(Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη)
Κοντάκιον. Ἦχος
πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ.
Τοῦ Δημητρίου μαθητὴν τὸν θεῖον Νέστορα, ἐγκωμιάσωμεν ἐν ὕμνοις ὦ φιλέορτοι, διηγούμενοι τὰς θείας αὐτοῦ ἀθλήσεις· τὸν Λυαῖον γὰρ ἐν πάλη ἐθανάτωσε, καὶ ἐν ἔργοις τὸν Χριστὸν λαμπρῶς ἐδόξασεν, ὅθεν κράζομεν·

χαίροις Νέστορ πανθαύμαστε.
Ἄγγελοι
μετ᾿
ἀνθρώπων,
χαρμοσύνως τιμῶσι, τὸν
Νέστορα ἐν
ὕμνοις
ἐνθέοις
(τρὶς), καὶ
τῷ
ἀγωνοθέτῃ
Χριστῷ,
τῷ
ἐν
μάρτυσιν αὐτὸν
ἐν
οὐρανοῖς
τάξαντι, λατρεύοντες, ἐγκώμια τῷ
μάρτυρι, προσείπωμεν τοιαῦτα·
Χαῖρε, δι᾿ οὑ ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι᾿ οὑ ὁ ἐχθρὸς ἐνικήθη.
Χαῖρε, Δημητρίου σεπτὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν μαρτύρων πανένδοξον ἄγαλμα.
Χαῖρε, μάρτυς θεοφρούρητε τοῦ Λυαίου νικητά·
χαῖρε, τέκνον Δημητρίου, τοῦ Κυρίου ἀθλητά.
Χαῖρε, ὅτι ἐδείχθης τῆς Τριάδος ὁπλίτης·
χαῖρε, ὅτι κηρύττεις Δημητρίου τὴν πίστιν.
Χαῖρε, τοῦ Δαυΐδ ἀντίγραφον τέλειον·
χαῖρε, τῶν πιστῶν ὑπόδειγμα ἄριστον.
Χαῖρε, δι᾿οὗ ὁ Χριστὸς ἀνυμνείται·
χαῖρε, δι᾿οὑ ὁ Σατὰν ταπεινοῦται.

Χαῖρε, Νέστορ
πανθαύμαστε.
Βλέπων
ὁ
χριστομάρτυς, τοῦ Λυαίου τὸ
θράσος, φησὶ τῷ
βασιλεῖ
θαρσαλέως τὸν πανίσχυρον σοῦ
παλαιστήν, τὸν Λυαῖον
δός μοι εἰς ἀγώνισμα
πάλης, Τριάδος δὲ τὴν
δύναμιν, ἐν πίστει προσκυνῶν
βοήσω·
Ἀλληλούϊα.
Γνῶσιν
ἄῤῥητον
ἔχων,
ὁ
τρισόλβιος Νέστωρ, ἐβόησε τῷ
ἄνακτι
οὕτως
ἐν
δυνάμει Χριστοῦ, ἐκζητῶ
μετὰ
Λυαίου συμπλακῆναι σήμερον διὸ
αὐτοῦ
θαυμάζοντες τὴν πίστιν, προσφωνοῦμεν
οὕτω·
Χαῖρε, Χριστοῦ Θεανθρώπου δοῦλε·
χαῖρε, πιστῶν ἀθλουμένων φίλε.
Χαῖρε, ὑπὲρ λόγον τὸν Λυαῖον νικήσας·
χαῖρε, ἐν Κυρίῳ τὸν ἐχθρὸν ταπεινώσας.
Χαῖρε, κλίμακα πανθαύμαστον μαρτυρίου ἀναβάς·
χαῖρε, γέφυραν πρὸς θάνατον ἐν Τριάδι ὑπερβάς.
Χαῖρε, τῆς Ἐκκλησίας πολυθαύμαστον κλῆμα·
χαῖρε, τοῦ Βασιλέως πολυστένακτον πῆμα.
Χαῖρε, τὸ φῶς ὁ δείξας τοῖς μάρτυσι·
χαῖρε, Χριστὸν κηρύξας τοῖς πέρασι.
Χαῖρε, ἀνάκτων ταπεινώσας τὴν πλάνην·
χαῖρε, μαρτύρων ἐνισχύσας τὴν πίστιν.

