Thursday, October 6, 2016

Άγιος Επίκτητος ο θαυματουργός


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν Ἐπικτήτου βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασιν βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου· καὶ τοὺς πιστοὺς ἀξίωσον χαρᾶς, ἐπαπολαῦσαι, ζωῆς τε τῆς κρείττονος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Κλεινὸν Ἐπίκτητον, εὐλαβῶς λιτάζω. (Νικοδήμου)

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Καταύγασον Πνεῦμα πανσθενουργόν, τὴν ἐμὴν καρδίαν, τοῦ ὑμνῆσαι πανευλαβῶς, Ἐπίκτητον ὅσιον τῆς Κύπρου, θαυματουργὸν καὶ ἀσκήσεως προτύπον.
Λαμπρύνας Ἐπίκτητος τὴν ψυχήν, ἁγνείᾳ καὶ πίστει, καὶ ἀσκήσει πνευματικῇ, ἐδέχθη τοῦ Πνεύματος τὴν χάριν, καὶ ἀρετῶν στολισμὸν ὁ θαυμάσιος.
Ἐκάθαρε σῶμα καὶ τὴν ψυχήν, Ἐπίκτητος θεῖος, ἐκ παθῶν τῶν φθοροποιῶν, καὶ γέγονε μύστης τῶν ἀρρήτων, καὶ ἀρετῶν καταγώγιον ἔνθεον.

Θεοτοκίον.

Ἰσχὺν ἔχεις Κόρη πρὸς Σὸν Υἱόν, ὡς Μήτηρ Παρθένος, τοῦ πρεσβεύειν ὑπὲρ πιστῶν· διὸἱκετεύω σε Κυρία, ὑπὲρ ἐμοῦ τὸν σὸν Τόκον δυσώπησον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νικητὴς ἐν ἀγῶσιν, ἀναδειχθεὶς ἔνθεε, πέλεις Ἐκκλησίας ὁ στῦλος καὶ τὸ ἑδραίωμα, καὶ τῶν πιστῶν ἀρωγός, καὶ ἀρετῆς ὑποφήτης, τῆς ἐρήμου καύχημα, καὶ ἐγκαλλώπισμα.
Οὐρανίαν ποθήσας, ἐν γῇ ζωὴν ἔνδοξε, εἴληφας τοῦ Πνεύματος χάριν, καὶ γνῶσιν ἄρρητον ἐν ἐρημίας αὐχμῷ, διακονῶν ἀνεδείχθης, τῶν πιστῶν διδάσκαλος, θεῖε Ἐπίκτητε.
Νικηφόρος εἰσῆλθες, εἰς οὐρανοὺς ἔνδοξε, πίστεως Χριστοῦ ὑποφῆτα, σεπτὲ Ἐπίκτητε, καὶ ἱκετεύεις Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος, τοὺς εὐφημοῦντάς σε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἐνισχύεις Παρθένε, γένος βροτῶν Πάναγνε, καὶ ταῖς σαῖς λιταῖς σὺ φυλάττεις, ἐν πίστει ἅπαντας· διὸ ἐν ὕμνοις λαμπροῖς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον, Θεοχαρίτωτε.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Τὰ ἄνω ποθῶν, Ἐπίκτητε ἐζήλωσας, ὁδὸν μοναχῶν, καὶ βίου τελειότητα· θαυμαστῶς καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Πάσῃς χάριτος γέγονας, καθαρὸν δοχεῖον κλεινὲ Ἐπίκτητε, καὶ ἀσκήσεως τὸ πρότυπον, ἀρετῶν πασῶν θεῖον θησαύρισμα.
Ἱερῶς τὸν Ἐπίκτητον, ἐν ᾠδαῖς ἐνθέοις πιστοὶ τιμήσωμεν, καὶ ἐν λόγοις καταστέψωμεν, τὴν τοῦ βίου τούτου τελειότητα.
Καθαρότητα ἔστερξας, καὶ τῆς Βασιλείας Χριστοῦ ἀπόλαυσιν· διὸ ἔσπευσας ὡς ἔλαφος, εἰς πηγὰς τῆς χάριτος Ἐπίκτητε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταπεινὴ Κόρη Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Θεοῦ μητέρα Πανακήρατε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἥλιον Χριστόν, ταῖς λιταῖς σου καθικέτευσον, κινδύνων ῥύσασθαι τοὺς ὑμνοῦντάς σε, καὶ παρασχεῖν σῇ πατρίδι, ἀπελευθέρωσιν.
Τράνωσον κλεινέ, τῶν Κυπρίων θεῖον φρόνημα, τοῦ ἀγωνίζεσθαι ἐν πίστει θερμῇ, καὶ ἐκτινάξαι, ζυγὸν τῆς ὑποδουλώσεως.
Ὄμμασι ψυχῆς, ἀτενίζων τὸν Θεάνθρωπον, πρὸς τὴν ζωὴν τὴν κρείττονα ἀριστεῦ, σὺ ἀνυψώθης, θείᾳ χάριτι Ἐπίκτητε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Νύμφη τοῦ Θεοῦ, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον, τὸν φωτισμὸν τῆς χάριτος σοῦ Υἱοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐλάμπρυνας σὴν ζωὴν Ἐπίκτητε, ἀρεταῖς τοῦ Παρακλήτου θεόφρον, τῶν ἀσκητῶν, θείαν βίαν κηρύξας, καὶ τοὺς πιστοὺς ὁδηγῶν πρὸς τὸν Κύριον ἱκέτευε ἀντιβολῶ, διὰ βίου δοξάζειν τὸν Ἄναρχον.
Ὑψώθητι ἐν πιστοῖς Ἐπίκτητε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε· ἱκέτευε τὸν Ἰησοῦν, τοῦ σωθῆναι πιστοὺς τοὺς τιμῶντάς σε.
Λελύπηται ἐπὶ σοὶ Ἐπίκτητε, ὁ ἀντίδικος ἡμῶν καὶ πειράζων· ὅτι Χριστόν, ὡμολόγεις ἐν ἔργοις, καὶ τὴν ζωήν σου Αὐτῷ ἀφιέρωσας· ἀξίωσον πάντας ἡμᾶς, ταπεινῶσαι αὐτὸν ἱκεσίαις σου.

