς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί Νεομ. ΝΙΚΟΛΑΟΥ, ΙΩΑΝΝΟΥ καί ΣΤΑΜΑΤΙΟΥ τῶν Σπετσῶν


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ στρατηγῷ.
Τοὺς Νεομάρτυρας Σπετσῶν ἀνευφημήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς οἱ ἑορτάζοντες, τὸ μαρτύριον αὐτῶν ἐν τῇ νήσῳ Χίῳ· τὸν Νικόλαον ὁμοῦ σὺν τοῖς ὁμαίμοσιν, Ἰωάννῃ Σταματίῳ τε τιμήσωμεν, ἀνακράζοντες·
Νεομάρτυρες χαίρετε.

Ἄγγελοι σὺν ἀνθρώποις, ἀγαλλόμενοι θείως, ὑμνοῦσι τῶν Σπετσῶν θείους γόνους (ἐκ γ΄)·Νικόλαον Σταμάτιόν τε, καὶ Ἰωάννην τοὺς εὐκλεεῖς Μάρτυρας, ἐνθέοις ἐγκωμίοις καὶ ἡμεῖς τιμήσωμεν λαμπρῶς βοῶντες·
Χαίρετε, Ἅγιοι Νεομάρτυρες·
χαίρετε, ἔνδοξοι Χριστομάρτυρες.
Χαίρετε, προστάται Σπετσῶν οὐρανόσταλτοι·
χαίρετε, ἐνδόξων Μαρτύρων οἱ πρόβολοι.
Χαίρετε, θεοφώτιστοι τῶν Μαρτύρων μιμηταί·
χαίρετε, θεοκίνητοι ἀσεβούντων τιμηταί.
Χαίρετε, Ἐκκλησίας θαυμαστοὶ Ἀθλοφόροι·
χαίρετε, ἀντιχρίστων ἐλεγκταὶ χριστοφόροι.
Χαίρετε, πιστῶν θεοδώρητα πρότυπα·
χαίρετε, ἐνθέων προγόνων ἀντίτυπα.
Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἐδοξάσθη·
χαίρετε, δι’ ὧν ἡ Ἑλλὰς ἐτιμήθη.
Νεομάρτυρες χαίρετε.

Βλέποντες οἱ ἐν Σπέτσαις, τῶν Ἁγίων τὴν δόξαν, φασὶ πρὸς τὸν Χριστὸν εὐγνωμόνως· τῶν Μαρτύρων Σου ἡ προσφορά, ἐνισχύει τὴν πίστιν ἡμῶν Κύριε, τῶν πόθῳ Σε τιμώντων, καὶ ψαλλόντων Σοι ἀπαύστως οὕτως·
Ἀλληλούϊα.

Γνώμην ἔχοντες μίαν, ὡμολόγουν ἐνθέως, Χριστὸν ἐν παῤῥησίᾳ οἱ θείοι, καὶ ἐν ζήλῳ θερμῷ, τὸν τῶν Μαρτύρων ἐπεπόθησαν θάνατον, διὸ ἐν οὐρανοῖς στεφθέντες, ἐν γῇ ἀκούουσι ταῦτα·
Χαίρετε, πολλῶν ἀθλουμένων μύσται·
χαίρετε, πιστῶν πρὸς Χριστὸν οἱ δεῖκται.
Χαίρετε, Ἐκκλησίας Σπετσῶν καλλωπίσματα·
χαίρετε, Ὀρθοδόξων πιστῶν τὰ σεβάσματα.
Χαίρετε, οἱ ἀναβάντες τὴν οὐράνιον κλίμακα·
χαίρετε, οἱ καταδείξαντες πιστοῖς θείαν γέφυραν.
Χαίρετε, Νεομαρτύρων πολυθαύμαστον κλέος·
χαίρετε, θεομαχούντων ἀνερμήνευτον δέος.
Χαίρετε, οἱ τὸν Λόγον Θεοῦ ἀγαπήσαντες·
χαίρετε, οἱ τὴν πίστιν Χριστοῦ ἀναδείξαντες.
Χαίρετε, ἀθέων νικήσαντες πλάνην·
χαίρετε, Κυρίου κηρύξαντες πίστιν.
Νεομάρτυρες χαίρετε.

