Thursday, December 10, 2015

Η Ακολουθία των Εγκωμίων εις τον Άγιον και Θαυματουργόν Σπυρίδωνα



Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμώμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς πηγάζουσα ἰάματα πιστοῖς.

Μακαρίζομέν σε, Ἱεράρχα Χριστοῦ, καὶ τιμώμεν τὴν σορὸν τῶν λειψάνων σου, ὡς προχέουσαν ἰάσεων πηγάς.

Μακαρίζομέν σε, ὼ Σπυρίδων σοφέ, καὶ τιμῶμεν τὴν ἀγίαν σου λάρνακα, δι’ ἧς πᾶσι τὰς ἰάσεις χορηγεῖς.

Μακαρίζομέν σου, τὴν ἁγίαν ψυχήν, ἥν εἰς ἄνω μετὰ δόξης οἱ Ἄγγελοι, προσεκόμισαν τῷ πάντων βασιλεῖ.

Μακαρίζομέν σε, τῶν ποιμένων φωστήρ, ἐκκλησίας ὀχυρότατον ἕδρασμα, Ἱεράρχα καὶ δογμάτων θησαυρέ.

Τῶν πρᾳέων τύπος, ἀναδέδειξαι σύ, καὶ πασῶν τῶν ἀρετῶν τὸ θησαύρισμα, βασιλείας Ἱεράρχα κοινωνέ.

Ἐκ ποιμνίου ὥσπερ, τὸν Δαυΐδ ὦ σοφέ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Κύριος, σὲ ἀνέθετο εἰς ποίμνην λογικήν.

Τοῦ Δαυΐδ τὸ πρᾶον, μιμησάμενος σύ, καὶ τὸ ἄπλαστον Μωσέως μιμούμενος, ἀνεδείχθης ὅλος οἶκος τοῦ Θεοῦ.

Ζῇς καὶ μετὰ μόρον, ὥσπερ ἔφη Χριστός· ὁ πιστεύων εἰς ἐμὲ φησὶ ζήσεται, μὴ δεξάμενος θανάτου τὴν φθοράν.

Ἰακὼβ ἐδείχθης, πᾶσιν ἄλλος ἡμῖν, πρᾷος ὄντως ἱλαρός τε καὶ μέτριος, Ἱεράρχης ἄκακος θεοσεβής.

Ἀβραὰμ ἐκτήσω, τὸ φιλόξενον σύ, τοῦ Αὐσίτιδος Ἰώβ τε τὸ ἄμεμπτον, καὶ τὸν ζῆλον τοῦ Προφήτου Ἠλιού.

Ἐνὼχ μετετέθη, εὐαρεστήσας Θεῷ· σοῦ δὲ ὅλος Πάτερ μετάθεσις, ὑπῆρχεν ὁ βίος, Θεοῦ εὐαρεστοῦντος.

Ἰὼβ ἄλλος ὤφθης, σὺ Αὐσίτης σοφέ, ἄμεμπτος ἀληθινὸς καὶ ἀκέραιος, ἀπερχόμενος ἐκ πράγματος κακοῦ.

Πέτρου θεῖον ζῆλον, ἐκμιμήσω καλῶς· ὅθεν οὐρανῶν τὰς κλεῖς ἔλαβες, ὡς ἐκεῖνος ὦ Σπυρίδων σοφέ.

Νοητὸς ἐδείχθης, ὠκεάνειος ῥοῦς· τῇ πλημμύρᾳ τῶν πανσόφων λογίων σου, κατεξήρανας αἰρέσεων πηγάς.

Ὡς ἀστὴρ ἐφάνης, ἐν Συνόδῳ τὸ πρίν, τὸν γαυρότατον αἰσχύνας φιλόσοφον, καὶ τὸ κράτος τοῖς πιστοῖς παρεσχηκώς.

Ποταμὸς ἐδείχθης, νειλοάνειος σύ, πλημμυρεῖς τῶν σῶν θαυμάτων τὸ ἔλεος, καὶ ἰάσεις ἐπιχέεις τοῖς πιστοῖς.

Ἀρετῶν εἰς ὕψος, ἀναβὰς ὦ σοφέ, τῷ Θεῷ καθαρωτάτως ὡμίλησας, οὗ τῆς θείας αἴγλης λάμπρυνον ἡμᾶς.

Τῶν χηρῶν προστάτης, καὶ πατὴρ ὀρφανῶν, τῶν πενήτων χορηγὸς παναοίδιμε, σὺ ἐγένου καὶ πενθούντων χαρμονή.

Ἀπὸ τῶν περάτων, ἕως ἄκρου τῆς γῆς, ἡ λαμπρότης σῶν θαυμάτων ἐφήπλωται, καὶ φωτίζει τὰς καρδίας τῶν πιστῶν.

Οὐδεὶς καταφεύγων, ἐπὶ σὲ θαυμαστέ, καὶ αἰτεῖται θεραπείαν τοῦ σώματος, ἐκπορεύεται κενὸς θαυματουργέ.

Ἡ σορὸς ἡ θεία, τῶν λειψάνων τῶν σῶν, καθεκάστην χορηγεῖ τὰ ἰάματα, τοῖς πιστῶς προσερχομένοις ἐν αὐτῇ.

