Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν νοσούντων συμπαθεῖς ἰατῆρες, καί χειρουργοί τῶν χαλεπῶν παθημάτων, καί τῶν πασχόντων θεῖοι ἀντιλήπτορες, ἴασιν καί λύτρωσιν, καί ὑγείαν καί ῥώσιν, ψυχῆς ὁμοῦ καί σώματος χορηγεῖται ἀπαύστως, Κοσμᾶ σοφέ σύν τῷ Δαμιανῷ, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσι.
Δόξα Πατρί... Ἦχος πλ. δ'.
Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀ¬σθενείας ἡμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἡμῖν.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εὐθὺς ἀναγινώσκομεν τὸν Ν΄ ψαλμόν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς. «Θεῖοι ἰατροί ἰάσασθέ με. Γερασίμου»
ᾨδὴ α΄. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας ὡσεί ξηράν.
Θεράποντες θεῖοι τοῦ Λυτρωτοῦ, δυάς Ἀναργύρων, θεραπείας με ταχινῆς, τῆς κατά ψυχήν τε καί τό σῶμα, τῇ ἀντιλήψει ὑμῶν ἀξιώσατε.
Ἐπλήγην κακίᾳ τοῦ δυσμενοῦς, καί νόσῳ βαρείᾳ, περιπέπτωκα χαλεπῶς, ἀλλ' ὦ ἰατροί τῶν ἀσθενούντων, τῆς ἐπελθούσης με θλίψεως ρύσασθε.
Ἰάσεις παρέχοντες δωρεάν, Κοσμᾶ θεοφόρε, σύν τῷ θείῳ Δαμιανῷ, πόνων καί δεινῶν ἀρρωστημάτων, τούς προσιόντας ὑμῖν ἀπαλλάξατε.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, λάμπρυνον τόν ζόφον τῆς ψυχῆς μου, ταῖς φωταυγέσι σου χάρισι δέομαι.
Ώδή γ'. Οὐρανίας ἁψῖδος.
Ἰατροί δεδειγμένοι, παρά Θεοῦ ἄμισθοι, τοῖς ὀδυνηρῶς τρυχομένοις, πόνοις καί ἄλγεσι, θεῖοι Ἀνάργυροι, τῆς ταλαιπώρου ζωής μου, τάς ὀδύνας λύσατε, ὡς συμπαθέστατοι.
Ἰαμάτων τά ρεῖθρα, οἷα πηγή δίκρουνος, ἡ τῶν ἱερῶν Ἀναργύρων, δυάς αὐτάδελφος, κόσμῳ πηγάζοντες, ἀσθενειῶν πάντα ρύπον, καί παθῶν τόν βόρβορον, ἀποκαθαίρετε.
Ἀναργύρως τάς νόσους, τάς τῶν βροτῶν παύοντες, ὡς παρά Κυρίου λαβόντες, τήν χάριν Ἅγιοι, παύσατε δέομαι, τό τῆς καρδίας μου ἄλγος, καί πρός σωτηρίας με, τρίβον ἰθύνατε.
Θεοτοκίον.
Τόν Σωτήρα τοῦ κόσμου, ὑπερφυῶς τέξασα, τήν ἐκ τῆς ἀρχαίας κατάρας, πληγήν ἰώμενον, ἡμῶν Πανύμνητε, τῆς ἀσθενούσης ψυχῆς μου, ἴασαι τόν καύσωνα, τῇ σῇ χρηστότητι.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυάς ἁγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τους καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.
Παθῶν χαλεπῶν, ἀκέστορες ὀξύτατοι, καί πάσης ψυχῆς, πασχούσης ἀνακούφισις, Δαμιανέ μακάριε, καί Κοσμᾶ θεοφόροι Ἀνάργυροι, ἐν ὑγείᾳ ἡμῶν τήν ζωήν, ἀπτώτω τηρήσατε δεόμεθα.
Ὠδή δ'. Εἰσακήκοα, Κύριε.