Δύναμιν τοῦ Σωτῆρος, ἐπεζήτησαν ζήλῳ, οἱ Μάρτυρες εἱρκτῇ δεδεμένοι, ἀποστείλαντες Πλάτωνι, τῷ τῆς Χίου Ἀρχιερεῖ, τὴν αὐτῶν ἐξαγόρευσιν, μετέλαβον τῶν Ἀχράντων Μυστηρίων, ψάλλοντες τό·
Ἀλληλούϊα.

Ἔχοντες ἐν καρδίᾳ, τὸν Χριστὸν καὶ Σωτῆρα, προσέδραμον πρὸς σφαγὴν οἱ γενναῖοι, ὁ Νικόλαος σὺν ὁμαίμοσι δυσί, Ἰωάννῃ καὶ Σταματίῳ, στεφθέντες παρὰ Χριστοῦ ὡς Μάρτυρες, ἀκούουσιν ὑφ’ ἡμῶν τοιαῦτα·
Χαίρετε, Σπετσῶν θεοφύτευτα κλήματα·
χαίρετε, ἁγίων Μαρτύρων κλεΐσματα.
Χαίρετε, γεωργοί, γεωργοῦντες ἐν Πνεύματι·
χαίρετε, φυτουργοὶ ἀρετῶν θεοτίμητοι.
Χαίρετε, Μάρτυρες θεόφρονες, ὑποδούλων ἐμπνευσταί·
χαίρετε, κήρυκες θεόσοφοι, τοῦ Χριστοῦ οἱ ἐρασταί.
Χαίρετε, ὅτι ἄνθωνες εὐωδίας ἐδείχθητε·
χαίρετε, ὅτι ἐμφρόνως τὴν ζωὴν ἀπηρνήθητε.
Χαίρετε, σεμνὰ Ἀθλητῶν ὑποδείγματα·
χαίρετε, πιστὰ τῶν Μαρτύρων ἀντίτυπα.
Χαίρετε, Χριστοῦ τοῦ Θεοῦ εὐωδία·
χαίρετε, Σπετσῶν καὶ πιστῶν εὐκοσμία.
Νεομάρτυρες χαίρετε.

Ζῆλον ἔχοντες ὄντως, Νεομάρτυρες θεῖον, ἠρνήθησαν ζωὴν τῶν ἀπίστων, ὑπομείναντες τῶν δυσσεβῶν, αἰκισμοὺς ποικίλους, ἀπεδέχθησαν τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐν χαρᾷ· διὸ σὺν πρωτοτόκοις ἀδιαλείπτως ψάλλουσιν·
Ἀλληλούϊα.

Ἤρθησαν ὑπεράνω, τῶν φθαρτῶν καὶ ματαίων, ποθοῦντες καὶ οἱ τρεῖς θείαν δόξαν· καὶ ὡς τέκνα Χριστοῦ, ἐταπείνωσαν τῶν ἀθέων ὑβριστῶν, καὶ ὡς τέκνα Χριστοῦ, ἐταπείνωσαν τῶν ἀθέων ὑβριστῶν τὰ φρυάγματα· διὸ κατηξιώθησαν ἀκούειν παρὰ πάντων οὕτω·
Χαίρετε, κρουνοὶ δωρεῶν οὐρανίων·
χαίρετε, φρουροὶ τῶν πιστῶν ἐν τῷ βίῳ.
Χαίρετε, ἐν Χριστῷ τὸν σατᾶν ἐκνικήσαντες·
χαίρετε, ἐν ἀπίστοις τὴν Τριάδα τιμήσαντες.
Χαίρετε, ὅτι ἠξιώθητε, σαββατίζειν ἐν Θεῷ·
χαίρετε, ὅτι ἐδοξάσθητε, ἐπὶ γῆς ὑπὸ πιστῶν.
Χαίρετε, Ἀθλοφόρων ὑπερήδιστον κλέος·
χαίρετε, Ὀρθοδόξων ὑπερθαύμαστον δῶρον.
Χαίρετε, λαμπρὸν ἀθλήσεως ἔρεισμα·
χαίρετε, Νεομαρτύρων θησαύρισμα.
Χαίρετε, δι’ ὧν ὁ Βελίαρ ἡττήθη·
χαίρετε, δι’ ὧν ἡ Τριὰς ἐτιμήθη.
Νεομάρτυρες χαίρετε.

