Sunday, January 24, 2016

Χαιρετισμοί Αγίου Οσιομάρτυρος Αναστασίου του Πέρσου



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Σταυροῦ τιμίου τῇ δυνάμει ἀρνησάμενον, μαγείας πλάνην καὶ ἐκθύμως ἀσπασάμενον, τοῦ Χριστοῦ τὴν θείαν πίστιν δι’ ἣν ἀλκίμως, ἠνδραγάθησεν στεῤῥὸν Ὁσιομάρτυρα, εὐσεβείας ὡς ἐκτύπωμα τιμήσωμεν, πόθῳ κράζοντες· Χαίροις ὦ Ἀνάστασιε.

Οἱ Οἶκοι.

γγελοι φωτοφόροι, Ἀναστάσιε Μάρτυς, ἐξέστησας ὁρῶντες σοὺς ἄθλους (γ΄), τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ Ὁσίου Σάββα τῆς Μονῆς ἄνθισμα, ἡδύπνουν· ὅθεν ἅπαντες, τιμῶντές σε τρανῶς βοῶμεν·

Χαῖρε, τὸ εὖχος τῆς ἀριστείας·

χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.

Χαῖρε, Ὁσιόαθλε πίστεως ἔνδοξε·

χαῖρε, Ἀθλοφόρε στεῤῥὲ καὶ ἀήττητε.

Χαῖρε, πλάνην ἀρνησάμενος, εὐσθενῶς τὴν μαγικήν·

χαῖρε, πίστιν ἀσπασάμενος, Ἰησοῦ τὴν σωστικήν.

Χαῖρε, κλέος ἀζύγων Λαύρας Σάββα του θείου·

χαῖρε, ἄνθος ἀγώνων, ἀθλοθέτου Κυρίου.

Χαῖρε, σεπτὲ Χριστοῦ Ὁσιόαθλε·

χαῖρε, λαμπρὲ τοῦ σκάμματος πρώταθλε.

Χαῖρε, τῶν σῶν ὑμνητῶν ὡραιότης·

χαῖρε, ἡμῶν σε τιμώντων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Βλάστημα γῆς Περσίδος, Ἀναστάσιε μάκαρ, τερπνὸν καὶ εὐθαλὲς καὶ ἡδύπνουν, ἐγκατέλιπες τὴν μαγικήν, τοῦ πατρός σου τέχνην καὶ ταχὺ ἔδραμες,εὐωδιάσαι πίστει σου, ὀρθῇ τοὺς εὐλαβῶς βοῶντας·

Ἀλληλούϊα.

Γέρας τῆς εὐσεβείας, Ἀναστάσιε μάκαρ, πατρώαν μαγικὴν ἐπιστήμην,ὁ μαθὼν ἐκ νεότητος σῆς, τοῦ Σταυροῦ δυνάμει τοῦ σεπτοῦ ἔνδοξε, ἠσπάσθης τὴν εὐσέβειαν,διό σοι ἐν χαρᾷ βοῶμεν·

Χαῖρε, ἀπίστων ὁ καταπέλτης·

χαῖρε, ἐνθέων ἀγώνων λάτρης.

Χαῖρε, εὐκλεῶν Ἀθλοφόρων ἐκτύπωμα·

χαῖρε, θεαυγῶν ἀσκουμένων καλλώπισμα.

Χαῖρε, ὅτι ἐγκατέλιπες ἐπιστήμην μαντικήν·

χαῖρε, ὅτι πόθῳ ἔδραμες, πρὸς Θεοῦ ὀρθήν.

Χαῖρε, ὁ ἀποῤῥίψας τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὁ ἀπελάσας ἀπιστίας ὀμίχλην.

Χαῖρε, Περσίας ῥόδον ἡδύπνευστον·

χαῖρε, ἀνδρείας εὖχος ἀτίμητον.

Χαῖρε, Ὑψίστου ὁ γνήσιος φίλος·

χαῖρε, ἐχθρίστου σκηπτὸς ὁ πυρφόρος.

Χαίροις ὦ Ἀνάστασιε.

Δύναμιν οὐρανόθεν, εἰληφὼς τὴν ἀπάτην, ἠρνήσω τῆς μαγείας καὶ τάχος, προσεχώρησας εἰς τοῦ Χριστοῦ, τὸν στρατὸν οὗ πίστει τὸ σεπτὸν ὄνομα,τρισμάκαρ Ἀναστάσιε, ἐκήρυξας τρανῶς κραυγάζων·

Ἀλληλούϊα.

δραμες θεοφόρε, εἰς Σιὼν τὴν Ἁγίαν, καὶ βάπτισμα ἐδέξω τὸ θεῖον, Ἀνας΄τασιε ἐκ τῶν χειρῶν, τοῦ σεπτοῦ Μοδέστου νουνεχῶς μάκαρ σε, εἰς πίστιν κατηχήσαντος, διό σοι ἐκβοῶμεν πόθῳ·

Χαῖρε, βολὶς ψυχικῆς ἀνδρείας·

χαῖρε, πυξὶς ἀγωγῆς ἁγίας.

Χαῖρε, μαθητὴς τοῦ Μοδέστου θεόφωτος·

χαῖρε, Ἀθλητὴς τοῦ Χριστοῦ γενναιότατος.

Χαῖρε, ὅτι σῆς νεότητος ἀπηρνήσω τὴν ἀκμήν·

χαῖρε, ὅτι γενναιότητος ἐνεδύσω τὴν στολήν.

Χαῖρε, ἐπουρανίου κοινωνίας πολίτης·

χαῖρε, νίκης ἀφθίτου ἱερὸς στεφανίτης.

Χαῖρε, Μαρτύρων εὔοσμον λείριον·

χαῖρε, ἀζύγων γέρας πολύτιμον.

Χαῖρε, καλῆς ἀλλοιώσεως κλέος·

χαῖρε, σεπτῆς ἐνασκήσεως στῦλος.

Χαίροις ὦ Ἀνάστασιε.

Ζήλῳ πεπυρωμένος, θεϊκῷ εἰς τὴν Λαύραν, προςῆλθες τοῦ θεόφρονος Σάββα, ἔνθα διαγωγὴν θαυμαστήν, ἐπιδείξας σχῆμα μοναχῶν ἅγιον, ἐδέξω Ἀναστάσιε,θερμῶς ὁ τῷ Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

σχυνας τὸν βελίαρ, σῇ ἐνθέῳ ἀσκήσει, συνέσει προσευχῇ ταπεινώσει, ἀγρυπνίᾳ καὶ ὑπακοῇ, καὶ τὸν Παντεπόπτην καὶ Θεὸν ηὔφρανας,τρισμάκαρ Ἀναστάσιε, διό σοι ἐβοῶμεν ταῦτα·

Χαῖρε, Πατέρων Ὁσίων λάμψις·

χαῖρε, δαιμόνων ἑσμοῦ ἡ παῦσις.

Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα·

χαῖρε, τῆς συνέσεως πάμφωτον αὔγασμα.

Χαῖρε, ὅτι Λαύραν ᾤκησας,Σάββα τοῦ θεοειδοῦς·

χαῖρε, ὅτι πᾶσιν ἔδειξας, φῶς σοφίας ἀκραιφνοῦς.

Χαῖρε, ὁ διαπρέψας ἀγωγῇ ἐναρέτῳ·

χαῖρε, ὁ διαλάμψας πολιτείᾳ ἐνθέῳ.

Χαῖρε, εὐχῆς καὶ νήψεως ἔσοπτρον·

χαῖρε, βαλβὶς ἀνδρείας καὶ ἔκτυπον.

Χαῖρε, Ὁσίων Πατέρων σεμνότης·

χαῖρε, ἀρίστων Μαρτύρων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Θείᾳ ὢν τετρωμένος, Ἀναστάσιε μάκαρ, ἀγάπῃ τὰς ἐνέδρας τοῦ πλάνου, κατεπάτησας τοῦ μιαροῦ, ἐνθυμίζοντός σου πατρικὴν εὔκλειαν, καὶ πλοῦτον καὶ ἀπόλαυσιν· Θεῷ ἀδιαλείπτως ψάλλων·

Ἀλληλούϊα.

ασμε θεαρέστου, ἀγωγῆς εὐωδίᾳ, ἀσκήσεως σεπτῆς σου καμάτων, πάντας ηὔφρανας τοὺς μοναστάς, τοῦ Ἁγίου Σάββα τῆς Μονῆς ἔνθεε, καὶ σῶφρον Ἀναστάσιε, ὁ νῦν παρ’ εὐσεβῶν ἀκούων·

Χαῖρε, ἡ λύρα τῆς εὐσεβείας·

χαῖρε, κινύρα τῆς ἀριστείας.

Χαῖρε, ἀσκητῶν θεαυγῶν σεμνολόγημα·

χαῖρε, Ἀθλητῶν στεῤῥοψύχων θησαύρισμα.

Χαῖρε, ὕψος ταπεινώσεως καὶ κανὼν ὑπακοῆς·

χαῖρε, βάθος ἐπιδόσεως διαυγοῦς διαγωγῆς.

Χαῖρε, σκληραγωγίας ἀκρεμὼν τοῦ σαρκίου·

χαῖρε, τῆς ἐγκρατείας δὰς καὶ φίλε Κυρίου.

Χαῖρε, ἀσκήσει ὁρμὰς καταστείλας·

χαῖρε, συνέσει Χριστὸν ὁ εὐφράνας.

Χαῖρε, ἡμῶν ἀρωγὸς καὶ προστάτης·

χαῖρε, πιστῶν ἐν δεινοῖς παραστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

Κύριον σοὶ κατ’ ὄναρ, Ἀναστάσιε εἶδες, προσφέροντα ποτήριον οἴνου, χρυσοστόλιστον ὅνπερ πιών, κατηυφράνθης ἄγαν καὶ Αὐτῷ ἔκραζες, οἰόμενος καλοῦντί σοι, πρὸς ἄθλησιν στεῤῥὰν ἐκθύμως·

Ἀλληλούϊα.

Λάμπων ἐξ εὐφροσύνης, καὶ εὐχὴν προεστῶτος, συνέκδημον τοῦ σοῦ μάκαρ ἔχων, Ἀναστάσιε Σάββα Μονήν, σοῦ τῆς μετανοίας τὴν σεπτὴν Ἅγιε,κατέλιπες καὶ ἔδραμες, πρὸς ἄθλησιν· διὸ βοῶμεν·

Χαῖρε, θεμέλιον εὐψυχίας·

χαῖρε, λευκάνθεμον εὐσεβείας.

Χαῖρε, εὐρωστίας βαλβὶς ἀδιάσειστος·

χαῖρε, τῆς κακίας παγὶς τοῦ ἀλάστορος.

Χαῖρε, Λαύρας ἐνθεώτατος, Σάββα θείου οἰκιστής·

χαῖρε, θείας ἐνασκήσεως, ἐν ἐρήμῳ πολιστής.

Χαῖρε, ὁ καταστείλας τὰς κινήσεις σαρκίου·

χαῖρε, πᾶσιν ὁ δείξας φῶς ἀγάπης Κυρίου.

Χαῖρε, Μαρτύρων πίστεως πρόβολος·

χαῖρε, Ἁγίων πάντων ὁμόσκηνος.

Χαῖρε, πιστῶν ὑμνηπόλων σου φύλαξ·

χαῖρε, ἡμῶν πρὸς Ἐδὲμ θεία κλῖμαξ.

Χαίροις ὦ Ἀνάστασιε.

