Sunday, November 8, 2015

Χαιρετισμοί Νεομ. ΝΙΚΟΛΑΟΥ, ΙΩΑΝΝΟΥ καί ΣΤΑΜΑΤΙΟΥ τῶν Σπετσῶν


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ στρατηγῷ.
Τοὺς Νεομάρτυρας Σπετσῶν ἀνευφημήσωμεν, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς οἱ ἑορτάζοντες, τὸ μαρτύριον αὐτῶν ἐν τῇ νήσῳ Χίῳ· τὸν Νικόλαον ὁμοῦ σὺν τοῖς ὁμαίμοσιν, Ἰωάννῃ Σταματίῳ τε τιμήσωμεν, ἀνακράζοντες·
Νεομάρτυρες χαίρετε.

Ἄγγελοι σὺν ἀνθρώποις, ἀγαλλόμενοι θείως, ὑμνοῦσι τῶν Σπετσῶν θείους γόνους (ἐκ γ΄)·Νικόλαον Σταμάτιόν τε, καὶ Ἰωάννην τοὺς εὐκλεεῖς Μάρτυρας, ἐνθέοις ἐγκωμίοις καὶ ἡμεῖς τιμήσωμεν λαμπρῶς βοῶντες·
Χαίρετε, Ἅγιοι Νεομάρτυρες·
χαίρετε, ἔνδοξοι Χριστομάρτυρες.
Χαίρετε, προστάται Σπετσῶν οὐρανόσταλτοι·
χαίρετε, ἐνδόξων Μαρτύρων οἱ πρόβολοι.
Χαίρετε, θεοφώτιστοι τῶν Μαρτύρων μιμηταί·
χαίρετε, θεοκίνητοι ἀσεβούντων τιμηταί.
Χαίρετε, Ἐκκλησίας θαυμαστοὶ Ἀθλοφόροι·
χαίρετε, ἀντιχρίστων ἐλεγκταὶ χριστοφόροι.
Χαίρετε, πιστῶν θεοδώρητα πρότυπα·
χαίρετε, ἐνθέων προγόνων ἀντίτυπα.
Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἐδοξάσθη·
χαίρετε, δι’ ὧν ἡ Ἑλλὰς ἐτιμήθη.
Νεομάρτυρες χαίρετε.

Βλέποντες οἱ ἐν Σπέτσαις, τῶν Ἁγίων τὴν δόξαν, φασὶ πρὸς τὸν Χριστὸν εὐγνωμόνως· τῶν Μαρτύρων Σου ἡ προσφορά, ἐνισχύει τὴν πίστιν ἡμῶν Κύριε, τῶν πόθῳ Σε τιμώντων, καὶ ψαλλόντων Σοι ἀπαύστως οὕτως·
Ἀλληλούϊα.

Γνώμην ἔχοντες μίαν, ὡμολόγουν ἐνθέως, Χριστὸν ἐν παῤῥησίᾳ οἱ θείοι, καὶ ἐν ζήλῳ θερμῷ, τὸν τῶν Μαρτύρων ἐπεπόθησαν θάνατον, διὸ ἐν οὐρανοῖς στεφθέντες, ἐν γῇ ἀκούουσι ταῦτα·
Χαίρετε, πολλῶν ἀθλουμένων μύσται·
χαίρετε, πιστῶν πρὸς Χριστὸν οἱ δεῖκται.
Χαίρετε, Ἐκκλησίας Σπετσῶν καλλωπίσματα·
χαίρετε, Ὀρθοδόξων πιστῶν τὰ σεβάσματα.
Χαίρετε, οἱ ἀναβάντες τὴν οὐράνιον κλίμακα·
χαίρετε, οἱ καταδείξαντες πιστοῖς θείαν γέφυραν.
Χαίρετε, Νεομαρτύρων πολυθαύμαστον κλέος·
χαίρετε, θεομαχούντων ἀνερμήνευτον δέος.
Χαίρετε, οἱ τὸν Λόγον Θεοῦ ἀγαπήσαντες·
χαίρετε, οἱ τὴν πίστιν Χριστοῦ ἀναδείξαντες.
Χαίρετε, ἀθέων νικήσαντες πλάνην·
χαίρετε, Κυρίου κηρύξαντες πίστιν.
Νεομάρτυρες χαίρετε.