Θεοφώτιστοι ὄντες, Νεομάρτυρες θεῖοι, τὸν Χριστὸν ὡμολόγουν ἐμφρόνως· καὶ ὡς Μάρτυρες Λόγου Θεοῦ, ἑαυτοὺς ὡς σφάγια ἔθυσαν, καὶ φθάσαντες τὸν Ἄφθαστον, βοῶσι πρὸς Αὐτὸν ἀπαύστως·
Ἀλληλούϊα.

Ἴδον Σπέτσαι τὸ θάῤῥος, Νικολάου τοῦ θείου, καὶ Μαρτύρων Ἰωάννου καὶ Σταματίου. Καὶ τὸ τούτων θαυμάζουσαι μαρτύριον, τὸ ἐν τῇ νήσῳ Χίῳ τελεσθέν, ἔσπευσαν ἐν ὕμνοις ἐγκωμίων, βοῆσαι πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, Ἡλίου Χριστοῦ θεόπται·
χαίρετε, ζωῆς οὐρανίου δεῖκται.
Χαίρετε, ἀντιχρίστων τὴν πλάνην νικήσαντες·
χαίρετε, Θεανθρώπου τὴν πίστιν κηρύξαντες.
Χαίρετε, πάντα τὰ ἐπίκηρα ἀρνηθέντες σθεναρῶς·
χαίρετε, πόθον τὸν οὐράνιον ἐπιδείξαντες λαμπρῶς.
Χαίρετε, τῆς δυσσεβείας ταπεινώσαντες ψεῦδος·
χαίρετε, τῶν ἀνομούντων καταδείξαντες ἔργα.
Χαίρετε, τοῦ Μωάμεθ τὴν πλάνην συντρίψαντες·
χαίρετε, τὴν τοῦ Λόγου Θεότητα δείξαντες.
Χαίρετε, Σπετσῶν καὶ Χίου τὸ κλέος·
χαίρετε, πιστῶν Ὀρθοδόξων τὸ δέος.
Νεομάρτυρες χαίρετε.

Κήρυκες ἀληθείας, ἀνεδείχθησαν σύντρεις, οἱ Σπετσῶν Νεομάρτυρες θεῖοι, ἐκνικήσαντες τοὺς δυσσεβεῖς, καὶ Χριστὸν Λόγον Θεοῦ ὁμολογήσαντες, ἀνῆλθον εἰς οὐράνια δώματα ψάλλοντες μετ’ Ἀγγέλων·
Ἀλληλούϊα.

Λάμψαντες ἐν τῇ Χίῳ, τῶν Σπετσῶν θεῖοι γόνοι, ἐστήριξαν ὑπόδουλον γένος. Μαρτυρήσαντες ὑπὲρ Χριστοῦ, ταπεινώσαντες δὲ τοὺς ἀσεβεῖς χάριτι, ἐγένοντο τὰ πρότυπα, τῶν βοώντων πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, ἀντίτυπα τῶν Μαρτύρων·
χαίρετε, κλεΐσματα τῶν Ἑλλήνων.
Χαίρετε, τῶν ἀθέων βουλὴν ἀθετήσαντες·
χαίρετε, τῶν ἀπίστων τὴν πλάνην πατήσαντες.
Χαίρετε, Μάρτυρες νικήσαντες τοῦ βελίαρ ὀπαδούς·
χαίρετε, τέκνα θεοφώτιστα ὑπὸ πνεύματος Χριστοῦ.
Χαίρετε, πύρινοι στῦλοι τοῦ φωτὸς τοῦ Ἀκτίστου·
χαίρετε, Μάρτυρες θεῖοι τῆς ζωῆς τοῦ Κυρίου.
Χαίρετε, δαυλοὶ τῆς χάριτος ἔνθεοι·
χαίρετε, καρποὶ τοῦ Πνεύματος εὔγεστοι.
Χαίρετε, προστάται πειραζομένων·
χαίρετε, τὸ κλέος Νεομαρτύρων.
Νεομάρτυρες χαίρετε.

