Κοντάκιον.
Ἦχος πλ.δ΄. Σῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας ὤφθης στύλος ἀκατάσειστος,
καὶ ποιμανσίας τύπος θεῖος ἀναδέδειξαι,
τὴν ἀκρίβειαν ἐν πᾶσιν ἐπιδιώκων·
ὅθεν πλείστους διωγμοὺς ὑπὲρ τῆς πίστεως,
ὑπομείνας καταφύγιον δεδώρησαι,
τῶν βοώντων σοι·
χαίροις πάτερ Εὐθύμιε.
Οἱ Οἶκοι
Ἄνοιξόν μου καρδίας φιλοπάτορα γλῶσσαν, Εὐθύμιε Χριστοῦ ἀρχιθύτα(ἐκ γ΄) ὅπως ἐπαξίως ὑμνήσω τὴν ζωὴν καὶ τὰ ἆθλά σου, ἃπερ ὑπὲρ τῆς εὐαγγελικῆς ἀληθείας κατώρθωσας, καὶ τύπος ἀληθοῦς ποιμένος γενόμενος, παρὰ τῆς Ἐκκλησίας πάσης τὸν ἔπαινον τοῦτον δέχῃ χαρμοσύνως·
Χαῖρε, καρπὸς χριστόψυχος τῆς Λυκαονίας,
χαῖρε, βλαστὸς ἀμάραντος τῶν Οὐζάρων.
Χαῖρε, Βυζαντίου τερπνότατον καύχημα,
χαῖρε, τῶν ἐπισκόπων ἀκριβέστατον πρότυπον.
Χαῖρε, χάριν τὴν οὐράνιον κεκτημένος θαυμαστῶς,
χαῖρε, κῆπος εὐθαλέστατος ἐκ παντοίων ἀρετῶν.
Χαῖρε, ὅτι τὸν Δεσπότην μεγάλως ἐτίμησας,
χαῖρε, ὅτι τὸν σταυρὸν Αὐτοῦ φιλοτίμως ἐβάστασας.
Χαῖρε, ὡς βασιλεύσας τῷ Χριστῷ αἰωνίως,
χαῖρε, τὰ τάλαντά σου αὐξήσας φιλοτίμως.
Χαῖρε, δι’ οὗ ψυχικῶς στερεούμεθα,
χαῖρε, ἐξ οὗ νοερῶς ἀρδευόμεθα.
Χαίροις πάτερ Εὐθύμιε.
Βλέπων παρόντος βίου κυματούμενον σάλον, τὸν μέλλοντα προετίμησας Πάτερ, καὶ σωφρόνως ποιῶν, ἠκολούθησας ἐκ παιδὸς τὸν Κύριον, πρὸς Ὃν χαρμοσύνως ἔψαλλες ἀεὶ τὸ ἀγγελοπρεπές,
Ἀλληλούϊα.
Γνῶσιν θείαν ποθήσας, τιμιώτατε Πάτερ, πρὸς ταύτην ἐκ ψυχῆς ἀπεδύσω· καὶ τὸ χαῖρε εἰπὼν τοῦ βίου τοῖς πράγμασι, τὸν νοητὸν Μαργαρίτην ἐπιμόνως ἐζήτησας, Ὃν ἐν τέλει εὕρηκας καὶ παρ’ ἡμῶν ἀκούεις ταῦτα·
Χαῖρε, πανσόφως ἡδονὰς ἀποῤῥίψας,
χαῖρε, μανικῶς τὸν Χριστὸν ἐκζητήσας.
Χαῖρε, τοῦ θεϊκοῦ ἔρωτος κειμήλιον,
χαῖρε, οὐρανῶν ἔμψυχον σκοπευτήριον.
Χαῖρε, ἄνερ θεονούστατε ἀκριβείας ὁ κανών,
χαῖρε, ἥδυσμα τρισόλβιον χριστωνύμων εὐλαβῶν.
Χαῖρε, πιστοῖς πηγάζων σωτηρίας τὸ νᾶμα,
χαῖρε, τῶν οὐρανίων ἀρετῶν μέγα θαῦμα.
Χαῖρε, λαμπὰς τοὺς ἐν σκότει φωτίζουσα,
χαῖρε, φωνὴ πλανωμένους ἐπιστρέφουσα.
Χαῖρε, φυγὼν πᾶσαν ἄχρηστον γνῶσιν,
χαῖρε, λαβὼν πᾶσαν ἄνωθεν δόσιν,
Χαίροις πάτερ Εὐθύμιε.