Μάρτυς ἠγλαϊσμένε, Ἀναστάσιε πόδας, κατηύθυνας τοὺς σοὺς Εὐφημίας,πρὸς Ναὸν τῆς Ἁγίας ἐν ᾧ, μάντεις τῆς Περσίδος εὐθαρσῶς ἤλεγξας, τοὺς φυλακῇ σε κλείσαντας, διόπερ νῦν Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Νῆστις ἐν Καισαρείας, τῇ εἱρκτῇ τρεῖς ἡμέρας, παρέμεινας θειότατε Μάρτυς, Ἀναστάσιε προσκαρτερῶν, ὥραν μαρτυρίου σου στεῤῥοῦ ἄλκιμε, καὶ Κτίστῃ προσευχόμενος, ἀεὶ ὁ παρ’ ἡμῶν ἀκούων·

Χαῖρε, μυράλειπτρον εὐψυχίας·

χαῖρε, τὸ τρόπαιον Ἐκκλησίας.

Χαῖρε, τῶν ἀπίστων Περσῶν ὀλετήριον·

χαῖρε, τῶν πιστῶν Χριστωνύμων προσφύγιον.

Χαῖρε, καύχημα περίδοξον, ἀληθείας τοῦ Χριστοῦ·

χαῖρε, σέμνωμα πολύτιμον, Ἀθλοφόρων τοῦ χοροῦ.

Χαῖρε, ὁ διανύσσας μαρτυρίου τὸ σκάμμα·

χαῖρε, ὁ θεραπεύσας ἀπιστίας τὸ τραῦμα.

Χαῖρε, περσίας ἔμπνουν θησαύρισμα·

χαῖρε, νηστείας πάνσεπτον σέμνωμα.

Χαῖρε, πυξὶς σταθηρὰ εὐσεβείας·

χαῖρε, κρηπὶς ἐν Χριστῷ ἀριστείας.

Χαίροις ὦ Ἀνάστασιε.

Ξύλου τοῦ ζωηφόρου, τοῦ Σταυροῦ τοῦ Κυρίου, δυνάμει ἐγκατέλιπες πλάνην, Ἀναστάσιε τὴν μαγικήν, καὶ τοῦ μαρτυρίου τὴν ὁδὸν ἤνυσας, εὐτόλμως Ὁσιόαθλε,ψυχῆς ἐν κατανύξει κράζων·

Ἀλληλούϊα.

σιε καλλιμάρτυς, Ἀναστάσιε σθένει, τῶ θείῳ καθυπέστης βασάνους, ῥαβδισμοὺς καὶ αἰκίας δεινάς, ὥσπερ ἄλλου Μαρτυς γεραρὲ πάσχοντος, καὶ ἔπιθες τὸν σύλλογον, πιστῶν Χριστιανῶν κραυγάζειν·

Χαῖρε, Χριστοῦ μεγαλύνας κράτος·

χαῖρε, ἐχθροῦ ὁ σκεδάσας σκότος.

Χαῖρε, ἀγωγῆς παναρίστης ἐκτύπωμα·

χαῖρε, ψυχικῆς ὡραιότητος σκήνωμα.

Χαῖρε, ἴον γενναιότητος, εὐθαλὲς καὶ εὐανθές·

χαῖρε, ἄστρον καρτερότητος, ἐν ταῖς μάχαις παμφαές.

Χαῖρε, ὅτι καθεῖλες τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὅτι ἀνεῖλες τῶν δαιμόνων τὴν πλάνην.

Χαῖρε, ἀνδρείας μέγα κειμήλιον·

χαῖρε, σοφίας εὔοσμον κύμινον.

Χαῖρε, λαμπὰς φωταυγὴς εὐτολμίας·

χαῖρε, ὁλκὰς πρὸς Θεὸν παῤῥησίας.

Χαίροις ὦ Ἀνάστασιε.


Πάτερ Ὁσιοάθλων, Ἀναστάσιε κλέος, προσηύχου ἐν εἱρκτῇ ἀσιγήτως,καὶ ἠνόχλεις οὐδόλως σεπτέ, τὸν συνδεδεμένον σοι ληστὴν ἔνδοξε, ἁλύσεσιν ἀλλ’ ἔκραζεις,τῷ σὲ ἐνδυναμοῦντι πόθῳ·

Ἀλληλούϊα.

ήμασι τοῖς σοφοῖς σου, Ἀναστάσιε Μάρτυς, κατήσχυνας Περσῶν ὁμηγύρεις, τῶν ἀπίστων στεῤῥὲ Ἀθλητά, καὶ τῶν Χριστωνύμων τοὺς χοροὺς ηὔφρανας,πατριωτῶν σου στόματα, ὧν ἤνοιξας βοᾶν σοι ταῦτα·

Χαῖρε, ἡ λάμψις χρηστοηθείας·

χαῖρε, ἡ φαῦσις τῆς ἀληθείας.

Χαῖρε, ὁ φωτίσας Περσῶν τὰ συστήματα·

χαῖρε, ὁ αὐξήσας Μαρτύρων τὰ τάγματα.

Χαῖρε, ὅτι ὡμολόγησας περιτράνως τὸν Χριστόν·

χαῖρε, ὅτι κατεπάτησας σῇ ἐνστάσει τὸν ἐχθρόν.

Χαῖρε, ὁ ὑπομείνας φυλακῆς τὰς κακώσεις·

χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου κινήσεις.

Χαῖρε, σεπτῶν ἀζύγων ἀμάρυγμα·

χαῖρε, στεῤῥῶν Μαρτύρων φρυκτώρημα.

Χαῖρε, ὁ δόναξ πιστῶς εὐσεβείας·

χαῖρε, ἡ σάλπιγξ Χριστοῦ ἀληθείας.

Χαίροις ὦ Ἀνάστασιε.


Στῦλος ὀφθεὶς ἀνδρείας, Ἀναστάσιε μάκαρ, ὑπέμεινας καλῶς ἐν πατρίδι, σῇ φρικτοὺς κολασμοὺς καὶ μελῶν, σῶν τιμίων θραῦσιν τοῦ Χριστοῦ ὄνομα,δοξολογῶν τὸ πάνσεπτον, καὶ πίστει ἀκλινεῖ κραυγάζων·

Ἀλληλούϊα.

Τμῆσιν τῆς κεφαλῆς σου, καθυπέμεινας χαίρων, σταδίου Ἀναστάσιε πρῶτε, καὶ εἰς κύνας τὸ σὸν πρὸς βοῤῥάν, σκῆνος Πάτερ οἱ ἐχθροὶ ἔῤῥιψαν, πιστοὶ αὐτὸ μὴ θέλοντες, τιμῆσαι οἱ τρανῶς βοῶντες·

Χαῖρε, φανὸς Ὁσιομαρτύρων·

χαῖρε, πυρσὸς παμφαὴς ἀζύγων.

Χαῖρε, ὁ κρατύνας Ὑψίστου τὸ ὄνομα·

χαῖρε, ὁ πατήσας ἐχθίστου τὸ φρύαγμα.

Χαῖρε, ὅτι ἐπεράτωσας σὸν ἀγῶνα εὐκλεῶς·

χαῖρε, ὅτι ἐμαρτύρησας ὑπὲρ πίστεως καλῶς.

Χαῖρε, ὅτι σὸν σκῆνος ἐσεβάσθησαν κῦνες·

χαῖρε, ὅτι σὴν χάριν ἀπεκδέχονται πάντες.

Χαῖρε, Χριστοῦ εἰκὼν ἀγαπήσεως·

χαῖρε, ἐχθροῦ ὀλέτης κακότητος.

Χαῖρε, Περσῶν πρὸς Χριστὸν ὁ ἀλείπτης·

χαῖρε, ἡμῶν ἐν κινδύνοις προστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

μνοις μελισταγέσιν, εὐσεβεῖς τὸ σὸν σκῆνος, ἀλώβητον κυνῶν ἐξ ὀδόντων, Ἀναστάσιε συντηρηθέν, Ἀθλόφορε σῶφρον εὐλαβῶς ἔθαψαν, καὶ τὸν Χριστὸν ἐδόξασαν, Αὐτὸν ψαλμοῖς φαιδροῖς αἰνοῦντες·

Ἀλληλούϊα.

Φαίνει πάσει τῇ κτίσει, γενναιότητος φέγγος, σὸν θεῖον Ἀναστάσιε μάκαρ, τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ φανὲ τοῦ Σάββα τῆς Μονῆς πάμφωτε, διό σε καταστέφοντες, τοῖς ἄνθεσι ψαλμῶν βοῶμεν·

Χαῖρε, Ὁσίων ἡ εὐκοσμία·

χαῖρε, Μαρτύρων ἡ θυμηδία.

Χαῖρε, εὐσταλῶν Ἀθλοφόρων διάκοσμος·

χαῖρε, εὐσεβῶν γῆς Περσίδος ὁ πρόβολος.

Χαῖρε, φέγγος παμφαέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἄνθος εὐωδέστατον, τοῦ λειμῶνος τοῦ Θεοῦ.

Χαῖρε, ταῖς ἀστραπαῖς σου ὁ φαιδρύνας τὴν κτίσιν·

χαῖρε, ταῖς προσευχαῖς σου ὁ στηρίξας τὴν πλάσιν.

Χαῖρε, ταμεῖον ἀσύλητον νήψεως·

χαῖρε, πυξίον λαμπρὸς γενναιότητος.

Χαῖρε, βασάνους ὁ καθυπομείνας·

χαῖρε, ἀπίστους στεῤῥῶς ὁ αἰσχύνας.

Χαίροις ὦ Ἀνάστασιε.

Χάριτος πεπλησμένος, σοῦ τῆς θείας ἐδείχθη, κολλόβιον τὸ σὸν Ἀθλοφόρε, τὸ διῶκον δαιμόνων πληθύν, καὶ νοσύντων δήμους Ἀθλητὰ Ὅσιε, ἰώμενον· διόπερ νῦν, τιμῶντές σε βοῶμεν μάκαρ·

Ἀλληλούϊα.

Ψάλλοντές σου καμάτους, Ἀναστάσιε πάνυ, ἐνδόξου μαρτυρίου σὴν μνήμην, ἐκτελοῦμεν ψαλμοῖς μελιχροῖς, τῆς Περσίδος γόνε καὶ Μονῆς καύχημα, Ὁσίου Σάββα πάνσεπτον, καὶ κράζομεν φωναῖς αἰσίαις·

Χαῖρε, τὸ στέφος τῶν Ἀθλοφόρων·

χαῖρε, τὸ νῖκος κλεινῶν Μαρτύρων.

Χαῖρε, τῶν Ἁγίων Ἀγγέλων ὁμόσκηνε·

χαῖρε, Ἀθλοφόρων εὐτόλμων συνόμιλε.

Χαῖρε, ὅτι πάντας ηὔφρανας, ὑμνηπόλους σου σεμνούς·

χαῖρε, ὅτι κατηγλάϊσας, εὐσεβούντων τοὺς χορούς.

Χαῖρε, πάμφωτον σέλας, ἀκραιφνοῦς πολιτείας·

χαῖρε, πάντιμον γέρας, θεαρέστου πορείας.

Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα·

χαῖρε, ἐχθροῦ ἀπάτης τὸ σύντριμμα.

Χαῖρε, ἡ στήριξις τῶν ἀδυνάτων·

χαῖρε, ἀνάστασις τῶν πεπτωκότων.

Χαίροις ὦ Ἀνάστασιε.

Χριστοῦ ἀναστάντος, Ἀναστάσιε Μάρτυς, τῆς πίστεως ὑπέρφωτε λύχνε (γ΄), ὁ σκεδάσας πατρώαν ἀχλύν, μαγικῆς ἀπάτης καὶ αὐγαῖς ἄθλων σου,φωτίσας εὐσεβόφρονας, ἐπάκουσον ἡμῶν ψαλλόντων·

Ἀλληλούϊα.