Μέλλοντες μαρτυρῆσαι, τῶν Σπετσῶν οἱ προστάται, ἐπόθησαν τῶν ἀχράντων μετασχεῖν Μυστηρίων· ὁ τῆς Χίου δὲ Ἀρχιερεὺς πατρικῶς, ἁμαρτιῶν ἄφεσιν καὶ θείαν μετάληψιν αὐτοῖς δέδωκε, δι’ ὧν ἐνισχυθέντες ὑπὲρ Χριστοῦ, ἐσφαγιάσθησαν ψάλλοντες·
Ἀλληλούϊα.

Νέον κόσμον ποιῆσαι, ὁ Νικόλαος τότε, ἠρνήθη τῷ κριτῇ θαρσαλέως, ὡμολόγησε πίστιν Χριστοῦ, σὺν δυσὶ συμμάρτυσι καὶ ὁμαίμοσι. Διόπερ οἱ φιλάγιοι, βοῶμεν πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, οἱ Μάρτυρες εὐσεβείας·
χαίρετε, τὰ πρότυπα μαρτυρίας.
Χαίρετε, ἀναστάσεως κήρυκες ἔνθεοι·
χαίρετε, παραδόσεως φύλακες ἔνδοξοι.
Χαίρετε, δένδρα θεοφύτευτα ἐν λειμῶνι οὐρανοῦ·
χαίρετε, ῥόδα εὐωδέστατα κατευφραίνοντα πιστούς.
Χαίρετε, ποδηγέται πρὸς ζωὴν τῆς θυσίας·
χαίρετε, καταλύται τῆς ἀθέου θρησκείας.
Χαίρετε, πρὸς Λόγον πρέσβεις θερμότατοι·
χαίρετε, τοῦ κόσμου πύργοι ἀήττητοι.
Χαίρετε, χαρὰ τῶν Σπετσῶν καὶ τερπνότης·
χαίρετε, τρυφὴ τῶν πιστῶν καὶ γλυκύτης.
Νεομάρτυρες χαίρετε.

Ξένον θαῦμα ἐβίουν, οἱ ἐν Χίῳ ὁρῶντες, μαρτύριον τῶν νέων Μαρτύρων· ὁ γὰρ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, δι’ αὐτῶν ἐφάνη πανσθενὴς σύμμαχος, τοῖς πόθῳ καὶ χαρᾷ ὁμολογοῦσι,τὴν Αὐτοῦ Θεότητα καὶ ψάλλουσιν·

Ἀλληλούϊα.
Ὅλον Χριστὸν ἔχων ἐν στέρνοις, ὁ Νικόλαος πᾶσιν, ἐκήρυξε Τριάδος τὸ σέβας. Καὶ νικήσας ἀθέων βουλήν, σὺν δυσὶν αὐταδέλφοις συγγενέσιν αὐτοῦ, ἀπετμήθη τὴν κεφαλήν. Διὸ οἱ σύντρεις ἀκούουσι παρὰ πάντων οὕτω·
Χαίρετε, Παράδεισον θεῖον ποθήσαντες·
χαίρετε, τὰς Σπέτσας μεγάλως τιμήσαντες.
Χαίρετε, δυσσεβῶν ἀναμφίβολον ἥττημα·
χαίρετε, εὐσεβῶν μαρτυρίας ἐντρύφημα.
Χαίρετε, πρότυπα ἀθλήσεως καὶ ἀγάπης ἀληθοῦς·
χαίρετε, κήρυκες τῆς χάριτος καὶ δυνάμεως Χριστοῦ.
Χαίρετε, μιμητὰ πρωτοτόκων Μαρτύρων·
χαίρετε, τιμηταὶ δυσσεβούντων ἀθέων.
Χαίρετε, τῆς νήσου ἡμῶν τὰ κλεΐσματα·
χαίρετε, ψυχῆς τῆς ἐμῆς ὑποδείγματα.
Χαίρετε, Σπετσῶν ὑπερήδιστον καύχημα·
χαίρετε, τῆς Χίου πανθαύμαστον ἄκουσμα.
Νεομάρτυρες χαίρετε.

Πλάνην ἄθεον σύντρεις, ἐταπείνωσαν ὄντως, Χριστὸν ὁμολογήσαντες ζήλῳ, καὶ Μαρτύρων τοῖς χοροῖς, συνοικήσαντες ἐν οὐρανοῖς, τῇ Τριάδι ἀκαταπαύστως ψάλλουσι, σὺν πᾶσι τοῖς Ἁγίοις οὕτως·
Ἀλληλούϊα.