Κερκυραίων νῆσος, δεῦτε δράμε τανῦν, ἑορτάσαι τὴν σεβάσμιον κοίμησιν, τοῦ σεπτοῦ σου πολιούχου φαιδρῶς.

Τριμυθούντων κλέος, καὶ ποιμὴν ἀληθής, ἐγκαλλώπισμα Ὁσίων μακάριε, τοὺς ὑμνοῦντάς σε νῦν ῥύου συμφορᾶς.

Κερκυραίων πόλις, νῦν χορεύει λαμπρῶς, ἐκτελοῦσα ἑορτήν σου τὴν πάνσεπτον, Ἱεράρχα ἐπισκόπων ὁ φωστήρ.

Τοὺς ὑμνοῦντας πόθῳ, τὴν σὴν μνήμην σοφέ, διατήρησον ἀτρώτους ἐκ βλάβης τε, πονηρᾶς Ἱεραρχῶν ἡ καλλονή.

Κερκυραίων νῆσος, νῦν συντήρει σοφέ, σκέπε φρούρει διαφύλαττε πάντοτε, παρακλήσεσι σεπταῖς σου πρὸς τὸν Θεόν.

Τὴν ψυχήν μου Πάτερ, ἐκ παντοίων κακῶν, διατήρησον εὐχαῖς σου ἀπήμαντον, ὅπως πίστει σε καὶ πόθῳ προσκυνῶ.

Τῇ φρικτῇ ἐν ὥρᾳ, ὅταν μέλλω σοφέ, εἰς τὸ βῆμα τὸ φρικώδες παρίστασθαι, εὕροιμί σε Ἱεράρχα βοηθόν.

Δέξαι μου τὸν ὕμνον, κἄν ἐλάχιστος ᾗ, κἄν καὶ μέγα οὐ προσφθέγξαι δυνήσομαι, σύ μοι ἔμπνευσον λόγον εἰς τὸ ἐξῆς.

Μετὰ τῆς πανάγνου, Θεοτόκου σοφέ, καθικέτευε δοθῆναί μοι ἄφεσιν, τῶν πταισμάτων καὶ δεινῶν ἀπαλλαγήν.

Στόματι καὶ γλώσσῃ, καὶ ψυχῇ καὶ νοΐ, καὶ καρδίᾳ τε καὶ χείλεσιν Ἄχραντε, Θεοτόκε ἀληθῶς σε προσκυνῶ.

Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.

Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν θλιβομένων παράκλησιν, καὶ τῶν ἐν ἀνάγκαις θερμὸν προστάτην.

Ἄξιον ἐστί, μακαρίζειν σε τὸν Ἱεράρχην, ὡς τῶν ἀσθενούντων παράκλησιν, καὶ τῶν θλιβομένων παρήγορον τὸν θεῖον.

Ἄξιον ἐστί, μακαρίζειν σε Σπυρίδων μάκαρ, ὡς τῶν λυπουμένων παράκλησιν, καὶ τῶν κωφευόντων ταχύν τε ἰατῆρα.

Καὶ τίς ἱκανός, διηγήσασθαι τῶν σῶν θαυμάτων, Πάτερ τὸ ἀμέτρητον πέλαγος, ἅ καὶ ζῶν ἐτέλεις καὶ μετὰ μόρον μάκαρ.

Ἀδὰμ ἐντολήν, μὴ φυλάξας τῆς Ἐδὲμ ἐῤῥίφθη, σὺ λαβὼν δὲ ταύτην ἐφύλαξας, καὶ τοῦ Παραδείσου τετύχηκας θεόφρον.

Δεύτερος σοφέ, ἀναδέδειξαι Ἠλίας μάκαρ, ὄμβρους οὐρανίους κατήγαγες, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.

Ὄντως Ἰωσήφ, ἀνεφάνης Πάτερ σιτοδότης, ὄμβρον οὖν τῇ γῇ ἐχορήγησας, ἔθρεψας πεινῶντας εἰς εὐθήνιαν μάκαρ.

Ἄλλος Μωϋσῆς, ἀνεφάνης ἐπὶ γῆς παμμάκαρ, ῥάβδον γὰρ εἰς ὄφιν πάλαι πεποίηκε, σὺ δὲ εἰς χρυσίου μετέβαλες Σπυρίδων.

Ἐλισσαῖος σύ, ἀναδείκνυσαι ἄλλος θεόφρον, ἔστησας ποτάμια ῥεύματα, καὶ σὸν φίλον μάκαρ διέσωσας ἐν τάχει.

Ἔβλεψας σοφέ, εἰς ψυχῆς ἀθεωρήτους πόνους, πόρνης μηδαμῶς προσψαυσάσης σου, ἐξειπὼν τὰ ταύτης συγγνώμην ἐδωρήσω.

Σοῦ τῇ ἀστραπῇ, τῇ τῶν λόγων κατέκαυσας Πάτερ, πάλαι λῆρον ὄντως φιλόσοφον, ἐν τῇ πρώτῃ μάκαρ συνόδῳ Νικαέων.

Εἰς ἐστὶ Θεός, τρισυπόστατος ἐβόας μάκαρ, Ἄρειον τὸν ἄλογον ἥλεγξας, καὶ πιστοῖς τὸ κράτος ἐκύρωσας Σπυρίδων.

