Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Τό Τρισάγιον.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία
τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον
τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός
σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ
ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου,
γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ
Σου καὶ
μὴ
εἰσέλθης εἰς κρίσιν μετά τοῦ
δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ
ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ
ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ
καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ
ψυχή μου ὡς γῆ
ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ
ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ
καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ
με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ
ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ
εὐθείᾳ,
ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ
δικαιοσύνῃ
Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ
ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας, καὶ
μιμητὴν τῆς τοῦ
Θεοῦ
εὐσπλαγχνίας, Παΐσιον τὸν Ὅσιον ὑμνήσωμεν· οὗτος γὰρ εν Ἄθωνι καὶ
Σινᾷ
καὶ
Στομίῳ,
ζήσας ὥσπερ ἄσαρκος, ἐκλογῆς ὤφθης σκεῦος· καὶ
νῦν προστάτης καὶ
χειραγωγός, πάντων ὑπάρχει, καὶ
πρέσβυς πρὸς Κύριον.
Δόξα
Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῆς συμπαθείας σου τὸν ἄμετρον πλοῦτον, καὶ
μεσιτείας σου τὴν δύναμιν γνόντες, οἱ
ἐν πελάγει ὄντες ὀλεθρίων παθῶν, καὶ
κλυδωνιζόμενοι πειρασμοῖς πολυτρόποις, σὲ
ἐπικαλούμεθα, ὦ Παΐσιε Πάτερ· σπεῦσον ταχὺ
διάσωσον ἡμᾶς, καὶ
πρὸς λιμένα ὁδήγει ἀκύμαντον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ
ἀνάξιοι, εἰμὴ
γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ
τῆς ἀνομίας μου καί ἀπὸ
τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ
ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ
κρίνεσθαί Σε. Ἰδοὺ
γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ
μήτηρ μου. Ἰδοὺ
γάρ ἀλήθειαν ἠγάπησας, τὰ
ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ
καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ
Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ
ἀποῤῥίψῃς με ἀπὸ
τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ
ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ
σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ
στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ
σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ
γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ
τῷ
Θεῷ
πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ
Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ
Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὔσπλαγχνε Πάτερ, βοηθὸς γενοῦ πάντων.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τοῦ θείου ὁ
μιμητής, Παΐσιε Πάτερ ὡς ἠλέεις διηνεκῶς, τοῖς πᾶσι γενόμενος τὰ
πάντα, νῦν ταῖς πρεσβείαις σου πρόφθασον ἅπαντας.
Ὑπάρχεις σωμάτων ὁ ἰατρός, ψυχῶν θυμηδία καὶ
γλυκεῖα ἀναψυχή, μέγας ἐν ἀνάγκαις ἀντιλήπτωρ, καὶ
ἐν πολέμοις ὑπέρμαχος κράτιστος.
Συνέχομαι
Ὅσιε νυσταγμῷ, πολλῆς ἀμελείας καὶ
συστέλλομαι ἐκζητῶν, τὴν ἀνύστακτόν σου προστασίαν· ἀλλ’ ἐπιστάς μοι ἐγρήγορσιν δώρησαι.
Θεοτοκίον.
Παντάνασσα
Μῆτερ τοῦ Λυτρωτοῦ,
νέφη τὰ
ζοφώδη τῶν κινδύνων καὶ
πειρασμῶν, ταχέως διάλυσον καὶ
σκέπε, ὡς φωτοφόρος νεφέλη τὴν ποίμνην Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεὶς τῇ
καρδίᾳ
ἀσκητικοῖς πόνοις σου, καὶ
καταλαμφθεὶς διανοίᾳ
φέγγει τῆς Χάριτος, φῶς ὅλος γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων, ῥῦσαί με πρεσβείαις σου, Πάτερ Παΐσιε.
Ἀγαλλόμενος ἄλγη ἀσθενειῶν ἤνεγκας, τῆς ὑπομονῆς καὶ
ἀνδρείας τύπος γενόμενος· κἀμὲ
ἐνίσχυσον, ἐν κλίνῃ
πόνου πεσόντα, εἰς χαρὰν οὐράνιον, τρέπων τὴν θλῖψίν μου.
Γῆν οὐράνωσας ὄντως κατατρυφῶν Ὅσιε, τῆς ἀγγελικῆς ἡσυχίας ζέων τῷ
πνεύματι· ἐξ οὐρανοῦ
δὲ
νῦν, σαῖς πρὸς Θεὸν ἱκεσίαις, τοῦ
ἀστάτου βίου μου, παῦσον τὸν τάραχον.
Θεοτοκίον.
Χαρμονὴ
εὐφροσύνη καὶ
γλυκασμὸς πέφυκας, Μήτηρ τῆς χαρᾶς γενομένη, Θεογεννήτρια· ὅθεν θλιβόμενος, πρὸς Σὲ
ἀεὶ καταφεύγω, τὴν θερμὴν παράκλησιν καὶ
προστασίαν μου.
