Tuesday, May 10, 2016

ΚΑΝΩΝ Α & Β΄ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑ ΤΟΥ ΚΥΚΚΟΥ.



(φραμ εροδιδασκάλου)

δ α΄. χος πλ. δ΄. γρν διοδεύσας.

Πολλοῖς μαστιζόμενοι τοῖς δεινοῖς, καὶ σοὶ προσελθόντες λύσιν εὕροιμεν τῶν δεινῶν, διὰ τῆς ἁγίας Σου Εἰκόνος, Παρθένε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Παρθένε ἀπείρανδρε Σαῖς λιταῖς, συγχώρησιν δίδου ἡμετέρων ἁμαρτιῶν, αἷς τὸν Κτίστην πάντων καὶ Θεόν μου, τὸν Σὸν Υἱὸν παρεπίκρανα ἄχραντε.

Ἐλέησον πάναγνε Μαριάμ, τοὺς προσπεφευγότας, Σῇ Εἰκόνι τῇ ἱερᾷ, δι’ ἧς μεγαλεῖα ἀπειργάσω, οἷα Θεὸν Παντοδύναμον τέξασα.

Ἴδε μου τὴν κάκωσιν ἀγαθή, ἴδε μου τὴν θλῖψιν, καὶ μετάβαλε εἰς χαράν, Σοὶ καὶ νῦν προσφεύγων Παρθένε, λύσιν εὑρεῖν τῶν δεινῶν προσδεχόμενος.


δ γ΄. Ορανίας ψδος.

Σκέπην οἶδα καὶ τεῖχος χριστιανῶν πάναγνε, Σὲ ὡς τετοκυῖαν τὸν Κτίστην πάντων καὶ Κύριον, ταῖς μητρικαῖς Σου πρεσβείαις ὃν ἐξιλέωσαι, ἐμοὶ ὀργιζόμενον, ἡμαρτηκότι αὐτῷ.

Θεῖον ἔργον πληροῦμεν ἱερῶν Πατέρων δόγμα Θεόνυμφε, σχετικῶς Εἰκόνα, προσκυνοῦντες τὴν Σὴν ὦ πανύμνητε, ἡ τιμὴ γὰρ ταύτης, τῷ πρωτοτύπῳ διαβαίνει, ὡς ὁ Μέγας διδάσκει Βασίλειος.

Δέομαί Σου Κυρία διὰ τῆς Εἰκόνος Σου ἀπειροδύναμε, τῆς Κυκκιωτίσσης, ἡ πλουσίαν τὴν χάριν ἐξέχεας, ἐλεῆσαι πάντας, τοὺς Σὲ πιστῶς προσκαλουμένους, Ἐλεοῦσα τυγχάνουσα πράγματι.

Κυκιώτισσα χαῖρε Εἰκὼν χαριτόβρυτε τῆς Θεομήτορος, Ἐλεοῦσα πάντας, καὶ τῆς Κύκκου Μονῆς οὖσα στήριγμα, μεγαλεῖα γάρ Σοι, ἡ τοῦ Θεοῦ ἔδειξε Μήτηρ, τοῖς ἐπικαλουμένοις Σε πάντοτε.


δ δ΄. Εσακήκοα Κύριε.

Λογισμῶν μου τὴν σκότωσιν, καὶ τοῦ πονηροῦ ἐνέδρας Παντάνασσα, διασκέδασον δυνάμει Σου, καὶ γαλήνη δίδου τῇ καρδίᾳ μου.

Μεγαλεῖα ἐποίησας, διὰ τῆς Εἰκόνος Σου Μητροπάρθενε, ἐξ αὐχμοῦ καὶ περιστάσεων, ῥυομένη τοὺς προσκαλουμένους Σου.

Τὸν Σωτῆρα ἡ τέξασα, δίδου σωτηρίαν τοῖς μετὰ πίστεως, Σοὶ προστρέχουσι πανάμωμε, ἐπικαλουμένοις τε Σὸν ὄνομα.

Ἡ ἐλπὶς καὶ βοήθεια, τῶν ἀπελπισμένων ὑπάρχεις Δέσποινα, διὰ τοῦτο Σοῦ δεόμεθα, σῶσον ἡμᾶς οἴκτειρον πρεσβείαις Σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Πλήρωσον χαρᾶς, τὴν καρδίαν ἡμῶν ἄχραντε, ἡ ἐκπληροῦσα τὰ αἰτήματα, τῶν εὐλαβῶς ἁγνὴ Σοῦ δεομένων πανάμωμε.

Πταίσματα ἡμῶν, ἐξαφάνισον δεόμεθα, οἷς τὸν Υἱόν Σου παροργίζομεν, Μῆτερ Θεοῦ ἡ καὶ Ἀγγέλους ὑπερέχουσα.

Λύτρωσαι ἁγνή, τῶν δεινῶν καὶ περιστάσεων, τῶν κατεχόντων ἡμᾶς Δέσποινα, τοὺς τῇ Σῇ σκέπῃ, εὐλαβῶς νῦν προσφεύγοντας.

Σῶσον δωρεάν, τὸν Σωτῆρα ἡ κυήσασα, ἡμᾶς τοὺς πόθῳ προσιόντας Σοι, καὶ τῷ σεπτῷ Σου νῦν, ἐκτυπώματι προσφεύγοντας.


δ στ΄. λάσθητί μοι Σωτήρ.

Ῥυσθείημεν πειρασμῶν, διὰ τῆς Σῆς παναμώμητε, Εἰκόνος θαυματουργοῦ, πιστοὺς Ἐλεούσης τε, δι’ ἧς ἀπετέλεσας, πολλὰ καὶ μεγάλα, ὦ Παντάνασσα θαυμάσια.

Ὡς ἐν θαλάσσῃ καὶ γῇ, ἐθαυμαστώθη παράδοξα, τελέσασα τοῖς πιστῶς, ἐπικαλουμένοις Σε, οὕτω νῦν θαυμάστωσον, ἐν ἐμοὶ Παρθένε, τὸ θαυμάσιόν Σου ὄνομα.

Κυκκιωτίσσης Εἰκών, τῆς Θεομήτορος σῶσόν με, ἡ χάριν πλουτοποιόν, θεόθεν πλουτήσασα, ἐνεργεῖν τεράστια, ἐπ’ εὐεργεσίᾳ τῶν πιστῶς προσκαλουμένων Σε.