Δύναμιν Παρακλήτου ἐνδυθεὶς οὐρανόθεν, ἐνίκησας τοῦ σατὰν τὰς ἐφόδους, καὶ Χριστῷ γνησίως ἀκολουθῶν Ἅγιε, σωσίψυχον καὶ ζῶν σημεῖον δέδειξαι τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ἔχων ἐν τῇ ψυχῇ σου τὸν Χριστὸν Ἱεράρχα, πρὸς Τοῦτον ὁλικῶς ὡμοιώθης, καὶ τὴν ὕλην ὑποτάξας ἀκλινῶς τῷ πνεύματι, ὥσπερ υἱὸς πανάξιος τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, τερπνὸν θεϊκῆς ἀγάπης θύμα,
χαῖρε, πλουτῶν δικαιοσύνης κρῖμα.
Χαῖρε, ἐκμαθὼν σοφίαν ἐγκόσμιον,
χαῖρε, συναγαγὼν τὴν γνῶσιν τὴν μένουσαν.
Χαῖρε, κόσμημα πανάριστον μοναζόντων εὐλαβῶν,
χαῖρε, ἔξοχον ὑπόδειγμα φιλανθρώπων οἰκτιρμῶν.
Χαῖρε, ὅτι λειμῶνα γνωστικὸν διεξῆλθες,
χαῖρε, ὅτι τοῦ κόσμου τὰ ἡδέα παρῆλθες.
Χαῖρε, φωσφόρον ἀρετῶν συνάθροισμα,
χαῖρε, πιστευόντων τὸ εὐχάριστον ἄκουσμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία,
χαῖρε, ἡμῶν ἱερὰ προστασία,
Χαίροις πάτερ Εὐθύμιε.
Ζήλῳ τῆς εὐσεβείας πυρωθεὶς Πάτερ θεῖε, ἀκρίβειαν ἐτήρησας φιλοθέως, καὶ ἀσκητικῶς διάγων ὡς ἰσάγγελος, ἐφάνης ἄλλος τις Ἠλίας τοῖς συγχρόνοις σου, ὑφ’ ὧνπερ θαυμαζόμενος ἤκουες τὸν ὕμνον·
Ἀλληλούϊα.
Ἤνοιξας σῆς καρδίας νοερὸν Πάτερ στόμα, καὶ ἐπλήσθης δωρεῶν οὐρανίων, δι’ ὧν τὰς θεοδιψάστους ψυχὰς κατεδρόσισας, λόγους
σωτηρίας σοφῶς μετοχετεύων, διὸ καὶ εὐγνωμόνως παρ’ αὐτῶν ἀκούεις·
Χαῖρε, τῆς Χριστοῦ ἀληθείας ἡ σάλπιγξ,
χαῖρε, οἰκονομίας τῆς Αὐτοῦ μέγας κήρυξ.
Χαῖρε, τῶν παθῶν πέλυξ ὀξύστομος,
χαῖρε, ἀρετῶν οἰκοδόμος πανάριστος.
Χαῖρε, ὅτι τῶν δαιμόνων ἀνεδείχθης νικητής,
χαῖρε, ὅτι τῶν ἀγγέλων ἡμιλλήθης τὴν ζωήν.
Χαῖρε, παρθενευόντων θαυμαστὴς καὶ προστάτης,
χαῖρε, συνεζευγμένων συμπαθὴς παραστάτης.
Χαῖρε, πλουτῶν ἰαμάτων τὸ χάρισμα,
χαῖρε, παρέχων δεομένοις τὸ αἴτημα.
Χαῖρε, δι’ οὗ ἡ Τριὰς ἐδοξάσθη,
χαῖρε, δι’ οὗ Ἐκκλησία ηὐφράνθη,
Χαίροις πάτερ Εὐθύμιε.
Θαυμασίως βιώσας ἱερώτατε ἄνερ, ἠξίωσαι τῆς ἀρχιερωσύνης· καὶ τὴν ῥάβδον τῆς ποιμεναρχίας ἐκ Κυρίου λαβών, πρὸς νομὰς σωτηρίους ὡδήγησας σοφῶς τὰ τέκνα σου, ἅτινα σὲ ἐκμιμούμενα, ἐβόων εὐχαρίστως·
Ἀλληλούϊα.