Ἐπάκουσον, τῶν
σὲ καλούντων Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ
αἰτήματα, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ
τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ
ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θερμὸς πρεσβευτὴς ὑπάρχων πρὸς τὸν Κύριον, ἡμῶν τὰς θερμὰς δεήσεις Πάτερ πρόσδεξαι, ἐκτενῶς βοώντων σοι· ἐν νυκτὶ
καὶ
ἡμέρᾳ ἡμᾶς φρούρησον, καὶ
βοηθὸς γενήθητι ἡμῖν, ἐν τῷ
παρόντι αἰῶνι καὶ
τῷ
μέλλοντι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νὺξ πικρᾶς ἀπογνώσεως, τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε· σὺ
δὲ
φῶς καὶ
ἀγαλλίασις, Ὅσιε Παΐσιε ἐφάνης μοι.
Εὐφροσύνης πληρούμεθα, τάφῳ
σου τῷ
θείῳ
πιστῶς προσπίπτοντες, βρύει χάριν γὰρ σωτήριον, μυστικῶς ἡμᾶς ἐπισκιάζουσαν.
Πεπτωκότα
με ἔγειρον, καὶ πρὸς τὴν μετάνοιαν καθοδήγησον, ταῖς εὐχαῖς σου ἀπαλλάττων με, ἐκ τῆς τυραννούσης συνηθείας μου.
Θεοτοκίον.
Ἀπαθείας λαμπρότητι, σκεῦος καθαρώτατον ὤφθης πάναγνε· ὅθεν κάθαρον τοὺς δούλους Σου, μολυσμοῦ
σαρκός τε καὶ
τοῦ
πνεύματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχός μοι γενοῦ,
σωτηρίας Πάτερ Ὅσιε, ἐν παντὶ
καιρῷ
καὶ
τόπῳ
ἀβλαβῇ, ὡς προστάτης μου καλὸς διαφυλάττων με.
Ἕλκη τῶν παθῶν, τὴν καρδίαν μου μαστίζουσιν· ἀλλ’ οἱ
λόγοι σου ὡς βάλσαμον τερπνόν, ἐπιφέρουσιν εἰρήνην τε καὶ
ἴασιν.
Ῥάθυμον ψυχήν, Πάτερ κέκτημαι καὶ ἄκαρπον· ἀλλὰ
χάρισαί μοι ζῆλον καὶ
ἰσχύν, πρὸς ἀγῶνας φιλοτίμους διεγείρων με.
Θεοτοκίον.
Βήματι
φρικτῷ, τοῦ Υἱοῦ
Σου Μητροπάρθενε, ὅτε μέλλω παραστῆναι δυσωπῶ,
δεξιᾶς χειρός με κράτησον καὶ
σῶσόν με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἰκτίρμων, καὶ
πλήρης θείας ἀγάπης, ἱλαρὸς καὶ
ἐλεήμων ἐφάνης, ὅτι παθῶν καθαρθεὶς ἐν ἐρήμῳ,
ἐλέους σπλάγχνα ἐκέκτησο Ὅσιε· νῦν δὲ
πρεσβείαις σου θερμαῖς, τὴν γνησίαν ἀγάπην μοι δώρησαι.
Ἠγάπησας, τὴν ἀφάνειαν Πάτερ, καὶ
ἐμίσησας τὴν δόξαν τοῦ
κόσμου· ἀλλ’ ὁ
τῆς δόξης Θεὸς καὶ
Δεσπότης, τὴν σὴν ταπείνωσιν πᾶσιν ἐπέδειξεν· ταύτης ῥανίδα δυσωπῶ,
στάλαξόν μοι πρεσβείαις σου Ὅσιε.
Θερμότατος,
σὲ θεῖος ἔρως ἥρπαζε, καὶ
Θεὸν σὺν τοῖς Ἀγγέλοις ἀνύμνεις· ὅθεν κἀμέ, τῶν γηΐνων φροντίδων, καὶ
τῆς ματαίας μερίμνης ἐξάρπασον, ἵνα καρδίᾳ
καθαρᾷ,
εὐλογῶ
καὶ
δοξάζω τὸν Κύριον.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ
Θεοῦ
Παράδεισος, τὸ
σεπτὸν τῆς εὐωδίας δοχεῖον, τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι, καὶ
ἀρετῶν οἰκητήριον δεῖξόν με· Σὺ
γὰρ χαρίτων ἡ
πηγή, καὶ
αἰτία ὑπάρχεις πανάμωμε.