Ἀκήρατε σὸν Υἱὸν ἱκέτευε, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, καὶ ζωὴν Ἐπικτήτου θεόφρονος.
Ἱκέτευε, ὑπὲρ ἡμῶν ὦ Ἐπίκτητε Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρᾳσμῶν κυκλούμεθα ἔνδοξε, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀσκουμένων Ἐπίκτητε γέγονας κλέισμα, τὸν Χριστὸν καθομολογῶν ἐν τῷ βίῳ σου, τῇἀσκήσει καὶ προσευχῇ καὶ λόγοις θαυμαστοῖς· διὸ ἔλαβες, παρὰ Θεοῦ, τὴν ἀτελεύτητον ζωήν, καὶ χαρὰν ἀνεκλάλητον· σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Θεάνθρωπον Χριστόν, μοναζόντων τὸ ἐντρύφημα.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τοῦ Σου Ὁσίου...πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ταῖς τῆς Θεοτόκου... πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.:  Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.
Δεῦτε τὸν Ἐπίκτητον, τὸν ἀσκητὴν τῆς ἐρήμου, ὕμνοις εὐφημήσωμεν, ἀσκουμένων πρότυπον καὶ ἐντρύφημα· ἀρετῆς ἄγαλμα, ἐγκρατείας τύπον, καὶ ἀσκήσεως ὑπόδειγμα, πιστῶν τὸ στήριγμα, καὶ τῆς ἡσυχίας διδάσκαλον· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀγρυπνίας τὸ κλέισμα· πάντων τῶν Κυπρίων, τὸ καύχημα καὶ πρέσβυς πρὸς Χριστόν, Ὀρθοδοξίας ἀγλάισμα, οὐρανοῦ οἰκήτορα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βαθμίδας οὐρανίους, Ἐπίκτητε ἀνῆλθες, καὶ σαββατίζεις κλεινέ, ἐν μέσῳ παραδείσου, ὑμνῶν σὺν τοῖς Ἀγγέλοις, καὶ Ἁγίοις τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡράισας καρδίαν, Ἐπίκτητε ἀσκήσει, καὶ εὐλαβείᾳ πολλῇ· διὸ κατηξιώθης εὐφραίνεσθαι ἀπαύστως καὶ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Στεφθεὶς ὑπὸ τοῦ Κτίστου, Ἐπίκτητε τρισμάκαρ, ἐν βασιλείᾳ αὐτοῦ, συγχαίρεις Πρωτοτόκοις, καὶ πᾶσι τοῖς Ὁσίοις, μεθ' ὧν ψάλλεις πρὸς Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Λαμπρῶς σε Θεοτόκον, νεάνιδες παρθένοι, παρθενικῇ βιοτῇ, τιμῶσι μετὰ πόθου, καὶ σὸν Υἱὸν καὶ Λόγον, ἀπαύστως συνᾴδουσιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἱερωτάτων, ἀξιωθεὶς χαρισμάτων, ὁἘπίκτητος πάντας προτρέπει, ἀνυμνεῖν ἐν πίστει, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἐγκοσμίων, καταλιπὼν πᾶσαν δόξαν, πρὸς Χριστὸν ὁ Ἐπίκτητος σπεύδει, ἀνυμνῶν ἀπαύστως· Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἀδαμαντίνῳ, χαριτωθεὶς χαρακτῆρι, ὁ Ἐπίκτητος ἐρήμῳ ἀσκεῖται, Χριστὸν τοῖς προσιοῦσι, κηρύττων ἐν σημείοις.