Χαρίτωσόν μου τὸν νοῦν, καὶ τὴν καρδίαν καθάρισον, ἐκ πονηρῶν λογισμῶν, Θεόνυμφε Δέσποινα, πειρασμῶν λύτρωσαι, Κεχαριτωμένη, ἡ ἐλπὶς καὶ προστασία μου.


δ ζ΄. Ο κ τς ουδαίας.

Τὴν ἐλπίδα μου πᾶσαν Σοὶ ἀνέθηκα Κόρη θεοχαρίτωτε, ὡς μέγα δυναμένη, παντοδύναμον Λόγον, ὡς τεκούσῃ ἀμόλυντε, Ὃν εὐλογοῦμεν Πατρί, σὺν Ἁγίῳ Πνεύματι.

Τὴν Εἰκόνα Σου πάντες ἀσπαζόμεθα Κόρη ἀκαταμάχητε, ὡς θαύμασιν ἀπείροις, ἐν ξηρᾷ καὶ θαλάσσῃ δοξασθεῖσαν πανάμωμε, τῇ χάριτί Σου Παρθένε, ἁγία Δέσποινα.

Ἐπηγάγω τοὺς ὄμβρους καὶ εὐκράτους ἀέρας Εἰκὼν χαριτόβρυτε, ὡς πλουτήσασα χάριν, θεόθεν ταῖς πρεσβείαις, τῆς ἁγνῆς Θεομήτορος, ᾗ μεγαλεῖα ὡς ὄντως, ἔδειξε Κύριος.

Σωμάτων ἀσθενείας καὶ ψυχῶν ἀῤῥωστίας ἀπειροδύναμε, ἰάτρευσον Παρθένε, τῇ θείᾳ Σου πρεσβείᾳ, παῤῥησίαν ὡς ἔχουσα, πρὸς τὸν Υἱόν Σου ἁγνή, μόνη εὐλογημένη.


δ η΄. Τν Βασιλέα τν Ορανν.

Τὸν Βασιλέα, ὡς τοῦ παντὸς τετοκυῖα, Θεοτόκε ἀνυμνοῦμέν Σε πάντες, καὶ δοξολογοῦμεν, ὡς Κεχαριτωμένην.

Τὴν χαριτόβρυτον, τὴν ἐν Κύκκῳ Εἰκόνα, τῆς Παρθένου νῦν τιμήσωμεν πάντες, ὡς ἐν θαυμασίοις, πολλοῖς μεγαλυνθεῖσαν.

Οἰκτείρησον, τὸν λαόν Σου παρθένε, τὸν τῇ σκέπῃ προσδραμόντα Σοι Κόρη, ἵνα μεγαλύνει, τὴν Σὴν μεγαλωσύνην.


δ θ΄. Κυρίως Θεοτόκον.

Ἐλέησον Παρθένε, τὴν ἁμαρτωλόν μου, ψυχὴν ἁγνὴ ἣν ἀθλίως διέθηκα, καὶ λύτρωσαί με πυρὸς τῆς κολάσεως.

Παρθένε Παναγία, σῶσον με πρεσβείαις, ταῖς Σαῖς Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἵνα ὑμνῶ Σου τὴν ἄμαχον δύναμιν.

Εἰκὼν Κυκκιωτίσσης, Κεχαριτωμένη, ἡ τῶν πιστῶν ἐπακούουσα δέησιν, ἐπάκουσον νῦν κἀμοῦ χαριτόβρυτε.

Παρθένε Θεοτόκε, δέχου εὐπροσδέκτως, τὸ κατὰ δύναμιν δῶρον Πανάχραντε, καὶ ἄνες ἄφες μοι Δέσποινα τὰ ἐγκλήματα.

   

ΚΑΝΩΝ Β΄ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑ ΤΟΥ ΚΥΚΚΟΥ

(Ἐφραὶμ ἱεροδιδασκάλου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ Η΄ καὶ Θ΄ ᾠδήᾨδὴ Ἐφραίμ.)


δ α΄. χος πλ. δ΄. ρματηλάτην Φαραώ.

Ἅρμα τοῦ Λόγου Σὺ ὑπάρχεις Δέσποινα Παρθενομῆτορ Ἁγνή, ὅθεν λόγον δίδου, διὰ μεσιτείας Σου, τῇ ταπεινῇ καρδίᾳ μου, παριδοῦσα τὰ πλήθη, ἁμαρτιῶν μου Παντάνασσα, ὅπως Σου ὑμνήσω τὴν δύναμιν.

Βέλη νηπίων ἐμοὶ λογισθήσονται αἱ προσβολαὶ τοῦ ἐχθροῦ, πλουτοῦντί Σε Κόρη, τεῖχος καὶ βοήθειαν, καὶ ὅπλον ἀμυντήριον, καὶ γὰρ δύνασαι πάντα, Μήτηρ Θεοῦ χρηματίσασα, τοῦ Παμβασιλέως Σωτῆρός μου.

Ξένος ὑπάρχων γήϊνος τὸ πρότερον ὅλος οὐράνιος νῦν, διὰ τοῦ Υἱοῦ Σου, ὦ Παρθένε γέγονα, βαπτισθεὶς ἐν ὀνόματι, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τοῦ ἑνὸς τῇ φύσει Θεοῦ ἡμῶν.

Δουλεύων ὅλος ἡδοναῖς τοῦ σώματος ὅλος αἰχμάλωτος, καὶ τὴν ψυχὴν ὤφθην, Παναγία Δέσποινα, μολύνας μου τὸ Βάπτισμα, ἀλλὰ Σὺ τετοκυῖα, Χριστὸν τὸν πάντα δυνάμενον, δώρησαι κἀμοὶ τὴν συγχώρησιν.


δ γ΄. στερεώσας κατ’ ρχάς.

Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὦ Πανύμνητε ῥῦσαι, ἐκ παθῶν με καὶ τοῦ κόσμου Κυρία, Σὲ γὰρ μόνην ἀσφαλῆ, ἄγκυραν καὶ βοήθειαν, κέκτημαι ἐν ἀνάγκαις, προσφεύγων ὑπὸ τὴν σκέπην Σου.

Ζάλη κατέλαβέ με πρίν, πυρποληθεῖσαν ὁρῶντα, τὴν Μονήν Σου παντελῶς ὦ Κυρία, Κυκκιώτισσα σαφῶς, καὶ λύπη καὶ ἀπόγνωσις, ἀλλ’ οἰκοδομηθεῖσαν βλέπων νῦν αὖθις εὐφραίνομαι.