Δύναμιν τοῦ Σωτῆρος, ἐπεζήτησαν ζήλῳ, οἱ Μάρτυρες εἱρκτῇ δεδεμένοι, ἀποστείλαντες Πλάτωνι, τῷ τῆς Χίου Ἀρχιερεῖ, τὴν αὐτῶν ἐξαγόρευσιν, μετέλαβον τῶν Ἀχράντων Μυστηρίων, ψάλλοντες τό·
Ἀλληλούϊα.

Ἔχοντες ἐν καρδίᾳ, τὸν Χριστὸν καὶ Σωτῆρα, προσέδραμον πρὸς σφαγὴν οἱ γενναῖοι, ὁ Νικόλαος σὺν ὁμαίμοσι δυσί, Ἰωάννῃ καὶ Σταματίῳ, στεφθέντες παρὰ Χριστοῦ ὡς Μάρτυρες, ἀκούουσιν ὑφ’ ἡμῶν τοιαῦτα·
Χαίρετε, Σπετσῶν θεοφύτευτα κλήματα·
χαίρετε, ἁγίων Μαρτύρων κλεΐσματα.
Χαίρετε, γεωργοί, γεωργοῦντες ἐν Πνεύματι·
χαίρετε, φυτουργοὶ ἀρετῶν θεοτίμητοι.
Χαίρετε, Μάρτυρες θεόφρονες, ὑποδούλων ἐμπνευσταί·
χαίρετε, κήρυκες θεόσοφοι, τοῦ Χριστοῦ οἱ ἐρασταί.
Χαίρετε, ὅτι ἄνθωνες εὐωδίας ἐδείχθητε·
χαίρετε, ὅτι ἐμφρόνως τὴν ζωὴν ἀπηρνήθητε.
Χαίρετε, σεμνὰ Ἀθλητῶν ὑποδείγματα·
χαίρετε, πιστὰ τῶν Μαρτύρων ἀντίτυπα.
Χαίρετε, Χριστοῦ τοῦ Θεοῦ εὐωδία·
χαίρετε, Σπετσῶν καὶ πιστῶν εὐκοσμία.
Νεομάρτυρες χαίρετε.

Ζῆλον ἔχοντες ὄντως, Νεομάρτυρες θεῖον, ἠρνήθησαν ζωὴν τῶν ἀπίστων, ὑπομείναντες τῶν δυσσεβῶν, αἰκισμοὺς ποικίλους, ἀπεδέχθησαν τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐν χαρᾷ· διὸ σὺν πρωτοτόκοις ἀδιαλείπτως ψάλλουσιν·
Ἀλληλούϊα.

Ἤρθησαν ὑπεράνω, τῶν φθαρτῶν καὶ ματαίων, ποθοῦντες καὶ οἱ τρεῖς θείαν δόξαν· καὶ ὡς τέκνα Χριστοῦ, ἐταπείνωσαν τῶν ἀθέων ὑβριστῶν, καὶ ὡς τέκνα Χριστοῦ, ἐταπείνωσαν τῶν ἀθέων ὑβριστῶν τὰ φρυάγματα· διὸ κατηξιώθησαν ἀκούειν παρὰ πάντων οὕτω·
Χαίρετε, κρουνοὶ δωρεῶν οὐρανίων·
χαίρετε, φρουροὶ τῶν πιστῶν ἐν τῷ βίῳ.
Χαίρετε, ἐν Χριστῷ τὸν σατᾶν ἐκνικήσαντες·
χαίρετε, ἐν ἀπίστοις τὴν Τριάδα τιμήσαντες.
Χαίρετε, ὅτι ἠξιώθητε, σαββατίζειν ἐν Θεῷ·
χαίρετε, ὅτι ἐδοξάσθητε, ἐπὶ γῆς ὑπὸ πιστῶν.
Χαίρετε, Ἀθλοφόρων ὑπερήδιστον κλέος·
χαίρετε, Ὀρθοδόξων ὑπερθαύμαστον δῶρον.
Χαίρετε, λαμπρὸν ἀθλήσεως ἔρεισμα·
χαίρετε, Νεομαρτύρων θησαύρισμα.
Χαίρετε, δι’ ὧν ὁ Βελίαρ ἡττήθη·
χαίρετε, δι’ ὧν ἡ Τριὰς ἐτιμήθη.
Νεομάρτυρες χαίρετε.