Ρῶσιν θείαν καί ἴασιν, καί ἁμαρτημάτων θεόθεν ἄφεσιν, ἐξαιτήσασθε Ἀνάργυροι, ταῖς συνεχομένοις ἀρρωστήμασι.
Ὀδυνώμενος πάθεσιν, ὑμῶν τῇ πρεσβείᾳ προστρέχω Ἅγιοι• μή παρίδητε Ἀνάργυροι, τόν ταῖς ἁμαρτίαις ἀπολλύμενον.
Ἰατροί συμπαθέστατοι, μυστικοῖς φαρμάκοις ὑμῶν τῆς χάριτος, τήν ἀφόρητόν μου ἄλγησιν, τήν μαστίζουσάν με θεραπεύσατε.
Θεοτοκίον.
Ἰατῆρα κυήσασα, τόν τῶν ὅλων Κτίστην κόσμον ἰώμενον, ἴασαί μου τά ἀλγήματα, Κεχαριτωμένη Μητροπάρθενε.
Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ἴαμα ἀεί, ἀναβλύζει θείῳ Πνεύματι, ὁ ναός ὑμῶν Ἀνάργυροι κλεινοί, καί ἰᾶται πᾶσαν νόσον καί πᾶν οἴδημα.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύοιτε Ἀνάργυροι, ἐξ ἡμῶν ἀποδιώκοντες ἀεί, τήν μανίαν τοῦ δολίου πολεμήτορος.
Σῶμα καί ψυχήν, ἀσινῆ ἡμῶν τηρήσατε, ἐκ δεινῶν ἀσθενειῶν καί συμφορῶν, τῶν προστάτας κεκτημένων ἡμᾶς Ἅγιοι.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τήν χρονθεῖσάν μου διάνοιαν, μανιώδεσι τοῦ πλάνου προσβολαῖς, ἀποκάθαρον τοῖς ρείθροις τοῦ ἐλέους σου.
Ὠδή ς'. Τήν δέησιν ἐκχεῶ.
Συντρίμματα, τῶν ψυχῶν ἰάσασθε, καί τοῦ σώματος δεινάς καχεξίας, ὡς δεδεγμένοι πλουσίαν τήν χάριν, τοῦ θεραπεύειν τάς νόσους Ἀνάργυροι, τῶν προσφωνούντων εὐλαβῶς, τήν σεπτήν ὑμῶν κλήσιν ἑκάστοτε.
Θηρεύσας με, ἡδονῆς δελέατι, ἠχμαλώτευσεν ὁ δόλιος δράκων· ἔνθεν ὀδύναι καί νόσοι καί πόνοι, κρίσει δικαία ἐπῆλθόν μοι Ἅγιοι· ὦν τῆς βαρείας συνοχῆς, ρύσασθέ με Ἀνάργυροι δέομαι.
Ἐκλάμποντες, ὡς φωστῆρες ἄδυτοι, ἰαμάτων τάς ἀκτῖνας τῇ κτίσει, τῶν νοσημάτων διώκετε ζόφον, καί τῆς ὑγείας τό φώς διαυγάζετε, Ἀνάργυροι θαυματουργοί, τοῖς τῇ σκέπη ὑμῶν καταφεύγουσι.
Θεοτοκίον
Μητράνανδρε, Μαριάμ Θεόνυμφε, ἡ Θεόν ἀνερμηνεύτως τεκοῦσα, τήν χαλεπήν τοῦ νοός μου σκοτίαν, τῇ φωταυγεῖ σου διάλυσον χάριτι, καί ἴθυνόν με πρός τό φῶς, τῶν σεπτῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν.
Διάσωσον τῶν εὐκλεῶν Ἀναργύρων δυάς ἁγία, πάσης νόσου καί ἀσθενείας καί θλίψεως, τούς καταφεύγοντας πίστει ὑμῶν τῇ σκέπῃ.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις και το Κοντάκιον
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τήν χάριν δεξάμενοι, τούς ἀνιάτως νοσοῦντας ἰάσασθε. Κοσμᾶ καί Δαμιανέ ἔνδοξοι, ἁμαρτημάτων τήν λύσιν αἰτούμενοι, τοῖς πίστει ὑμῖν καταφεύγουσι.