Ἴδον Σάρδεων πλήθη, ἀληθῆ σε ποιμένα, ὡς ἔγραψεν ὁ Παῦλος ὁ μέγας, καὶ ὡς πρότυπον ἔχοντά σε ἀρετῶν, μᾶλλον ἄγγελον ἥ ἄνθρωπον εἶναί σε ἔλεγον, καὶ σπεύδοντες πρὸς μίμησίν σου ἔκραζον οὕτω·
Χαῖρε, προβάτων Κυρίου θρέπτρα,
χαῖρε, ἀθλουμένων φιλότεκνε ἀλεῖπτα.
Χαῖρε, ὁ σβέσας τὴν φλόγα αἱρέσεων,
χαῖρε, ὀρθοδόξων δογμάτων διδάσκαλε.
Χαῖρε, οἴκημα ἐξαίσιον ἐν ᾧ φαίνει ὁ Χριστός,
χαῖρε, πύργε ἀκατάβλητε ἐν ᾧ θλάττεται ἐχθρός.
Χαῖρε, πτωχῶν ἁπάντων πατρικὴ βακτηρία,
χαῖρε, πικρῶς θλιβομένων χαρμονὴ οὐρανία.
Χαῖρε, ὡς φλὸξ ἁμαρτίας ἐκκαίουσα,
χαῖρε, πηγὴ θεῖα ῥεῖθρα ἐκβλύζουσα.
Χαῖρε, λαοῦ τοῦ πιστοῦ εὐφροσύνη,
χαῖρε, ἀπίστων φοβερὰ καταισχύνη,
Χαίροις πάτερ Εὐθύμιε.
Κήρυξ Θεοῦ ἀγάπης γεγονὼς θεῖε Πάτερ, εἰς μετάνοιαν πολλοὺς εἷξας, ὑπακούσαντάς σου υἱικῶς καὶ καινὴν ὁδὸν γνωστικῶς βαδίσαντας, τοῖς φιλανθρώποις τρόποις σου, ἐξ ὧν ἔμαθον καλῶς ψάλλειν τό·
Ἀλληλούϊα.
Λάμψας ταῖς ἀρεταῖς σου ὡς φωσφόρος κομήτης, ἐφώτισας ψυχὰς τῶν σῶν τέκνων, τὰ γὰρ πάθη ἐξ αὐτῶν, μὴ ἐνέγκαντα τὴν χάριν σου ἐφυγαδεύθησαν, οἱ δὲ τούτων ἐλευθερωθέντες, ἐβόων οὕτω·
Χαῖρε, ἀνάστασις πεπτωκότων,
χαῖρε, ἐνίσχυσις ἱσταμένων.
Χαῖρε, ἐξελέγξας δαιμόνων κακόνοιαν,
χαῖρε, ἀφανίσας αὐτῶν τὴν ἐνέργειαν.
Χαῖρε, πέλαγος ἀπέραντον φιλανθρώπων οἰκτιρμῶν,
χαῖρε, μάχαιρα ἡ σφάξασα ἐπινοίας τῶν ἐχθρῶν.
Χαῖρε, ἄστρον τὸ χριστόφωτον ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, Σάρδεων λύχνε ἀγνωσίαν ὁ λύων.
Χαῖρε, διδοὺς τὸν Σῖτον τὸν ἄφθορον,
χαῖρε, τροφεῦ πεινώντων τὸν Κύριον.
Χαῖρε, πηγὴ τῆς εὐεργεσίας,
χαῖρε, ἡ βρύσις τῆς φιλοθεΐας,
Χαίροις πάτερ Εὐθύμιε.
Μείνας Ὀρθοδοξίας ἀκατάσειστος στύλος, ἐξήλεγξας τοὺς εἰκονομάχους· καὶ τὴν πλάνην αὐτῶν μὴ ἐνέγκας, γραφικῶς κατετρόπωσας, κινῶν τοὺς εὐσεβεῖς κραυγάζειν κραταιῶς τό·
Ἀλληλούϊα.
Νέαν πίστιν θελήσας, βασιλεὺς στῆσαι βίᾳ, εἰκόνας τὰς ἁγίας καθεῖλεν, οὗ τὴν πλάνην ἐλέγξας σφοδρῶς, καὶ φυλάξας τὰ δόγματα ἄφθορα, Εὐθύμιε δοξάζῃ ὑπὸ τῆς Ἐκκλησίας σοὶ θερμῶς βοώσης·
Χαῖρε, ὁ κήρυξ Ὀρθοδοξίας,
χαῖρε, ὁ καθαιρέτης κακοδοξίας.