Θεοφώτιστοι ὄντες, Νεομάρτυρες θεῖοι, τὸν Χριστὸν ὡμολόγουν ἐμφρόνως· καὶ ὡς Μάρτυρες Λόγου Θεοῦ, ἑαυτοὺς ὡς σφάγια ἔθυσαν, καὶ φθάσαντες τὸν Ἄφθαστον, βοῶσι πρὸς Αὐτὸν ἀπαύστως·
Ἀλληλούϊα.

Ἴδον Σπέτσαι τὸ θάῤῥος, Νικολάου τοῦ θείου, καὶ Μαρτύρων Ἰωάννου καὶ Σταματίου. Καὶ τὸ τούτων θαυμάζουσαι μαρτύριον, τὸ ἐν τῇ νήσῳ Χίῳ τελεσθέν, ἔσπευσαν ἐν ὕμνοις ἐγκωμίων, βοῆσαι πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, Ἡλίου Χριστοῦ θεόπται·
χαίρετε, ζωῆς οὐρανίου δεῖκται.
Χαίρετε, ἀντιχρίστων τὴν πλάνην νικήσαντες·
χαίρετε, Θεανθρώπου τὴν πίστιν κηρύξαντες.
Χαίρετε, πάντα τὰ ἐπίκηρα ἀρνηθέντες σθεναρῶς·
χαίρετε, πόθον τὸν οὐράνιον ἐπιδείξαντες λαμπρῶς.
Χαίρετε, τῆς δυσσεβείας ταπεινώσαντες ψεῦδος·
χαίρετε, τῶν ἀνομούντων καταδείξαντες ἔργα.
Χαίρετε, τοῦ Μωάμεθ τὴν πλάνην συντρίψαντες·
χαίρετε, τὴν τοῦ Λόγου Θεότητα δείξαντες.
Χαίρετε, Σπετσῶν καὶ Χίου τὸ κλέος·
χαίρετε, πιστῶν Ὀρθοδόξων τὸ δέος.
Νεομάρτυρες χαίρετε.

Κήρυκες ἀληθείας, ἀνεδείχθησαν σύντρεις, οἱ Σπετσῶν Νεομάρτυρες θεῖοι, ἐκνικήσαντες τοὺς δυσσεβεῖς, καὶ Χριστὸν Λόγον Θεοῦ ὁμολογήσαντες, ἀνῆλθον εἰς οὐράνια δώματα ψάλλοντες μετ’ Ἀγγέλων·
Ἀλληλούϊα.

Λάμψαντες ἐν τῇ Χίῳ, τῶν Σπετσῶν θεῖοι γόνοι, ἐστήριξαν ὑπόδουλον γένος. Μαρτυρήσαντες ὑπὲρ Χριστοῦ, ταπεινώσαντες δὲ τοὺς ἀσεβεῖς χάριτι, ἐγένοντο τὰ πρότυπα, τῶν βοώντων πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, ἀντίτυπα τῶν Μαρτύρων·
χαίρετε, κλεΐσματα τῶν Ἑλλήνων.
Χαίρετε, τῶν ἀθέων βουλὴν ἀθετήσαντες·
χαίρετε, τῶν ἀπίστων τὴν πλάνην πατήσαντες.
Χαίρετε, Μάρτυρες νικήσαντες τοῦ βελίαρ ὀπαδούς·
χαίρετε, τέκνα θεοφώτιστα ὑπὸ πνεύματος Χριστοῦ.
Χαίρετε, πύρινοι στῦλοι τοῦ φωτὸς τοῦ Ἀκτίστου·
χαίρετε, Μάρτυρες θεῖοι τῆς ζωῆς τοῦ Κυρίου.
Χαίρετε, δαυλοὶ τῆς χάριτος ἔνθεοι·
χαίρετε, καρποὶ τοῦ Πνεύματος εὔγεστοι.
Χαίρετε, προστάται πειραζομένων·
χαίρετε, τὸ κλέος Νεομαρτύρων.
Νεομάρτυρες χαίρετε.