Προκείμενον. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ..
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Εὐαγγέλιον (Ματθ. ι' 1, 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τούτους τούς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαριτῶν μή εἰσέλθητε. Πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες: Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε• δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα. Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ρῶσίν τε καί ἴασιν, τοῖς ἐν ὀδύναις καί λύπαις, συμπαθῶς παρέχοντες, Ἅγιοι Ἀνάργυροι θείῳ Πνεύματι, ἀλγεινῶν ρύσασθε, ἡμᾶς παθημάτων, καί κινδύνων ἀπαλλάξατε, καί πάσης θλίψεως, καί ἀρρωστημάτων δεόμεθα, τούς τήν ὑμῶν ἀντίληψιν, ἐπιβοωμένους ἑκάστοτε, καί πταισμάτων λύσιν, αἰτήσασθε ἡμίν παρά Θεοῦ, ὡς τῶν πιστῶν πρέσβεις ἄριστοι, πρός Χριστόν μακάριοι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.
ᾨδὴ ζ΄. Οἷ ἐκ τῆς Ἰουδαίας.
Ἐκ πηγῶν σωτηρίου, τό γλυκύτατον ὕδωρ τό τῶν ἰάσεων, πηγάζοντες πλουσίως, τῶν νόσων τήν πικρίαν, θεραπεύετε Ἅγιοι, ἀποσβεννῦντες ἀεί, τῶν λυπηρῶν τήν φλόγα.
Γεωργήσας τά πάθη, ἀρρωστήμασι πλείστοις ἤδη ἐτάζομαι• ἀλλ' ὦ δυάς ἁγία, τῶν θείων Ἀναργύρων, τήν ζωήν μου βελτίωσον, καί τῶν πολλῶν μου κακῶν, τήν ἄνεσιν παράσχου.
Ἐν ὀδύνῃ τόν βίον, διά πλῆθος κακίας ἀνύω Ἅγιοι, καί πέπλησμαι μωλώπων, τῶν ἐκ τῆς ἁμαρτίας• ἀλλ' ὑμεῖς θεραπεύσατε, Ἀνάργυροι θαυμαστοί, τήν τάλαιναν ψυχήν μου.
Θεοτοκίον.
Ρώμην θείαν μοι δίδου, Θεοτόκε Παρθένε, καθικετεύω σοι, ὡς ἄν ποιῶ καί πράττω, τό θέλημα τό θεῖον, ἐκ δυνάμεως Ἄχραντε, καί τῷ Υἱῷ σου Ἁγνή, πιστῶς εὐαρεστήσω.
Ώδή η'. Τόν Βασιλέα.
Ἅπασαν βλάβην, τήν καθ' ἡμῶν τοῦ Βελίαρ, ἀποκρούσασθε Ἀνάργυροι ταχέως, καί ἡμῶν τόν βίον, ἀνώδυνον τηρεῖτε.
Σθένος μοι δίδου, κατά παθῶν ὀλεθρίων, ὦ αὐτάδελφε δυάς τῶν Ἀναργύρων, τοῦ πατεῖν ἐπάνω, ὄφεων καί σκορπίων.
Ἴδε τόν πόνον, τῆς ταλαιπώρου ψυχῆς μου, ὦ αὐτάδελφε δυάς τῶν Ἀναργύρων, καί παράσχου ταύτῃ, ὑγείαν οὐρανόθεν.
Θεοτοκίον.
Μή διαλίπῃς, Θεοχαρίτωτε Κόρη, περιέπουσα ὡς Μήτηρ τοῦ Ὑψίστου, τούς ὑπερυψούντας, τήν δόξαν σου τήν θείαν.
Ὠδή θ'. Κυρίως Θεοτόκον.