Χαιρετισμοί Αγιος Νεομάρτυς και Οσιομάρτυς Γεράσιμος



ΙΟΥΛΙΟΣ 3

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τὴν τῶν Ὁσίων πολιτείαν μιμησάμενος, τοῦ μαρτυρίου τὴν ὁδὸν στεῤῥῶς διήνυσας, ἐν δυνάμει θεοσδότῳ Ὁσιομάρτυς· ἀλλ’ ὡς γέρας εἰληφὼς δόξης τῆς κρείττονος, καθικέτευε ῥυσθῆναι πάσης θλίψεως, τοὺς βοῶντάς σοι· χαίροις Μάρτυς Γεράσιμε.



Ὁ Οἶκος.

Ἄγγελοι οὐρανόθεν, ἔχαιρον καθορῶντες, Γεράσιμε τοὺς θείους σου ἄθλους (γ΄)· σὺ γὰρ ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπάλαισας· διὸ Ὁσιομάρτυς σε, γεραίροντες ἀναβοῶμεν·

Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνήθη·

χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ᾐσχύνθη.

Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ὁμόζηλος·

χαῖρε, τῶν Ἁγίων Μαρτύρων ἰσότιμος.

Χαῖρε, ὕψος ὅτι ἔφθασας, τῆς ἀγάπης τοῦ Θεοῦ·

χαῖρε, βάθος ὅτι ᾔσχυνας, ἐπινοίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι καθεῖλες τὴν ἀντίθεον πλάνην·

χαῖρε, ὅτι ἐδέξω τὴν θεόσδοτον χάριν.

Χαῖρε, ἀστὴρ ὁ νέος τῆς πίστεως·

χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.

Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·

χαῖρε, πρὸς ὃν ἐν χαρᾷ βοῶσι·

Χαίροις, Μάρτυς Γεράσιμε.



Βλέπων σε νεανίαν, πίστει θείᾳ κομῶντα, ὁ ἄρχων ὁ δεινὸς τῆς κακίας, ἐπῆλθέ σοι μανίᾳ πολλῇ, καὶ τῆς ἀγάπης τοῦ Χριστοῦ ἐχώρισεν· ἀλλ’ ἀνανήψας Ἅγιε, ἐβόας ἐν δάκρυσι Κυρίῳ·

Ἀλληλούϊα.



Γνοὺς ὃ πέπονθας πτῶμα, τῷ Σωτῆρι ἐβόας, ἐν πίστει καὶ θερμῇ μετανοίᾳ· δέξαι με Κύριε τὸν οἰκτρόν· ὁ δὲ Σωτὴρ τῶν κρειττόνων σε ἠξίωσεν, ἡμεῖς δὲ τὴν σὴν ἄθλησιν ἀγάμενοί σοι ἐκβοῶμεν·

Χαῖρε, Χριστοῦ τὸ ἅγιον θῦμα·

χαῖρε, ἐχθροῦ τὸ καίριον πλῆγμα.

Χαῖρε, ὁ πτερνίσας τὸν δόλῳ σε τρώσαντα·

χαῖρε, ὁ πατήσας τὰ τούτου βουλεύματα.

Χαῖρε, ἄνθος εὐωδέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, γέρας πολυτίμητον, τοῦ ποθοῦντός σε λαοῦ.

Χαῖρε, ὅτι ἐπλήσθης ἐννοιῶν οὐρανίων·

χαῖρε, ὅτι ἀπέστης δωρεῶν ἐπιγείων.

Χαῖρε, πυρὸς ἀΰλου θησαύρισμα·

χαιρε, φωτὸς τοῦ θείου ἐναύλισμα.

Χαῖρε, υἱῶν τῶν τῆς Ἄγαρ αἰσχύνη·

χαῖρε, πιστῶν Ὀρθοδόξων ἡ νίκη.

Χαίροις, Μάρτυς Γεράσιμε.



Δόξαν πρὸς οὐρανίαν, ὁλικῶς ἀνανεύων, ἐζήτεις ὃ ἀπώλεσας κάλλος· καὶ φυγὼν τὴν καθέδραν λοιμῶν, τὸν πολύτιμον λίθον ἐπανεύρηκας, ᾧ κολληθεὶς Γεράσιμε, ἐβόας θερμῇ τῇ καρδίᾳ·

Ἀλληλούϊα



Ἔχαιρες ὁλοψύχως, καταφθάσας ἐν Ἄθῳ, ὡς ἔλαφος διψῶσα θεόφρον· καὶ πιὼν τὸ ὔδωρ τῆς ζωῆς, ἀνεπτερώθης πρὸς ἔνθεον ἔρωτα, ᾧ ἴθυνον πρεσβείαις σου, τοὺς εὐλαβῶς σοι προσιόντας·

Χαῖρε, ἀγάπης θείας ταμεῖον·

χαῖρε, κρειττόνων τὸ ἐκμαγεῖον.

Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·

χαῖρε, ὁ ζωώσας ψυχῆς τὰ νοήματα.

Χαῖρε, τῆς ζωῆς τῆς κρείττονος, θησαυρὸς περιφανής·

χαῖρε, τῆς ἐνθέου χάριτος, μέτοχος θεοειδής.

Χαῖρε, οτι ὀξέως ἐμακρύνθης τοῦ κόσμου·

χαῖρε, ὅτι ἀπέστης τῆς ἀπάτης τοῦ δόλου.

Χαῖρε, λιπὼν λοιμῶν τὴν συνάφειαν·

χαῖρε, εὑρὼν τὴν θείαν ἀπάθειαν.

Χαῖρε, βολὶς κατ’ ἐχθροῦ ἀρχεκάκου·

χαῖρε, λαμπὰς φωταυγείας ἀφράστου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ζέοντι πνεύματι μάκαρ, καὶ θερμῇ διανοίᾳ, ἐπόθεις μοναζόντων τὸ σχῆμα· καὶ προγυμνασθεὶς ταῖς ἀρεταῖς, ὑπέσχες τῷ θείῳ ζυγῷ τὸν αὐχένα σου, ἔνθους ἐπὶ τὰ κρείττονα, προβαίνων καὶ Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.



Ἤκουσε τῆς φωνῆς σου, τῶν δεήσεων μάκαρ, Γεώργιος ὁ Τροπαιοφόρος· ἐντεῦθεν κατεύθυνε σαφῶς, τὰ τῆς ψυχῆς σου κινήματα Ἅγιε· διὸ τὴν ἐν σοὶ πρόνοιαν, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε, ὁ ἔρως τῶν θείων ἄθλων·

χαῖρε, τὸ σκεῦος τῶν χαρισμάτων.

Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὰ σκάμματα·

χαῖρε, ὁ πατήσας ἐχθρῶν τὰ φρυάγματα.

Χαῖρε, Ὅσιος ἐν Μάρτυσι, καὶ ἐχθρῶν θριαμβευτής·

χαῖρε, Μάρτυς ἐνθεώτατος, τοῦ Χριστοῦ καὶ Ἀθλητής.

Χαῖρε, ὅτι καθεῖλες τὸ μετέωρον ὄμμα·

χαῖρε, ὅτι ἠρνήσω τὸ φθειρόμενον σῶμα.

Χαῖρε, Χριστοῦ ποθήσας τὴν νέκρωσιν·

χαῖρε, λαβὼν τὴν ἄϋλον θέωσιν.

Χαῖρε, παθῶν μιμητὰ ζωηφόρων·

χαῖρε, ἀνδρῶν ζηλωτὰ θεοφόρων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Θείαις διδασκαλίαις, καὶ σοφαῖς ὑποθήκαις, ὑπείκων τοῦ Ὁσίου Ἀββᾶ σου, τύπος ὑπακοῆς ἀληθοῦς, ἐν τῷ Ἄθῳ ἀνεδείχθης Γεράσιμε, καὶ τὸν ἐχθρὸν ὑπέταξας, ἐν τῷ ψάλλειν Κυρίῳ οὕτως·

Ἀλληλούϊα.



Ἴθυνας τοῦ νοός σου, ἀσφαλῶς τὰς κινήσεις, πρὸς ζῆλον μαρτυρίου ἁγίου· καὶ τὰς σεπτὰς διελθὼν Μονάς, ἐπτερώθης ἐπὶ πλεῖον τῷ πόθῳ σου, τοὺς δὲ πιστοὺς διήγειρας, βοᾶν σοι χαρμοσύνως ταῦτα·

Χαῖρε, ὁ νέος Χριστοῦ ὁπλίτης·

χαῖρε, ὁ ἔνθεος χριστομύστης.

Χαῖρε, Ἐκκλησίας καινὸν περιτείχισμα·

χαῖρε, εὐσεβείας νεότευκτον στήριγμα.

Χαῖρε, πρόβατον νεόσφακτον, τῆς ἀγέλης τοῦ Χριστοῦ·

χαῖρε, ἄρωμα νοούμενον, εὐωδίας οὐρανοῦ.

Χαῖρε, ὅτι ἀρτίως ἠγωνίσω νομίμως·

χαῖρε, ὅτι θεόθεν ἐδοξάσθης ἁγίως.

Χαῖρε, ἐχθρῶν φαυλίσας τὴν ἔπαρσιν·

χαῖρε, ψυχῆς ἐκφήνας τὴν ἔνστασιν.

Χαῖρε, ἐν ᾧ θεία χάρις ἐκλάμπει·

χαῖρε, δι’ οὗ ὁ βελίαρ στενάζει.

Χαίροις, Μάρτυς Γεράσιμε.



Κάτοχος τῆς τελείας, τοῦ Σωτῆρος ἀγάπης, γενόμενος Γεράσιμε Μάρτυς, τῷ σῷ ὁσίῳ ὑφηγητῇ, τὴν πρὸς αὐτὸν ἐκδημίαν ἐδήλωσας, ἐν αἰνίγματι Ἅγιε, πρὸς αὐτὸν ἀφορῶν καὶ κράζων·

Ἀλληλούϊα.



Λάμπων τῇ διανοίᾳ, ἐν ἀνδρείᾳ καρδίᾳ, ἐπέστης Κωνσταντίνου τῇ πόλει, καὶ ᾔσχυνας εὐτόλμῳ φωνῇ, τοῦ πρώην κυρίου σου τὴν ἀσέβειαν, πρὸς Ἰησοῦν τὸν Κύριον ἀτενίζων, ὁ νῦν ἀκούων·

Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας·

χαῖρε, ἐχθροῦ τὴν πλάνην φαυλίσας.

Χαῖρε, εὐσεβούντων χαρὰ ἀναφαίρετος·

χαῖρε, τῶν τῆς Ἄγαρ αἰσχύνη καὶ ἔλεγχος.

Χαῖρε, κήρυξ διαπρύσιος, τῆς Θεότητος Χριστοῦ·

χαῖρε, μάχαιρα ἀμφίστομος, τῆς ἀπάτης τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ἠρνήσω ὃ κακῶς ᾑρετίσω·

χαῖρε, ὅτι ἐκτήσω ὃ καλῶς ἐπορίσω.

Χαῖρε, υἱῶν τῆς Ἄγαρ τὸ θρήνημα·

χαῖρε, πιστῶν τὸ θεῖον ἐκνίκημα.

Χαῖρε, γερῶν κοινωνὲ οὐρανίων·

χαῖρε, ἡμᾶς διασώζων κινδύνων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Μεγαλόφρονι γνώμῃ, καὶ πολλῇ παῤῥησίᾳ, ἐκήρυξας ὃ πέπονθας πτῶμα, καὶ ἡ ὁμολογία ἡ σή, πτῶσις τῶν ἀπίστων Μάρτυς γεγένηται· ὅτι τυθῆναι ἔσπευσας, ὑπὲρ Χριστοῦ ᾧ καὶ ἐβόας·

Ἀλληλούϊα.