Μέλλοντες μαρτυρῆσαι, τῶν Σπετσῶν οἱ προστάται, ἐπόθησαν τῶν ἀχράντων μετασχεῖν Μυστηρίων· ὁ τῆς Χίου δὲ Ἀρχιερεὺς πατρικῶς, ἁμαρτιῶν ἄφεσιν καὶ θείαν μετάληψιν αὐτοῖς δέδωκε, δι’ ὧν ἐνισχυθέντες ὑπὲρ Χριστοῦ, ἐσφαγιάσθησαν ψάλλοντες·
Ἀλληλούϊα.

Νέον κόσμον ποιῆσαι, ὁ Νικόλαος τότε, ἠρνήθη τῷ κριτῇ θαρσαλέως, ὡμολόγησε πίστιν Χριστοῦ, σὺν δυσὶ συμμάρτυσι καὶ ὁμαίμοσι. Διόπερ οἱ φιλάγιοι, βοῶμεν πρὸς αὐτοὺς τοιαῦτα·
Χαίρετε, οἱ Μάρτυρες εὐσεβείας·
χαίρετε, τὰ πρότυπα μαρτυρίας.
Χαίρετε, ἀναστάσεως κήρυκες ἔνθεοι·
χαίρετε, παραδόσεως φύλακες ἔνδοξοι.
Χαίρετε, δένδρα θεοφύτευτα ἐν λειμῶνι οὐρανοῦ·
χαίρετε, ῥόδα εὐωδέστατα κατευφραίνοντα πιστούς.
Χαίρετε, ποδηγέται πρὸς ζωὴν τῆς θυσίας·
χαίρετε, καταλύται τῆς ἀθέου θρησκείας.
Χαίρετε, πρὸς Λόγον πρέσβεις θερμότατοι·
χαίρετε, τοῦ κόσμου πύργοι ἀήττητοι.
Χαίρετε, χαρὰ τῶν Σπετσῶν καὶ τερπνότης·
χαίρετε, τρυφὴ τῶν πιστῶν καὶ γλυκύτης.
Νεομάρτυρες χαίρετε.

Ξένον θαῦμα ἐβίουν, οἱ ἐν Χίῳ ὁρῶντες, μαρτύριον τῶν νέων Μαρτύρων· ὁ γὰρ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, δι’ αὐτῶν ἐφάνη πανσθενὴς σύμμαχος, τοῖς πόθῳ καὶ χαρᾷ ὁμολογοῦσι,τὴν Αὐτοῦ Θεότητα καὶ ψάλλουσιν·

Ἀλληλούϊα.
Ὅλον Χριστὸν ἔχων ἐν στέρνοις, ὁ Νικόλαος πᾶσιν, ἐκήρυξε Τριάδος τὸ σέβας. Καὶ νικήσας ἀθέων βουλήν, σὺν δυσὶν αὐταδέλφοις συγγενέσιν αὐτοῦ, ἀπετμήθη τὴν κεφαλήν. Διὸ οἱ σύντρεις ἀκούουσι παρὰ πάντων οὕτω·
Χαίρετε, Παράδεισον θεῖον ποθήσαντες·
χαίρετε, τὰς Σπέτσας μεγάλως τιμήσαντες.
Χαίρετε, δυσσεβῶν ἀναμφίβολον ἥττημα·
χαίρετε, εὐσεβῶν μαρτυρίας ἐντρύφημα.
Χαίρετε, πρότυπα ἀθλήσεως καὶ ἀγάπης ἀληθοῦς·
χαίρετε, κήρυκες τῆς χάριτος καὶ δυνάμεως Χριστοῦ.
Χαίρετε, μιμητὰ πρωτοτόκων Μαρτύρων·
χαίρετε, τιμηταὶ δυσσεβούντων ἀθέων.
Χαίρετε, τῆς νήσου ἡμῶν τὰ κλεΐσματα·
χαίρετε, ψυχῆς τῆς ἐμῆς ὑποδείγματα.
Χαίρετε, Σπετσῶν ὑπερήδιστον καύχημα·
χαίρετε, τῆς Χίου πανθαύμαστον ἄκουσμα.
Νεομάρτυρες χαίρετε.

Πλάνην ἄθεον σύντρεις, ἐταπείνωσαν ὄντως, Χριστὸν ὁμολογήσαντες ζήλῳ, καὶ Μαρτύρων τοῖς χοροῖς, συνοικήσαντες ἐν οὐρανοῖς, τῇ Τριάδι ἀκαταπαύστως ψάλλουσι, σὺν πᾶσι τοῖς Ἁγίοις οὕτως·
Ἀλληλούϊα.