Οἱ κόσμω τάς ἰάσεις, νέμοντες ἀπαύστως, θεομακάριστοι θείοι Ἀνάργυροι, ἐκ πάσης νόσου ἀτρώτους ἡμᾶς φυλάξατε.
Ὑψώσατε τόν νοῦν μου, ἐννοιῶν ματαίων, καί τήν ζωήν μου τηρήσατε ἄνοσον, ὡς ἀγαθοί μου προστάται θεῖοι Ἀνάργυροι.
Ὑπέρ τῶν ἀνυμνούντων, ὑμᾶς θεοφόροι, διά παντός δυσωπείτε τόν Εὔσπλαχνον, πάσης ἀνάγκης ἐν βίῳ ρύεσθε πάντοτε.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, ὅτι τῷ σῷ τόκω, ἐκ τῆς ἀρχαίας κατάρας ἐρρύσθημεν, καί τῆς ζωῆς τῆς ἀλήκτου κατηξιώθημεν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀναργύρων ἡ ξυνωρίς, οἱ τῶν ἀσθενούντων, ἰατῆ-ρες θαυματουργοί, Κοσμᾶ θεοφόρε, Δαμιανέ τε θεῖε, τῶν ἀρετῶν τά θεῖα ἐνδιαιτήματα.
Πλούτῳ διαπρέποντες ἀγαθῶν, εὐποιΐας ρεῖθρα, ἀνεδείχθητε συμπαθῶς, καί τάς ἀσθενείας, ἰᾶσθε ἀναργύρως, τῶν χαλεπῶς πασχόντων θεῖοι Ἀνάργυροι.
Χάριν δεδεγμένοι παρά Θεοῦ, δωρεάν τάς νόσους, θεραπε¬ύετε τῶν πιστῶν, καί τῶν βαρυτάτων, παθῶν λυτροῦσθε θᾶττον, τούς ἐπικαλουμένους ὑμᾶς Ἀνάργυροι.
Ὤφθη ἰατρεῖον πνευματικόν, Πνεύματι Ἁγίω, ὁ ναός ὑμών ὁ σεπτός, ἐν αὐτῷ γάρ πᾶς τις, προστρέχων ἐκλυτροῦται, δεινῶν ἀρρωστημάτων θεῖοι Ἀνάργυροι.
Xαίρετε νοσούντων θεραπευταί, καί ρώσεως θείας, καί ὑγείας προμηθευταί, χαίρετε διῶκται, πνευμάτων ἀκαθάρτων, Κοσμᾶ Δαμιανέ τε ἀξιοθαύμαστοι.
Πάσης ἀσθενείας πάσης ὀργῆς, φθορᾶς τε καί βλάβης, καί ἀλγήματος χαλεποῦ, ἀσινεῖς τηρῆτε, ἡμᾶς θαυματοβρῦται τούς προσιόντας πόθω, ὑμῖν Ἀνάργυροι.
Ἴασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σύν τῷ θείω Δαμιανῷ, νείματε ὑψόθεν, ἀΰλω χειρουργίᾳ, τοῖς κατατρυχομένοις ποικίλοις πάθεσι.
Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καί σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀῤῤήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοί Ἀνάργυροι.
Πᾶσαι τῶν Άγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιoν. Παναγία Τριάς. Πάτερ ημών. Ότι σoυ εστίν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Αἴτησις καὶ Ἀπόλυσις, μεθ’ ἢν τὰ ἑξῆς·
Προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ρῦσαι νοσημάτων χαλεπῶν, καί φθοροποιῶν ἀλγηδόνων, τῶν Ἀναργύρων δυάς, τούς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ ὑμῷν, ἐνεργείᾳ τῆς χάριτος, τῆς ὑμῖν δοθείσης, Κοσμᾶ παναοίδιμε, Δαμιανέ τε σοφέ, ὅπως ἐν ὑγείᾳ τελείᾳ, καί εἰρηνικῇ καταστάσει, τόν ὑμᾶς δοξάσαντα δοξάζομεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλάξαν μὲ ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν....
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.