Δναμις τοῦ Κυρίου, ἐπεστήριξεν ὄντως, τὸν μάρτυρα Χριστοῦ ἐν σταδίῳ καὶ Λυαῖον τὸν πάνυ ἰσχυρόν, ἐν δυνάμει θείᾳ ἰσχυρῶς ἔπληξεν, ὁ Νέστωρ καὶ τοῖς πιστεύουσι τῷ Λόγῳ, καθωδήγησε ψάλλειν·
Δναμις τοῦ Κυρίου, ἐπεστήριξεν ὄντως, τὸν μάρτυρα Χριστοῦ ἐν σταδίῳ καὶ Λυαῖον τὸν πάνυ ἰσχυρόν, ἐν δυνάμει θείᾳ ἰσχυρῶς ἔπληξεν, ὁ Νέστωρ καὶ τοῖς πιστεύουσι τῷ Λόγῳ, καθωδήγησε ψάλλειν·
Ἀλληλούϊα.
Ἔχων ἐν τῇ καρδίᾳ, τὴν εὐχὴν Δημητρίου, προσῆλθεν εἰς τὸ στάδιον Νέστωρ, καὶ φωνήσας ὁ Θεὸς τοῦ Δημητρίου βοήθει μοι, τὸν Λυαῖον κατέβαλε διὸ ἡμεῖς ἐν ᾄσμασι βοῶμεν πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε, Κυρίου εὐῶδες κλῆμα·
χαῖρε, πιστῶν θεόσταλτον κτῆμα.
Χαῖρε, γεωργήσας ψυχὴν τὴν ἀθάνατον·
χαῖρε, φυτουργήσας τὰ ἄνθη τοῦ Πνεύματος.
Χαῖρε, μάρτυς ἐναθλήσας ἐν σταδίῳ θαυμαστῶς·
χαῖρε, πρότυπον ἀθλούντων ἐν ἀγῶσι σθεναρῶς.
Χαῖρε, τοῦ Δημητρίου βιοτὴν ἀντιγράψας·
χαῖρε, τὰς τοῦ Κυρίου ἀληθείας διδάξας.
Χαῖρε, σεπτῆς θυσίας τὸ σφάγιον·
χαῖρε, πιστοῦ λαοῦ τὸ ὀσφράδιον.
Χαῖρε, Χριστοῦ πρὸς θνητοὺς εὐλογία·
χαῖρε, βροτῶν πρὸς Θεὸν ἱκεσία.

Ζάλην
ἔνδοθεν
ἔχων,
λογισμῶν
ἐμπαθείας,
ὁ
τύραννος ἐν νῷ
ἐσκοτίσθη
τὸν
νικήσαντα θάνατοι, ἀθέτων τὸ
τοῦ
ἀγῶνος
νόμιμον ἰδόντες
δὲ
αὐτοῦ
τὴν
ἄνοιαν,
τῷ
Λόγῳ
οἱ
πιστοὶ
ἐβόων·
Ἀλληλούϊα.
Ἤκουσε
μαθητοῦ
ὁ
Διδάσκαλος τέλος, καὶ ὕμνοις
τὸν
Χριστὸν
ηὐχαρίστεν
τῶν
πιστῶν
δὲ
χοροὶ
μαθόντες, τὴν τοῦ
Νέστορος θείαν τελευτὴν ἔχαιρον,
καὶ
ἐν
ᾠδαῖς
ἐνθέων
ἐγκωμίων,
αὐτὸν
ὑμνοὺν
οὕτω·
Χαῖρε,Χριστοῦ τοῦ σωτῆρος μάρτυς·
χαῖρε, ἁγίας Σιὼν οἰκήτωρ.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἡ ταπείνωσις·
χαῖρε, δυσσεβοῦς βασιλέως ἐκνίκησις.
Χαῖρε, ὅτι σαββατίζεις αἰωνίως ἐν Θεῷ·
χαῖρε, ὅτι τὰ ἐπίκηρα ἀπηρνήθης ἐν χαρά.
Χαῖρε, τὸ τῶν μαρτύρων ὑπερπόθητον κλέος·
χαῖρε, ὁ τῶν ἁγίων ὑπερθαύμαστος κόσμος.
Χαῖρε, λαμπρὸν τῆς πίστεως ἄγαλμα·
χαῖρε, σεπτὸν τῆς χάριτος δώρημα.
Χαῖρε, δι᾿ οὗ ὁ Σατὰν ἐνικήθη·
χαῖρε, δι᾿ ο ὁ Χριστὸς ἐδοξάσθη.