Ῥόδα ἐν τῷ λειμῶνι, τῆς Χριστοῦ Βασιλείας, ἐξήνθησαν οἱ Μάρτυρες Λόγου. Καὶ βροτῶν τὰς καρδίας ἀεί, τῇ αὐτῶν εὐωδίᾳ εὐφραίνουσι. Διὸ καὶ ὑπ’ αὐτῶν ὑμνούμενοι, ἀκούουσιν ἐνθέως ταῦτα·
Χαίρετε, Χριστὸν τὸν Θεὸν ποθοῦντες·
χαίρετε, πατρίδα Σιὼν ζητοῦντες.
Χαίρετε, ὑποδούλων ἐρείσματα πίστεως·
χαίρετε, ἀθλουμένων αἱ βάσεις στηρίξεως.
Χαίρετε, ὅτι κατησχύνατε δυσσεβούντων τὴν ὀφρῦν·
χαίρετε, ὅτι ἐνικήσατε τοῦ βελίαρ μηχανήν.
Χαίρετε, τῆς παραδόσεως στεῤῥοὶ ὑποφῆται·
χαίρετε, Χριστομαρτύρων θαυμαστοὶ ἀλεῖπται.
Χαίρετε, ἀστέρες θεῖοι τῆς χάριτος·
χαίρετε, φωστῆρες ὄντως τοῦ Πνεύματος.
Χαίρετε, στῦλοι σεπτοὶ Ἐκκλησίας·
χαίρετε, πύργοι Χριστοῦ ἀληθείας.
Νεομάρτυρες χαίρετε.

Σῶσαι θέλων σύντρεις, τὴν ψυχὴν ἐκ τῆς πλάνης, ἐπίκηρα κατέλιπον πάντα. Καὶ Χριστὸν ἀγαπῶντες ἀληθῶς, ἑαυτοὺς κατέλιπον ἐμφρόνως. Διὸ κατηξιώθησαν ἀκαταπαύστως τῷ Λόγῳ ψάλλειν·
Ἀλληλούϊα.

Τεῖχος Νεομαρτύρων, ἀνεδείχθησαν ὄντως, οἱ Μάρτυρες Χριστοῦ ἐν τῇ Χίῳ, ὁ γὰρ τῆς Ἐκκλησίας Σωτήρ, ἐστερέωσε τοὺς Ἀθλητὰς χάριτι, καὶ οὗτοι κατασφάγησαν, ἀκούοντες νῦν παρὰ πάντων οὕτω·
Χαίρετε, οἱ τύποι ὁμολογίας·
χαίρετε, τὰ στέφη τῆς μαρτυρίας.
Χαίρετε, ὁδηγοὶ τῶν Μαρτύρων πανθαύμαστοι·
χαίρετε, Ἀθληταὶ ἀληθείας πανάριστοι.
Χαίρετε, ὑμεῖς γὰρ ἐνικήσατε, Ἀγαρηνοὺς δυσσεβεῖς·
χαίρετε, ὑμεῖς γὰρ κατηυφράνατε, χριστιανοὺς εὐσεβεῖς.
Χαίρετε, οἱ εὐκλεεῖς τοῦ Ἰησοῦ στρατιῶται·
χαίρετε, οἱ εὐσεβεῖς Ἀθλοφόροι Σπετσιῶται.
Χαίρετε, πιστὰ Μαρτύρων ἀντίτυπα·
χαίρετε, σεπτὰ ἀθλήσεως πρότυπα.
Χαίρετε, Σπετσῶν τῆς πατρίδος ὑμῶν δόξα·
χαίρετε, τῆς Χίου πορφυρώσαντες γαίαν.
Νεομάρτυρες χαίρετε.

Ὕμνοις θείοις τιμῶμεν, καὶ δοξάζομεν λόγοις, τοὺς Μάρτυρας Χριστοῦ τοὺς ἐνθέους. Διὰ γὰρ τὸν Τρισάγιον Κύριον, ἐν χαρᾷ, ἠρνήθησαν τὰ τῆς γῆς ἅπαντα, καὶ σὺν Ἁγίοις ἅπασι, καὶ Ἀσωμάτων τάξεσι, βοῶσι πρὸς Αὐτὸν τὸν ὕμνον·
Ἀλληλούϊα.

