Saturday, March 20, 2021

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο

ᾨδὴ α´. Ἦχος α´. ᾨδὴν ἐπινίκιον .
 Ὑμνήσωμεν ἅπαντες, πίστει καὶ πόθῳ, Μαρίαν τὴν ἄχραντον, Βάτον ἀκατάφλεκτον, ἥν εἶδε πάλαι Μωσῆς, καὶ ὡς Μητέρα τοῦ Θεοῦ, πάντες δοξάσωμεν.

Μαρία Πανάχραντε, Θεοκυῆτορ, Σὲ Ῥάβδον γινώσκομεν, τὴν Ἀαρωνίτιδα· ἐβλάστησας γὰρ σαρκί, ἄνευ σπορᾶς τὸν Ἰησοῦν· διό Σε δοξάζομεν.

Νομὴν τὴν φερέσβιον, πᾶσι παρέχει, ἡ Στάμνος ἡ φέρουσα, μάννα τὸ οὐράνιον, Στήλη φωτίζουσα φῶς, τὸν νέον Κόρη Ἰσραήλ· διὸ Σὲ δοξάζομεν.

Ὁ Κύριος ἔδειξε, Σὲ Πλατυτέραν, Οὐρανῶν Πανάχραντε, θρόνον τε Χερουβικόν, ἐν ὢ αὐτὸς ὁ Χριστός, ἐπανεπαύσατο· διὸ πιστῶς Σε δοξάζομεν.

Νεφέλη ὁλόφωτε, Σὺ φωτιεῖς μου, τὸν νοῦν τὸν ἐν πάθεσιν, ἡδονῶν σκοτούμενον· ὡς γὰρ Αὐγὴ μυστική, φέρεις τὸν ἥλιον Χριστόν, μεθ᾿ Ὅν σὲ δοξάζομεν.

Ἀνάκτων τὸ καύχημα, Νύμφη τοῦ Λόγου, ἀνύμφευτε Ἄνασσα, δεῖξόν με ἀνώτερον, τῶν ἐν ἐμοὶ κραταιῶς, βασιλευόντων μου παθῶν, ἵνα δοξάζω Σε.

ᾨδὴ γ΄. Λίθον ὃν ἀπεδοκίμασαν.
 Δεῦτε πάντες εὐφημήσωμεν, τὴν Χαρὰν τοῦ κόσμου, ὅτι σωτηρία, πᾶσιν ἐπεφάνη, τοῖς πάλαι αἰχμαλώτοις, ἀλόγοις ἐν πάθεσι, καὶ τὴν ἀπάθειαν διδοῦσα, ἅπαντας πιστοὺς ἐστερέωσε .

Ὢ Παρθενικὸν ἀπάνθισμα! Τὸ τῆς παρθενίας, καύχημα καὶ κλέος, καὶ μητέρων δόξα· Σοὶ γὰρ τῆς παρθενίας, τὰ κλεῖθρα ἐφύλαξε, Χριστὸς ἐκ Σοῦ Κόρη τεχθείς, καὶ πάντας πιστοὺς ἐστερέωσε.

Σὺ εἶ λογικὸς Παράδεισος, πάντες Σὲ ὑμνοῦμεν, Λιμὴν τῶν ἐν ζάλῃ, κλυδωνιζομένων, θαλάσσης κυμαινούσης, τοῦ βίου πλωτήρων τε· σῶσον Παρθένε τῶν δεινῶν, ἅπαντας πιστοὺς καὶ στερέωσον.

Ὅλος οὐρανόθεν ἤλυθεν, ὁ Λόγος τοῖς κάτω, καὶ Σκηνὴν ἁγίαν, καὶ καθαρὰν εὑρών Σε, ὅλως ἐν Σοὶ Παρθένε, ἀῤῥήτως κατῴκησεν, οὐδόλως τῶν ἄνω ἀπών· σῶσόν με, διὸ καὶ στερέωσον.

Ἴδεν Ἰακώβ Σε Κλίμακα, οὐρανοῦ Παρθένε, δι᾿ ἧς καὶ κατέβη, ὁ Θεὸς τῶν ὅλων, καὶ σάρκα τὴν βροτείαν, ἀῤῥήτως προσείληφε, καὶ καθηγίασεν αὐτήν, καὶ τῷ Πατρὶ φίλην κατέστησε.