Ἐπάκουσον, τῶν σὲ
καλούντων Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ
αἰτήματα, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπομένων ὑπέμεινας τὸν Κύριον, ἐν ἀσθενείαις τελειωθεὶς Πάτερ Ὅσιε· νῦν δὲ
πόνων πολυειδῶν ἀνάπαυσιν ἑυρών, ἄριστος ὤφθης ἰατρός, παθῶν καὶ
νόσων χαλεπῶν, τῆς ψυχῆς καὶ
τοῦ
σώματος, βρύων παραμυθίαν, καὶ
ἄμισθον ἰατρείαν, τοῖς καταφεύγουσι εἰς σέ, πολυθαύμαστε Παΐσιε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄,
17-21)
Τῷ
καιρῷ
ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ
τόπου πεδινοῦ· καὶ
ὄχλος πολὺς μαθητῶν αὐτοῦ,
καὶ
πλῆθος πολὺ
τοῦ
λαοῦ
ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ
Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ
Σιδῶνος, οἳ
ἦλθον ἀκοῦσαι αὐτοῦ,
καὶ
ἰαθῆναι ἀπὸ
τῶν νόσων αὐτῶν· καὶ
οἱ
ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ
ἐθεραπεύοντο. Καὶ πᾶς ὁ
ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ
ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ
αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ
εἰς τοὺς μαθητὰς αὐτοῦ,
ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ
Βασιλεία τοῦ
Θεοῦ.
Μακάριοι οἱ
πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ
κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ
ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ
ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ
Υἱοῦ
τοῦ
ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ
τῇ
ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ
γὰρ ὁ
μισθὸς ὑμῶν πολὺς ἐν τῷ
οὐρανῷ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Σοῦ Ὁσίου. πρεσβείαις ἐλεῆμον, ἑξάλειψον
τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς
τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον,
ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον
τό ἀνόμημά μου.
Ὅλος συνεχόμενος ἐν άπορίᾳ
μεγίστῃ,
κρημνισθεὶς εἰς βάραθρον, δεινῆς ἀπογνώσεως καὶ
ζοφώσεως, Ὅσιε Παΐσιε, σὲ
καθικετεύω, τὴν ὁδὸν τῆς ἀναβάσεως, δεῖξον παρέχων μοι, κλίμακα πρὸς φῶς τὴν ἀνάγουσαν, ταπείνωσιν μετάνοιαν, πίστιν καὶ
ἐλπίδα πρὸς Κύριον, ὅπως εἰς τὸ
ὕψος ἀγάπης ἀναβὰς πνευματικῆς, ἀγαλλιάσεως γένομαι, οὐρανίου μέτοχος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στενὰ
πάντα μοι ὄντως καὶ
δεινὰ
ἐπώδυνα Πάτερ Παΐσιε· ἀλλὰ
θαῤῥῶν τῷ
σθένει, τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν σκέπην σου ἔδραμον· σὺ
γὰρ ἐν τάχει θαυμαστῶς, ἐκ πάντων διασώζεις.
Γαληνόν
σε λιμένα ἐν ἀνάγκαις τοῦ
βίου πάντες ἐκτήσαντο· πενήτων εὐπορία, γερόντων βακτηρία, σὺ
γὰρ πέφηνας Ὅσιε, ἀπηλπισμένων ἐλπίς, παράκλησις πενθούντων.
Ἐκ δεινῶν νοσημάτων τοὺς νοσοῦντας ἀπάλλαξον Πάτερ Παΐσιε, καρκίνου πάθος λῦσον, ἡμιθανεῖς τῆς κλίνης, τοῦ
θανάτου διάσωσον, τυφλοῖς παράσχου τὸ
φῶς, ἀλάλοις ὁμιλίαν.
Θεοτοκίον.
Νοῦν ψυχὴν καὶ
καρδίαν πρὸς σὲ
αἴρω τὴν κόσμου μόνην βοήθειαν, καὶ
πίστει ἀνακράζω· κινδύνων πολυτρόπων τῶν κυκλούντων με λύτρωσαι, τῇ
μητρικῇ
Σου ἁγνή, πρὸς Κύριον πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ διαλάμψας, εἰς τὸν ἰσάγγελον βίον, θεωρίᾳ
τε καὶ
πράξει ὦ
θεόφρον, φῶς τῶν μοναζόντων ὑπάρχεις εἰς αἰῶνας.
Ὑπὲρ τοῦ
ἔθνους, πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς, στῆθι Ὅσιε Παΐσιε πρεσβεύων, ἐξ ἐχθρῶν παντοίων λυτροῦσθαι εἰς αἰῶνας.
Πίστιν
γνησίαν, Ὀρθοδοξίας φυλάττειν, γενναιότατα ὡς ἄλλοι Μακκαβαῖοι, στήριξον τοὺς νέους ταῖς πρὸς Θεὸν εὐχαῖς σου.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ὅσα κἂν βούλῃ
ἰσχύεις, ὡς τεκοῦσα τὸν ἁπάντων Βασιλέα· ὅθεν Σε ὑμνοῦμεν ἀεὶ
ἐν Σοὶ θαῤῥοῦντες.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν ἔτυχον ὁ
τάλας, θείας βοηθείας, ὅτε ἠσπάσθην θερμῶς τὴν εἰκόνα σου, ὦ
θεοδόξαστε Πάτερ ἡμῶν Παΐσιε.