Φωτοδόχων Μαρτύρων, τὴν ζωὴν μιμηθέντες, Σταμάτιος, Νικόλαος καὶ Ἰωάννης, καὶ ἐκ καρδίας χαίροντες, Χριστὸν ὡμολόγησαν θεοπρεπῶς ἐν αἵματι. Διὸ λαβόντες δόξαν ἐπουράνιον, ἐν γῇ τιμῶνται παρὰ πάντων οὕτω·
Χαίρετε, ἀλεῖπται τῶν Χριστοῦ Μαρτύρων·
χαίρετε, ἀστέρες μετὰ τῶν φωστήρων.
Χαίρετε, Ἀθληταί, τοὺς πιστοὺς καταυγάζοντες·
χαίρετε, νικηταί, τοὺς ἐχθροὺς ταπεινώσαντες.
Χαίρετε, ὅτι τὸν Θεάνθρωπον ἠγαπήσατε θερμῶς·
χαίρετε, ὅτι τὸν Τρισάγιον ἐδοξάσατε λαμπρῶς.
Χαίρετε, τῆς ἀθεΐας ἐκνικήσαντες πλάνην·
χαίρετε, τῆς εὐσεβείας καταδείξαντες νίκην.
Χαίρετε, Σπετσῶν τὸ κλέος καὶ καύχημα·
χαίρετε, τῆς Χίου δόξα καὶ κλέϊσμα.
Χαίρετε, Χριστοῦ ἀληθὴς εὐωδία·
χαίρετε, πιστῶν ὁδηγοὶ σωτηρίας.
Νεομάρτυρες χαίρετε.

Χάριν θείαν λαβόντες, τῶν Σπετσῶν οἱ προστάται, τὸν Χριστὸν ὡμολόγησαν ζήλῳ. Αἰωνίου δὲ ζωῆς τὴν χαρὰν ἐπιποθοῦντες, τὰ φθαρτὰ ἠρνήθησαν ἅπαντα. Καὶ χαίροντες ἐσφάγησαν, βοῶντες πρὸς τὸν Λόγον οὕτως·
Ἀλληλούϊα.

Ψάλλοντες τῶν ἐνδόξων, Ἀθλητῶν καὶ Ἁγίων, τοὺς ἄθλους μαρτυρίου βοῶμεν· ὦ προστάται Σπετσῶν εὐκλεεῖς, Ἰωάννη Νικόλαε καὶ Σταμάτιε, πρεσβεύσατε τῷ Λόγῳ ὑπὲρ τῶν πρὸς ὑμᾶς λεγόντων·
Χαίρετε, Χριστοῦ Ἀθληταὶ θεοφόροι·
χαίρετε, Σπετσῶν φρυκτωροὶ χριστοφόροι.
Χαίρετε, τῶν πιστῶν πρεσβευταὶ πρὸς τὸν Λόγον·
χαίρετε, γηγενῶν ὁδηγοὶ ὑπὲρ λόγον.
Χαίρετε, κλεΐσματα ὑποδούλων Ἀθλητῶν·
χαίρετε, ἐρείσματα ἀγαπώντων τὸν Χριστόν.
Χαίρετε, Ἐκκλησίας θεοστήρικτοι πύργοι·
χαίρετε, τῶν ἐν Σπέτσαις καὶ ἐν Χίῳ οἱ στῦλοι.
Χαίρετε, δι’ ὧν Τριὰς μεγαλύνεται·
χαίρετε, δι’ ὧν σατᾶν ἐκδιώκεται.
Χαίρετε, πιστῶν πρὸς Θεὸν παῤῥησία·
χαίρετε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
Νεομάρτυρες χαίρετε.

Ὢ τριὰς τῶν Μαρτύρων, τῶν Σπετσῶν οἱ προστάται, Τριάδος τῆς Ἁγίας ἱκέται (ἐκ γ΄),δεξαμένη τὸν ὕμνον ἡμῶν, ἀπὸ πάσης σῶσον τῶν παθῶν πτώσεως, καὶ πρὸς ζωὴν ἐνάρετον ὁδήγησον, τοὺς συμβοῶντας·
Ἀλληλούϊα.


Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.