Νέον ἄστρον ἐδείχθης, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Γεράσιμε νομίμως ἀθλήσας· διὸ ἀγαλλιῶνται ἐν σοί, σὺν τῇ πατρίδι σου πιστῶν οἱ σύλλογοι· κοινὸν γὰρ ὤφθης καύχημα, τῶν ἐκβοώντων σοι ἐκ πόθου·

Χαῖρε, τὸ κλέος τῶν Ὀρθοδόξων·

χαῖρε, ἡ πτῶσις τῶν κακοδόξων.

Χαῖρε, στρατιῶτα Χριστοῦ ἐνθεώτατε·

χαῖρε, καθαιρέτα ἐχθροῦ κραταιότατε.

Χαῖρε, ὁ νεοπαγὴς θεμέλιος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, τὸ νεοθαλὲς γεώργιον, εὐανδρίας ψυχικῆς.

Χαῖρε, ὅτι τοὺς πάλαι Ἀθλητὰς ἐμιμήσω·

χαῖρε, ὅτι τὴν δόξαν τὴν ἐκείνων ἐκτήσω.

Χαῖρε, τῆς σῆς πατρίδος ἀγλάϊσμα·

χαῖρε, πιστῶν τὸ θεῖον ὡράϊσμα.

Χαῖρε, ζωῆς τοῦ καρποῦ ὁ μετέχων·

χαῖρε, δεινῶν ἡμῖν λύσιν παρέχων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ξενωθεὶς τῶν ἐν κόσμῳ, οὐρανίῳ σου πόθῳ, οὐδόλως ἐξενίσθης θεόφρον, ταῖς ἀπειλουμέναις σοι ποιναῖς, ἀλλ’ ἀπτοήτως τὰ πάντα ὑπέμεινας· ὡς ξένος γὰρ καὶ πάροικος, τῶν τῇδε ἐφαίνου κραυγάζων·

Ἀλληλούϊα.



Ὅλος ὢν ἡνωμένος, δι’ ἀγάπης θεόφρον, Χριστῷ τῷ Βασιλεῖ τῶν αἰώνων, ἐπὶ ἡμέρας δέκα σκληρῶς, πρὸς ταῖς πέντε αἰκιζόμενος ἄτρεπτος, ἵστασο Γεράσιμε, ἰσχὺν παρέχων τοῖς βοῶσι·

Χαῖρε, ὁ ἄτρεπτος ταῖς βασάνοις·

χαῖρε, ὁ ἄκαμπτος τοῖς τυράννοις.

Χαῖρε, ὁ τῶν πόνων φανεὶς ἰσχυρότερος·

χαῖρε, ὁ τῶν κάτω ἡδέων ἀνώτερος.

Χαῖρε, λαμπηδὼν νεόφωτος, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἀηδὼν ἡδύφωνος, πίστεως τῆς εὐσεβοῦς.

Χαῖρε, ὅτι βασάνων πεῖραν ἔλαβες πλείστων·

χαῖρε, ὅτι στεφάνων ἔτυχες οὐρανίων.

Χαῖρε, Χριστοῦ θυσία εὐπρόσδεκτος·

χαῖρε, ἀμνὸς Αὐτοῦ ὁ νεόθυτος.

Χαῖρε, ἐχθρῶν τὴν ὀφρῦν κατασπάσας·

χαῖρε, πιστῶν τὰς ψυχὰς καταυγάσας.

Χαίροις, Μάρτυς Γεράσιμε.



Πλήρης χαρᾶς θεόφρον, ὑποκλίνεις τῷ ξίφει, τυράννου κατὰ σοῦ μαινομένου, καὶ τὸν αὐχένα ἀποτμηθείς, ὡς ἐν ἐκστάσει κεφαλὰς διέκοψας Γεράσιμε μακάριε, τῶν μὴ εἰδότων Χριστῷ ψάλλειν·

Ἀλληλούϊα.



Ῥείθροις τῶν σῶν αἱμάτων, τὴν στολήν σου φοινίξας, ἀνῆλθες πρὸς τὰ ἄνω σκηνώματα, ἔνθα χορεῖαι τῶν Ἀθλητῶν, καὶ τῶν Ὁσίων ὧν ὤφθης συνάριθμος, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπὲρ τῶν πίστει σοι βοώντων·

Χαῖρε, Μαρτύρων ὁ συμπολίτης·

χαῖρε, ὁ ἔνδοξος στεφανίτης.

Χαῖρε, ὁ πλουτήσας Ὁσίων τὴν ἔλλαμψιν·

χαῖρε, ὁ προσάδων Ἀγγέλων τὴν αἴνεσιν.

Χαῖρε, ῥεῖθρον τὸ νεόῤῥυτον, νάματος τοῦ μυστικοῦ·

χαῖρε, νάρκισσος ἡδύπνευστος, ἔρωτος τοῦ θεϊκοῦ.

Χαῖρε, ὅτι τοὺς ἄθλους διανύεις νομίμως·

χαῖρε, ὅτι τὴν κάραν ἀπετμήθηυς ἀνδρείως.

Χαῖρε, Χριστοῦ τὸ θεῖον ὀσφράδιον·

χαῖρε, πιστῶν ὀχύρωμα ἄσειστον.

Χαῖρε, δι’ οὗ ὁ βελίαρ οἰμώζει·

χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι.

Χαίροις, Μάρτυς Γεράσιμε.



Στέφανον ἀφθαρσίας, ἐκ Χριστοῦ δεδεγμένος, ὡς Μάρτυς νικηφόρος θεόφρον, χαρὰ καὶ καύχημα ἱερόν, τῇ σῇ πατρίδι Γεράσιμε γέγονας, ἥτις ἐν σοὶ γάνυται, καὶ σκιρτῶσα Χριστῷ κραυγάζει·

Ἀλληλούϊα.



Τεῖχος εἶ Νεομάρτυς, ἀληθῶς καὶ προστάτης, τῆς σὲ ἐνεγκαμένης πατρίδος· ἐν σοὶ γὰρ αὕτη χαίρει σεμνῶς, καὶ τῇ σῇ πρεσβείᾳ σπεύδει ἑκάστοτε, ἣν σκέπε τῇ σῇ χάριτι, βοῶσά σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, ὁ θεῖος Ὁσιομάρτυς·

χαῖρε, Κυρίου ὁ Νεομάρτυς.

Χαῖρε, τοῦ Μεγάλου Χωρίου τὸ βλάστημα·

χαῖρε, τῆς πατρίδος σου θεῖον ὡράϊσμα.

Χαῖρε, δρόσος νεοστάλακτος, ἡ δροσίζουσα πιστούς·

χαῖρε, αὔρα ἀναψύχουσα, καὶ εὐφραίνουσα πολλούς.

Χαῖρε, ὅτι παρέχεις ἀρωγὴν τοῖς αἰτοῦσι·

χαῖρε, ὅτι βλυστάνεις ἴασιν τοῖς νοσοῦσι.

Χαῖρε, δεινῶν ἡμᾶς ἐξαιρούμενος·

χαῖρε, πολλῶν κινδύνων λυτρούμενος.

Χαῖρε, φωτὸς οὐρανίου θεάμων·

χαῖρε, πηγὴ ψυχοτρόφων ναμάτων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὕμνοις ἐπινικίοις, τὴν σὴν μνήμην τελοῦντες, γεραίροντες τοὺς ἄθλους σου Μάρτυς, πάντες ἐν τῷ σεπτῷ σου ναῷ, ὃν οἱ φιλοῦντές σε πόθῳ σοι ἤγειραν, οἷς δίδου χάριν ἄνωθεν, καὶ φύλαττε Θεῷ βοῶντας·

Ἀλληλούϊα.



Φλέγει ἡ ἐνοικοῦσα, τοῖς σεπτοῖς σου λειψάνοις, τοῦ Πνεύματος πολύολβος χάρις, δαιμόνων τὴν ἰσχὺν Ἀθλητά, καὶ ἁγιάζει τοὺς πίστει προστρέχοντας· ἃ προσκυνοῦντες Ἅγιε, βοῶμέν σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, τὸ γέρας τῆς Ἐκκλησίας·

χαῖρε, τὸ κέρας τῆς Ἀμαλθείας.

Χαῖρε, τοῦ Σωτῆρος πιὼν τὸ ποτήριον·

χαῖρε, ὁ τελέσας καλῶς τὸ μαρτύριον.

Χαῖρε, ὅτι καταβέβληκας, τὸν ἐχθρὸν ἀθλητικῶς·

χαῖρε, ὅτι τεθαυμάστωσαι, πρὸς Χριστοῦ θεουργικῶς.

Χαῖρε, δοκησισόφων τὴν ὀφρῦν καταλύσας·

χαῖρε, παρανομούντων τὴν ἰσχὺν καταργήσας.

Χαῖρε, ὁρῶν Χριστοῦ τὴν λαμπρότητα·

χαῖρε, λιπὼν φθαρτῶν τὴν τερπνότητα.

Χαῖρε, χαρᾶς κοινωνὲ τῶν Ἀγγέλων·

χαῖρε, ἡμῖν πᾶσαν χάριν βραβεύων.

Χαίροις, Μάρτυς Γεράσιμε.



Χαίρων χαρὰν τὴν θείαν, τῆς ζωῆς τῆς ἀλήκτου, σὺν πᾶσι τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπὸ πάσης λύπης καὶ ὀργῆς, ῥύου ἡμᾶς Ὁσιομάρτυς ἔνδοξε, τοὺς πόθῳ σου τὴν ἄθλησιν, ὑμνοῦντας καὶ Χριστῷ βοῶντας·

Ἀλληλούϊα.



Ψάλλων παναρμονίως, τὸ τρισύνθετον μέλος, σὺν Τάξεσι τῶν θείων Ἀγγέλων, μὴ παύσῃ ἐφορῶν Ἀθλητά, ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας· οὐ παύομεν γὰρ Ἅγιε, βοᾶν σοι ἀεὶ πιστῶς οὕτω·

Χαῖρε, προστάτα τῶν σὲ ὑμνούντων·

χαῖρε, συλλήπτωρ τῶν σὲ ποθούντων.

Χαῖρε, ἀρωγὲ τῶν πιστῶς προσιόντων σοι·

χαῖρε, βοηθὲ τῶν ἐκ πόθου ψαλλόντων σοι.

Χαῖρε, δόξα καὶ κραταίωμα, Ὀρθοδόξων εὐσεβῶν·

χαῖρε, σκέπη καὶ ἀντίληψις, τῶν πιστῶν συμπολιτῶν.

Χαῖρε, δι’ οὗ κινδύνων ῥυσθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς ἐμπλησθήσομαι.

Χαῖρε, καινὴ χαρμονὴ τῆς ψυχῆς μου·

χαῖρε, καλὸς ὁδηγὸς τῆς ζωῆς μου.

Χαίροις, Μάρτυς Γεράσιμε.



Ὦ Ἀγίων Μαρτύρων, καὶ Ὁσίων Πατέρων, συμμέτοχε Γεράσιμε μάκαρ, τὴν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς δέξαι καὶ δίδου τὴν χάριν σου, ἡμῖν τοῖς σοῖς προστρέχουσι, καὶ τῇ Τριάδι ἐκβοῶσιν·

Ἀλληλούϊα.