Θεοστήρικτος ὄντως, ὁ τρισόλβιος Νέστωρ, τῶν μαρτύρων τὴν δόξαν ἐπόθει, ἐναθλήσας γενναίως ἐν γῆ, εἰς παστάδα Χριστοῦ χαίρων, εἰσελήλυθεν ὁ ἔνδοξος, συμψάλλων τοῖς Ἀγγέλοις οὕτως·
Θεοστήρικτος ὄντως, ὁ τρισόλβιος Νέστωρ, τῶν μαρτύρων τὴν δόξαν ἐπόθει, ἐναθλήσας γενναίως ἐν γῆ, εἰς παστάδα Χριστοῦ χαίρων, εἰσελήλυθεν ὁ ἔνδοξος, συμψάλλων τοῖς Ἀγγέλοις οὕτως·
Ἀλληλούϊα.
Ἴδον Νέστορος ἄθλους, οἱ πιστοὶ Ἐκκλησίας, καὶ ἧτταν ἀσεβοῦς βασιλέως· καὶ τὴν πίστιν τιμῶντες αὐτοῦ, καὶ Χριστοῦ τὴν ἀήττητον δύναμιν, ἔσπευσαν ἐν ὕμνοις θεαρέστοις, τοῦ δοξάσαι τὸν Μάρτυρα οὕτω·
Χαῖρε, Ἡλίου ἀδύτου μύστης·
χαῖρε, τῆς θείας ζωῆς ὁ δείκτης.
Χαῖρε, ἐν Χριστῷ εὐτελίσας τὰ εἴδωλα·
χαῖρε, τῆς Τριάδος κηρύξας τὰ ἄδηλα.
Χαῖρε, Ἀνακτᾷ ἀντίχριστον ταπεινώσας ἐν Χριστῷ·
χαῖρε, Κύριον Θεάνθρωπον ἀποδείξας τὸν Χριστόν.
Χαῖρε, ὁ καθελὼν τὴν εἰδώλων δυσσέβειαν·
χαῖρε, ὁ ἀναιρῶν τὴν ἀνθρώπων παράνοιαν.
Χαῖρε, τοῦ θάῤῥους πιστῶν τὸ ὑπόδειγμα·
χαῖρε, τῆς τόλμης ἁγίων τὸ στήριγμα.
Χαῖρε, πιστῶν ὁδηγὲ μαρτυρίου·
χαῖρε, κρατὴρ διδαχῆς οὐρανίου.