Χαῖρε, τῶν εἰκόνων διδάξας προσκύνησιν,
χαῖρε, τῶν Πατέρων σαλπίσας παράδοσιν.
Χαῖρε, θεῖον ἐγκαλλώπισμα πρὸς ὃ βλέπουσι πιστοί,
χαῖρε, οἴκημα θεόκτιστον ὃ πλουτεῖ πίστιν ὀρθήν.
Χαῖρε, ἅμα Πατράσιν ἐν Συνόδῳ καθίσας,
χαῖρε, σεπτῶν εἰκόνων τὴν τιμὴν ἀνορθώσας.
Χαῖρε, σαθρῶν δογμάτων ἀναίρεσις,
χαῖρε, Ἁγίων δόξης ὑπέρμαχος.
Χαῖρε, ἡμῖν τὴν ἀλήθειαν κληρονομήσας,
χαῖρε, πιστοῖς σωτηρίαν ὑποδείξας,
Χαίροις πάτερ Εὐθύμιε.
Ξένῳ τρόπῳ βιώσας, ἐξενώθης τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν ἀναβιβάσας, διὰ τοῦτο γὰρ οἱ περιπέζιον βίον διάγοντες, οὐκ ἠννόησαν τὴν διαγωγήν σου, ἣν οἱ τιμῶντές σε ὑπερθαυμάζομεν ἀναβοῶντες·
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς ἄνω, Θεὸς Λόγος σκηνώσας, μεθ’ ἡμῶν τὴν σάρκα φορέσας, Οὗ τὴν μορφὴν ἐν χρώμασι τυποῦντες, τὴν
εἰκονογραφίαν ἀείποτε διάκονον ποιούμεθα. Ὅθεν καὶ σὺ Πάτερ στοιχῶν τῇ Ἐκκλησίᾳ, οὕτως ἐφρόνεις, διό σοι λέγομεν ταῦτα·
Χαῖρε, Θεανθρώπου προσκυνήσας εἰκόνα,
χαῖρε, Θεοτόκου τὸ πρόσωπον τιμήσας.
Χαῖρε, τῆς Ἑβδόμης Συνόδου συγκάθεδρε,
χαῖρε, τοῦ Ὅρου αὐτῆς ὁ ὑπέρμαχος.
Χαῖρε, θείαν ἐξεικόνισιν τῶν Ἁγίων διδάξας,
χαῖρε, χρωματουργικὴν θεολογίαν στηρίξας.
Χαῖρε, ὑποστὰς διωγμοὺς καὶ παθήματα,
χαῖρε, Κυρίου βαστάσας τὰ στίγματα.
Χαῖρε, δι’ οὗ ἐβλήθη ἡ αἵρεσις,
χαῖρε, δι’ οὗ ἐνίκησεν ἡ ἀλήθεια.
Χαῖρε, δεδωκὼς τὸ σῶμα εἰς μαρτύρια πλεῖστα,
χαῖρε, Παραδείσου εὐτυχέστατε μύστα,
Χαίροις πάτερ Εὐθύμιε.
Πῶς ἀρνήσομαι ἔφης, βασιλεῖ τοῦ Θεοῦ μου, τὴν σάρκωσιν καὶ τὸ ἄχραντα πάθηϗ ἀφ’ οὗ εἴληφεν ὁμοιοπαθὲς ἡμῖν σῶμα, εἰκονιστὸς γέγονεν, ὅθεν Αὐτοῦ τὴν φιλάνθρωπον οἰκονομίαν δοξάζοντες εἰκονογραφοῦμεν, ἅπαντες οἱ χριστιανοὶ καὶ συμβοῶμεν·
Ἀλληλούϊα.
Ῥήτορας διαβόλου λογιζόμενος Πάτερ τοὺς δυσσεβεῖς εἰκονομάχους, τοῖς λόγοις σου ἀφωνοτέρους ἰχθύων ἀπέδειξας· ἀποροῦντες γὰρ ἀντιλέγειν σοι τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν διδάσκοντι, πεφίμωνται, ἡμεῖς δὲ νικητικῶς σοι ἀναβοῶμεν·
Χαῖρε, σοφίαν Θεοῦ πλουτήσας,
χαῖρε, μωρίαν κακοδόξων μυκτηρίσας.
Χαῖρε, διδαχαῖς Πατέρων ἑπόμενος,
χαῖρε, ὅτι ἔχαιρες διὰ Χριστὸν διωκόμενος.