Friday, January 22, 2016

OI ΠΟΝΗΡΟΙ ΛΟΓΙΣΜΟΙ ΚΑΙ Η ΒΟΗΘΕΙΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ












Διήγηση από το βιβλίο Αμαρτωλών σωτηρία.Γεγονός από τους πρώτους χριστιανικούς αιώνες.

Thursday, January 21, 2016

“Οι Χαιρετισμοί , κόρη μου , οι Χαιρετισμοί της Παναγίας είναι η λύση σε όποιο πρόβλημα και αν αντιμετωπίζει ο άνθρωπος !!”


Σήμερα Δευτέρα 17 Φεβρουαρίου 2014, στις 14:30 ένας αδελφός που συμμετέχει στην διάδοση των Χαιρετισμών, είχε συνάντηση δίπλα στο Μετρό Συγγρού Φιξ με την κυρία Μαρία, η οποία με ιδιαίτερη ζέση ως σύγχρονη Ιεραπόστολος μοιράζει Χαιρετισμούς και Καινές Διαθήκες κυρίως σε Νοσηλευτικά Ιδρύματα σε νέους και νέες ( γιατρούς, νοσηλεύτριες και ασθενείς ) που πολλές φορές δεν έχουν ακούσει τίποτα για την εν Χριστώ ζωή !!


Με αφορμή μία προσωπική του περιπέτεια, και στην προσπάθεια της να τον παρηγορήσει, κάθισαν για ένα ρόφημα και έτσι με την συζήτηση που είχαν η κ. Μαρία του ανέφερε την αιτία για την ενασχόληση της με την διάδοση των Χαιρετισμών !!


Ήταν σίγουρα την εποχή της δραχμής και μάλιστα όταν ακόμη τα κινητά τηλέφωνα δεν ήταν σε τόσο ευρεία χρήση, δηλαδή μεταξύ 1990 με 1993 , όταν γνώρισε έναν Αγιορείτη Γέροντα που είχε βρεθεί στην Αθήνα !


Ούσα η ίδια πνευματική θυγατέρα του αειμνήστου π. Μάρκου Μανώλη, και έμπειρη στα πνευματικά, ήξερε ότι δεν έπρεπε να οχλήσει τον Γέροντα με διερευνητικές ή αδιάκριτες ερωτήσεις, αλλά αρκέστηκε να του ζητήσει ρήμα ωφελείας για την πνευματική της ζωή !!


“Οι Χαιρετισμοί , κόρη μου , οι Χαιρετισμοί της Παναγίας είναι η λύση σε όποιο πρόβλημα και αν αντιμετωπίζει ο άνθρωπος !!” ήταν η προτροπή του σεβάσμιου Αγιορείτη !


Η κα Μαρία παραξενεύτηκε και τον ρώτησε τι εννοεί !!


“Να διαβάζετε καθημερινά τους Χαιρετισμούς ως ασπίδα και προστασία από τις επιφορές του Πονηρού !! Και όταν μάλιστα ανακύψει πολύ σοβαρό πειρασμικό πρόβλημα, είτε εγχείρηση, είτε δικαστήριο, ή αν γενικά επιθυμείτε να δώσει λύση η Παναγία σε σοβαρά σας προσωπικά ζητήματα τότε να νηστέψετε μια ημέρα λέγοντας 24 φορές τους Χαιρετισμούς !! Πρόσεξε όμως !! Με πίστη και μέχρι να κυλήσει μια σταγόνα δάκρυ !! Όχι απλή απαγγελία !!”


Η κα Μαρία κράτησε στην καρδιά της τα λόγια αυτά του Αγιορείτη Γέροντα, χωρίς ωστόσο να πιστέψει καλά καλά στην αποτελεσματικότητα τους !!

Είχαν περάσει κάποιες εβδομάδες όταν επισκέφτηκε μια οικογενειακή της φίλη, μητέρα δύο παιδιών, ενος αγοριού κι ενός κοριτσιού, που είχαν σπουδάσει Οικονομικά και εργαζόντουσαν και τα δύο ως λογιστές σε διαφορετικά όμως φοροτεχνικά γραφεία !

Η κόρη ήταν απόλυτα ικανοποιημένη τόσο από τις συνθήκες εργασίας , όσο κι από τον μισθό, που και καλός ήταν και πάντα στην ώρα του !!

Όχι όμως και ο γιος της που δεν είχε σταθεί τυχερός και είχε τύχει σε προϊστάμενο που του καθυστερούσε αδικαιολόγητα τα δεδουλευμένα του !!

Μια μέρα γύρισε τόσο απογοητευμένος από την δουλειά, μιας και για πολλοστή φορά δεν είχε πληρωθεί, που δήλωσε στην μητέρα του, ότι παρατάει την δουλειά αυτή !!

Η μητέρα στεναχωρήθηκε πολύ, όχι μόνο για τα χρήματα που έχασε το παιδί της, αλλά κυρίως επειδή η αεργία μπορεί να οδηγούσαν το παιδί της σε εφάμαρτες ενασχολήσεις, κάτι που ασφαλώς φοβόταν κι απευχόταν !

Σε μια τέτοια κατάσταση έντονης δυσθυμίας την συνάντησε εκείνη την Τρίτη η κυρια Μαρία ,που με το που άκουσε τα γεγονότα, λες και φωτίστηκε από Πνεύμα Θεού, και είπε στην στεναχωρημένη μητέρα !

Λοιπόν στο υπογράφω ότι μέχρι την Πέμπτη ( σε δυο δηλαδή μέρες ) ο γιός σου θα βρει δουλειά !!

Νευρικά γέλια μαζί με πνιχτούς λυγμούς έπιασαν την γυναίκα, που εκτίμησε ασφαλώς την διάθεση και την προσπάθεια της κυρίας Μαρίας να της αναπτερώσει το ηθικό, αλλά της φαινόταν αδύνατον, όπως τελικά και της είπε !!

“Κοίτα !! “ της απάντησε η κα Μαρία

“Την λύση θα μας την δώσει η Παναγία με τους Χαιρετισμούς Της !!”

“Θα κάνεις κι εσύ σπίτι σου Χαιρετισμούς , το κατά δύναμη, αλλά κι εγώ θα σε βοηθήσω “ της υποσχέθηκε η κυρία Μαρία , κι έφυγε βιαστικά για το σπίτι της στην Ραφήνα !!

Την επόμενη κιόλας ημέρα, Τετάρτη ήταν , η κυρια Μαρία σηκώθηκε πρωί και πήρε το μηδέν στο τηλέφωνο της, ώστε να δείχνει κατειλημμένο, έβαλε και στην εξώπορτα ένα σημείωμα “Θα επιστρέψω αργότερα” για να μην την διακόψει κανείς και ξεκίνησε να διαβάζει τους Χαιρετισμούς !!

Και όσο προχωρούσε η ανάγνωση που έκανε με πίστη ακράδαντη ότι η Υπεραγία Θεοτόκος που τόσο την ευφραίνουν οι Χαιρετισμοί Της , θα συνδράμει και θα μεσιτεύσει, τόσο θερμαινόταν και η καρδιά της και παρακαλούσε με δάκρυα, όπως εξάλλου την είχε συμβουλεύσει και ο καλός Αγιορείτης !

Ήταν Πέμπτη πρωί ! Η επόμενη δηλαδή ημέρα !

Το τηλέφωνο κτυπάει στο τηλέφωνο της μητέρας με τα δύο παιδιά ! Μία γυναικεία φωνή ζητάει το γιό της ! Ο νεαρός πάει στο τηλέφωνο και η γυναίκα του ανακοινώνει ότι η αίτηση που είχε κάνει μήνες πριν για να προσληφθεί στο Αεροδρόμιο, σε μία ξένη αεροπορική εταιρεία, είχε εγκριθεί και αν μπορούσε να πάει αυτοπροσώπως για τα περαιτέρω !!

Περιττό να αναφέρουμε το τι έγινε στη συνέχεια !
Δάκρυα και φωνές χαράς, μαζί με μία αγωνία αν αυτό ήταν όντως πραγματικότητα !

Ο νεαρός πήγε στο Αεροδρόμιο, υπέγραψε την σύμβαση και γύρισε ενθουσιασμένος σπίτι του !!

Και όμως το θαύμα της Θεοτόκου με την ανάγνωση των Χαιρετισμών Της ΔΕΝ τελειώνει εδώ !!

Ακούστε !!

Το μεσημέρι η μητέρα δεν προλάβαινε να λέει τα καλά νέα !

Πρώτη κάλεσε την καλή κυρία Μαρία , η οποία αμέσως δόξασε τον Θεό που εισάκουσε την μεσιτεία της Μητρός Του και χάρισε αυτήν την εργασία στο παλικάρι !!

Η μητέρα μέσα στην χαρά της, καλεί το παιδί της και του λέει “ Πάρε αγόρι μου αυτά τα χρήματα, τηλεφώνησε στους φίλους σου, να βγείτε σήμερα έξω, να φάτε, να τους κεράσεις, να σου ευχηθούν !!!
Στο νέο σου ξεκίνημα είναι καλό να έχεις τις ευχές από όσο το δυνατόν πιο πολύ κόσμο !”

Ο νέος με χαρά πήρε τα χρήματα και κάλεσε φίλους και γνωστούς να βγουν έξω, να τους κεράσει και να του ευχηθούν !!

Όπως κι έγινε !! Μαζεύτηκαν όλοι του οι φίλοι !! Και μαζί τους κάποια φίλη του έφερε και μία αδελφική της φίλη !! Όταν ο νέος την αντίκρισε , την ερωτεύτηκε αμέσως !
Όπως κι εκείνη !! Και τα παιδιά προχώρησαν και σύντομα παντρεύτηκαν και ζουν έως σήμερα ευτυχισμένοι και στεριωμένοι !!

Διπλό λοιπόν το θαύμα της Παναγίας μας !!

Αποκατέστησε διττώς το παλικάρι !!

Και επαγγελματικά και οικογενειακά !!

Έτσι και εμείς οι ταπεινοί κι αχρείοι συντάκτες αυτού του ιστολογίου, ΔΕΝ θα πάψουμε να το επαναλαμβάνουμε !!

Οι Χαιρετισμοι της Παναγιας μας ενέχουν ανυπέρβλητη προσευχητική αξία !!

Προτρέπουμε λοιπόν τους αδελφούς μας, ΠΑΝΤΑ με την σύμφωνη γνώμη του Πνευματικού τους, να υιοθετήσουν την κατά δύναμιν συχνή και πάντως καθημερινή απαγγελία ή σιωπηρή ανάγνωση των Χαιρετισμών !!!

Είμαι υπερβέβαιος ότι η Χάρη της Υπεραγίας Θεοτόκου που μας φανέρωσε την Δευτέρα 17 Φεβουαρίου 2014, μέσα από την γλαφυρή διήγηση της κυρίας Μαρίας κι αυτό το θαύμα των Χαιρετισμών, θα φωτίσει και τους ευλαβείς αναγνώστες αυτού του ιστολογίου , κληρικούς και λαϊκούς , να κάνουν τον κόπο να μας στείλουν ένα email στην παρακάτω διεύθυνση , αν έχουν ακούσει ή βιώσει και αυτοί κάποιο θαύμα από τους Χαιρετισμούς της Παναγίας μας !!

Οι μυστικοί Χριστιανοί θα είναι ανώτεροι από εκείνους μέσα στα μοναστήρια ....