Κῆρυξ
τῆς
ἀληθείας,
τοῦ
Χριστοῦ
ἐγεγόνει,
ὁ
Νέστωρ ἐν
σταδίῳ
ἀθλήσας·
καὶ
τομὴν
κεφαλῆς
ὑποστάς,
τῶν
πιστῶν
καρδίας ἐν
Χριστῷ
ηὔφρανεν,
οἵτινες
ἐν
χάριτι τῷ
Λόγῳ,
ἐβόων
οὕτως·
Ἀλληλούϊα.
Λάμψας
ὁ
θεῖος
Νέστωρ, ἐν
φωτὶ
Παρακλήτου, εἰσῆλθεν
εἰς
οὐράνιον
δῶμα,
καὶ
ὡς
μάρτυς κλεινὸς τοῦ
Χριστοῦ,
σαββατίζει ἔνδοξος σὺν
τοῖς
μάρτυσιν, ἡμεῖς
δὲ
καθορῶντες,
αὐτοῦ
τὴν
δόξαν ἐκβοῶμεν·
Χαῖρε, ὑπόδειγμα εὐλαβείας·
χαῖρε, ταπείνωσις δυσσεβείας.
Χαῖρε, ὑπερήφανον τύραννον πλήξας·
χαῖρε, τῶν εἰδώλων τὴν πλάνην πατήσας.
Χαῖρε, Πνεύματι συντρίψας τὸν τοῦ σκότους ἀρχηγόν·
χαῖρε, πάθει σου στηρίξας τοὺς ποθούντας τὸν Θεόν.
Χαῖρε, Μάρτυς Κυρίου ταπεινώσας Λυαῖον·
χαῖρε, Θεσσαλονίκης θεοδώρητον τέκνον.
Χαῖρε, οὐρανίου χαρᾶς ἀπολαύων·
χαῖρε, αἰωνίου τρυφῆς συμμετέχων.
Χαῖρε, ὁ μάρτυς τῆς Ἐκκλησίας·
χαῖρε, ὁ στῦλος τῆς μαρτυρίας.

Μέλλοντος Δημητρίου, ὑπὲρ Λόγου τυθῆναι, τῷ Νέστορι προεῖπε τοιάδε, καὶ Λυαῖον ἐν Θεῷ νικήσεις, καὶ ὑπὲρ Χριστοῦ σεπτῶς μαρτυρήσεις· διόπερ ἐκπλαγέντες οἱ θεόφρονες Χριστῷ βοῶμεν·
Μέλλοντος Δημητρίου, ὑπὲρ Λόγου τυθῆναι, τῷ Νέστορι προεῖπε τοιάδε, καὶ Λυαῖον ἐν Θεῷ νικήσεις, καὶ ὑπὲρ Χριστοῦ σεπτῶς μαρτυρήσεις· διόπερ ἐκπλαγέντες οἱ θεόφρονες Χριστῷ βοῶμεν·
Ἀλληλούϊα.
Νέον ἄνθος ὁ μάρτυς, ἐκ λειμῶνος Κυρίου, ἐνδόξως οὐρανῷ ἐφυτεύθη, ἔνθα Λόγον λιτάζει ἀεί, τοῦ τηρῆσαι ἡμᾶς ἐν ἁγιασμῷ ἀπαντᾷς, ἵνα ἐν χάρτη, βοήσωμεν αὐτῷ τοιαῦτα·
Χαῖρε, ὁ πύργος τῆς μαρτυρίας·
χαῖρε, τὸ κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, Ἀναστάντος κηρύττων ἀλήθειαν·
χαῖρε, θυσίας ἐκφαίνων ἀκρίβειαν.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ἀναψύχον τοὺς πιστούς·
χαῖρε, ἄνθος θεοφύτευτον, κατευφραῖνον τοὺς βροτούς.
Χαῖρε, ὁ ὀδοδείκτης πρὸς Χριστὸν πλανωμένων·
χαῖρε, ὁ καταδείξας τὴν δυσσέβειαν πλάνων.
Χαῖρε, τοῦ Λόγου θεία δυσώπησις·
χαῖρε, τοῦ κόσμου κλέος καὶ καύχησις.
Χαῖρε, χαρὰ ἀθλητῶν καὶ τερπνότης·
χαῖρε, τρυφὴ βιαστῶν καὶ γλυκύτης.