Χαῖρε, ὅτι κατεπτόηνται οἱ σαθρόπιστοι δεινῶς,
χαῖρε, ὅτι ἠγαλλιάσαντο οἱ χριστώνυμοι τρανῶς.
Χαῖρε, γενναίως βασιλεῖς διελέγξας,
χαῖρε, τὴν σκοτόμορφον πλάνην διαλύσας.
Χαῖρε, ἀγνοίας ψυχοφθόρου λυτρωσάμενος πιστούς,
χαῖρε, ὅτι συμφρονοῦντάς σοι ἐναπέδειξας αὐτούς.
Χαῖρε, εὐτυχήσας Μακαρισμῶν τοῦ Κυρίου,
χαῖρε, ὁμολογήσας ὑπὲρ πίστεως σωτηρίου,
Χαίροις πάτερ Εὐθύμιε.
Σῶσαι θέλων παρθένον, ἐκ τῆς ἄρχοντος βίας, προέταξας τὰ στήθη σου φιλοτέκνως, καὶ συκοφαντίας ἀθῶον θύμα γενόμενος, ἐξώρισαι μακρὰν τῆς σῆς ποίμνης Ἅγιε, ἀλλ’ οὐκ ἐπαύσω δοξολογεῖν τὸν Δεσπότην καὶ ψάλλειν αὐτῷ ἀσιγήτως·
Ἀλληλούϊα.
Τεῖχος εἶ Ὀρθοδόξων, ὦ κλεινὲ Ἱεράρχα, καὶ πάντων τῷ τιμίῳ λειψάνῳ σου προστρεχόντων. Ὁ γὰρ Δημιουργὸς τοῦ σύμπαντος, ὑπὲρ Οὗ τῆς ἀγάπης ὡμολόγησας, ἀνέδειξέ σε πιστῶν ὑπέρμαχον, τῶν ὅσοι οἴδασι προσφωνεῖν σοι ταῦτα·
Χαῖρε, διδάσκαλε σωτηρίας,
χαῖρε, ἐργάτα φιλανθρωπίας.
Χαῖρε, ὁδηγὲ τῶν ψυχῶν ἀπλανέστατε,
χαῖρε, χορηγὲ τῶν καρπῶν θείου Πνεύματος.
Χαῖρε, σὺ γὰρ κατετρόπωσας τοὺς δυσσεβεῖς,
χαῖρε, σὺ γὰρ σφόδρα ηὔφρανας τοὺς εὐσεβεῖς.
Χαῖρε, ὁ τοὺς δυνάστας γραφικῶς διελέγξας,
χαῖρε, ὁ βασιλέων ἀπειλὰς ἀλογήσας.
Χαῖρε, εἰκὼν χριστοψύχου ποιμένος,
χαῖρε, μὴ πτήξας εἰκονομάχων μένος.
Χαῖρε, ὁμότροπε ἀρχαίων Μαρτύρων,
χαῖρε, ἀθλητικῶς τελέσας τὸν βίον,
Χαίροις πάτερ Εὐθύμιε.
Ὕμνοις θείοις τιμῶμεν τοὺς ἀγῶνάς σου Πάτερ καὶ σκάμματα τῆς κλεινῆς σου ὁμολογίας· ἀλλ’ εἰ καὶ ἀγγέλων εἴχομεν τὰς φωνάς, οὐκ ἅν ἠδυνάμεθα ἐπαξίως ὑμνῆσαί σε, ὅτι ὑπὲρ φύσιν ἔζησας καὶ ἤθλησας, διό ἐπινικίως ψάλλομεν·
Ἀλληλούϊα.
Φυλακὰς ὑπομείνας καὶ δεινὴν ἐξορίαν, συμμέτοχος ἐγένου τοῦ Παύλου· ὡς ἐκεῖνος καὶ σὺ ὡς ἀσώματος, ῥαβδισμοὺς καὶ βασάνους δεξάμενος, τῆς τοῦ ἠγαπημένου Κυρίου λατρείας οὐκ ἀπέστης, διό σε ὡς ἀθλητὴν στέφομεν ὕμνοις·
Χαῖρε, λαμπρὰ ὁμολογίας στήλη,
χαῖρε, φαιδρὰ πύλη τῆς σωτηρίας.
Χαῖρε, τὸ Εὐαγγέλιον ἀκριβῶς τηρήσας,
χαῖρε, τὰς κολακείας τῶν ἀσεβῶν ἀποῤῥίψας.