Τὸ
ὄνομά σου ὄντως, τίς ἐπεκαλέσθη, καὶ
οὐκ εὐθέως αὐτοῦ
τὰ
αἰτήματα, πρὸς τὸν Θεὸν διεβίβασας Πάτερ Ὅσιε;
Ὡς ἔχων παῤῥησίαν, Πάτερ πρὸς τὸν Κτίστην, ὑπὲρ τοῦ
κόσμου παντὸς καθικέτευε, εἰρήνην ἄνωθεν δοῦναι ἀπαρασάλευτον.
Θεοτοκίον.
Νῦν φθάσαντα εἰς τέλος, τῆς δεήσεώς μου, ἀξίωσόν με πανύμνητε Δέσποινα, εὐχαριστεῖν καὶ
δοξάζειν καὶ
μακαρίζειν Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ
μητέρα τοῦ
Θεοῦ
ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις
ἡσυχίας ὁ ἐραστής, καὶ
τῆς εὐσπλαγχνίας τοῦ
Κυρίου ὁ
μιμητής· θείας γὰρ ἀγάπης, πληρούμενος ἐδόθης, Θεῷ
καὶ
τοῖς ἀνθρώποις Πάτερ Παΐσιε.
Χαίροις
τῆς ἀγάπης θεῖος κρουνός, καὶ
τῆς συμπαθείας ἀνεξάντλητος ποταμός· χαίροις ὁ
θεράπων, ψυχῶν τε καὶ
σωμάτων, καὶ
ὁ προστάτης πάντων, Πάτερ Παΐσιε.
Γλυκύτατον
ἔαρ καὶ ποθεινόν, ἐφάνης παμμάκαρ, ἐν χειμῶνι τῶν πειρασμῶν· πᾶσι γὰρ παρέχεις, θερμὴν παραμυθίαν, χαράν τε καὶ
ἐλπίδα, Πάτερ Παΐσιε.
Πάτερ
τὴν Παρθένον ἑωρακώς, πολλάκις ἐν βίῳ,
ἀνεβόας ἐξεστηκώς· Μῆτερ τοῦ
Θεοῦ
μου, Παντάνασσα Μαρία, τῇ
σκέπῃ
σῶν πτεργων, σκέπε τὸν κόσμον σου.
Πρόσωπον
πρὸς πρόσωπον νῦν ὁρῶν, τὸν ὡραῖον κάλλει, παρὰ
πάντας υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν δυσώπει, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Πρόσδεξαι
δεήσεις σῶν ἱκετῶν, τῶν ἀπὸ
περάτων εἰς τὸν τάφον σου τὸν σεπτόν, πίστει ἐρχομένων καὶ
ἀποτιθεμένων, τοὺς πόνους καὶ
τὰς θλίψεις Πάτερ Παΐσιε.
ᾨδὰς εὐχαριστίας ἡ
σὴ
Μονή, Παΐσιε Πάτερ, ἀναπέμπει σοι εὐλαβῶς, ἀντὶ
τῶν αμέτρων, μεγάλων δωρημάτων, ἅπερ αὐτῇ
πλουσίως παρέσχες Ὅσιε.
Ἁγίων Καππαδόκων σεπτὴ δυάς, Παΐσιε Πάτερ καὶ
Ἀρσένιε ἱερέ, ῥύσασθε κινδύνων, τοὺς πίστει ἐκζητοῦντας, ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ
δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν
εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία
τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον
τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός
σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ
ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου,
γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. Ἀμήν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ,
οἱ
ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε
ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ
νῦν ὡς εὔσπλαχνος καὶ
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ
γὰρ εἶ
Θεός ἡμῶν καὶ
ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ
τὸ
ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ
τῶν περιστάσεων, Σὺ
γὰρ ἡ
σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον, ἐπιφάνηθι ἡμῖν, τοῖς ἐν στεναγμοῖς καὶ
δακρύων, ἐπιζητοῦσι θερμῶς, Ἅγιε Παΐσιε, τὴν μεσιτείαν σου, καὶ
παράσχου τὴν ἴασιν, ψυχῶν καὶ
σωμάτων, πᾶσαν δὲ
ἐπίνοιαν δαιμόνων σύντριψον· ἵν’ εὐχαρίστῳ
καρδίᾳ,
σὲ
τιμῶμεν Ὅσιε Πάτερ, καὶ
τὸν σὲ
δοξάσαντα δοξάζομεν.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ,
φύλαξόν με ὑπὸ
τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.