Ξένον θαῦμα ἰδόντες, οἱ πιστῶς προσκυνοῦντες, τοῦ Νέστορος μαρτύριον θεῖον, τὸν Θεάνθρωπον καὶ λυτρωτὴν Χριστόν, εὐλαβῶς ἐγκωμιάζομεν, τὸν δὲ μάρτυρα ὁρῶντες, ἐν τοῖς οὐρανίοις δώμασιν, ἐν χαρᾷ βοῶμεν·

Ὅλῃ ψυχῇ καὶ καρδίᾳ, ἐρασθεὶς τοῦ Κυρίου, προσῆλθεν ἐν σταδίῳ ὁ Νέστωρ, καὶ Χριστὸν Θεὸν ἀληθῆ, ὡμολόγει καὶ πάντων κτιστῶν Κύριον, στηρίζοντα ἐν ὥρα πάθους τοῦτον, ὃν ἐν ἐγκωμίοις τιμῶμεν·
Χαῖρε, Χριστὸν ἀγαπῶν ἐκ καρδίας·
χαῖρε, τὰ ἄνω πόθων θεοφρόνως.
Χαῖρε, τοῦ Τυράννου ἀπροσδόκητον ἠττημα·
χαῖρε, τῶν μαρτύρων πολυσέβαστον καύχημα.
Χαῖρε, δώρημα πανθαύμαστον τοῦ Κυρίου τῶν βροτῶν·
χαῖρε, ἄριστον ὑπόδειγμα θεοφρόνων ἀθλητῶν.
Χαῖρε, ὁ ἐκζητὼν τὴν Χριστοῦ σωτηρίαν·
χαῖρε, ὁ κοινωνῶν τῆς Θεοῦ βασιλείας.
Χαῖρε, δι᾿ οὗ ἐνικήθη δυσσέβεια·
χαῖρε, δι᾿ οὗ ἐκηρύχθη εὐσέβεια.
Χαῖρε, ἀστὴρ στερεώματος θείου·
χαῖρε, λαμπτὴρ Ἐκκλησίας Κυρίου.

Πᾶσα βρότειος φύσις, κατεπλάγη ἰδοῦσα, τὸ Νέστορος μαρτύριον θεῖον τὸν Θεάνθρωπον γὰρ Ἰησοῦν, ὡμολόγει πᾶσιν ἀληθῆ Κύριον, λυτρούμενον πάντα ἄνθρωπον, ὑμνούμενον δὲ ἀσιγήτως οὕτως·
Πᾶσα βρότειος φύσις, κατεπλάγη ἰδοῦσα, τὸ Νέστορος μαρτύριον θεῖον τὸν Θεάνθρωπον γὰρ Ἰησοῦν, ὡμολόγει πᾶσιν ἀληθῆ Κύριον, λυτρούμενον πάντα ἄνθρωπον, ὑμνούμενον δὲ ἀσιγήτως οὕτως·
Ἀλληλούϊα.
Ῥήματα Δημητρίου, διδασκάλου ἐνθέου, ὁ Νέστωρ εὐλαβῶς ἀπεδέχθη· καὶ δραμὼν πρὸς τὸν παλαιστήν, προεκάλει τοῦτον ἐν ἀγωνίσμασιν ἡμεῖς δὲ θαυμάζοντες αὐτοῦ τὸ εὔτολμον, βοῶμεν
Χαῖρε, χάριτος Χριστοῦ ἐκμαγεῖον·
χαῖρε, Πνεύματος Ἁγίου δοχεῖον.
Χαῖρε, δυσσεβούντων ἐλέγξας παράνοιαν·
χαῖρε, ἀθλουμένων στηρίξας τὸ φρόνημα.
Χαῖρε, Ὅτι κατῃσχύνθησαν τοῦ Λυαίου θαυμασταί·
χαῖρε, ὅτι ἐνικήθησαν δυσσεβείας ἐρασταί.
Χαῖρε, τῶν ἀντιχρίστων ἀρνηθεὶς τὸ πολύθεον·
χαῖρε, τῶν διωκόντων ἀποδείξας τὸ μάταιον.
Χαῖρε, ἀθέων συντριβῶν τὰ εἴδωλα·
χαῖρε, μαρτύρων στηρίζων ἀγώνισμα.
Χαῖρε, τεῖχος πιστῶν ὀρθοδόξων·
χαῖρε, πτῶσις δεινὴ κακοδόξων.