Ἤρθη ἡ δόξα Σου σεμνή, ὑπὲρ τὸ πρῶτον Παρθένε, ἡ γὰρ δύναμις ὧπται ἐν ἀσθενείᾳ κατὰ Παῦλον τὸν σοφόν, ἐπείπερ ἐκαλλώπισας, λαμπρῶς θεῖον ναόν Σου πρὸς καταισχύνην τοῦ δαίμονος.

Θέλουσα ἄχραντε ἁγνή, πῦρ συνεχώρησας πᾶσαν, παραδόξως τὴν Μονὴν πυρπολῆσαι, διὰ τοῦτο γὰρ καὶ νῦν λαμπροτέραν ἀνέδειξας, κτίσμασι κειμηλίοις καὶ ἀκαταπαύστοις δεήσεσιν.


δ δ΄. Σύ μου σχς Κύριε.

Ἴδε σεμνή, καὶ μὴ παρίδῃς τὴν δέησιν, ἡμῶν πάντων τῶν προσκαλουμένων Σε ἐν ἀληθείᾳ οἷαν πιστῶν, δούλων τοῦ Υἱοῦ Σου καὶ Σοῦ ἁγνὴ Θεονύμφευτε, ἰσχύεις γὰρ εἰ θέλεις Θεοῦ Μήτηρ ὡς οὖσα, ἐλεῆσαι ἡμᾶς κᾂν ἡμάρτομεν.

Κατανοεῖν, Θεοῦ κριμάτων τὴν ἄβυσσον καὶ Σοῦ Κόρη ὅλως τὴν παράβλεψιν, ἀδυνατῶ ὡς ἁμαρτωλός, ὢν καὶ ὀλιγόνους, ἐν τοῖς δοκοῦσιν εἶναι κακοῖς, διὸ Παρθενομῆτορ ἀνυμνῶ, μεγαλύνων οἰκονομίας θείας τὸ πέλαγος.

Λαὸς πιστός, καὶ εὐλαβὴς οὐκ ἐν κτίσμασι, καὶ οἰκίαις ἔχει τὴν εὐσέβειαν, ἀλλ’ ἐν Θεῷ, κέκτηται ὀρθῶς, εἰλικρινῆ πίστιν καὶ ἐπὶ τὴν εὐλάβειαν, ἁγνὴ ὡς Θεοτόκῳ καὶ ἡμᾶς διὸ σῶσον, Ὀρθοδόξους ὡς ὄντας Πανάμωμε.

Μῆτερ Θεοῦ, ἡ δοξασθεῖσα ἐν θαύμασιν, Ὄρει Κύκκου διὰ τῆς Εἰκόνος Σου, ἀπειροδύναμε τῆς σεπτῆς καὶ χαριτοβρύτου, δι’ ἧς ἀπήλασας δαίμονας, ἰάσω ἀσθενοῦντας, καὶ ἐπήγαγες ὄμβρους, κτιζομένῃ Μονῇ Σου πανάχραντε.


δ ε΄. να τί με πώσω.

Νέον ὤφθη καὶ τοῦτο, τῇ πυρποληθείσῃ Σου Μονῇ πανάμωμε φῶτα ἐν εὐσήμοις ἡμερῶν, κατὰ τὴν νύκτα ἐξάπτοντα καὶ γυνὴ ὡραία, περιπολοῦσα τὸν ναόν Σου, λαμπροφόρος τ’ ὀφθεῖσα οἷς ἤθελεν.

Ξένον ὄντως ἐδείχθη, οἱ καταχωννύμενοι ὑπὸ τοῦ κτίσματος, τῆς Μονῆς Σου Κόρη, ἣν ἐξελέξω Εἰκόνος εἰς οἴκησιν τῆς Κυκκιωτίσσης, σῶσοι ἐφάνησαν καὶ ζῶντες, τῇ χάριτι μόνῃ πανθαύμαστε.

Ὅλος ἵσταμαι Κόρη, σφόδρα ἐξιστάμενος τὴν δυναστείαν Σου, πῶς τὴν πεπτωκυῖαν εἰς τελείαν φθορὰν Μονὴν ἤγειρας, εἰς τὸ πρῶτον κάλλος, καὶ λαμπροτέραν ἀπειργάσω, ἐν τοῖς τούτοις καιροῖς ὡς Παντάνασσα.

Παναγία Παρθένε, πάριδε ὡς εὔσπλαγχνος ἡμῶν τὰ πταίσματα, καὶ πυρπολισμοῦ τε, τούτου τοῦ τρίτου ἡμᾶς ἐλευθέρωσον, ὥστε μὴ γενέσθαι ποτὲ τοιοῦτον τῇ Μονῇ Σου, ἣν εἰς τέλος Σὺ φύλαξον Δέσποινα.


δ στ΄. λάσθητί μοι Σωτήρ.

Ῥοήν μου βλέψω σεμνή, δακρύων ἡ ἀπειρόγαμος, καὶ σβέσον μου τῶν παθῶν, ἐνήδονον καύσωνα, πρὸς Σὲ γὰρ κατέφυγον, θέλοντά με σῶσον, κᾂν μὴ θέλοντα πρεσβείαις Σου.

Σῶσον ἁγνὴ δωρεάν, τοὺς πίστει προσκαλουμένους Σε, ἐκ κλύδωνος καὶ αὐχμοῦ, κρημνοῦ καὶ κακώσεως, διὰ τῆς Εἰκόνος Σου, κατὰ κλῆσιν οὔσης, Ἐλεούσης Κύκκου πράγματι.

Τίς δύναται ἐξειπεῖν, τῶν θαυμασίων τὸ πέλαγος, τοῖς ἐν θαλάσσῃ καὶ γῇ, Παρθένε δεικνύμενον, διὰ τῆς Εἰκόνος, ἣν ὁ θεῖος ἱεραῖς χερσὶν ἀνιστόρησεν.

Ὑμνοῦμέν Σε οἱ πιστοί, καὶ εὐλαβῶς προσκυνοῦμέν Σου, Εἰκόνα Κόρη σεπτήν, σχετικῶς σεβόμενοι, κατὰ τὴν παράδοσιν, τῶν θείων Πατέρων, ἡ τιμὴ γάρ Σοι ἀνάγεται.


δ ζ΄ Παδες βραίων.