Κάθαρσιν ψυχῆς καὶ σώματος, δὸς κἀμοὶ Παρθένε· Σὺ γὰρ ἐκκαθαίρεις, μολυσμοὺς πταισμάτων, ὅτι Κολυμβήθρα, σωτήριος δείκνυσαι, δι’ ἧς σωζόμεθα πιστοί, καὶ σωτηρίᾳ στερεούμεθα

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἡλιόμορφον ἅρμα τὸ τοῦ Δαβίδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος θεοχάραχτος, Ἠσαΐου καὶ ἔμψυχος, σκηνὴ τοῦ Μωϋσέως, καὶ τεῖχος ἀδάμαντος, Σὺ τοῦ Ἀμῶς ὑπάρχεις, λυχνία χρυσήλατος, ἡ τοῦ Ζαχαρίου, Δανιήλ τε τὸ ὄρος, πυξίον κροκόλευκον, Ἀββακοὺμ καὶ τὸ ἔξοχον, Προφητῶν περιήχημα. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, Παρθένε τὸν τόκον Σου.

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Ἀνέτειλεν ἐν κόσμῳ, λαμπρότατος Ἀστήρ, ἡ Παρθένος Μαριάμ, ἐμφαίνουσα πιστοῖς, δικαιοσύνης τὸν ἥλιον Χριστὸν Δεσπότην, καὶ καταυγάζουσα πόθῳ πάντας κραύγαζει, δόξα Σοι Ἁγνὴ Θεοδόξαστε

Ἰδοὺ πάντες Σὲ ἔγνωμεν, Λυχνίαν φωτεινήν, τὴν τὸ φῶς ἀστράπτουσαν, τὸ θεῖον τοῖς πιστοῖς, καὶ Ὁδηγὸς σωτηρίας Σὺ Ἁγνὴ ὑπάρχεις· διὸ πρὸς φῶς ὁδήγησον κἀμέ Σοι κράζειν· δόξα Σοι Ἁγνὴ Θεοδόξαστε.

Νεφέλην ὀμβροτόκον, Σὲ εἶδε Γεδεών, τὸν ὄμβρον, ἧς χάριτος κατέχουσα Χριστόν· ὄμβρησον οὖν τὴν καρδίαν μου ἐξηραμμένην, Ἁγνὴ Θεοδόξαστε.

Ὅρος τὸ κατάσκιον, ὅ εἶδεν Ἀββακούμ, Σὺ ὑπάρχεις Δέσποινα, Μητρόθεε Ἁγνή, ἐσκιασμένη τῷ Πνεύματι τῷ Ἁγίῳ· σκέπασον οὖν μὲ τῇ χάριτι βοᾶν Σοι· δόξα Σοι Ἁγνὴ θεοδόξαστε.

Ναὸν ἡγιασμένον, κηρύττομεν Ἁγνή, ἐν ᾧ σαρκὶ κατῴκησεν, ὁ Ὕψιστος Θεός, συνομιλήσας ἀνθρώποις· διὸ Παρθένε, ναὸν αὐτοῦ κἀμὲ ποίησον, ἵνα κράζω· δόξα Σοι Ἁγνὴ Θεοδόξαστε

Πύλην Σὲ κεκλεισμένην, εἶδεν Ἰεζεκιήλ, δι᾿ ἧς διῆλθε Χριστός, καὶ ὤφθη ἐν σαρκί, ἐσφραγισμένην φυλάξας Σε αὖθις Κόρη· διὸ καὶ Πύλην γεραίρομεν σωτηρίας· δόξα Σοι Ἁγνὴ Θεοδόξαστε.

ᾨδή ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.

Ἀνύμφευτον Πανάχραντον, Μητέρα τοῦ Θεοῦ, πάντες οἱ πιστοὶ Σὲ πόθῳ δοξάζομεν, καὶ μεγαλύνομεν τὸν τόκον Σου· χαῖρε Μήτηρ Κυρίου· χαῖρε δεδοξασμένη.

Ῥητρεύειν οὐ δύναται, γλῶττα οὐδενός, βρότειος Παρθένε τὸ μέγιστον θαῦμά Σου· τὸν Ὑψιμέδοντα γὰρ τέτοκας, τὸν δόντα σωτηρίαν, πᾶσι τοῖς Σὲ τιμῶσι.

Θεμέλιον τῆς πίστεως, καὶ Ὄχημα, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς ἀνεπαύσατο, καὶ τὴν ἡμῶν πίστιν ἐστερέωσε, κηρύττομέν Σε πάντες, Ὑπερευλογημένη.

Ἐλπὶς καὶ καταφύγιον, ἁπάντων εὐσεβῶν, πέφυκας Παρθένε Ἁγνὴ Θεοδόξαστε· διὸ βοῶ Σοι ὁ πανάσωτος, σῶσόν με, Κόρη, σῶσον τὸν Σὸν ἀχρεῖον δοῦλον.

Νοός μου τὴν κατήφειαν, ἐκδίωξον Ἁγνή, ἀπόπλυνον τὸν ῥύπον τῆς συνειδήσεως· Σὺ γὰρ Λουτὴρ ὑπάρχεις σωτήριος· ὦ γλυκύτατη Κόρη, σῶσόν με τὸν Σὸν δοῦλον.