Σώσαι θέλων ὁ Νέστωρ, τὴν ψυχὴν ἀπηρνήθη, ἐπικηρῶν τρυφὴν καὶ τὴν δόξαν, καὶ Θεὸν κηρύττων τὸν Χριστόν, τῶν μαρτύρων χάριν, ἐπεπόθησεν ἡμεῖς δὲ σὺν αὐτῷ τῷ Ἀθλοθέτῃ ἐν χαρᾷ βοῶμεν·
Σώσαι θέλων ὁ Νέστωρ, τὴν ψυχὴν ἀπηρνήθη, ἐπικηρῶν τρυφὴν καὶ τὴν δόξαν, καὶ Θεὸν κηρύττων τὸν Χριστόν, τῶν μαρτύρων χάριν, ἐπεπόθησεν ἡμεῖς δὲ σὺν αὐτῷ τῷ Ἀθλοθέτῃ ἐν χαρᾷ βοῶμεν·
Ἀλληλούϊα.
Τεῖχος εἰ ἀθλουμένων, ὦ πανένδοξε Νέστορ, καὶ πάντων τῶν ποθούντων τὰ ἄνω ὁ γὰρ τῆς σωτηρίας δοτήρ, σὲ ἀνέδειξε πανευκλεῆ μάρτυρα, στηρίξας τὴν καρδίαν σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, τὸ στέφος τῆς Ἐκκλησίας· .·
χαῖρε, ὁ στῦλος τῆς ἀληθείας.
Χαῖρε, ὁδηγὲ τῶν μαρτύρων τῆς πίστεως·
χαῖρε, προβολεῦ τῆς Χριστοῦ ἁγιότητος.
Χαῖρε, σὺ γὰρ κατενίκησας τὸν ἀντίπαλον ἐχθρόν·
χαῖρε, σὺ γὰρ ἐπεστήριξας τὸν τῆς χάριτος λαόν.
Χαῖρε, ὁ ταπεινώσας τὸν Λυαῖον ἐν Λόγῳ·
χαῖρε, ὁ ἐνισχύσας τῶν μαρτύρων τὰ πλήθη.
Χαῖρε, σεπτὲ διδάσκαλε πίστεως·
χαῖρε, φωστὴρ ἔννομου ἀθλήσεως.
Χαῖρε, τρυφὴ τῶν μαρτύρων καὶ δόξα·
χαῖρε, χαρὰ τῶν ἁγίων καὶ κλέος.

Ὕμνοις ἐπευφημοῦμεν, Νέστορ μάρτυς Κυρίου, τὴν τόλμην καὶ σὴν ἄθλησιν θείαν Δημητρίου γὰρ πιστὸς μαθητής, ἐν σταδίῳ σὺ ἀναδειχθείς, Κύριον ὁμολόγων, ἀπέδειξας Θεὸν τὸν Ἰησοῦν, πρὸς Ὃν ἐβόας·