Ζωῇ ἀμέμπτῳ, εὐλογηθεῖσα ἡ Κόρη, ὑπερτέρα Ἀγγέλων ἐδείχθη, καὶ βροτείου γένους, ἀκοίμητος προστάτις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὡράισον καρδίας, Ἐπίκτητε θεῖε, ταῖς σαῖς ἀπαύστοις πρεσβείαις, πρὸς Λόγον Θεοῦ, θείοις τῶν γεραιρόντων σε, ὕμνοις καὶᾄσμασιν.
Νενίκηκας θέοφρον, Ἐπίκτητε κόσμου, τὴν ματαιότητα πᾶσαν, καὶ δόξαν αὐτοῦ, ἀκολουθήσας ἐμφρόνως, Χριστῷ μακάριε.
Ἰσχὺν ἡμῖν παράσχου, Ἐπίκτητε μάκαρ, πιστοῖς τοῖς σὲ εὐφημοῦσιν ἐν ὕμνοις λαμπρῶς· καὶ ἐκ τοῦ Λόγου ἐκζήτει, ἡμῖν τὴν ἄφεσιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κυρία προσκυνοῦμεν, καὶ ὁμολογοῦμεν, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τεχθέντα ἐκ σοῦ, καὶ σὺν ἁγίων χορείαις, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τῆς ἁγιοτόκου Κύπρου καρπόν, καύχημα καὶ κλέος, Ἐκκλησίας καὶ μοναχῶν, βίας οὐρανίου, ὑπόδειγμα καὶ τύπον, ἐν ὕμνοις σὲ τιμῶμεν, σεπτὲ Ἐπίκτητε.
Χαίροις τοῦ Κυρίου ὁ κοινωνός, καὶ τῆς ἡσυχίας, μύστης μέγας καὶ θαυμαστός, ὁ ἐν κατανύξει, βιώσας ἐν ἐρήμῳ, Ἐπίκτητε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, Ἐπίκτητον πάντες, τὸν θεόφρονα ἀσκητήν, τὸν ἐν ἀγρυπνίᾳ, ἀσκήσει καὶ νηστείᾳ, δοξάσαντα ἐν βίῳ Χριστὸν τὸν Κύριον.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, Ἐπίκτητον θεῖον, τὸν κοσμήσαντα ἀληθῶς, Χριστοῦ Ἐκκλησίαν, καὶ σπήλαια τῆς Κύπρου, ἀσκήσει καὶ τῇ νήψει, καὶ ἔργοις χάριτος.
Τοὺς ἀγνοουμένους καὶ ἐν δεινοῖς, στήριξον εὐχαῖς σου, καὶ ἀξίωσον τῆς χαρᾶς, ἰδεῖν τὴν πατρίδα, οἰκείους τε καὶ φίλους, Ἐπίκτητε θαυμάτων, κρήνη ἀείρροος.
Λῦσον τὴν ἀνίερον κατοχήν, Ἐπίκτητε μάκαρ, καὶ ἀξίωσον σοὺς πιστούς, ἐλθεῖν εἰς πατρίδα, ὡς πάλαι οἱἙβραῖοι, ἵνα ἐν τῷ Ναῷ σου, σὲ μεγαλύνωσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τῆς ἀσκήσεως καρπόν, καὶ τῆς Ἐκκλησίας τῆς Κύπρου, τὸν φρυκτωρὸν καὶ φρουρόν, ἔνδοξον διδάσκαλον, ἐν ὕμνοις μέλψωμεν, χαρισμάτων τὸν ἔμπλεων, Ἀγγέλων τὸ κῦδος, Λόγου ἀφομοίωμα, Χριστοῦ τὸν κήρυκα, μέγαν ἀσκουμένων ἀλείπτην, καὶ τῶν μοναζόντων τὸν στῦλον, τὸν θεομακάριστον Ἐπίκτητον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Μεγαλυνάριον.

Χάριν κεκτημένος παρὰ Θεοῦ, Ἐπίκτητε Πάτερ, ὡς θεράπων Αὐτοῦ σεπτός, φύλαττε καὶ σκέπε, ἐκ πάσης ἐπηρείας, τοὺς ἐπικαλουμένους σε εἰς βοήθειαν.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.