Χαῖρε, ὅτι χαίρων συνεσταύρωσαι Χριστῷ,
χαῖρε, ὅτι αἰωνίως νῦν συνήρμοσαι Αὐτῷ.
Χαῖρε, ὑποδεικνὺς τῆς θεώσεως τὴν ὁδόν,
χαῖρε, πλουτήσας ὑπὲρ πάντα τὸν Χριστόν.
Χαῖρε, ποιμὴν ἐκθρέψας τὴν ποίμνην σου,
χαῖρε, φιλοστόργως ποιμάνας τὰ τέκνα σου.
Χαῖρε, ὀσμὴν Παραδείσου ἐκχέων,
χαῖρε, ζωῆς ἀθανάτου μετέχων,
Χαίροις πάτερ Εὐθύμιε.
Χάριν δοῦναι θελήσας καὶ βραβεῖα ἀγώνων, Εὐθύμιε ὁ πάντων Δεσπότης, τὸ μὲν πρῶτον εὐωδίᾳ τὸ σκῆνός σου ἐτίμησε, τὸ δὲ ὕστερον, ἄφθαρτον τοῦτο ἐτήρησε θαυμασίως, οὗ τινος τὴν σεπτὴν Κάραν ἡμεῖς κατέχοντες, οὐ παυσόμεθα ᾄδειν Αὐτῷ τὴν Ὠδήν·
Ἀλληλούϊα
Ψάλλοντές σου τὸν βίον καὶ τοὺς ἄθλους σου Πάτερ, οὓς ἔτλης ἀνδρικῶς καὶ γενναίως, εὐγνωμόνως τιμῶμέν σου τὴν μορφήν, καὶ τὴν θείαν Κάραν σου κατασπαζόμενοι, ἱκετεύομεν ὑπὲρ ἀφέσεως
τῶν ἁμαρτιῶν καὶ κληρουχίας τοῦ Παραδείσου, ὀφειλετικῶς ἐκ ψυχῆς βῶντες·
Χαῖρε, κραταιὰ σκέπη Κερατσινίου,
χαῖρε, πρεσβευτὰ ἡμῶν τῷ Κυρίῳ.
Χαῖρε, θησαυρὲ χρυσίου πολυτιμότερε,
χαῖρε, πλοῦτε τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, καύχημα ἱεραρχῶν Ἐκκλησίας φαιδρόν,
χαῖρε, ἐντρύφημα τῶν φιλαγίων πιστῶν.
Χαῖρε, ὅτι θαυμάτων ἀναβλύζεις τὰ ῥεῖθρα,
χαῖρε, ὅτι ταχέως ἐκπληροῖς τὰς αἰτήσεις.
Χαῖρε, δι’ οὗ ψυχικῶς στερεούμεθα,
χαῖρε, δι’ οὗ σωτηρίαν ἐλπίζομεν.
Χαῖρε, ὑπέρμαχε ἱκετῶν σου ἀήττητε,
χαῖρε, προστάτατα εὐσεβῶν τῶν ὑμνούντων σε,
Χαίροις πάτερ Εὐθύμιε.
Ὦ φιλότεκνε Πάτερ, τῶν ὑμνούντων σε πόθῳ, τὰ αἰτήματα προθύμως προσδέχου(ἐκ γ΄)καὶ προσάγων ταῦτα τῷ Δεσπότῃ Χριστῷ, ἱκέτευε ἀξιώσαι τοῦ γλυκέος Παραδείσου καὶ ἡμᾶς, ἵνα ψάλωμεν ἀκαταπαύστως Αὐτῷ σὺν πᾶσι τοῖς Ἁγίοις τὸν ἀγγελικὸν ὕμνον·
Ἀλληλούϊα.
καὶ αὖθις τὸ Κοντάκιον
Ὀρθοδοξίας ὤφθης στύλος ἀκατάσειστος,
καὶ ποιμανσίας τύπος θεῖος ἀναδέδειξαι,
τὴν ἀκρίβειαν ἐν πᾶσιν ἐπιδιώκων·
ὅθεν πλείστους διωγμοὺς ὑπὲρ τῆς πίστεως,
ὑπομείνας καταφύγιον δεδώρησαι,
τῶν βοώντων σοι·
Χαίροις πάτερ Εὐθύμιε.
Συντέθησαν οἱ παρόντες Χαιρετισμοί, σὺν Θεῷ ἁγίῳ, ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας, Ἁγίου Ὄρους Ἄθω, τῇ 27ῃ Νοεμβρίου 2011.