«Το παρακάτω περιστατικό συνέβει την εποχή πού ζούσε ακόμη ο πατέρας μου , θυμάται ή Ι.Μ. αναφερόμενη στην συνομιλία της με τον πατέρα Λαυρέντιο.
«Είμαστε εξαιρετικά φτωχοί, ανίκανοι να ανακτήσουμε τις δυνάμεις μας μετά από την καταστροφή τού πολέμου. Πήγα να δω τον Άγιο γέροντα Λαυρέντιο, προκειμένου να του ζητήσω να μου δώσει ευλογία, να φορέσω κρυφά ένα είδος εσωτερικού ράσου, (για να είμαι κρυφή καλόγρια), αλλά μου είπε:…

«Δέν θα χαθούν όλοι, όσοι είναι μέσα στον κόσμο (κοσμικοί άνθρωποι), αλλά ούτε και ο καθένας θα σωθεί, επειδή μόνο και μόνο βρίσκετε μέσα σε μοναστήρι.
Καταλαβαίνετε; Δεν έχει έλθει ακόμα ο καιρός…»

Πάλι άρχισα να τον εκλιπαρώ για να μου δώσει την άδειά του να μπω έστω, σε ένα γυναικείο μοναστήρι, γιατί είναι εξαιρετικά πολύ δύσκολο για έναν, να σωθεί μέσα στον κόσμο, αλλά ο Γέροντας μου είπε:

«Οι μοναχοί στα μοναστήρια θα επιτύχουν να μπούνε στον έβδομο ουρανό (Παράδεισο) αλλά εάν ξέρατε μόνο, τι δόξα περιμένει εκείνους τούς αγνούς, πού ζούνε μέσα στον κόσμο!

Γιατί ο Κύριος θα πεί, σε εκείνους τους σχηματοφόρους μοναχούς, να κάνουν τόπο για αυτούς τους μυστικούς αγνούς Χριστιανούς, για αυτούς που δεν έζησαν όπως εμείς, σε μοναστήρι. Και θα συμβεί αργότερα, αυτοί οι τελευταίοι, να προηγηθούν υπερβολικά των πρώτων!

Καταλαβαίνετε ότι ενώπιον του Θεού, οι μυστικοί Χριστιανοί θα είναι ανώτεροι από εκείνους μέσα στα μοναστήρια; Καταλαβαίνετε τι εννοώ;» ρώτησε ο γέροντας.

Δεν καταλαβαίνω τίποτα, απάντησα.
Θυμηθείτε ακριβώς τί σας είπα, τώρα μόλις…, είπε ο γέροντας.


Αγίου Λαυρεντίου τού Chernigof 

Wednesday, January 20, 2016

Απαιτώ, Παναγία μου, το παιδί μου να γίνει καλά.


Το θαύμα, που θα εξιστορηθεί τώρα, δυστυχώς, όπως έδειξαν τα πράγματα, δεν έγινε κατ᾿ ευδοκίαν Θεού αλλά κατ᾿ απαίτησιν κάποιας μητέρας, που θεώρησε η δυστυχής τη δική της γνώμη και επιθυμία πιο σωστή από τη Θεία απόφαση που είχε ληφθεί για το καλό του παιδιού της. Γι᾿ αυτό και μπαίνοντας στην εκκλησία της Παναγίας μαζί με άλλους συμπροσκυνητάς, διότι είχε έρθει με πούλμαν από ένα μεγάλο χωριό του νομού Αχαΐας, φώναζε.

―Απαιτώ, Παναγία μου, το παιδί μου να γίνει καλά.

Όταν της υπεδείχθη ότι δεν πρέπει να λέη στην Παναγία «απαιτώ», εκείνη είπε·


―Το απαιτώ, γιατί το παιδί μου είναι 28 χρονών και έχει μικρό παιδάκι και οι γιατροί είπαν ότι σε 15 μέρες θα πεθάνη, γιατί έχει ολικό καρκίνο.

Όσοι την άκουσαν να προσεύχεται κατ᾿ αυτό τον τρόπο, προσπάθησαν να την συμβουλεύσουν· της είπαν, πως στην προσευχή πρέπει να παρακαλούμε και όχι να απαιτούμε, γιατί ο Θεός, ο πραγματικός πατέρας των ανθρώπων, αγαπά το πλάσμα Του απείρως περισσότερο ακόμη κι από μία μάνα. Επί πλέον της είπαν ν᾽ αφήσει το παιδί της στα χέρια της Παναγίας να το σώσει, γιατί Εκείνη δίνει τη βοήθειά της κατά το συμφέρον του κάθε ανθρώπου. Αυτή όμως, δυστυχώς, πιο εξαγριωμένη φώναζε·

―Απαιτώ, απαιτώ, Παναγία μου, το παιδί μου να γίνει καλά!!

Δεν ήθελε να καταλάβει πως κανείς δεν πρέπει να απαιτεί, γιατί η Παναγία, σαν στοργική Μάνα, ξέρει καλύτερα απ᾽ όλους μας τι είναι καλύτερο πρώτα για την σωτηρία της ψυχής μας. Ο Κύριός μας Ιησούς Χριστός μάς έδωσε το υπόδειγμα της σωστής προσευχής· «Πάτερ μου, ει δυνατόν εστι, παρελθέτω απ’ εμού το ποτήριον τούτο, πλην ουχ ως εγὼ θέλω, αλλ’ ως συ» (Ματθ. 26,39) Την τελευταία απόφαση την αφήνουμε στην αλάνθαστη και σωτήρια κρίση του Θεού.

Μετά από ένα περίπου χρόνο, κάποιος από τους προσκυνητάς που είχαν έρθει με την εν λόγω μητέρα, ξαναήλθε να προσκυνήσει την Χάρη Της και έλεγε μεγαλοφώνως μπροστά στην εικόνα της Παναγίας·

―Παναγία μου, το θέλημά Σου να γίνεται, μα το κακό που είδα στο χωριό μου!…

Όταν ρωτήθηκε τι έγινε στο χωριό του, απάντησε και διευκρίνισε πότε είχε έρθει και για ποιο περιστατικό μιλούσε. Αναφερόταν στην περίπτωση της κυρίας που φώναζε το «απαιτώ». Τότε η ηγουμένη τον ρώτησε·

―Τι έγινε ο γιος της κυρίας;

―Έγινε καλά, αλλά τώρα δεν υπάρχει ούτε αυτός ούτε οι γονείς του.

Στην απορία «γιατί;» ο προσκυνητής απήντησε με θλίψη·

―Όταν ο γιος της έγινε καλά, πήγε σ᾽ ένα νυχτερινό κέντρο και συνδέθηκε με την εκεί τραγουδίστρια. Έφυγε από το σπίτι του και έμενε στην τραγουδίστρια.

Οι γονείς του, που στενοχωρούντο για την παράνομη αυτή συμπεριφορά του, όταν τον συναντούσαν τον συμβούλευαν να αλλάξη τακτική.

―Δεν κάνει, παιδί μου, του έλεγαν· έχεις νέα γυναίκα και μικρό παιδί, γύρισε σπίτι σου.

Επειδή όμως ο γιος ενωχλείτο από τις συμβουλές των γονέων του, μια μέρα που θύμωσε πολύ εναντίον τους, πήρε το κυνηγετικό του όπλο (γιατί ήταν και κυνηγός) σκότωσε τη μάνα του και τον πατέρα του και εν συνεχεία αυτοκτόνησε!

Όσοι άκουσαν το περιστατικό έφριξαν. Μητροκτόνος, πατροκτόνος και αυτόχειρας!

Δεν ήταν απείρως καλύτερα να φύγη με έναν φυσιολογικό θάνατο, και μάλιστα εξιλεωτικό, όπως γίνεται όταν υπομένει ο ασθενής την αρρώστια του; Η Παναγία δεν ήξερε καλύτερα; Η σαρκική του μάνα απαιτούσε την υγεία του σώματος και αγνοούσε τον κίνδυνο του χαμού της ψυχής του παιδιού της, που τώρα είναι αιώνιος. Ενώ η στοργική Παναγία, γνωρίζοντας τον κίνδυνο, προσπάθησε να το εξιλεώση με την αρρώστια, για να σωθή η ψυχή του. Η παράλογη απαίτηση της μάνας το κατεδίκασε αιωνίως. Είθε με απόλυτη εμπιστοσύνη να αναθέτουμε κάθε πρόβλημά μας, χωρίς υποδείξεις λύσεως, στην Παναγία· και Εκείνη, να πιστεύουμε απόλυτα, ό,τι επιτρέψει θα είναι και η καλύτερη λύση των προβλημάτων μας κατά το «γενηθήτω το θέλημά Σου».

Αυτά είναι τα τέσσερα μεγάλα αμαρτήματα των γυναικών!


Ένας δαιμονισμένος ομολόγησε ότι όταν ξόρκιζε ο Πνευματικός το δαιμόνιο για να βγει από τον πάσχοντα, το ρώτησε να του πει ποιοι κολάζονται περισσότερο οι άνδρες ή οι γυναίκες, τότε ο δαίμων απάντησε οι γυναίκες.

Για τέσσερα αμαρτήματα που κάμνουν οι γυναίκες κολάζονται περισσότερο, του είπε ο δαίμων.

Πρώτον, διότι στολίζονται και ομορφαίνουν το σώμα τους με χρώματα, για να δείχνουν ωραιότερες από την φυσική ευπρέπεια που τους έδωσε ο Πλάστης.

Δεύτερον, για τις μαντείες που κάμουν και γοητεύουν και χύνουν κάρβουνα και ρίχνουν κλήρους για να δουν τη μοίρα τους.

Τρίτον, για την καταλαλιά που κάμουν όχι μόνο στα σπίτια αλλά και στην εκκλησία και δεν προσέχουν στις ιερές ακολουθίες.

Τέταρτον και χειρότερον, διότι δεν εξομολογούνται καλά, αλλά λέγουν μόνο λίγα και για τον τύπο ότι δήθεν εξομολογήθηκαν. Και έτσι κοινωνούν αναξίως και κολάζονται.

*ΑΓΑΠΙΟΥ ΜΟΝΑΧΟΥ, ΑΜΑΡΤΩΛΩΝ ΣΩΤΗΡΙΑ, Ε – Ν ΒΕΝΕΤΙΑ 1851, σ. 196.

Monday, January 18, 2016

Χαιρετισμοί στην Παναγία Κυκκώτισσα


Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω.
Εν δεξιά χειρί Χριστόν σεμνώς βαστάζουσαν, ως ο Απόστολος Λουκάς λαμπρώς ιστόρησεν, Ελεούσαν ανυμνήσωμεν Θεοτόκον, ουρανόθεν την αεί πιστοίς αρήγουσαν, και Κυπρίων τας χορείας εποπτεύουσαν, πόθω κράζοντες· Χαίροις Μήτερ Κυκκώτισσα.

Άγγελοι λαμπροφόροι, ως αυτών υπερτέρα, υμνούσί Σε Κυκκώτισσα Μήτερ (γ’), και χοροί χοϊκών ως σεπτόν, του Υψίστου θρόνον παμφαές Δέσποινα, απαύστως Σε γεραίρομεν, και ύμνοις Σοι φαιδρώς βοώμεν·

Χαίρε, αγλάϊσμα νήσου Κύπρου·

χαίρε, εγκαύχημα μάνδρας Κύκκου.
Χαίρε, Αποστόλου Λουκά έργον τίμιον·
χαίρε, θλιβομένου λαού παραμύθιον.
Χαίρε, χείμαρρος αστείρευτος, δωρεών παντοδαπών·
χαίρε, όρμος ο γαλήνιος, ποντουμένων ναυτικών.
Χαίρε, η ορεινόμος υπερύμνητος Κόρη·
χαίρε, η φωτοφόρος και υπέρλαμπρος Νύμφη.
Χαίρε, παστάς Κυρίου αμόλυντος·
χαίρε, λαμπάς αγνείας χρυσάκτινος.
Χαίρε, θερμή αντιλήπτωρ νοσούντων·
χαίρε, σεπτή παρακλήτωρ μερόπων.
Χαίροις Μήτερ Κυκκώτισσα.