Εὐλογημένη Πάναγνε, Δοχεῖον καθαρόν, τοῦ πᾶσαν ἐν δρακὶ τὴν κτίσιν κατέχοντος, δοχεῖον καμέ τῆς Αὐτοῦ χάριτος, ἔργασαι τὸν Σὸν δοῦλον, ὦ γλυκύτατη Κόρη.

ᾨδὴ στ´. Τὸν Προφήτην Ἰωνᾶν.
Μακαρίζω Σε Ἁγνή, τὴν Καθέδραν τοῦ Θεοῦ, ἥν ἡγίασεν Αὐτός, καὶ καθήσας ἐπὶ Σέ, παρέχεται τὴν σωτηρίαν, τοῖς Σὲ δοξάζουσι.

Ἄσμασι μελῳδικοῖς, ἀνυμνοῦμέν Σε λαμπρῶς, τὴν Μητέρα τοῦ Θεοῦ· Καταφύγιον τερπνόν, ἁπάντων γὰρ πιστῶν ὑπάρχεις, τῶν δοξαζόντων Σε.

Ῥητορεῦσαι ἀτονεῖ, πᾶσα γλῶσσα εὐπρεπής, μεγαλεῖά Σου Ἁγνή· Σὺ γὰρ πέφυκας ἡμῖν, Πηγὴ ζωῆς καὶ σωτηρίας, τοῖς Σὲ δοξάζουσι.

Ἰδοὺ τέθεικεν ἡμῖν, ὁ τῆς κτίσεως Σωτήρ, τὴν Μητέρα Ἑαυτοῦ, Τράπεζαν ὡς μυστικήν, ἐκτρέφουσαν τῷ θείῳ ἄρτῳ, τοὺς προσιόντας πιστῶς.

Ἀνυμνοῦμεν εὐσεβῶς, τὴν Μητέρα τοῦ Θεοῦ, Κρατῆρα τῆς ζωῆς, τὸν προχέοντα ἡμῖν, τὰ νάματα τῆς σωτηρίας, ἥν προσκυνήσωμεν.

Μεσιτείαν τῶν πιστῶν, ἔγνωμεν πρὸς τὸν Θεόν, τὴν Πανάχραντον Ἁγνήν, ἥν καὶ προσβαλλόμεθα, μεσίτριαν πρὸς τὸν Σωτῆρα, τοῦ ἐλεῆσαι ἡμᾶς.

ᾨδὴ ς΄. Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο.
Ἁγνὴν Περιστερὰν τὴν ἀμόλυντον, τὴν τὸν Θεὸν ἀφράστως κυήσασαν, ὑμνήσωμεν συμφώνως, τὸ τῶν Πατέρων ἀγλάϊσμα.

Γηθόμενοι πιστῶς εὐφημήσωμεν, τὸ Καύχημα πιστῶν, τὴν Πανάσπιλον, Μητέρα τοῦ Ὑψίστου, καὶ Θεοῦ τῶν Πατέρων ἡμῶν.

Νικήσαντες τὰ πάθη τοῦ σώματος, αὐξήσωμεν ψυχῆς τὰ χαρίσματα· ἡ Νίκη γὰρ ἐπέστη, κατ᾿ ἐχθρῶν, ἡ Παντάνασσα.

Γέφυρα Θεοῦ ἡ πανθαύμαστος, τοὺς ἐκ τῆς γῆς πιστοὺς ἡ μετάγουσα, πρὸς οὐρανὸν ὑπάρχεις, Σὺ Πανάγια Θεόνυμφε.

Μεγάλως ἐδοξάσθης Πανάμωμε· ὅτι ἐν Σοί κατοίκησε Κύριος, ὁ μὴ χωρῶν ἐν πᾶσι, Χώραν δὲ Αὐτοῦ Σὲ κατέστησε.

Ἐν Σῇ γαστρὶ οἰκήσας ὁ Ὕψιστος, ὡς ἔμψυχον Παστάδα Σὲ ἔδειξε, καὶ ἡγίασέ Σε Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Λαοὶ τὴν Πανάχραντον, αἰνέσωμεν λαμπρῶς, Πλάκαν τὴν θεόγραφον, ἥ δέδοται Μωσῇ, ἐν ἡ ἐπεγράφη, ἐν δακτύλῳ Πατρός, Χριστὸς Θεοῦ Λόγος, ὁ ζῶν εἰς τοὺς αἰῶνας.

Εὐκλείας ἐν ᾄσμασι, τιμῶμέν Σε Ἁγνή, τὸν Πόκον τὸν ἔνδροσον, ὃν εἶδε Γεδεών, ἐν ᾧ οὐρανόθεν, καταβὰς ὁ Χριστός, ἐδρόσισε πάντας, τῆς σωτηρίας δρόσον.