Φῶς τὸν Χριστὸν ἡ τετοκυῖα, σκοτιζόμενον τῷ ζόφῳ τῶν πταισμάτων, φώτισόν με ἁγνή, Φωτὸς ὡς οὖσα Μήτηρ, τοῦ ἐκ φωτὸς ἐκλάμψαντος, τοῦ Πατρὸς ἀνερμηνεύτως.

Χάριν δίδου Παρθένε Θεοτόκε, συγχωρήσασα ἐμοὶ τὰς ἁμαρτίας, καὶ κινδύνων σεμνή, λύτρωσαι Παναγία, ἐχθρῶν ἐπαναστάσεων, ὁρατῶν καὶ ἀοράτων.

Ψάλλω Σοι Κόρη γηθοσύνως, χαῖρε Μήτηρ Θεοῦ Παρθενομῆτορ, τῶν Ἀγγέλων ἀνθρώπων τ’ ἀνωτέρα, καὶ πάσης ἄλλης κτίσεως, αἰσθητῆς καὶ νοουμένης.

Ὤφθης Βασίλισσα ἁπάντων, οὐρανοῦ τε καὶ γῆς τιμιωτέρα, ὡς τεκοῦσα Χριστόν, τὸν Ποιητὴν τοῦ κόσμου, Ὃν ἐκδυσώπει ἄχραντε, ἐλεῆσαι ἡμᾶς πάντας.


δ η΄. Τν ν ρει γί.

ς τὸν Κτίστην τοῦ παντὸς δεξαμένη, χάριν νέμεις ἐν Εἰκόσιν ἱεραῖς καὶ ναοῖς Σου, τοῦ ἐκτελεῖσθαι ἄπειρα θαυμάσια, παρὰ τοῦ Υἱοῦ Σου δύναμιν πλουτοῦσα, ἐνεργεῖν ὅσα θέλεις.

Δὸς Παρθένε κἀμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν λύσιν καὶ ἄφεσιν πταισμάτων, καὶ τῆς γεέννης ῥῦσαί με ὦ Δέσποινα, ἵνα μεγαλύνω, Σοῦ ἀκαταπαύστως, τὸ ἔλεος Κυρία.

Ἡ ἐν Κύκκῳ ἀπείροις δοξασθεῖσα, θαύμασι ἐν ξηρᾷ πολλάκις καὶ θαλάσσῃ, ἀκαταλείπτως Θεοτόκε φθάνουσα, τοῖς προσκαλουμένοις, ὄνομα τὸ θεῖον, τῆς Σῆς σεπτῆς Εἰκόνος.

θελξάς μου Παρθένε τὴν καρδίαν, εἰς ἀγάπην εἰκόνων καὶ ἱερῶν ναῶν Σου, διὰ τὴν χάριν, ἣν τούτοις ἐξέχεας, ἄνωθεν πλουσίως, πάντα δυναμένη, ὡς τοῦ Θεοῦ μου Μήτηρ.

Φεῖσαι Κόρη Χριστιανῶν ἁπάντων, ταῖς πρὸς Χριστόν Σου εὐχαῖς καὶ μητρικαῖς πρεσβείαις, καὶ φόβον θεῖον καρδίαις ἐμφύτευσον, τούτων Παναγία, ἐπὶ τῷ μισῆσαι, τὰ μάταια τοῦ κόσμου.


δ θ΄. ξέστη π τούτ

ανάτω Κύκκου ὄρος τὸν γλυκασμόν, τὴν προτέραν Παρθένε εὐπρέπειαν, ἀπολαβών, διὰ τῆς Εἰκόνος Σου τῆς σεπτῆς, ἧσπερ κατοικητήριον ὥρισας πρὸ χρόνων τοῦτο σαφῶς, διὰ τοῦ Ἡσαΐου, ταύτην ἐκ Βυζαντίου, ἄξασα τρόποις οἷς ηὐδόκησας.

πέλαυσεν ἡ Κύπρος τὸν θησαυρόν, δεξαμένη τὴν θείαν Εἰκόνα Σου, Μῆτερ Θεοῦ, δαίμονες ἠλάθησον δι’ αὐτῆς, νοσοῦντες ἀνεῤῥώσθησαν, καὶ ἡ γῆ διψῶσα ὕδωρ πολύ, ἐδέχθη ἐν λαγόσι, καὶ ὕμνοις εὐχαρίστει, ἣν Κόρη φρούρει ταῖς πρεσβείαις Σου.

λέωσαι τὸν Κτίστην μου καὶ Θεόν, τὸν Υἱόν Σου Παρθένε ἀπείρανδρε, καὶ ἐπ’ ἐμοί, διὰ μεσιτείας Σου δραστικῆς, τοῦ παραβλέψαι πταίσματα, οἷσπερ παρεπίκρανα τὴν αὐτοῦ, μεγάλην εὐσπλαγχνίαν, ἐν ἔργοις τε καὶ λόγοις, καὶ πονηροῖς διανοήμασιν.

Μαρία ἐμοὶ μόνη καταφυγή, σκέπη καὶ θεία βοήθεια, σῶσον κᾀμὲ κόσμου διαβόλου καὶ ἐκ σαρκός, καὶ τὸ παρόν μου πόνημα, ἀποδεξαμένη τὸ εὐτελές, δυνάμει τοῦ Υἱοῦ Σου, κολάσεώς με ῥῦσαι, ὡς παντοδύναμος Βασίλισσα.


διόμελον. χος πλ. δ΄.

Ὄντως μεγαλεῖά Σοι ἐποίησε, καθὰ προέφης, ὁ Κύριος Θεοτόκε Παρθένε, τῶν πιστῶν ἡμῶν ἡ προστασία, ὡς θαύμασιν ἀπείροις μεγαλεῖα ποιήσας, καὶ ποιῶν καθ’ ἑκάστην, ἐπὶ τὴν σεβασμίαν Εἰκόνα, τὸ καύχημα τῆς Κύπρου, καὶ τῆς Μονῆς τοῦ Κύκκου ὁ θησαυρός, προφθάνεις γὰρ ταχέως βοηθοῦσα, τοὺς μετ’ εὐλαβείας Σε ἐπικαλουμένους, δι’ αὐτῆς ἐν ξηρᾷ καὶ θαλάσσῃ, ἐν νόσοις καὶ περιστάσεσι, καὶ ἐν αὐχμωδέσι μάλιστα καιροῖς, διὸ δυσωποῦμεν διὰ τῆς χαριτοβρύτου Σου Θεοτόκε Εἰκόνος, κλέος οὔσης τῶν Ὀρθοδόξων, καὶ τῆς νήσου τὸ σεμνολόγημα, ῥῦσαι τοὺς δεομένους Σου, τῶν ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων, χαριζομένη ἡμῖν ἁμαρτημάτων ἄφεσιν, καὶ τὸ μέγα ἔλεος, ὦ Ἀειπάρθενε.