Βλέμμασι συμπαθείας, εποπτεύεις τους πίστει, υμνούντάς Σε Κυκκώτισσα Μήτερ, και ταχύ τας αιτήσεις πληροίς, των ασπαζομένων Σον σεπτόν έκτυπον, το βρύον πάσι νάματα, Σης χάριτος τοις εκβοώσιν·
Αλληλούϊα.

Γάνυται μονοτρόπων, η χορεία κυκλούσα, Κυκκώτισσα Εικόνα Σην θείαν, προτροπή Ησαΐου σεπτού, την αχθείσαν ώδε θαυμαστώς Άνασσα, εκ πόλεως του Βύζαντος, και άδει Σοι πιστώς τοιαύτα·

Χαίρε, αΰλων χαρίτων δόσις·
χαίρε, νοσούντων απάντων ρώσις.
Χαίρε, θυγατρός Αλεξίου υγίανσις·
χαίρε, του φωτός του αστέκτου επίλαμψις.
Χαίρε, φάρμακον σωτήριον, πολλαπλών ασθενειών·
χαίρε, έκτυπον περίδοξον, της Κυρίας ουρανών.
Χαίρε, ότι μερόπων θεραπεύεις το άλγος·
χαίρε, ότι απίστων καταστέλλεις το θράσος.
Χαίρε, πιστών χαρά αναφαίρετος·
χαίρε, ημών ισχύς η στερέμνιος.
Χαίρε, αζύγων Μονής Σου προστάτις·
χαίρε, Κυπρίων θερμή παραστάτις.
Χαίροις Μήτερ Κυκκώτισσα.

Δεύτε πιστών χορείαι, ασπασώμεθα πόθω, Εικόνα της σεπτής Κυκκωτίσσης, λυτρουμένης αυχμού ζοφερού, τρικυμίας βίου και πολλών θλίψεων, εκάστοτε τους σπεύδοντας, αυτή και ευλαβώς φωνούντας·
Αλληλούϊα.

Ένθεος Ησαΐας, ερημίτης ων Κύκκου, κομίσαι Μανουήλ εις την Κύπρον, ον ιάσω εκ νόσου δεινής, Ελεούσα Μήτερ Σον λαμπρόν έκτυπον, εκ Βασιλίδος Πόλεως, προέτρεψε και Σοι εβόα·

Χαίρε, το καύχημα της ψυχής μου·
χαίρε, το έμβλημα της ζωής μου.
Χαίρε, αγιάσματος βρύσις θεόβρυτος·
χαίρε, θείου Πνεύματος θήκη χρυσέρυθρος.
Χαίρε, η Ελεούσα αεννάως Σους δούλους·
χαίρε, η φρυκτωρούσα τους δρυμούς του Τροόδους.
Χαίρε, λιμήν καμνόντων πανεύδιος·
χαίρε, πυθμήν πολλής αγαθότητος.
Χαίρε, λειμών μυροβόλος αγνείας·
χαίρε, βροτών πύλη της σωτηρίας.
Χαίροις Μήτερ Κυκκώτισσα.

Ζώσα στηλογραφία, αρραγούς προστασίας, Κυκκώτισσα Κυπρίων απάντων, Ησαΐας κομίζων μορφήν, Σην σεπτήν και δένδρα καθορών κλίνοντα, προ της Σης Μήτερ χάριτος, τας κορυφάς τρανώς εβόα·
Αλληλούϊα.

Ήγειρεν η Ση χάρις, παραλύτου εκ κλίνης, δαιμόνων εφυγάδευσε στίφος, απεκάθηρε πλήθος λεπρών, και βωβούς ευλάλους εν σπουδή Δέσποινα, Κυκκώτισσα εποίησεν, εγείρουσα αυτούς βοάν Σοι·

Χαίρε, Αγίων Αγιωτέρα·
χαίρε, Αγγέλων η υπερτέρα.
Χαίρε, ασθενούντων ταχύ ιατήριον·
χαίρε, Ορθοδόξων θερμόν ιλαστήριον.
Χαίρε, όρμος ο γαλήνιος, των εν δίναις ευσεβών·
Χαίρε, κράτος μυριόνικον, κατ’ εχθίστων ασεβών.
Χαίρε, ότι εκτρέπεις δυσμενούς τας δυνάμεις·
χαίρε, ότι διώκεις εξουσίας απάτης.
Χαίρε, πηγή θαυμάτων ακένωτος·
χαίρε, αρχή ημών της θεώσεως.
Χαίρε, Λουκά ιερά ζωγραφία·
χαίρε, χαρά πάντων και θυμηδία.
Χαίροις Μήτερ Κυκκώτισσα.

Θείον ως δώρον ήκεν, εις την νήσον της Κύπρου, Κυκκώτισσα σεμνή Ελεούσα, η αγία Εικών Σου ημίν, δαψιλώς βραβεία θεϊκά νέμουσα, και παραδόξως θαύματα, τελούσα τοις πιστώς βοώσιν·
Αλληλούϊα.

Ίσχυσεν Ησαΐας, ως φιλέρημος όρνις, Κυκκώτισσα δρυμού εν τω μέσω, πήξαί Σοι καλιάν ιεράν, και εν ταύτη θέσθαι Σον σεπτόν έκτυπον, ο πίστει ασπαζόμενοι, κραυγάζομεν εν κατανύξει·

Χαίρε, Τροόδους η εποπτεία·
χαίρε, του νίκους βροτών αιτία.
Χαίρε, Ησαΐου Οσίου ενίσχυσις·
χαίρε, παραλύτου ταχεία ανάρρυσις.
Χαίρε, ότι προσεκύνησαν πεύκων Σε αι κορυφαί·
χαίρε, ότι Σε ηγάσθησαν πολεμίων αι στρατιαί.
Χαίρε, του οδοιπόρου Γεωργίου η ρώσις·
χαίρε, του παμβεβήλου μισοκάλου η τρώσις.
Χαίρε, πολλών πασχόντων διάσωσμα·
χαίρε, εχθρών απίστων κατάπτωμα.
Χαίρε, εν η θεία χάρις εκλάμπει·
χαίρε, δι’ ης ο Βελίαρ στενάζει.
Χαίροις Μήτερ Κυκκώτισσα.

Κύκκου Μονής ακέστορ, Παναγία Παρθένε, το έκτυπον της θείας μορφής Σου, χάριν έχον πολλήν του εκ Σου, θαυμαστώς τεχθέντος ως ποτε έφησθα, εκ πόθου ασπαζόμενοι, ρωννύμεθα και εκβοώμεν·
Αλληλούϊα.

Λύσασα παραλύτου, τα δεσμά επιθέσει, Κυκκώτισσα Σου θείου μανδύου, του καλύπτοντος Σου την μορφήν, εν τω Βυζαντίω αυθωρεί ήγειρας, τους θεωμένους θαύμά Σου, το ξένον ευθαρσώς κραυγάζειν·

Χαίρε, βροτών κοινόν ιατρείον·
χαίρε, πολλών θαυμάτων ταμείον.
Χαίρε, τοις αλάλοις φωνήν η βραβεύουσα·
χαίρε, μονοτρόποις Σην χάριν παρέχουσα.
Χαίρε, χείμαρρε κατάρρυτε, πλύνων νόσους αλγεινάς·
χαίρε, στέφανε ανθόπλοκε, στέφων ευσεβεί ψυχάς.
Χαίρε, η πλημμυρούσα δαψιλώς τας ιάσεις·
χαίρε, η εκπληρούσα εν σπουδή τας αιτήσεις.
Χαίρε, μορφήν Σην θείαν η κρύπτουσα·
χαίρε, ζωήν πιστών η ευφραίνουσα.
Χαίρε, η ρύσις δεινώς παρειμένου·
χαίρε, η ρώσις παντός ασθενούντος.
Χαίροις Μήτερ Κυκκώτισσα.

Μήτερ Θεού γλυκεία, η εν όρει του Κύκκου, θαυμάτων δοξασθείσα πληθύϊ, δια της Σης αγίας μορφής, μη λιτάς παρίδης ταπεινών δούλων Σου, αλλά αυτάς τω Τόκω Σου, προσάγαγε ως αν βοώμεν·
Αλληλούϊα.

Νύμφη δεδοξασμένη, του Πατρός του ανάρχου, Κυκκώτισσα τον συντετριμμένον, εθεράπευσας πόδα ποτέ, οδοιπόρου άμα ληθαργόν δούλόν Σου, ιάσω τον Σην σώσαντα, Εικόνα εκ πυρός βοώντα·

Χαίρε, τραυμάτων η θεραπεία·
χαίρε, σωμάτων η ευεξία.
Χαίρε, εκ πυρός Σην Εικόνα η σώσασα·
χαίρε, χαλεπώς ασθενούντας ιάσασα.
Χαίρε, πίναξ θεοχάρακτος, χαρισμάτων θεϊκών·
χαίρε, πίδαξ θείας χάριτος, και ταμείον δωρεών.
Χαίρε, ότι δαιμόνων καταφλέγεις το θράσος·
χαίρε, ότι μερόπων κατευφραίνεις το πλήθος.
Χαίρε, Χριστού καθέδρα περίδοξος·
χαίρε, εχθρού ενέδρα ολέθριος.
Χαίρε, πολλών δωρεών χορηγία·
χαίρε, σεμνών μοναστών προστασία.
Χαίροις Μήτερ Κυκκώτισσα.

Ξένων ώφθης αζύγοις, ημερών εν ευσήμων, νυκτί περιπλούσα ναόν Σου, λαμπροφόρος μετά ζοφεράν, της σεπτής Μονής Σου αγλαή Δέσποινα, πυρπόλησιν ων ήθελες, τα στόματα ανοίξαι ψάλλειν·
Αλληλούϊα.

Όμβρους γη τη διψώση, και αέρας ευκράτους, Κυκκώτισσα σεμνή Θεοτόκε, ως πλουτήσασα χάριν ημίν, δαψιλώς ως δρόσον θεϊκήν έδωκας, και χείλη πάντων ήνοιξας, φωνή Σοι στεντορεία κράζειν·

Χαίρε, νεφέλη η ομβροτόκος·
χαίρε, η θήκη η μυροβόλος.
Χαίρε, πανταιτίου Τριάδος το οίκημα·
χαίρε, φιλαρέτου ζωής εξεικόνισμα.
Χαίρε, νέφος θεοδώρητον, το κατάγον Ύδωρ ζων·
χαίρε, στέφος ανθοστόλιστον, αρετών παντοδαπών.
Χαίρε, γην την αυχμώσαν η πιάνασα όμβροις·
χαίρε, πόνον ελκώδη θεραπεύσασα τάχος.
Χαίρε, κρατήρ πολύτιμος χάριτος·
χαίρε, πρηστήρ εχθρού του αλάστορος.
Χαίρε, παστάς φωτοφόρος Κυρίου·
χαίρε, λαμπάς του φωτός του αδύτου.
Χαίροις Μήτερ Κυκκώτισσα.

Πάντες ώφθησαν ζώντες, οι κατακεχωσμένοι, υπό των ερειπίων Μονής Σου, και ακέραιοι και αβλαβείς, Σην ανύμνουν Μήτερ ακλινή εύνοιαν, και έκραζον Κυκκώτισσα, τω Τόκω Σου πανευσχημόνως·
Αλληλούϊα.