Φωτοδόχος
ὁ
Νέστωρ, τοῖς ἐν
σκότει δεικνύει, Θεὸν Λόγον ἐν
ἔργοις
καὶ
λόγοις φωτισθεὶς γὰρ
τῷ
φωτὶ
τοῦ
Χριστοῦ,
μετὰ
θάῤῥους
πρὸς
μαρτύρων ἔσπευσε, νικήσας δὲ
τὸν
τύραννον, ἀκούει παρὰ
πάντων οὕτω·
Χαῖρε, Χριστοῦ τῆς χαρᾶς δοχεῖον·
χαῖρε, ζωῆς ἁγίας ταμεῖον.
Χαῖρε, προσβολὴν ἀνατρέψας τυράννου·
χαῖρε, ἐν χαρὰ ὑπομείνας βασάνους.
Χαῖρε, ὅτι τὸν Θεάνθρωπον ὡμολόγεις εὐθαρσῶς·
χαῖρε, ὅτι τὸν μισάνθρωπον ἐταπείνωσας δεινῶς.
Χαῖρε, τῆς Ἐκκλησίας στερεώσας τὴν πίστιν·
χαῖρε, τῆς δυσσεβείας καταῤῥίψας τὴν πλάνην.
Χαῖρε, μαρτύρων ἔκπαγλον πρότυπον·
χαῖρε, ἁγίων ἔνδοξον ἔκτυπον.
Χαῖρε, κρατὴρ θεϊκῆς εὐλογίας·
χαῖρε, στεῤῥὲ ἀθλητὰ τῆς θυσίας.

Χάριν ἔχων ὁ Νέστωρ, Παρακλήτου πλουσίαν, τὰ μάταια ἐμφρόνως παρεῖδεν αἰωνίων δὲ ἀγαθῶν ἐρασθείς, ὑπὲρ Χριστοῦ πρὸς τὸ θανεῖν ἔσπευδε, καὶ χάριτι τοῦ Πνεύματος, ἐβόα πρὸς τὸν Κτίστην οὕτως·
Χάριν ἔχων ὁ Νέστωρ, Παρακλήτου πλουσίαν, τὰ μάταια ἐμφρόνως παρεῖδεν αἰωνίων δὲ ἀγαθῶν ἐρασθείς, ὑπὲρ Χριστοῦ πρὸς τὸ θανεῖν ἔσπευδε, καὶ χάριτι τοῦ Πνεύματος, ἐβόα πρὸς τὸν Κτίστην οὕτως·
Ἀλληλούϊα.
Ψάλλοντες
ἐκ
καρδίας, θείου Νέστορος δόξαν, Χριστὸν
τὸν
ἀθλοθέτην
τιμῶμεν,
δι᾿
Αὐτοῦ
ὁ
τὸ
δέμας μικρός, Λυαῖον εὐχερῶς
κατέβαλε· διὸ ἡμεῖς
ἐν
ᾄσμασι,
βοῶμεν
πρὸς
αὐτὸν
τοιαῦτα·
Χαῖρε, πιστῶν ὀρθοδόξων κλέος·
χαῖρε, ἁγίων μαρτύρων τύπος.
Χαῖρε, ἀθλητῶν πολυέραστον καύχημα·
χαῖρε, τῶν πιστῶν θεοδώρητον κήρυγμα.
Χαῖρε, πάντιμον ἀγλάϊσμα τῶν μαρτύρων τοῦ Χριστοῦ·
χαῖρε, καύχημα καὶ πρότυπον ὀρθοδόξου ἀθλητοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας ἡ τιμὴ καὶ ὁ αἶνος·
χαῖρε, τῆς βασιλείας ὁ σεπτὸς ἀθλοφόρος.
Χαῖρε, δι᾿ οὑ Χριστὸς μεγαλύνεται·
χαῖρε, δι᾿ οὑ Σατὰν ἐκδιώκεται.
Χαῖρε, πιστῶν πρὸς Χριστὸν μεσιτεία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Ὢ
πανθαύμαστε Νέστορ, ὁ τυθεὶς
θεοφρόνως ὑπὲρ
πίστεως Λόγου ἀνάρχου (τρὶς)· ταπεινὴν
ἐκδεχόμενος
ᾠδήν,
ἀπὸ
βέλους ῥῦσαι
πειρασμοῦ
ἀπαντᾷς,
καὶ
πρὸς
ζωὴν
τὴν
κρείττονα ὁδήγησον, τοὺς
συμβοῶντας·
Ἀλληλούϊα.
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.