Τὸ μέγα Μυστήριον, τοῦ τόκου Σου Ἁγνή, Ὅρος ἀλατόμητον, προεῖδε Δανιήλ, ἀνάνδρως τεκοῦσαν, τὸν Υἱὸν τοῦ Θεοῦ· διό Σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

Ἰδοὺ πᾶσιν ἤνθησε τὸ Ῥόδον Ὠσηέ, μυρίζουσα ἅπαντας, μυστήριον ὀσμήν, ἡ μόνη Παρθένος, ἡ τεκοῦσα Χριστόν, Ἥν περ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁλκὰς ἀγλαόμορφος, ἐπέφανες ἡμῖν, δι᾿ ἧς ἡ μετάβασις ἐκ γῆς πρὸς οὐρανόν, πιστοῖς ἐγεγόνει, ὡς τεκοῦσα Θεόν· διὸ Σὲ ὑμνοῦμεν, Ἁγνὴ, εἰς τοὺς αἰῶνας.

Σιὼν Θεοῦ ἔμψυχον, καὶ Πόλιν μυστικήν, ἐφ᾿ ἥν κατεσκήνωσεν, ἀῤῥήτως ὁ Θεός, Σὲ εἶδε Παρθένε, Ζαχαρίας ποτέ, καὶ Σὲ ἀνυμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καλῶς Σε προέφησε, Λαβίδα μυστικήν, τὸν ἄνθρακα φέρουσαν, τὸν Λόγον τοῦ Θεοῦ, Χριστὸν τὸν Σωτῆρα, Ἠσαΐας ποτέ, καὶ χεῖρα τεταμένην, Ἰεζεκιὴλ Σὲ εἶδε.

ᾨδὴ θ´. Τὴν φωτοφόρον νεφέλην.
Ἀγαλλιώμεθα πάντες, οἱ μετὰ πόθου τιμῶντες, τὴν Θεομήτορα πιστοί, τὴν Λαμπάδα τὴν θείαν, τὴν ἀναλάμψασαν τὸ φῶς, τῆς θείας λαμπρότητος, καὶ ἕλκουσαν, εἰς ὁδὸν σωτηρίας, τοὺς ἐν πλάνῃ διατρίβοντας αἰσχρῶς.

Λευχειμονείτω ἡ κτίσις, καὶ πᾶσα βρότειος φύσις· τέτευχε γὰρ τὸν θησαυρόν, χαρισμάτων τῶν θείων, τῆς ἀμβροσίας καὶ ζωής, τὴν ἄμωμον Δέσποινα πλουτίζουσαν, τοὺς Αὐτὴν προσκυνοῦντας, μετὰ πόθου σωτηρίας πλουτισμόν.

Λύτρωσις Κόρη γενοῦ μοι, τῷ πλανηθέντι προβάτῳ, περιπεσόντι τοῖς λῃσταῖς, καὶ δεινῶς πληγωθέντι· ἐπισυνάγαγε κἀμέ, εἰς θεῖα σκηνώματα ἡ τέξασα, τὸν Ποιμένα τὸν μέγαν, τῶν προβάτων ἡ Αὐλὴ τῶν λογικῶν.

Ὡραῖος Πάναγνε πέλει, καὶ ὑπερπόθητος πᾶσιν, ὁ ἀγεώργητος καρπός, Ὅν ἐβλάστησας Κόρη· ἐπαγγελίας γὰρ ἡ Γῆ, καὶ τὸ Κλῆμα τῆς ζωῆς Σὺ πέφυκας, ἡ τεκοῦσα τὸν βότρυν, σωτηρίας οἶνον στάζοντα ἡμῖν.

Νῦν ἐνεδύθημεν κλέος, Θεοῦ τῆς υἱοθεσίας, καὶ ἁμαρτίας τὴν ἀχλύν, ἐκδεδύμεθα πάντες· τῆς βασιλείου γὰρ στολῆς, κατηξίωσεν ἡμᾶς ἡ μόνη Ἁγνή, τὸ Διάδημα κάλλους, σωτηρίας ὡς τεκοῦσα τὸν Θεόν.

Ἁμαρτιῶν μου τὸν ζόφον, καὶ σκοτασμὸν τῆς ψυχῆς μου, λάμπρυνον μόνη Ἀγαθή, καὶ χαρᾶς πλήρωσόν με· Σὲ γὰρ ὁ Ἰεζεκιήλ, ἑώρακε Σάπφειρον λαμπρότατον, ὥσπερ θρόνον βαστάζουσαν, ἐν κόλποις τὸν φιλάνθρωπον Θεόν.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.