Ῥόδα ἐν τῷ λειμῶνι, τῆς Χριστοῦ Βασιλείας, ἐξήνθησαν οἱ Μάρτυρες Λόγου. Καὶ βροτῶν τὰς καρδίας ἀεί, τῇ αὐτῶν εὐωδίᾳ εὐφραίνουσι. Διὸ καὶ ὑπ’ αὐτῶν ὑμνούμενοι, ἀκούουσιν ἐνθέως ταῦτα·
Χαίρετε, Χριστὸν τὸν Θεὸν ποθοῦντες·
χαίρετε, πατρίδα Σιὼν ζητοῦντες.
Χαίρετε, ὑποδούλων ἐρείσματα πίστεως·
χαίρετε, ἀθλουμένων αἱ βάσεις στηρίξεως.
Χαίρετε, ὅτι κατησχύνατε δυσσεβούντων τὴν ὀφρῦν·
χαίρετε, ὅτι ἐνικήσατε τοῦ βελίαρ μηχανήν.
Χαίρετε, τῆς παραδόσεως στεῤῥοὶ ὑποφῆται·
χαίρετε, Χριστομαρτύρων θαυμαστοὶ ἀλεῖπται.
Χαίρετε, ἀστέρες θεῖοι τῆς χάριτος·
χαίρετε, φωστῆρες ὄντως τοῦ Πνεύματος.
Χαίρετε, στῦλοι σεπτοὶ Ἐκκλησίας·
χαίρετε, πύργοι Χριστοῦ ἀληθείας.
Νεομάρτυρες χαίρετε.

Σῶσαι θέλων σύντρεις, τὴν ψυχὴν ἐκ τῆς πλάνης, ἐπίκηρα κατέλιπον πάντα. Καὶ Χριστὸν ἀγαπῶντες ἀληθῶς, ἑαυτοὺς κατέλιπον ἐμφρόνως. Διὸ κατηξιώθησαν ἀκαταπαύστως τῷ Λόγῳ ψάλλειν·
Ἀλληλούϊα.

Τεῖχος Νεομαρτύρων, ἀνεδείχθησαν ὄντως, οἱ Μάρτυρες Χριστοῦ ἐν τῇ Χίῳ, ὁ γὰρ τῆς Ἐκκλησίας Σωτήρ, ἐστερέωσε τοὺς Ἀθλητὰς χάριτι, καὶ οὗτοι κατασφάγησαν, ἀκούοντες νῦν παρὰ πάντων οὕτω·
Χαίρετε, οἱ τύποι ὁμολογίας·
χαίρετε, τὰ στέφη τῆς μαρτυρίας.
Χαίρετε, ὁδηγοὶ τῶν Μαρτύρων πανθαύμαστοι·
χαίρετε, Ἀθληταὶ ἀληθείας πανάριστοι.
Χαίρετε, ὑμεῖς γὰρ ἐνικήσατε, Ἀγαρηνοὺς δυσσεβεῖς·
χαίρετε, ὑμεῖς γὰρ κατηυφράνατε, χριστιανοὺς εὐσεβεῖς.
Χαίρετε, οἱ εὐκλεεῖς τοῦ Ἰησοῦ στρατιῶται·
χαίρετε, οἱ εὐσεβεῖς Ἀθλοφόροι Σπετσιῶται.
Χαίρετε, πιστὰ Μαρτύρων ἀντίτυπα·
χαίρετε, σεπτὰ ἀθλήσεως πρότυπα.
Χαίρετε, Σπετσῶν τῆς πατρίδος ὑμῶν δόξα·
χαίρετε, τῆς Χίου πορφυρώσαντες γαίαν.
Νεομάρτυρες χαίρετε.

Ὕμνοις θείοις τιμῶμεν, καὶ δοξάζομεν λόγοις, τοὺς Μάρτυρας Χριστοῦ τοὺς ἐνθέους. Διὰ γὰρ τὸν Τρισάγιον Κύριον, ἐν χαρᾷ, ἠρνήθησαν τὰ τῆς γῆς ἅπαντα, καὶ σὺν Ἁγίοις ἅπασι, καὶ Ἀσωμάτων τάξεσι, βοῶσι πρὸς Αὐτὸν τὸν ὕμνον·
Ἀλληλούϊα.