Ρεύματα Θεοτόκε, του αγιάσματός Σου, εκ πέτρας αναβλύζοντα ξένως, θεραπεύουσι νόσους δεινάς, και ιώνται άλγη ζοφερά πάνσεμνε, Κυκκώτισσα διόπερ νυν, βοώμέν Σοι αξιοχρέως·

Χαίρε, το πέλαγος των χαρίτων·
χαίρε, το στέλεχος θαυμασίων.
Χαίρε, Μανουήλ Βουτομίτου η ίασις·
χαίρε, ασθενούντων ταχεία επίσκεψις.
Χαίρε, πέτρα η πηγάζουσα, ύδωρ ιαματικόν·
χαίρε, χάρμα ομηγύρεως, των αΰλων στρατιών.
Χαίρε, ότι τα έλκη των ποδών θεραπεύεις·
χαίρε, ότι τα άλγη ασθενούντων διώκεις.
Χαίρε, δεινώς καμνόντων αντίληψις·
χαίρε, πικρώς στενόντων ανάψυξις.
Χαίρε, ιάτειρα μάνδρας του Κύκκου·
χαίρε, θεράπαινα του Παντεπόπτου.
Χαίροις Μήτερ Κυκκώτισσα.

Σύμπασα νήσος Κύπρος, τη θερμή αρωγή Σου, και θεία προστασία προσφεύγει, εν του βίου δειναίς συμφοραίς, και ασπαζομένη ευλαβώς έκτυπον, Σον πάνσεπτον Κυκκώτισσα, πληρούται χαρμονής και κράζει·
Αλληλούϊα.

Τις υμνήσει αξίως, δωρεών Σου τον πλούτον, Κυκκώτισσα ο πάσι παρέχεις; Το παιδίον γαρ προσκομισθέν, ως νεκρόν Εικόνι Ση σεπτή πάναγνε, ανέστησας και έπιθες, γεννήτορας αυτού κραυγάζειν·

Χαίρε, η έγερσις τεθνεώτων·
χαίρε, εκτύπωσις των μελλόντων.
Χαίρε, των γονέων φωνών επακούουσα·
χαίρε, των δικαίων λιταίς ους η κλίνουσα.
Χαίρε, νάμα ότι έβλυσας εκ της πέτρας θαυμαστώς·
χαίρε, κλαύμα ότι έπαυσας των θρηνούντων αλγεινώς.
Χαίρε, των εμπυρέτων νοσημάτων η δρόσος·
χαίρε, των δαιμονίων η ανίατος νόσος.
Χαίρε, πιστών ψυχής αγαλλίαμα·
χαίρε, ημών ατίμητον σέμνωμα.
Χαίρε, πνοή ζωτικής επιπνοίας·
χαίρε, πηγή αϊδίου ευκλείας.
Χαίροις Μήτερ Κυκκώτισσα.

Ύμνους υφαίνουσί Σοι, τα στρουθία του δάσους, Κυκκώτισσα και πλήθη μερόπων, συν Αγγέλων παμφώτων χοροίς, ότι πάσης πέλεις ορατής κτίσεως, και αοράτου άνασσα, πιστούς αναβοάν ποθούσα·
Αλληλούϊα.

Φαίνεις τη υφηλίω, Σων θαυμάτων ακτίσι, Κυκκώτισσα φωτόλαμπρε Μήτερ, και διώκεις παθών χοϊκών, τον ζοφώδη γνόφον των πιστώς πάντοτε, σπευδόντων τη Ση χάριτι, και ύμνοις μελιχροίς βοώντων·

Χαίρε, αστήρ τηλαυγής αγνείας·
χαίρε, λαμπτήρ βροτών συμπαθείας.
Χαίρε, η δεσμά της στειρότητος λύουσα·
χαίρε, η χαράν θλιβομένοις βραβεύουσα.
Χαίρε, Μήτερ η βαστάζουσα τον Χριστόν Ση δεξιά·
χαίρε, Κόρη πάντας σκέπουσα εν Ση σκέπη κραταιά.
Χαίρε, η της θαλάσσης καταπαύουσα δίνην·
χαίρε, η Σης αγάπης ενδεικνύουσα ψάμμον.
Χαίρε, Μονής του Κύκκου θησαύρισμα·
χαίρε, αυγής παμφώτου στεφάνωμα.
Χαίρε, πιστούς Ελεούσα απαύστως·
χαίρε, βροτοίς βοηθούσα αόκνως.
Χαίροις Μήτερ Κυκκώτισσα.

Χάριτος Σης πλουσίας, απολαύοντες πάντες, υμνούμέν Σε Κυκκώτισσα Μήτερ, και την κεκαλυμμένην μορφήν, Σης σεπτής Εικόνος ευλαβώς πάντοτε, αγνή κατασπαζόμεθα, και πόθω Σω Υιώ βοώμεν·
Αλληλούϊα.

Ψάλλων Σοι ο εκ πάθους, λυτρωθείς ανιάτου, ως έθηκεν αυτού τω τραχήλω, το κολλούριον εν τη Μονή, τη σεπτή Σου πόθω και χαρά έκραζε, Κυκκώτισσα πανύμνητε, ιάσεων παντοίων φρέαρ·

Χαίρε, ταμείον φιλανθρωπίας·
χαίρε, πυξίον φιλευσπλαγχνίας.
Χαίρε, ασφαλές των υμνούντων Σε στήριγμα·
χαίρε, τιμαλφές των τιμώντων Σε κλέϊσμα.
Χαίρε, ότι ηλευθέρωσας πάθους πρόσφυγα τον Σον·
χαίρε, ότι εθεράπευσας Καστορίας τον υιόν.
Χαίρε, η ξενοτρόπως Ελεούσα τον κόσμον·
χαίρε, η αλανθάστως οδηγούσα προς πόλον.
Χαίρε, παστάς Παντάνακτος έμψυχος·
χαίρε, λαμπάς θαυμάτων φωτόλαμπρος.
Χαίρε, πιστών αδιάπτωτον σθένος·
χαίρε, ημών σωτηρία και εύχος.
Χαίροις Μήτερ Κυκκώτισσα.

Ω Μονής Κύκκου γέρας, τιμαλφές Θεοτόκε, η τάχος Ελεούσα Σους δούλους (γ’), καταξίωσον πάντας τυχείν, της εν θείοις δόμοις χαρμονής κρείττονος, αεί τους Σε γεραίροντας, και ψάλλοντας Σω θείω Τόκω·
Αλληλούϊα.

Η μάχη στον ουρανό μεταξύ του Αρχαγγέλου Μιχαήλ και του δράκοντος και η τρίτη και τελική ήττα του δράκοντα

«Και εγένετο πόλεμος εν τω ουρανώ· ο Μιχαήλ και οι άγγελοι αυτού του πολεμήσαι μετά του δράκοντος· και ο δράκων επολέμησε και οι άγγελοι αυτού, και ουκ ίσχυσεν, ουδέ τόπος ευρέθη αυτώ έτι εν τω ουρανώ…» (Αποκ. ΙΒ, 7,9)

Ο Ιερός Ευαγγελιστής Ιωάννης βλέπει να γίνεται πόλεμος και μάχη στον ουρανό μεταξύ του Αρχαγγέλου Μιχαήλ και του Αγγελικού του Τάγματος εναντίον του δράκοντος-Διαβόλου και του Τάγματός του. Κατά την μάχη αυτή δεν υπερίσχυσε ο Διάβολος, αλλά νικήθηκε ολοσχερώς, η ήττα του ήταν τόσο μεγάλη, που δεν ευρέθη πλέον τόπος για αυτόν εις τον ουρανό και εβλήθηκε εις την γη. Ο δράκων, ο οποίος λέγεται και όφις ο αρχαίος και Διάβολος και Σατανάς, που παραπλανά την οικουμένη, εβλήθηκε, ερρίφθηκε στην γη μαζί με το Τάγμα των πονηρών αγγέλων του.

Εδώ βλέπουμε καθαρά ότι, όταν αναφέρεται στην Αποκάλυψη το επίθετο «δράκων» και «όφις ο μέγας ο αρχαίος» υπονοείται ο Διάβολος, ο Σατανάς. «Σατανάς» δε, λέγεται στα εβραϊκά, ενώ, «Διάβολος» στα ελληνικά, που σημαίνει αντίδικος, διαβολέας, κατήγορος Θεού και ανθρώπων.

Ο Ιερός Ευαγγελιστής σ’ αυτό το κεφάλαιο αποφεύγει επιμελώς να μιλήσει καθαρά για τα ονόματα και τα πρόσωπα, αλλά μιλά με επίθετα μυστικά και αλληγορικά. Αυτό το συνηθίζει σε όλη την Αποκάλυψη. Προσέχοντας, όμως, το περιεχόμενο και τα συμφραζόμενα μπορούμε να κατανοήσουμε το βαθύτερο νόημα των οπτασιακών εικόνων του Ιερού Ευαγγελιστού Ιωάννου.

Έτσι, σε αυτήν την εικόνα, που προαναφέραμε θέλει να μας πει ότι ο Διάβολος, που ερρίφθη από τον ουρανό στην γη είναι ήδη ηττημένος και νικημένος από τον Θεό και έρχεται στην γη για να διώξει τους Χριστιανούς, όχι ως νικητής και παντοδύναμος, αλλά ως ηττημένος και αδύναμος.

Θα έχει, όμως μεγάλη λύσσα, κακία, μίσος και μανία κατά των Χριστιανών, διότι γνωρίζει πολύ καλά ότι η τελειωτική του συντριβή και εξαφάνιση στην γέεννα του πυρός, στην αιώνια Κόλαση μετά του οργάνου του Αντιχρίστου θα γίνει πολύ σύντομα, σε 1260 ημέρες…

Άρα, οι πιστοί δεν πρέπει να δειλιάσουν, να φοβηθούν και να πανικοβληθούν από τον Διάβολο και το όργανό του θηρίο-Αντίχριστο, διότι είναι τα πιο αδύναμα και ανήμπορα και ταλαίπωρα πλάσματα του Θεού, τα οποία σύντομα θα τιμωρηθούν για την κακία και την αιμοβορία τους. Η πτώση και η ήττα του Διαβόλου στον καιρό του Αντιχρίστου θα είναι η τρίτη, η οριστική, η τελική και αιώνια στην Κόλαση.

Η πρώτη έγινε, όταν ο Εωσφόρος αλαζονεύτηκε κατά του Θεού ως το λαμπρότερο δημιούργημά Του και δεν σεβάστηκε τον Δημιουργό του, αλλά ήθελε να θέσει τον θρόνο του υπεράνω του θρόνου του Θεού.

Έτσι και ο Θεός τον τιμώρησε, τον έκανε από φωτεινό άγγελο σε σκοτεινό και πονηρό δαίμονα. Την πτώση αυτή την αναφέρει και ο Χριστός μας, όταν είπε στους μαθητές Του:

«Εθεώρουν τον σατανάν ως αστραπήν εκ του ουρανού πεσόντα». Η δε δεύτερη πτώση και ήττα του Σατανά επήλθε κατά την Ανάσταση του Χριστού. Διότι μετά την Ανάσταση περιορίστηκε η δύναμη και η εξουσία του επί των πιστών Χριστιανών και επί της φύσεως. Και όπως λέμε την Κυριακή της Αναστάσεως «Ανέστη Χριστός και πεπτώκασι δαίμονες, Ανέστη Χριστός και χαίρουσι άγγελοι, Ανέστη Χριστός και ζωή πολιτεύεται, Ανέστη Χριστός και νεκρός ουδείς επί μνήματος»

από το βιβλίο: «Ερμηνεία της Ιεράς Αποκαλύψεως κατά την Αγία Γραφή και τους Αγίους Πατέρες» – Μοναχού Μάξιμου Γαβριήλ Αγιορείτου.