Sunday, May 8, 2016

Τίποτε δεν μας βοηθά τόσο να επιδοθούμε στην αρετή, όσο το να μιλούμε συνεχώς στο Θεό και διαρκώς να τον ευχαριστούμε και να του ψάλλουμε. (Αγίου Ιωάννου του Χρυσοστόμου)


Τίποτε δεν είναι ισάξιο με την προσευχή, διότι και τα αδύνατα τα κάνει δυνατά και τα δύσκολα εύκολα και κάθε δυσχέρεια την εξομαλύνει. Αυτήν κατόρθωσε και ο μακάριος Δαυίδ, γι’ αυτό κι έλεγε: «πολλές φορές κατά τη διάρκεια της ημέρας σε δοξολόγησα για τις δίκαιες κρίσεις σου» (Ψαλμ. 118, 164). Κι εάν άνθρωπος βασιλιάς, βυθισμένος μέσα σε χιλιάδες φροντίδες που τον τραβούσαν από παντού, παρακαλούσε το Θεό τόσες φορές την ημέρα, ποιά απολογία ή συγχώρηση θα έχουμε εμείς, που αν και έχουμε τόσο ελεύθερο χρόνο, δεν Τον ικετεύουμε συνεχώς και μάλιστα όταν πρόκειται να καρπωθούμε τέτοιο κέρδος;

Τίποτε δεν μας βοηθά τόσο να επιδοθούμε στην αρετή, όσο το να μιλούμε συνεχώς στο Θεό και διαρκώς να τον ευχαριστούμε και να του ψάλλουμε. Χωρίς τη θεία συμπαράσταση κανένα αγαθό δεν θα έλθει στις ψυχές μας η δε βοήθεια του Θεού αγγίζει τους πόνους μας και τους ανακουφίζει πολύ, εάν δει ότι αγαπούμε την προσευχή και συνεχώς παρακαλούμε το Θεό και προσδοκούμε όλα τα αγαθά να μάς έλθουν από Εκείνον.

Όταν λοιπόν δω κάποιον που δεν αγαπά την προσευχή, ούτε έχει θερμό και μεγάλο έρωτα γι’ αυτήν, είναι ήδη σ’ έμενα φανερό ότι αυτός ο άνθρωπος δεν έχει τίποτε γενναίο στη ψυχή του. Αλλά όταν δώ κάποιον που αχόρταγα επιδίδεται στη λατρεία του Θεού και θεωρεί σαν μία από τις μεγαλύτερες ζημιές το να μην προσεύχεται συνεχώς, συμπεραίνω ότι αυτός ασκεί με βεβαιότητα κάθε αρετή και είναι ναός του Θεού.

Κανένα όφελος δεν θα προέλθει από την προσευχή, κι αν ακόμη διαρκέσει πολύ, όταν αυτός που προσεύχεται επιμένει στις αμαρτίες. Γι’ αυτό σε άφησε να πέσεις σ’ αυτό το απροσδόκητο κακό, για να Τον επικαλεσθείς. Αλλά οι πολλοί σε τέτοιες καταστάσεις αποβάλλουν και την ευλάβεια που είχαν, ενώ πρέπει να κάνουν το αντίθετο. Διότι, επειδή ο Θεός μας αγαπά πάρα πολύ, γι’ αυτό μας αφήνει να θλιβόμαστε, για να συνδεθούμε στενότερα μαζί του. Γιατί και οι μητέρες φοβερίζοντας τα ατίθασα παιδιά τους με διάφορες μάσκες τα αναγκάζουν να καταφεύγουν στην αγκαλιά τους, μη θέλοντας να τα στενοχωρήσουν, αλλά με αυτούς τους τρόπους να τα κρατήσουν κοντά τους.

Έτσι και ο Θεός, θέλοντας να μας έχει μόνιμα συνδεδεμένους μαζί Του, σαν κάποιος μανιώδης εραστής, ή μάλλον επειδή είναι πιο μανιώδης από κάθε εραστή, σε αφήνει να περιέλθεις σε τέτοιες ανάγκες, για να ασχολείσαι συνεχώς με την προσευχή και αφήνοντας τα άλλα, να Τον επικαλείσαι διαρκώς και να μεριμνάς για την σχέση σου με αυτόν.

Δεν εμποδιζόμαστε να προσευχηθούμε καρδιακά και περπατώντας, και ο νους μας να βρίσκεται ψηλά… Όταν υπάρχει το όνομα του Θεού, όλα πάνε καλά· όλα να τα κάνεις στο όνομα του Κυρίου και όλα θα ευοδωθούν τίποτε δεν είναι ίσο με το όνομα αυτό: «Το όνομά σου είναι σαν μύρο που άδειασε » λέγει (Άσμα 1, 2). Αυτός που το πρόφερε γέμισε αμέσως με ευωδία… Εάν πεις «στο όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος» με πίστη, τα πέτυχες όλα. Με αυτό το όνομα επέστρεψαν στην πίστη όλη την οικουμένη, καταλύθηκε η τυραννία, απατήθηκε ο διάβολος, ανοίχθηκαν οι ουρανοί, εμείς αναγεννηθήκαμε. «Ως θαυμαστόν το όνομά σου εν πάση τη γη…» (Ψαλμ. 8, 2). Φθάνει μόνο να επικαλεσθούμε το όνομα του Θεού και θα τα επιτύχουμε όλα σε υπερβολικό βαθμό.
 

Αγίου Ιωάννου του Χρυσοστόμου

Thursday, May 5, 2016

Χαιρετισμοί Αγίας Μεγαλομάρτυρος Ειρήνης της θαυματουργού.