Ὤ θαῦμα φρικτόν, ὡς Χριστὸς ἐπὶ Λαζάρῳ πάλαι, οὕτω προσεφώνησας σὺ σοφέ, τὴν νεκτὰν ἐν τάφῳ καὶ λόγον ἀπέδωκέ σοι.

Ἐπαίδευσας ποτέ, δι’ αἰγὸς πλεονεξίας μάκαρ, ἁρπαγῆς ἀπέχεσθαι πάντοτε, καὶ τολμῆσαι μήπω ἐρᾶν τῶν ἀλλοτρίων.

Νόσου τε δεινῆς, βασιλέως Πάτερ τετρυχότος, Κωνσταντίου ταύτης ἀπήλλαξας, σεπταῖς πρεσβείαις πρὸς Κύριον Σπυρίδων.

Γνώσας μαθητοῦ, Τριφυλλίου ἐν τοῖς βασιλείοις, βλέποντος ποτὲ καὶ θαυμάζοντος, ἔλεγες Σπυρίδων τί τὰ κενὰ λογίζῃ;

Βάρβαρος γυνή, προσεποῦσα τοῖς ποσί σου μάκαρ, ᾔτει τοῦ παιδὸς αὐτῆς ἀναβίωσιν, παραχρῆμα δ’ αὖθις ἐζώωσας Σπυρίδων.

Ἔσχες ἐν φαιδρῷ, σοῦ τῷ σχήματι Ἀγγέλους Πάτερ, σοὶ συλλειτουργοῦντας καὶ ψάλλοντας, ὅτε ἀπεδίδως Κυρίῳ τὰς εὐχάς σου.

Σοῦ τῇ κεφαλῇ, ἐναπέκειντο ψεκάδες Πάτερ, ὥρᾳ τῇ τοῦ θέρους καὶ καύσωνος, τιμὴν ὑπερτέραν δηλοῦσαι Ἱεράρχα.

Δόξαν τε κενήν, καὶ ὑπέροφρυν φθογγὴν Λευΐτου, μάκαρ πληκτικῶς ἀπεκώφωσας, ἔσχατον δὲ πάλιν ἔλυσας Ἱεράρχα.

Γυναῖκα ποτέ, μοιχευθεῖσαν καὶ μὴ δεχομένην, τὴν ἐξομολόγησιν πάνσοφε φεῦ! ἐπιτήμησας παρέδωκας θανάτῳ.

Ἤλεγξας σοφέ, κακοδόξων τὰς αἱρέσεις Πάτερ, ἄγαλμα δὲ τούτων συνέτριψας, προσευχῇ σου θείᾳ Σπυρίδων θεοφόρε.

Ἔπρεπεν ἡμῖν, ὡς ὁ θεῖος ἀνεβόα Παῦλος, τοιοῦτος ἀρχιερεὺς Ὅσιος, ἀμίαντος πρᾷος καὶ ἄκακος Σπυρίδων.

Δέσποινα σεμνή, Παναγία Θεοτόκε Κόρη, Σὲ καθικετεύω καὶ δέομαι, μή με ἀποῤῥίψης ἀπὸ τοῦ σοῦ προσώπου.

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ αἱ πᾶσαι, μακαρίζομέν σε, Σπυρίδων θεοφόρε.

Σὲ μακαριοῦμεν, τῶν Ἀρχιερέων, κειμήλιον τὸ θεῖον.

Ἄγγελος ἐφάνης, ἐπὶ γῆς τρισμάκαρ, οὐράνιος θεόφρων.

Φίλος ἀνεδείχθης, γνήσιος τοῦ πάντων, Θεοῦ θαυματοφόρε.

Ποτάμια ῥεῖθρα, ἔστησας Σπυρίδων, σῇ πρὸς Θεὸν δεήσει.

Νεκροὺς εἶ ἀναστήσας, τῇ προσευχῇ σου μάκαρ, ὡς τοῦ Θεοῦ θεράπων.

Ἱεράρχα Πάτερ, Σπυρίδων θεοφόρε, σῶζε τοὺς σὲ ὑμνοῦντας.

Τοὺς εὐρύθμους ψάλτας, τῆς σῆς ὑμνῳδίας, φύλαττε εἰς αἰῶνα.

Δέσποινα Παρθένε, μετὰ τοῦ Ἱεράρχου, σκέπε τοὺς σὲ ὑμνοῦντας.

Ἕτερα. Ἰδιόῤῥυθμα.

Ἦχος πλ. α΄.

Σὲ τὸν Ἱεράρχην, μακαρίζομεν πάντες οἱ εὐσεβεῖς ὡς θεράποντα Χριστοῦ τοῦ Θεοῦ.

Σὲ Θεοῦ θεράπων, μακαρίζομεν πάντες οἱ γηγενεῖς ὡς μεσίτην πρὸς Χριστὸν τὸν Θεόν.

Σὲ δοξάζει μάκαρ, ὁ τῶν πάντων Ἱεράρχης καὶ Θεός, ὡς δοξάσαντα ἐν πᾶσιν αὐτόν.