Φωτοδόχων Μαρτύρων, τὴν ζωὴν μιμηθέντες, Σταμάτιος, Νικόλαος καὶ Ἰωάννης, καὶ ἐκ καρδίας χαίροντες, Χριστὸν ὡμολόγησαν θεοπρεπῶς ἐν αἵματι. Διὸ λαβόντες δόξαν ἐπουράνιον, ἐν γῇ τιμῶνται παρὰ πάντων οὕτω·
Χαίρετε, ἀλεῖπται τῶν Χριστοῦ Μαρτύρων·
χαίρετε, ἀστέρες μετὰ τῶν φωστήρων.
Χαίρετε, Ἀθληταί, τοὺς πιστοὺς καταυγάζοντες·
χαίρετε, νικηταί, τοὺς ἐχθροὺς ταπεινώσαντες.
Χαίρετε, ὅτι τὸν Θεάνθρωπον ἠγαπήσατε θερμῶς·
χαίρετε, ὅτι τὸν Τρισάγιον ἐδοξάσατε λαμπρῶς.
Χαίρετε, τῆς ἀθεΐας ἐκνικήσαντες πλάνην·
χαίρετε, τῆς εὐσεβείας καταδείξαντες νίκην.
Χαίρετε, Σπετσῶν τὸ κλέος καὶ καύχημα·
χαίρετε, τῆς Χίου δόξα καὶ κλέϊσμα.
Χαίρετε, Χριστοῦ ἀληθὴς εὐωδία·
χαίρετε, πιστῶν ὁδηγοὶ σωτηρίας.
Νεομάρτυρες χαίρετε.

Χάριν θείαν λαβόντες, τῶν Σπετσῶν οἱ προστάται, τὸν Χριστὸν ὡμολόγησαν ζήλῳ. Αἰωνίου δὲ ζωῆς τὴν χαρὰν ἐπιποθοῦντες, τὰ φθαρτὰ ἠρνήθησαν ἅπαντα. Καὶ χαίροντες ἐσφάγησαν, βοῶντες πρὸς τὸν Λόγον οὕτως·
Ἀλληλούϊα.

Ψάλλοντες τῶν ἐνδόξων, Ἀθλητῶν καὶ Ἁγίων, τοὺς ἄθλους μαρτυρίου βοῶμεν· ὦ προστάται Σπετσῶν εὐκλεεῖς, Ἰωάννη Νικόλαε καὶ Σταμάτιε, πρεσβεύσατε τῷ Λόγῳ ὑπὲρ τῶν πρὸς ὑμᾶς λεγόντων·
Χαίρετε, Χριστοῦ Ἀθληταὶ θεοφόροι·
χαίρετε, Σπετσῶν φρυκτωροὶ χριστοφόροι.
Χαίρετε, τῶν πιστῶν πρεσβευταὶ πρὸς τὸν Λόγον·
χαίρετε, γηγενῶν ὁδηγοὶ ὑπὲρ λόγον.
Χαίρετε, κλεΐσματα ὑποδούλων Ἀθλητῶν·
χαίρετε, ἐρείσματα ἀγαπώντων τὸν Χριστόν.
Χαίρετε, Ἐκκλησίας θεοστήρικτοι πύργοι·
χαίρετε, τῶν ἐν Σπέτσαις καὶ ἐν Χίῳ οἱ στῦλοι.
Χαίρετε, δι’ ὧν Τριὰς μεγαλύνεται·
χαίρετε, δι’ ὧν σατᾶν ἐκδιώκεται.
Χαίρετε, πιστῶν πρὸς Θεὸν παῤῥησία·
χαίρετε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
Νεομάρτυρες χαίρετε.

Ὢ τριὰς τῶν Μαρτύρων, τῶν Σπετσῶν οἱ προστάται, Τριάδος τῆς Ἁγίας ἱκέται (ἐκ γ΄),δεξαμένη τὸν ὕμνον ἡμῶν, ἀπὸ πάσης σῶσον τῶν παθῶν πτώσεως, καὶ πρὸς ζωὴν ἐνάρετον ὁδήγησον, τοὺς συμβοῶντας·
Ἀλληλούϊα.


Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη