Monday, June 6, 2016

Χαιρετισμοί εις τον Απόστολο Παύλο




Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς εὐσεβείας ὑποφήτην ἐνθεώτατον, καὶ ἀληθείας θεοφόρητον διδάσκαλον, κορυφαῖον Χριστοκήρυκα δεῦτε πάντες, ὡς σεπτὸν οὐρανοβάμονα τιμήσωμεν, καὶ Ἐθνῶν τῆς Ἐκκλησίας ἀδιάῤῥηκτον, στῦλον κράζοντες·

Χαίροις Παῦλε Ἀπόστολε.

Ἄνθρωπε ἕως τρίτου, οὐρανοῦ μάκαρ Παῦλε, ὁ θείᾳ ἀναβὰς ἐκχωρήσει (γ΄), καὶ τῆς Ἔθνεσι πᾶσι τρανῶς, τοῦ Χριστοῦ κηρῦξαι τὸ γλυκὺ ὄνομα, ἀξιωθεὶς δεδόξασθαι, διό σοι ἐκβοῶμεν πόθῳ·

Χαῖρε, τῆς πίστεως εὐκοσμία·

χαῖρε, τῆς χάριτος δαδουχία.

Χαῖρε, σωτηρίας δογμάτων ἀνάπτυξις·

χαῖρε, τοῦ Κυρίου ῥημάτων ἀνάλυσις.

Χαῖρε, ὕψος ταπεινώσεως, καὶ σοφίας ποταμός·

χαῖρε, βάθος θείας γνώσεως, καὶ ἀγάπης φρυκτωρός.

Χαῖρε, ὅτι ἐδείχθης Ἀποστόλων ἀκρότης·

χαῖρε, ὅτι τυγχάνεις τῶν μερόπων φαιδρότης.

Χαῖρε, λαμπὰς ζωῆς οὐρανόφρονος·

χαῖρε, ψεκὰς χαρᾶς τῆς ἀτέρμονος.

Χαῖρε, δι’ οὗ οἱ πιστοὶ ἑδραιοῦνται·

χαῖρε, δι’ οὗ οἱ βροτοὶ δυναμοῦνται.

Χαίροις, Παῦλε Ἀπόστολε.

Βάθρον χρηστοηθείας, καὶ κρηπὶς σωφροσύνης, τρισμέγιστε Ἀπόστολε Παῦλε, περιώδευσας πᾶσαν τὴν γῆν, σωτηρίας χαίρων τὸ λαμπρὸν μήνυμα, διαλαλῶν τοῖς πέρασι, καὶ ἅπαντας ἐγείρων ψάλλειν·

Ἀλληλούϊα.

Γνόφον τῆς ἀγνωσίας, ἀστραπαῖς ἀπελαύνων, ῥημάτων θεοπνεύστων σου Παῦλε, ἀληθείας τὸ ἦμαρ Χριστοῦ, νυχθημέροις πόνοις φυλακαῖς δάκρυσι, κινδύνοις καὶ στερήσεσιν, ἀνέτειλας, διὸ βοῶμεν·

Χαῖρε, φωτὸς τοῦ ἀδύτου φέγγος·

χαῖρε, πυρσὸς πέμπων θεῖον φάος.

Χαῖρε, πολιτείας ἀμώμου ὑπόδειγμα·

χαῖρε, Ἐκκλησίας Κυρίου ἑδραίωμα.

Χαῖρε, στόμα θεοκίνητον, ἀποῤῥήτων ἐννοιῶν·

χαῖρε, πόμα τὸ ἡδύγευστον, σωτηρίων διδαχῶν.

Χαῖρε, ὅτι ἐκβλύζεις ποταμοὺς εὐσεβείας·

χαῖρε, ὅτι ξηραίνεις τὰς ῥοὰς ἀσεβείας.

Χαῖρε, Ἐθνῶν ὁ μέγας διδάσκαλος·

χαῖρε, σεπτῶν Μαρτύρων ὁ πρώταρχος.

Χαῖρε, ψυχὰς χοϊκῶν ὁ στηρίζων·

χαῖρε, αὐγὰς σωστικὰς ὁ ἐκπέμπων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Δύναμιν οὐρανόθεν, εἰληφὼς Ἀποστόλων, ἐδείχθης θεοφώτιστε Παῦλε, κορυφαῖος διδάσκων Χριστόν, τοῖς ἀπεριτμήτοις καὶ θεοὺς δώδεκα, ἀψύχους Πάτερ σέβοντας, οὓς ἔπιθες Κυρίῳ ψάλλειν·

Ἀλληλούϊα.

Ἔλλαμψιν δεδεγμένος, θεϊκὴν μάκαρ Παῦλε, ἐγγὺς τῆς Δαμασκοῦ τὴν σκοτείαν, ἀπεδίωξας τὴν ζοφεράν, κοσμικῆς σοφίας ὅθεν φῶς ἔκτοτε, ἐκπέμπεις θείας γνώσεως, οὐράνιον τοῖς σοὶ βοῶσι·

Χαῖρε, ὁ μύστης τῶν ἀποῤῥήτων·

χαῖρε, ὁ λάτρης τῶν οὐρανίων.

Χαῖρε, ὁ πτερώσας τὸν νοῦν πρὸς τὰ ἄῤῥευστα·

χαῖρε, ὁ πλουτήσας ἐκεῖθεν τὰ ἄφραστα.

Χαῖρε, οἴκημα τοῦ Πνεύματος τοῦ Ἁγίου φωταυγές·

χαῖρε, σκήνωμα τῆς χάριτος, καθαρὸν καὶ διαυγές.

Χαῖρε, ὅτι ἰθύνεις τοὺς λαοὺς πρὸς τὸν πόλον·

χαῖρε, ὅτι λαμπρύνεις τὸν οὐράνιον θόλον.

Χαῖρε, κρατὴρ ἐνθέου φρονήσεως·

χαῖρε, φωστὴρ ἀείφωτος γνώσεως.

Χαῖρε, ῥητῶν ψυχοτρόφων κινύρα·

χαῖρε, εἰκὼν ἀγαθότητος θεία.

Χαίροις, Παῦλε Ἀπόστολε.

Ζάλην πολυθεΐας, πολιτείας ἀνόμου, κακίας ἐμπαθείας καὶ μίσους, ἀπεδίωξας σαῖς διδαχαῖς, θεηγόρε Παῦλε καὶ ζωῆς κρείττονος, τῆς ἐν Κυρίῳ ἔθεσας, θεμέλιον πιστοῖς βοῶσιν·

Ἀλληλούϊα.

Ἦλθες εἰς τοὺς Λιμένας, τοὺς Καλοὺς νήσου Κρήτης, ὡς δέσμιος Ἀπόστολε Παῦλε, ἵνα πάντας δεσμίους οἰκτράς, εἰδωλολατρείας τῇ πνοῇ λόγων σου, ἐλευθερώσῃς πάνσοφε, τοὺς πίστει σοὶ βοῶντας ταῦτα·

Χαῖρε, ἡ παῦσις κακοδοξίας·

χαῖρε, ἡ φαῦσις τῆς ἀληθείας.

Χαῖρε, παραδόσεων φύλαξ ἀνύστακτος·

χαῖρε, θείων πράξεων λύχνος ἀείφωτος.

Χαῖρε, ὅτι καθηγίασας τοὺς Λιμένας τοὺς Καλούς·

χαῖρε, ὅτι κατηγλάϊσας γηγενῶν Κρητῶν χορούς.

Χαῖρε, τῆς εὐσεβείας παναρμόνιος λύρα·

χαῖρε, τῆς σωτηρίας ἡ ἡδύμολπος ἅρπα.

Χαῖρε, λαμπτὴρ Λασαίας πολύφωτος·

χαῖρε, ἀστὴρ Γορτύνης θεόφωτος.

Χαῖρε, Κρητῶν Ἐκκλησίας κοσμῆτορ·

χαῖρε, σεμνῶν χριστωνύμων ἀκέστορ.

Χαίροις, Παῦλε Ἀπόστολε.

Θείων πεφωτισμένος, χαρισμάτων τὴν Κρήτην, διέδραμες καὶ πᾶσαν Ἑλλάδα, Εὐαγγέλιον τὸ τοῦ Χριστοῦ, τὸ σεπτὸν κηρύττων καὶ λαοῦ στόματα, ἀνοίγων πρὸς ἐξύμνησιν, καὶ αἶνον τοῦ Κυρίου πάντων·

Ἀλληλούϊα.

Ἴσχυσας καταπείθειν, ὑποτάσσεσθαι πάντας, ἀρχαῖς καὶ ἐξουσίαις τοῦ κόσμου, καὶ ἑτοίμους πρὸς πᾶν ἀγαθόν, ἔργον εἶναι Παῦλε τοῦ Θεοῦ ἄνθρωπε, ὁ πᾶσιν ἐπιείκειαν, δεικνύων τοῖς βροτοῖς φωνοῦσι·

Χαῖρε, κηρύκων ἡ θυμηδία·

χαῖρε, Φιλίππων φωτοχυσία.

Χαῖρε, Ἀθηναίων ὁ θεῖος διδάσκαλος·

χαῖρε, φιλοσόφων ἀσόφων ὁ ἔλεγχος.

Χαῖρε, φάρος ἀγαπήσεως, καὶ κακίας ἐμπρηστής·

χαῖρε, σκεῦος θείας χάριτος, καὶ ταμεῖον ἀρετῆς.

Χαῖρε ἀγαθωσύνης ἀετὸς ὑψιπέτης·

χαῖρε, δικαιοσύνης ἀκλινὴς ὑπηρέτης.

Χαῖρε, Χριστοῦ κηρύξας Ἀνάστασιν·

χαῖρε, Αὐτοῦ ὁ δείξας τὴν δύναμιν.

Χαῖρε, ψυκτὴρ γεηρῶν φρονημάτων·

χαῖρε, χρωστὴρ θεϊκῶν βιωμάτων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Καύχημα Ἐκκλησίας, πολυτίμητον Παῦλε, πραότητος κακῶν καὶ πυξίον, ἀρετῆς ἱερὸν συνεργόν, ἔσχες Τίτον θεῖον Γορτυνῶν πρόεδρον, τῆς Κρήτης ὃν κατέστησας, μεθ’ οὗ ἀδιαλείπτως ᾖδες·

Ἀλληλούϊα

Λάμπων ἐπιστολῶν σου, ἀστραπαῖς ἀειφώτοις, διώκεις ἀγνωσίας τὰ νέφη, καὶ μηδένα σοφῶς βλασφημεῖν, καὶ ζητήσεις φεύγειν τὰς μωρὰς ἔνθεε, τοῖς πᾶσιν ὑφηγούμενος, πιστοὺς κραυγάζειν πείθεις Παῦλε·

Χαῖρε, πρὸς πόλον ὁ ὁδοδείκτης·

χαῖρε, μερόπων ὁ ποδηγέτης.

Χαῖρε, τῆς καλῆς ἀλλοιώσεως ἔκτυπον·

χαῖρε, θεϊκῆς ἀγαθότητος μάργαρον.

Χαῖρε, ὅτι τὴν Ἀνάστασιν ἀπαγγέλεις τοῦ Χριστοῦ·

χαῖρε, ὅτι μεταμόρφωσιν ἐπιφέρεις τοῦ λαοῦ.

Χαῖρε, Ῥωμαίων στῦλος καὶ στήριγμα·

χαῖρε, Ἑβραίων ῥάβδος καὶ ἔρεισμα.

Χαῖρε, ἐπόπτα Θεσσαλονικέων·

χαῖρε, προστάτα πιστῶν Κορινθίων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Μάργαρον σωφροσύνης, Παῦλε τοὺς ἡμετέρους, προΐστασθαι καλῶν ἔργων πάντας, εἰς τὰς χρείας προστρέχειν πτωχῶν, καὶ μὴ ὦσιν Τίτῳ εὐθαρσῶς ἔγραφες, ἀκάρπους τῷ κοσμήσαντι, τὴν Κρήτην τὴν βοῶσαν πίστει·

Ἀλληλούϊα.

Νέας φιλάνδρους εἶναι, ἀγαθὰς φιλοτέκνους, ἀνδράσιν ὑποτασσομένας, τοῖς ἰδίοις ἵνα μὴ τοῦ Θεοῦ, βλασφημεῖται λόγος ἀκλινῶς ἔλεγες, καὶ σωφρονεῖν ἐδίδασκες, τοὺς νέους τοὺς νῦν σοὶ βοῶντας·

Χαῖρε, βασάνους ὁ ὑπομείνας·

χαῖρε, στεφάνους ὁ κατακτήσας.

Χαῖρε, Γαλατῶν ἡ ἰσχὺς καὶ ἡ δύναμις·

χαῖρε, εὐλαβῶν Ἐφεσίων ἡ καύχησις.

Χαῖρε, ἔργον τιμιώτατον, ὁ ἀσκῶν σκηνοποιοῦ·

χαῖρε, πόθον ἀφθαρτότητος, ὁ αὐξάνων τοῦ λαοῦ.

Χαῖρε, μετὰ δακρύων νουθετῶν Μιλησίους·

χαῖρε, τῶν μωρολόγων ὁ ἐλέγχων τοὺς δήμους.

Χαῖρε, ἀφρόνων πάντων κατάπτωσις·

χαῖρε, μερόπων θεία ἀνόρθωσις.

Χαῖρε, τὸ φῶς τῶν ἐν σκότει κειμένων·

χαῖρε, φανὸς τῶν δεινῶς ποντουμένων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Ξύλου νῦν ἀπολαύεις, τῆς ζωῆς τῆς ἀφθίτου, ὁ πάσας ὑπομείνας στερήσεις, κακουχίας διώξεις λιμούς, καὶ συκοφαντίας ἀδελφῶν Ἅγιε, ἀδίκως δι’ ἀγάπησιν, Χριστοῦ ᾯ ᾖδες Παῦλε χαίρων·

Ἀλληλούϊα.

Ὅλην τὴν Ἐκκλησίαν, καταυγάζουσι Παῦλε, ὡς φῶτα θεουργὰ οἱ σοὶ λόγοι, καὶ πρὸς γνῶσιν τελείαν Θεοῦ, ὁδηγοῦσι Πάτερ καὶ ζωὴν κρείττονα, τοὺς ἐν αὐτοῖς ἐγκύπτοντας, καὶ κράζοντας ἀξιοχρέως·

Χαῖρε, ἀγάπην ὁ ἐξυμνήσας·

χαῖρε, ἀπάτην ὁ καταστείλας.

Χαῖρε, ὁ διδάσκων ἀπαύστως προσεύχεσθε·

χαῖρε, ὁ κραυγάζων ἀείποτε χαίρετε.

Χαῖρε, ὅτι ἕνα ἕκαστον ἐνουθέτεις ταπεινῶς·

χαῖρε, ὅτι ὥσπερ Ἄγγελον σὲ τιμῶμεν εὐλαβῶς.

Χαῖρε, ἐργαζομένων τιμητὴς ὑψηγόρος·

χαῖρε, ἐμπεριστάτων ποδηγέτης πυρφόρος.

Χαῖρε, λαμπτὴρ τῶν Κολοσσαέων·

χαῖρε, ἀστὴρ παμφαὲς Βεῤῤοιέων.

Χαῖρε, Κρητῶν πολυτίμητον ὄλβος·

χαῖρε, πασῶν γενεῶν θεῖον εὖχος.

Χαίροις, Παῦλε Ἀπόστολε.

Παῦλε τὸν θεῖον Τίτον, ἱεράρχην Γορτύνης, καὶ πρόεδρον τῆς Κρήτης ἁπάσης, ἐνουθέτεις παρέχειν σαυτόν, περὶ πάντα ἔργων ἀγαθῶν πρότυπον, καὶ λόγον ἀκατάγνωστον, ἔχειν καὶ εὐλαβῶς κραυγάζειν·

Ἀλληλούϊα.

Ῥήσεων θεοπνεύστων, σῶν τρυφῶντες παμμάκαρ, χορεῖαι εἰς αἰῶνας μερόπων, εὐφραινόμεθα καὶ ὡς σεπτῶν, Ἀποστόλων πρῶτον οἱ πιστοὶ μέλποντες, σὲ Παῦλε ἀνακράζομεν, ψυχῆς ἐν κατανύξει ταῦτα·

Χαῖρε, ὁ φεύγων τὴν ἀκηδίαν·

χαῖρε, διώκων τὴν φιλεργίαν.

Χαῖρε, ὁ τελέσας καλῶς τὸν ἀγῶνά σου·

χαῖρε, ὁ ἰθύνας πρὸς Ἔθνη τοὺς πόδας σου.

Χαῖρε, ἔργοις ὑφηγούμενος, ἀγαθοῖς πιστοῖς πλουτεῖν·

χαῖρε, πίστει προτρεπόμενος πάντας ἀγαθοεργεῖν.

Χαῖρε, τὰς ὄντως χήρας ὁ τιμῶν ἐκ καρδίας·

χαῖρε, τὰς πρεσβυτέρας ὁ φιλῶν ὡς μητέρας.

Χαῖρε, πιστῶν ὁ γενόμενος πρότυπον·

χαῖρε, ἡμῶν ὁ ἀτίνακτος πρόβολος.

Χαῖρε, ὁ χεῖρας ὁσίους ἐπαίρων·

χαῖρε, ἀκάνθας παθῶν ὁ ἐκτέμνων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Στῦλον ὡς Ἐκκλησίας, μεγαλύνομεν Παῦλε, ἀκράδαντόν σε πάντες ἀσμένως, ἐξαιρέτως Κρητῶν δὲ χοροί, οὕσπερ ἐπεσκέψω ὡς Θεοῦ δέσμιος, ἵνα δεσμεύσῃς ἅπαντας, ἀγάπῃ τῇ Αὐτοῦ βοῶντας·

Ἀλληλούϊα

Τοῖς ἰδίοις δεσπόταις, ὑποτάσσεσθαι δούλους, καὶ εἶναι εὐαρέστους ἐν πᾶσιν, ἵνα τὴν διδαχὴν τοῦ Χριστοῦ, καὶ Θεοῦ κοσμῶσιν εὐλαβῶς ἔγραφες, ἐν πᾶσι Παῦλε τίμιε, διό σοι νῦν βοῶμεν πόθῳ·

Χαῖρε, πενήτων ὁ μνημονεύων·

χαῖρε, Ἑλλήνων φανὸς ἁπάντων.

Χαῖρε, διὰ μόνον Χριστὸν ὁ καυχώμενος·

χαῖρε, δι’ Αὐτὸν καθ’ ἑκάστην σταυρούμενος.

Χαῖρε, ὅτι καθυπέμεινας τοὺς κινδύνους τῶν ληστῶν·

χαῖρε, ὅτι ἐκινδύνευσας ἐξ οἰκείων καὶ ἐθνῶν.

Χαῖρε, ὁ τῶν ἀφρόνων ἀνεχόμενος πάντων·

χαῖρε, ὁ ἀναβλύζων ποταμοὺς διδαγμάτων.

Χαῖρε, ὁ σπείρων λόγον αἰώνιον·

χαῖρε, ὁ πνέων αὔραν σωτήριον.

Χαῖρε, Χριστοῦ ὁ τὰ στίγματα φέρων·

χαῖρε, Αὐτοῦ δόξης νῦν ἀπολαύων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Ὕψωσας τὰς ἐφέσεις, τοῦ νοὸς τῶν μερόπων, πρὸς Κύριον τῆς κτίσεως Παῦλε, σαῖς σοφαῖς διδαχαῖς καὶ σαρκός, τὰς κινήσεις Πνεύματος σεπτοῦ ὄργανον, ἐνέκρωσας τῶν ᾄσμασιν, ἑκάστοτε Θεῷ βοώντων·

Ἀλληλούϊα

Φέγγει τοῦ Φωτοδότου, ἐλλαμφθεὶς τὴν καρδίαν, τοῦ Πνεύματος ἐκπύρσευμα ὤφθης, τοῦ Ἁγίου φωτίζων ταῖς σαῖς, συγγραφαῖς τὰ γένη τῶν βροτῶν ἅπαντα, τὰ ἐν ζοφώδει κείμενα, σκιᾷ διόπερ σοι βοῶμεν·

Χαῖρε, κατάπτωσις τῶν ὀργίλων·

χαῖρε, ἀφάνισις τῶν παροίνων.

Χαῖρε, τῆς ξενίας μὴ ἐπιλανθανόμενος·

χαῖρε, εὐσεβείας ὁδοὺς πορευόμενος.

Χαῖρε, ὅτι τὸν ἐπίσκοπον θέλεις ἄγαν ἐγκρατῆ·

χαῖρε, ὅτι τοῦτον Ἅγιε, βούλει μὴ αἰσχροκερδῆ.

Χαῖρε, ὁ στρατιώτης τοῦ Χριστοῦ ἀληθείας·

χαῖρε, ὁ καταλύτης τῆς εἰδώλων λατρείας.

Χαῖρε, ἐργάτης πίστεως ἄοκνος·

χαῖρε, ὁπλίτης Κτίστου πανάριστος.

Χαῖρε, δεινῶς ὡς κακοῦργος ὁ πάσχων·

χαῖρε, στεῤῥῶς ἐν τῇ πίστει ὁ μένων.

Χαίροις, Παῦλε Ἀπόστολε.

Χάριν καὶ ὁδηγίαν, πρὸς καινὴν πολιτείαν, παρέχει εὐσεβόφροσι πᾶσιν, ἡ ἀνάγνωσις ἐπιστολῶν, τῶν σοφῶν σου Παῦλε ἡ ψυχὰς τέρπουσα, καὶ στόματα ἀνοίγουσα, πρὸς αἴνεσιν τοῦ Ζωοδότου·

Ἀλληλούϊα.

Ψάλλοντές σε ὡς θεῖον, Χριστοκήρυκα Παῦλε, διδάσκαλον σοφὸν ὑποφήτην, διδάσκαλον σοφὸν ὑποφήτην, ἀληθείας καὶ χειραγωγόν, πρὸς Θεοῦ λειμῶνας εὐλαβῶς κράζομεν·

Χαῖρε, ὁ δόναξ τοῦ Παρακλήτου·

χαῖρε, ἡ σάλπιγξ ζωῆς ἀφθίτου.

Χαῖρε, δωρεῶν μυροθήκη τοῦ Πνεύματος·

χαῖρε, ἱερῶν παλαισμάτων ὁ ἔξαρχος.

Χαῖρε, ἄρωμα οὐράνιον, ἰσαγγέλου ἀγωγῆς·

χαῖρε, σύντριμμα τὸ ἄμεσον, δαιμονίων τῆς ὁρμῆς.

Χαῖρε, μακροθυμίας καὶ χρηστότητος κέρας· χαῖρε, φιλευσπλαγχνίας καὶ πραότητος γέρας.

Χαῖρε, στολὴν θυμοῦ ἐκδυσάμενος·

χαῖρε, ζωὴν καινὴν ἐνδυσάμενος.

Χαῖρε, ἐλεύθερε δοῦλε Κυρίου·

χαῖρε, πανεύφημε κῆρυξ τοῦ Λόγου.

Χαίροις, Παῦλε Ἀπόστολε.

Ὢ Ἀπόστολε Παῦλε, θεοτίμητον στέμμα, Χριστοῦ τῆς εὐκλεοῦς Ἐκκλησίας (γ΄), τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς προσδέχου καὶ πιστῶν τάγματα, κατεύθυνε πρὸς θέωσιν, τὰ σπεύδοντα Θεῷ βοῆσαι·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.