 (Ποίημα Σεβασμ. Μητροπολίτου Ρόδου Κυρίλλου Κογεράκη)
Κοντάκιον.
Ήχος πλ. δ’. Τη Υπερμάχω…
Ως ειρηνώνυμον Χριστού Παρθενομάρτυρα, ανευφημούμέν σε πιστώς εν ύμνοις πάντοτε, μαρτυρίου σου κηρύττοντες τους αγώνας. Άλλ’ ως έχουσα συμπάθειαν απύθμενον, της ειρήνης τα δωρήματα πρυτάνευσον, τοις βοώσί σοι˙
Χαίροις Μάρτυς πολύαθλε.
Οι Οίκοι.
Άγγελοι εν υψίστοις, ύμνοις επινικίοις, κροτούσι τα γενναία σου άθλα, (εκ γ’) κάτω δ’ ημείς οι χοϊκοί, δεδοξασμένην Ειρήνη τοις θαύμασιν, ορώντές σε κραυγάζομεν, εν ψυχική αγαλλιάσει˙
Χαίρε δι’ ης ο Θεός υμνήθη˙
Χαίρε δι’ ης ο Σατάν ηττήθη.
Χαίρε Αποστόλων Αγίων ομόζήλος˙
Χαίρε Αθλοφόρων ενδόξων ομότροπος.
Χαίρε σκήνωμα ευρύχωρον αρετών θεουργικών˙
Χαίρε οίκημα πανάριστον δωρεών μαρτυρικών.
Χαίρε ότι υπήλθες μαρτυρίου τον δρόμον˙
Χαίρε ότι ανήλθες προς ουράνιον δόμον.
Χαίρε Περσίας άνθος μυρίπνοον˙
Χαίρε Μαρτύρων ρόδον ηδύπνοον.
Χαίρε δι’ ης εδοξάσθη ο Λόγος˙
Χαίρε δι’ ης εκηρύχθη η χάρις.
Χαίροις Μάρτυς πολύαθλε.
Βλάστημα ανεφύης, ασεβούς ριζουχίας, εν χώρα της Περσίδος Ειρήνη, άλλ’ ευσεβείας εν Χριστώ, καρποφορίαν ηδίστην εξήνεγκας, γεωργηθείσα χάριτι, προς ευφροσύνην των βοώντων˙
Αλληλούϊα.
Γνώσεως αληθείας, δι’ οράματος ξένου, την χάριν υπεδέξω Ειρήνη, και των βαρβάρων τους θεούς, εν θεοσόφω νοΐ καταλείψασα, Χριστώ κατηκολούθησας˙ διόπερ παρ’ ημών ακούεις˙
Χαίρε το σέλας της παρθενίας˙
Χαίρε το κέρας της ευσθενείας.
Χαίρε μαρτυρίου τον δρόμον τελέσασα˙
Χαίρε Παραδείσου το πλάτος οικήσασα.
Χαίρε ότι εμεγάλυνας δι’ αθλήσεως Χριστόν˙
Χαίρε ότι κατετρόπωσας τον αλάστορα εχθρόν.
Χαίρε ομολογίας θεοβράβευτον έρκος˙
Χαίρε θεοσεβείας θεοχάλκευτον ξίφος.
Χαίρε κρατήρ ναμάτων της χάριτος˙
Χαίρε πρηστήρ κακίας του χείρονος.
Χαίρε πτηνόν ουρανίου ειρήνης˙
Χαίρε δορκάς αιωνίου γαλήνης.
Χαίροις Μάρτυς πολύαθλε.
Δύναμιν και σοφίαν, ουρανόθεν λαβούσα, απέσεισας Περσών την απάτην, και συνετάγης τω λουτρώ, του παναγίου Ειρήνη Βαπτίσματος, Χριστώ τω σε καλέσαντι, ώ και εβόας γηθοσύνως˙
Αλληλούϊα.
Ειρηνεύσασα Μάρτυς, αληθώς τη καρδία, Θεού τη αληθή επιγνώσει, δι’ Αγγέλου υψόθεν φωνής, το της ειρήνης επλούτησας όνομα, σην χάριν προσημαίνουσα, τοις ευσεβώς σοι μελωδούσι˙
Χαίρε η δόξα της ευσεβείας˙
Χαίρε η πτώσις της ασεβείας.
Χαίρε καθαρά τη καρδία και άμωμος
Χαίρε κραταιά τη αθλήσει και ένδοξος.
Χαίρε ξόανα συντρίψασα δυσσεβείας ευκλεώς˙
Χαίρε τρόπαια εγείρασα μαρτυρίου ανδρικώς.
Χαίρε ότι απώσω τας τν κόσμω αξίας˙
Χαίρε ότι εγεύσω τη Θεού βασιλείας.
Χαίρε Περσών κακίαν ελέγξασα˙
Χαίρε αυτοίς την χάριν κηρύξασα.
Χαίρε εχθροίς νοητοίς προσπλακείσα˙
Χαίρε Χριστώ μυστικώς νυμφεφθείσα.
Χαίροις Μάρτυς πολύαθλε.
Ζήλω επτερωμένη, της Θεού αληθείας, διήλεγξας ειδώλων το ψεύδος, και μυθουργίας μαγικάς, εν Παρακλήτου σοφία κατήσχυνας, Ειρήνη μεγαλώνυμε, τοις έργοις τω Θεώ βοώσα˙
Αλληλούϊα.
Η λαμπρά ένστασίς σου, των ειδώλων της πλάνης, θεμέλια εσάλευσε Μάρτυς, και της λατρείας των Περσών, το πυρ Ειρήνη απέσβεσε τέλεον˙ διόπερ προτρεπόμεθα, εν κατανύξει μελωδείν σοι˙
Χαίρε το σφάγιον του Κυρίου˙
Χαίρε το θύμα του αθλοθέτου.
Χαίρε απειλών ευσεβώς αλογήσασα˙
Χαίρε αικισμούς ανδρικώς υπομείνασα.
Χαίρε στόμα το γλυκύλαλον της κενώσεως Χριστού˙
Χαίρε γλώσσα η θεόπνευστος της Θεότητος αυτού.
Χαίρε ότι αγίαν πολιτείαν μετήλθες˙
Χαίρε ότι αικίας επωδύνους υπήλθες.
Χαίρε λαμπάς αείφωτος γνώσεως˙
Χαίρε κρηπίς ατίνακτος πίστεως.
Χαίρε πατρός την απάτην φυγούσα˙
Χαίρε ειδώλων το ψεύδος λιπούσα.
Χαίρε Μάρτυς πολύαθλε.
Θύσαι θεοίς ματαίοις, μη πεισθείσα Ειρήνη, πατρός σου την μανίαν υπέστης, άλλ’ εσυνέτισας αυτόν, τερατουργίαις των θείων θαυμάτων σου, και αληθείας ρήμασι, κατηύγασας αυτόν βοώσα˙
Αλληλούϊα.
Ίσχυσας δυναστεία, του Σταυρού Αθληφόρε, προς πάλην μαρτυρίου χωρήσαι, και εν αυτή ανδροπρεπώς, ώσπερ στρουθίον οικτρόν κατεπάτησας, εχθρόν τον ανθρωπόλεθρον˙ διο βοώμέν σοι τοιαύτα˙
Χαίρε κυπάρισσος αφθαρσίας
Χαίρε κιννάμωμον παρρησίας.
Χαίρε ουρανίου ειρήνης επώνυμε˙
Χαίρε θεϊκής ευκληρίας συνέστιε.
Χαίρε βότρυς ο παμπέπειρος της αμπέλου της ζωής˙
Χαίρε θρέμμα το εξαίσιον της αυλής της λογικής.
Χαίρε ότι υπάρχεις Ορθοδόξων ευχέτης˙
Χαίρε ότι τυγχάνεις ευσεβών ποδηγέτης.
Χαίρε αγνείας οίκος θεόδμητος˙
Χαίρε σοφίας σκεύος θεότευκτον.
Χαίρε εχθρών του Σταυρού καθαιρέτις˙
Χαίρε στρατείας Χριστού στεφανίτις.
Χαίροις Μάρτυς πολύαθλε.
Κόσμου ωραιοτήτων, αλογήσασα πάντων, ως όντων φθειρομένων Ειρήνη, τοις αλγηδόσι της σαρκός, κα προχοαίς των αγίων αιμάτων σου, μαρτυρικόν εξύφανας, σαυτή ιμάτιον βοώσα˙
Αλληλούϊα.
Λάμπουσα υπέρ λόγον, μυστική φωταυγεία, της σης ομολογίας Ειρήνη, των προσκυνούντων αναιδώς, πυρ το υλώδες σεμνή και τον ήλιον, το σκότος διεσκέδασας˙ διο νυν παρ’ ημών ακούεις.
Χαίρε συνόμιλος των αγγέλων˙
Χαίρε συνέστιος των Μαρτύρων.
Χαίρε η ανδρεία φανείσα εν άθλοις σου˙
Χαίρε η γενναία δειχθείσα εν πόνοις σου.
Χαίρε ότι εγεώργησας μαρτυρίου τους καρπούς˙
Χαίρε ότι ανεβλάστησας αγιότητος βλαστούς.
Χαίρε της αληθείας η θεόφθογγος σάλπιγξ˙
Χαίρε της νουθεσίας η γλυκύτατος φόρμιγξ.
Χαίρε λαμπρά κινύρα της γνώσεως˙
Χαίρε φαιδρά κιθάρα της πίστεως.
Χαίρε Θεού γεωργίας ο στάχυς˙
Χαίρε Χριστού ευδοκίας ο βότρυς.
Χαίροις Μάρτυς πολύαθλε.
Μένεος πληρωθέντες, κατά σου Αθληφόρε, της πλάνης οι δεινοί νεωκόροι, πάσαν ιδέαν απηνώς, δεινών βασάνων Ειρήνη μετήλθοσαν, εν τω πηλίνω σκεύει σου, ως μη ειδότες Θεώ ψάλλειν˙
Αλληλούϊα.
Νευρουμένη Ειρήνη, θεϊκή δυναστεία, υπήνεγκας βασάνων εφόδους, πορευομένη την οδόν, του μαρτυρίου και κέντρα συντρίβουσα, της αθεΐας ένδοξε˙ διο σοι άδομεν προθύμως˙
Χαίρε ειρήνης το πρυτανείον˙
Χαίρε αγώνων το αριστείον.
Χαίρε ρωμαλέου φρονήματος τέμενος˙
Χαίρε ψυχικής καρτερίας ανάκτορον.
Χαίρε αηδών συνάρσεως μέλος μέλπουσα καλόν˙
Χαίρε χελιδών αγνότητος άσμα άδουσα τερπνόν.
Χαίρε ότι απώσω βασιλέων θωπείας˙
Χαίρε ότι ηρνήσω ασεβών κολακείας.
Χαίρε δι’ ης η πίστις δεδόξασται˙
Χαίρε δι’ ης η πλάνη κατήργηται.
Χαίρε ζωής πρυτανεύουσα χάριν˙
Χαίρε παθών απελαύνουσα ζάλην.
Χαίροις Μάρτυς πολύαθλε.
Ξέσεις του σώματός σου, τας φρικτάς μαστιγώσεις, απάντων των μελών τας στρεβλώσεις, και του  θανάτου το πικρόν, αγλλωμένη καρδία υπέμεινας, Χριστώ ενατενίζουσα, Μάρτυς Ειρήνη και βοώσα˙
Αλληλούϊα.
Όλη ηγλαϊσμένη, αίγλη του Παρακλήτου, επέφανας λαώ τω εν σκότει˙ φως γαρ ως έφη ο Χριστός, Μάρτυς Ειρήνη εγένου τοις άθλοις σου, και τοις φρικτοίς σου θαύμασι, προς σωτηρίαν των βοώντων˙
Χαίρε το δρέπανον της απάτης˙
Χαίρε το έσοπτρον της αγάπης.
Χαίρε ανεσπέρου φωτός η σελάγησις˙
Χαίρε αθεΐας ανδρών η κατάργησις.
Χαίρε άμπελος κυπρίζουσα ευτολμίας σταθηράς˙
Χαίρε δένδρον αγλαόκαρπον ευψυχίας κραταιάς.
Χαίρε η του Νυμφίου πόθω κατατρωθείσα˙
Χαίρε η μαρτυρίου σκάμμασι δοξασθείσα.
Χαίρε εικών αγνείας θεόγραφος˙
Χαίρε αστήρ σοφίας πολύφωτος.
Χαίρε λιμήν των εν ζάλη του βίου˙
Χαίρε φωστήρ των εν σκότει κακίας.
Χαίροις Μάρτυς πολύαθλε.
Πάσαι των Ασωμάτων, κατεπλάγησαν τάξεις, ορώσαί σου Ειρήνη τους άθλους˙ εν ρώμη γαρ μαρτυρική, το της ψυχής σου δοκίμιον δείξασα, υπέρ χρυσίον έλαμψας, και σάπφειρον αναβοώσα˙
Αλληλούϊα.
Ρεύματα απιστίας, των αιμάτων σου ρείθροις, εξήρανας τελείως Ειρήνη, και εν αυτοίς πανστρατιάν, του νοητού Φαραώ κατεβύθισας, ολέθρου πλάνης σώζουσα, λαόν πολύν κραυγάζοντάς σοι˙
Χαίρε το βλάστημα της Περσίας˙
Χαίρε το κλέος της Εκκλησίας.
Χαίρε η χρηστότητι βίου εκλάμψασα˙
Χαίρε η λαμπρότητι άθλων εμπρέψασα.
Χαίρε ότι εθριάμβευσας μυριάδας δυσμενών˙
Χαίρε ότι κατετρόπωσας παρατάξεις ασεβών.
Χαίρε μυθοπλασίας περσικής καθαιρέτις˙
Χαίρε τερατουργίας δυσσεβούς αναιρέτις.
Χαίρε πηγή θαυμάτων αείρρυτος˙
Χαίρε λειμών χαρίτων μυρίπνοος.
Χαίρε ροή σωτηρίων ναμάτων˙
Χαίρε βροντή αληθείας ρημάτων.
Χαίροις Μάρτυς πολύαθλε.
Σύριγγας ασεβείας, και αυλούς απωλείας, εφίμωσας της πλάνης Ειρήνη, του μαρτυρίου εν καιρώ, ως χελιδών καλλικέλαδος πίστεως, το άσμα μελωδήσασα, του Λυτρωτού ώ εκβοώμεν˙
Αλληλούϊα.
Την αγίαν σου κάραν, εκτμηθείσαν τω ξίφει, κελεύσματι αθέου τυράννου, ύπνωσας ύπνον ζωηρόν, και προς ζωήν μετετέθης αθάνατον, Μάρτυς Ειρήνη τον Θεόν, ιλεουμένη τοις βοώσι˙
Χαίρε ο τύπος της προθυμίας˙
Χαίρε ο λύχνος της ευσθενείας.
Χαίρε Παρακλήτου υπέρτιμον σκήνωμα
Χαίρε οικουμένης περίλαμπρον καύχημα.
Χαίρε ράδαμνος ηδύπνοος αρραγούς υπομονής˙
Χαίρε κέδρος υψικάρηνος χριστοφόρου βιοτής.
Χαίρε φιλομαρτύρων μυστική δαδουχία˙
Χαίρε των Ορθοδόξων νοητή ευκληρία.
Χαίρε σαρκός τα πάθη νεκρώσασα˙
Χαίρε εχθρών τα στίφη νικήσασα.
Χαίρε ροπής ανθρωπίνης το θαύμα˙
Χαίρε ψυχών θεοφρόνων το χάρμα.
Χαίροις Μάρτυς πολύαθλε.
Ύμνοις επινικίοις, μαρτυρίου σου άθλων, τα τρόπαια ευφήμως κροτούμεν, δι’ ων εγνωρίσθης τοις λαοίς, της ευσεβείας λαμπάς ουρανόφωτος, και Μάρτυς ισαπόστολος, Χριστού Ειρήνη, ώ βοώμεν˙
Αλληλούϊα.
Φως οικήσασα θείον, εν ζωής τω νυμφώνι, παρθένος ως φρονίμη Ειρήνη, και της θεώσεως αυγαίς, υπερφυώς κατά χάριν αστράπτουσα, το φως Θεού της γνώσσεως, εξαίτει τοις αναβοώσι˙
Χαίρε ο στέφανος των Αγίων˙
Χαίρε η σύνεδρος των Δικαίων.
Χαίρε εκλιπόντων πνοή ουρανόφοιτος˙
Χαίρε θλιβομένων στοργή θεοδώρητος.
Χαίρε ρείθρον χρυσαυγέστατον δωρημάτων ιερών˙
Χαίρε φρέαρ ανεξάντλητον χαρισμάτων μυστικών.
Χαίρε ότι εστέφθης αμαράντω στεφάνω˙
Χαίρε ότι επήρθης νοητόν εις νυμφώνα.
Χαίρε δι’ ης πιστοί επαγάλλονται˙
Χαίρε δι’ ης εχθροί φυγαδεύονται.
Χαίρε παγίδων της πλάνης φυγούσα˙
Χαίρε χαράς της αψεύστου τυχούσα.
Χαίροις Μάρτυς πολύαθλε.
Χάριν θείων θαυμάτων, ουρανόθεν λαβούσα παρέχεις τας διττάς ιατρείας, και απελαύνεις μολυσμόν, παθών παντοίων Ειρήνη πανεύφημε, τοις τω Ναώ σου σπεύδουσι, και ψάλλουσι Θεώ αισίως˙
Αλληλούϊα.
Ψάλλουσα εν υψίστοις, της ειρήνης τον ύμνον, Αγγέλων συν αΰλων χορείαις, και παρεστώσα ευκλεώς ,τω Βασιλεί της ειρήνης φερώνυμε, ειρήνην αστασίαστον, αίτει τοις κράζουσι τοιαύτα˙
Χαίρε το ρείθρον της συμπαθείας˙
Χαίρε η βρύσις της ευσπλαχνίας.
Χαίρε σατραπείας αθέων κατάπτωσις˙
Χαίρε ασεβείας Ελλήνων καθαίρεσις.
Χαίρε εύχος περιλάλητον ευλαβών μοναστριών˙
Χαίρε άγιον εντρύφημα των τιμώντων σε πιστών.
Χαίρε ότι χιτώνα τον λαμπρόν ενεδύσω˙
Χαίρε ότι την θέαν του Χριστού εθεάσω.
Χαίρε βροτών σεπτόν εγκαλλώπισμα˙
Χαίρε πιστών λαμπρόν σεμνολόγημα.
Χαίρε δι’ ης ιατρεύονται νόσοι˙
Χαίρε δι’ ης θεραπεύονται πάθη.
Χαίροις Μάρτυς πολύαθλε.
Ώ θεόφρον Ειρήνη, ειρηνώνυμε Μάρτυς Μαρτύρων η φαιδρά ευκοσμία, (εκ γ’) τας εφυμνίους ευμενώς, ταύτας ωδάς ικετεύομεν πρόσδεξαι, βραβεύουσα την χάριν σου, ημίν τοις ευσεβώς βοώσιν˙
Αλληλούϊα.
Και πάλιν το Κοντάκιον.
Ήχος πλ. δ’. Τη Υπερμάχω…
Δίστιχον.
Κύριλλος θύτης κραυγάζει σοι το Χαίρε
Μάρτυς Ειρήνη το κλέος σου γεραίρων.