Σὲ Σπυρίδων μάκαρ, μακαρίζει τῶν πιστῶν ἠ πληθύς, ὡς μακάριον ποιμένα καὶ καλόν.

Θάλασσα ἐδείχθης, τῶν θαυμάτων ξένη ὄντως σοφέ, καὶ βραβεύεις πᾶσιν ἴασιν νῦν.

Σὺν Ἀγγέλοις ἄδων, τὸν Τρισάγιον ὕμνον τῷ ποιητῇ, τῶν τιμώντων σε μνημόνευε σοφέ.

Θεόφρων Σπυρίδων, χαίροις ἄνω ἐντρυφῶν τοῖς ἀγαθοῖς, οἷς χαρίτωσον καὶ ἡμᾶς τοὺς πιστούς.

Ἕτερα. Ἦχος γ΄.

Τὸν ποιμένα τὸν μέγαν, τὸν ἐκ τοῦ ποιμνίου, Σπυρίδωνα τὸν θεῖον, ὑμνήσωμεν συμφώνως.

Τῶν Ἀρχιερέων κρηπὶς ἀνεδείχθης καὶ στύλος εὐσεβείας, Σπυρίδων θεοφόρε, πτωχῶν δὲ πλουτοδότης.

Συνόδῳ τῇ πρώτῃ, σὲ Θεὸς δοξάζει, Ἄρειον τὸν ἄνουν, μωραίνοντα σοῖς λόγοις, Σπυρίδων Ἱεράρχα.

Ἡ σορὸς τῶν λειψάνων, βρύει καθ’ ἑκάστην, ἰάματα Σπυρίδων, τοῖς πίστει προσιοῦσιν, ἐν τῇ θερμῇ σου σκέπῃ.

Θαυμάσιε Σπυρίδων, δέξαι μου τὸν ὕμνον, καὶ βράβευσόν μοι χάριν, ἐξ ὕψους θεοφόρε, ἵνα σὲ μακαρίζω.

Ἕτερα. Θεοτοκία.

Ἀκατάφλεκτε βάτε, ἀλατόμητον ὄρος, πόλις τοῦ μεγάλου βασιλέως, χαῖρε Κόρη.

Βάτον καιομένην, καὶ μὴ φλεγομένην, προεώρα πάλαι, Μωϋσῆς ὁ θεόπτης, ἐν τῷ Σιναίῳ ὄρει.

Γῆν τὴν παναγίαν, τέξασαν ἀσπόρως, ἄσταχυν τὸν θεῖον, Χριστὸν τὸν ζωοδότην, ὑμνήσωμεν ἀπαύστως.

Δέσποινα Παρθένε, Μαρία Θεοτόκε, μετὰ τοῦ Ἱεράρχου, Σπυρίδωνος τοῦ θείου, φώτιζε τοὺς σὲ ὑμνοῦντας.

Πυρίμορφε στύλε, ὁλόφωτε λυχνία, λαβὶς ἀνθρακοφόρε, καὶ Σκηνὴ καὶ Πόκε χαῖρε.

Ζωηφόρε πανύμνητε, ζώωσόν με μόνη, ἡ πρόξενον τεκοῦσα, ζωῆς τῆς ἀϊδίου, ἵνα σε μεγαλύνω.

Ὁδηγήτρια πάναγνε, ῥῦσαι πάσης βλάβης, τὸ λάχος τοῦ Υἱοῦ σου, βαρβάρων τῶν ἀθέων, σοὶ γὰρ ἐλπίζει μόνῃ.

Χαίροις θρόνε πυρίμορφε, χαίροις στάμνε θεία, καὶ κλίνη καὶ λυχνία, χρυσόμορφε καθέδρα, χαίροις καὶ πάλιν χαίροις!

Τὴν ἀνερμηνεύτως Κόρην, τὸν ἕνα τῆς Τριάδος, συλλαβοῦσαν καὶ ἀποτεκοῦσαν, λόγοις Προφητῶν τε, ὑμνήσωμεν συμφώνως.

Ὤ φωτὸς δοχεῖον, τοῦ ἐνυποστάτου, λάμπρυνον ψυχῆς μου, καὶ σώματος τὰς κόρας, ἵνα σε μεγαλύνω.

Wednesday, December 9, 2015

Χαιρετισμοί των Αγιων της Εν Τη Ιερά Μονή Διονυσίου Αγίου Όρους




 Εἰκοσιτέσσαρες κατ᾿ ἀλφάβητον Οἴκοι εἰς τοὺς Ἐνδεκαριθμους Ὁσίους Πατέρας τοὺς ἐν τῇ καθ᾿ ἡμᾶς Ἱερὰ Μονὴ τοῦ Ἁγίου Διονυσίου διαλάμψαντας. Ποίημα (Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) 
Κοντάκιον.
 Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἐνδεκαριθμοι χαίρετε.

Ἄγγελοι ἐν τῷ κόσμῳ, ἀνεδείχθητε ὄντως, Πατέρες διὰ βίου τελείου (ἐκ γ΄) καὶ νῦν τοῖς τῶν Ἀγγέλων χοροῖς, συνόντες καὶ ἐν μετοχῇ θεούμενοι, ὑπὲρ ἡμῶν πρεσβεύετε, τῶν βοώντων ὑμῖν τοιαῦτα·
Χαίρετε, λύχνοι τῆς ἐγκρατείας·
χαίρετε, στῦλοι τῆς Ἐκκλησίας.
Χαίρετε, ἀσκήσεως ἄνθη ἀμάραντα·
χαίρετε, ἀθλήσεως δένδρα κατάκαρπα.
Χαῖρε, δῆμος ἐνθεώτατος πενταρίθμων Ἀσκητῶν·
χαῖρε, σύστημα ἀήττητον ἑξαρίθμων Ἀθλητῶν.
Χαίρετε, τῆς ἀγάπης φωτοφόροι ἀστέρες·
χαίρετε, θεοφόροι Ἀθληταὶ καὶ Πατέρες.
Χαίρετε, σκεύη φωτὸς τοῦ κρείπονος·
χαίρετε, ξίφη κατὰ τοῦ χείρονος.
Χαίρετε, ἄρνες τῆς θείας ἀγέλης·
χαίρετε, πλήρεις τῆς ἄνωθεν αἴγλης.
Χαίρετε Πατέρες ἑνδεκάριθμοι

Βίον τὸν τῶν Ἁγίων, ἐκ καρδίας ποθοῦντες, προσὴλθετε καιροῖς ἐν ἰδίοις, ὡς πρόβατα τῄδε τῇ Μονῇ, ἐκ διαφόρων πατρίδων μακάριοι, καὶ ἐναρέτοις σκάμμασιν, ἐκλαμπετε Χριστῷ βοῶντες·
Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, ἐν πολλῇ ἡσυχίᾳ, καὶ φῶς ἀπ᾿ οὐρανοῦ βλέψας θεῖον, ἐγείρεις τῷ Χριστοῦ Βαπτιστῇ, Μονὴν περιφανῆ Διονύσιε, ἐν ᾗ οἱ θείως ἀσκούμενοι, βοῶσί σοι ἐν εὐφροσύνη·
Χαῖρε, ὁ οἶκος τοῦ Παρακλήτου·
χαῖρε, τὸ δένδρον τοῦ Παραδείσου.
Χαῖρε, ὁ δομήτωρ Μονῆς σου ὁ πρώτιστος·
χαῖρε, ὁ κοσμήτωρ ἡμῶν καὶ διδάσκαλος.
Χαῖρε, βίβλος θεοτύπωτος τῆς μονήρους βιοτῆς·
χαῖρε, τύπος πρακτικώτατος τῆς ἀσκητικῆς ζωῆς.
Χαῖρε, ὅτι ἐδείχθης Μοναστῶν κυβερνήτης·
χαῖρε, ὅτι ἐφάνης Ἀσκητῶν παιδοτρίβης.
Χαῖρε, ποιμὴν ἡμῶν ἐνθεωτατος·
χαῖρε, λιμὴν ψυχῶν ἀκλυδώνιστος.
Χαῖρε, λαμπτὴρ τῶν σεπτὼν φοιτητῶν σου·
χαῖρε, πατὴρ συμπαθὴς τῶν υἱῶν σου.
Χαίροις, Πάτερ Διονύσιε.

Δύναμιν θείαν ἔχων, πλείστους ἥνυσας δρόμους, τὴν σὴν καταρτιζόμενος ποίμνην, καὶ ἐν Τραπεζούντι γεγονώς, πρὸς Χριστὸν Διονύσιε ἀνέδραμες, τῶν πόνων σου τὰ ἔπαθλα, δρεπόμενος Πάτερ καὶ ψάλλων·
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ Ἄθῳ, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ πᾶσαν λαμπρύνεις Ἐκκλησίαν, τῇ γὰρ ἄνωθεν Νήφων βουλῇ, Κωνσταντινουπόλεως ποιμὴν γέγονας, πυρσεύων θείοις τρόποις σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα*
Χαῖρε, φωστὴρ ὁ τῆς Ἐκκλησίας·
χαῖρε, λαμπτὴρ τῆς Ὀρθοδοξίας.
Χαῖρε, Βυζαντίου ποιμὴν ὁ θεόσοφος·
χαῖρε, Ἱεράρχης Κυρίου θεόληπτος.
Χαῖρε, ὕψος ταπεινώσεως διὰ βίου ὑψηλοῦ·
χαῖρε, βάθος τῆς φρονήσεως ὡς θεράπων τοῦ Θεοῦ.
Χαῖρε, ὅτι στηρίζεις κλονουμένας καρδία
χαῖρε, ὅτι καθαιρεῖς τῶν ψυχῶν τὰς κηλῖδας.
Χαῖρε, λαμπρὸν τῆς χάριτος ὄργανον·
χαῖρε, πιστῶν τὸ θεῖον προσφύγιον.
Χαῖρε, δι’ οὐ Δακία ηὔγασθη,
χαῖρε, δι᾿ οὗ ἡ κακία ἠλάθη.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.

Ζήλῳ τῶν Ἀποστόλων, σωτηρίας τὸν λόγον, κηρύττεις σοφὲ ἐν τῇ Δακίᾳ· καὶ παρὰ Κυρίου δοξασθείς, ὡς θησαυρὸν θεῖον ἡμῖν κατέλιπες, τὴν θήκην τῶν λειψάνων σου, Πάτερ Νήφων τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.

Ἡ τοῦ Πνεύματος χάρις, ἐνοικήσασα Πάτερ, λαμπρῶς τῇ καθαρᾷ σου καρδίᾳ, χάριτος σαφῶς προφητικῆς, καὶ διακρίσεως λύχνον σὲ δείκνυσι, λαμπρύνοντα Δόμετιε, τοὺς εὐλαβώς σοι ἐκβοῶντας·
Χαῖρε, τῶν κάτω ὁ ὑπερόπτης·
χαῖρε, τῶν ἄνω θεῖος ἐπόπτης.
Χαῖρε, ἡσυχίας κανὼν ἀπλανέστατος·
χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατος.
Χαῖρε, ἄστρον προοράσεως καὶ Ὁσίων μιμητής·
χαῖρε, λύχνος διακρίσεως καὶ Μιγάδων ῥυθμιστής.
Χαῖρε, Διονυσίου φίλος τοῦ θεοφόρου·
χαῖρε, τῆς ἐνεργείας σκεῦος τῆς θεοσδότου.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὴν νέκρωσιν·
χαῖρε, λαβὼν τὴν ἄνωθεν θέωσιν.
Χαῖρε, ποιμὴν Μοναζόντων ὁ θεῖος·
χαῖρε, ζωῆς ἐνάρετου ὁ τύπος.
Χαίροις, Πάτερ Δομέτιε.

Θεϊκῆς ἐπιπνοίας, πληρωθεὶς τὴν καρδίαν, Δομέτιε Κυρίου θεράπων, τῆσδε τῆς ποίμνης σοφὸς ποιμήν, μετὰ τὸν θεῖον ὤφθης Διονύσιον, ἥνπερ καλῶς ἐποίμανας, βοώσαν σὺν σοὶ τῷ Κυρίῳ·
Ἀλληλούϊα.

Ἱερός σου ὁ βίος, ὦ Λεόντιε ὤφθη, ἐν ταύτῃ τῇ Μονῇ τῇ πανσέπτῳ· διὸ μετὰ τέλος τὸ σόν, μύρα βλύζει ὁ τάφος σου πανεύοσμα, εὐφραίνοντα μακάριε, τοὺς ἐκβοώντάς σοι τοιαῦτα·
Χαῖρε, τοῦ Πνεύματος μυροθήκη·
χαῖρε, τῆς χάριτος ἔμπνους στήλη.
Χαῖρε, μυστικῆς γεωργίας κιννάμωμον·
χαῖρε, θεϊκῆς εὐωδίας ἀλάβαστρον.
Χαῖρε, μύρον πολυσύνθετον ἐνεργείας ἀρετῶν·
χαῖρε, βότρυς ὁ παμπέπειρος στάζων θεῖον γλυκασμόν.
Χαῖρε, ὅτι ἐδέξω τὴν θεόπνευστον χάριν·
χαῖρε, ὅτι ἐδείχθης ἀρωμάτων φιάλη.
Χαῖρε, πηγὴ ἐν Ἄθῳ μυρόβλυτος·
χαῖρε, ὀσμὴ τῆς θείας χρηστότητος.
Χαῖρε, σταγὼν Ἀερμὼν ἐξ ἁγίου·
χαῖρε, ῥοὴ ἐξ Ἐδὲμ Παραδείσου.
Χαίροις, Πάτερ Λεόντιε.

Κῆπον ἠθῶν ὁσίων, τὴν ψυχήν σου τελέσας, ἀρετῶν γεωργοῦσαν τὰ κρίνα, ἅπερ εἰς μῦρον πνευματικόν, μεταποιηθέντα Πάτερ Λεόντιε, μυροβλύτην σὲ ἔδειξαν, εὐωδιάζοντα τοὺς βοῶντας·
Ἀλληλούϊα.

Λυτρωθεὶς προμηθείᾳ, ἐκ τῆς αἰχμαλωσίας, τῆς μόνης Θεοτόκου Μαρίας, φερωνύμως φίλος τοῦ Θεοῦ, τῇ ἰσαγγέλῳ πολιτείᾳ γέγονας, ᾧ καὶ ἡμᾶς οἰκείωσαι, Φιλόθεε τοὺς σοὶ βοῶντας·
Χαῖρε, ὁ φίλος τοῦ Ζωοδότου·
χαῖρε, ὁ μύστης τῆς Θεοτόκου.
Χαῖρε, ὁ ζηλώσας Ὁσίων τὴν ἄσκησιν·
χαῖρε, ὁ ἔνεγκας καμάτων τὴν ἄνθησιν. Χαῖρε, ὅτι ἐταπείνωσας τῶν δαιμόνων τὴν ὀφρύν· χαῖρε, ὅτι κατεπλούτησας τῶν Ἀγγέλων τὴν ἰσχύν. Χαῖρε, ὁ διανύσας τὸν σὸν βίον ὁσίως· χαῖρε, ὁ τὸν ἀγῶνα ἐκτελέσας νομίμως. Χαῖρε, κανὼν Μοναστῶν εὐθύτατος· χαῖρε, φωτὸς τῆς χάριτος ἔμπλεως. Χαῖρε, οὐ ἡ κᾶρα ὡς ἄστρον ὤφθη· χαῖρε, πρὸς ὃν ὁ ἁλιεὺς τότε ἔφη·Χαίροις, Πάτερ Φιλόθεε.

Μένων ἐν τῇ ἀγάπῃ, τοῦ Κυρίου ὦ Πάτερ, εἰς ἄκρον τελειότητος ἤρθης, διὸ τὸ σκῆνός σου τὸ σεπτόν, ἀποῤῥίψαι εἰς δρυμὸν τῷ μαθητῇ σου, Φιλόθεε παρὴγγειλας, ἐν ταπεινώσει Θεῶ ψάλλων·
Ἀλληλούϊα.

Νίκην ἄρας ἁγίαν, ἐν ἀσκήσει ὁσἰᾳ, ὑπῆλθες τῶν Μαρτύρων τὸ σκάμμα· παιδοτριβούμενος γὰρ σοφῶς, τῷ Ἱεράρχῃ Μακάριε Νήφωνι, μαρτυρικῶς ἠρίστευσας διό σοι ἅπαντες βοῶμεν·
Χαῖρε, ὁμότροπε τῶν Ὁσίων·
χαῖρε, ὁμόζηλε τῶν Μαρτύρων.
Χαῖρε, φοιτητὰ θεοφόρε τοῦ Νήφωνος·
χαῖρε, Ἀθλητὰ νικηφόρε τοῦ Κτίσαντος.
Χαῖρε, ὅτι ὡμολόγησας τὸν Σωτῆρα τοῦ παντός·
χαῖρε, ὅτι χαίρων ἤνεγκας τὰς αἰκίας τῆς σαρκός.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ νεότευκτον γέρας·
χαῖρε, τῆς εὐσεβείας τὸ νεοφωτον σέλας.
Χαῖρε, ἐχθρῶν αἰσχύνας τὸ φρύαγμα·
χαῖρε, πιστῶν στηρίξας τὸ φρόνημα.
Χαῖρε, ζωῆς κοινωνὲ μακαρίας·
χαῖρε, χαρὰς μέτοχε αἰωνίας.
Χαίροις, Μάρτυς Μακάριε.

Ξίφει τὸν σὸν αὐχένα, μετὰ πλείστους ἀγῶνας, τμηθεὶς Ὁσιομάρτυς ἀνδρείως, διέκοψας κεφαλὰς ἐχθρῶν, ἐν ἐκστάσει προφητικῶς Μακάριε, καὶ νικηφόρος ἔδραμες, τῷ ἀθλοθέτῃ Χριστῷ ψάλλων·
Ἀλληλούϊα.

Ὁλικῶς προσανέχων, Νήφωνι τῷ ἐνθέῳ, τῇ θείᾳ ἐπτεῥώθης ἀγάπῃ· καὶ τὴν ἀσκητικὴν στολὴν, ἀθλητικοῖς σου αἵμασιν ἐφοίνιξας, ὦ Ἰωάσαφ ἔνδοξε, στηρίζων τοὺς πίστει βοῶντας·
Χαῖρε, ὁ ἔνθεος ἐν ἀσκήσει·
χαῖρε, ὁ ὅσιος ἐν ἀθλήσει.
Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·
χαῖρε, ὁ ἐλέγξας ἐχθρῶν τὰ βουλεύματα.
Χαῖρε, μύστης ἐνθεωτατος Νήφωνος τοῦ ἱεροῦ·
χαῖρε, Μάρτυς ἀληθέστατος τοῦ Παντάνακτος Χριστοῦ.
Χαῖρε, ὅτι ἐκτρέπεις τῶν τῆς Ἄγαρ τὴν πλάνην·
χαῖρε, ὅτι ἐδέξω τὴν σωτήριον χάριν.
Χαῖρε, Χριστοῦ θεράπων ὁ γνήσιος·
χαῖρε, πιστῶν λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε, φυτὸν οὐρανίου λειμῶνος·
χαῖρε, πρηστὴρ κατ’ ἐχθροῦ λυμεῶνος.
Χαίροις, Ἰωάσαφ ἔνδοξε.

Πόνων κατατολμήσας, Ἰωάσαφ ποικίλων, ἐδέξω τὸ μακάριον τέλος, καὶ τῆς ἀτελευτήτου ζωῆς, Ὁσιομάρτυς ἐκομίσω τὸν στέφανον, σὺν Ἀγγέλοις χορεύων, καὶ τῇ Τριάδι ἀεὶ ψάλλων·
Ἀλληλούϊα.

Ῥεῖθροις τοῖς τῶν δάκρυὧν, καθαρθεὶς τὴν καρδίαν, Χριστὸν ἐνεδύσω φερωνύμως, Χριστοφόρε καὶ πόθῳ θερμῷ, ὑπὲρ αὐτοῦ τὸ αἷμά σου ἔχεας· διὸ τῆς σῆς ἀθλήσεως, ὑμνοῦμεν τὴν χάριν βοῶντες·
Χαῖρε, Χριστὸν ὁ ἐνδεδυμένος·
χαῖρε, λαμπρῶς ὁ ἠγωνισμένος.
Χαῖρε, ὁ κηρύξας τὴν κλῆσιν τὴν ἔνθεον·
χαῖρε, ὁ αἰσχύνας τὴν πλάνην τὴν βέβηλον.
Χαῖρε, στρατιώτης ἄριστος τῆς στρατείας τοῦ Χριστοῦ·
χαῖρε, καθαιρέτης κράτιστος τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι παρέχεις δρόσον παραμυθίας·
χαῖρε, ὅτι ἐξαίρεις καύσωνα ἀθυμίας.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὰ στίγματα·
χαῖρε, αὐτοῦ πληρώσας τὰ ῥήματα.
Χαῖρε, ζωῆς μετασχὼν ἀθανάτου·
χαῖρε, χαρὰς κοινωνῶν ἀκηράτου.
Χαίροις, Χριστοφόρε ἔνδοξε.

Στίλβον τὸ πρόσωπόν σου, τῇ ἔνδοθεν θεαυγείᾳ, θαυμαστῶς Χριστοφόρε ὡράτο, ὁπηνίκα εἵλκου πρὸς σφαγήν, πρὸς ἥν ἀγαλλομένῃ ψυχη ἔσπευδες, Χριστῷ τῷ ἀνάσταντι, ψάλλων τὸν ἐπινίκιον ὕμνον·
Ἀλληλούϊα.

Τῆς ψυχῆς τὸ γενναῖον, ἱερῶς ὑπεμφαίνων, ὦ Γεννάδιε Ὁσιομάρτυς, ἐκ παλαισμάτων ἀσκητικῶν, πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας, οὕς ἐν Χριστῷ τετέλεκας, ἀκούων παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, ἰσχύος θείας ὁ πλήρης·
χαῖρε, ἀγάπης Χριστοῦ ὁ μύστης.
Χαῖρε, ὁ καθάρας τὸν νοῦν δι᾿ ἀσκήσεως·
χαῖρε, ὁ δοξάσας Χριστὸν δι’ ἀθλήσεως.
Χαῖρε, ἄνθος τὸ νεόδρεπτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, βέλος τὸ ὀξύτονον κατ᾿ ἐχθροῦ τοῦ νοητοῦ.
Χαῖρε, ὅτι ἐῤῥύσθης συναφείας ἐνύλου·
χαῖρε, ὅτι ἐπλήσθης φωταυγείας ἀύλου.
Χαῖρε, λαμπὰς ἡ νέα τῆς πίστεως·
χαῖρε, στεῤῥὸς ὁπλίτης τοῦ Κτίσαντος.
Χαῖρε, Χριστοῦ τὴν λαμπρότητα βλέπων·
χαῖρε, ἡμῖν θείαν χάριν παρέχων.
Χαίροις, μάκαρ Γεννάδιε.

Ὑπερήφανον ὄφιν, κατεπόντισας Μάρτυς, θαλάσσῃ τῶν οἰκείων αἱμάτων, ἀποτμηθείς σου τὴν κεφαλήν, καὶ πρὸς τὴν γῆν τῶν πραέων ἀνέδραμες, ὁρῶν τὰ ὑπὲρ ἔννοιαν, Γεννάδιε καὶ Χριστῷ ψάλλω·
Ἀλληλούϊα.

Φωτισθεὶς τῇ καρδίᾳ, τῶν παθῶν τῇ νεκρώσει, ἐδέξω τὴν οὐράνιον φλόγα, καὶ πρὸς ἀγῶνας ἀθλητικούς, χωρήσας τὴν ὕλην τῆς πλάνης ἔφλεξας, Ἰωσὴφ τῇ ἀθλήσει σου, διεγειρὼν ἡμᾶς βοᾷν σοι·
Χαῖρε, πυρσὸς τῆς θείας ἀγάπης·
χαῖρε, σκηπτὸς κατὰ τῆς ἀπάτης.
Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὴν ἄθλησιν·
χαῖρε, ὁ δοξάσας Κυρίου τὴν σάρκωσιν.
Χαῖρε, κάρπωμα νεόθυτον πρὸς Χριστὸν τὸν Λυτρωτήν·
χαῖρε, ἱερεῖον ἔμψυχον πρὸς τὸν πάντων Ποιητήν.
Χαῖρε, ὅτι ἡγήσω ὡς τρυφὴν τὴν ἀγχόνην
χαῖρε, ὅτι ἐδέξω φωταυγὴῆ ἀμπεχόνην.
Χαῖρε, λαβὼν τὴν θείαν ἀντίδοσιν·
χαῖρε, ἐχθροῦ ἐκλύων τὴν δύναμιν.
Χαῖρε, δι᾿ οὗ κατεβλήθη ὁ δράκων·
χαῖρε, δι᾿ οὗ φωταυγοῦμαι κραυγάζων·
Χαίροις, Ἰωσὴφ μακάριε.

Χαίρων περιεβάλου, Ἰωσὴφ τὴν ἀγχόνην, ὡς θεῖον περιδέραιον μάκαρ, δι᾿ ἧς ἀγχονίσας τὸν ἐχθρόν, θεούφαντον πορφύραν ἠμφίεσαι, κινδύνων τε καὶ θλίψεων, λυτρούμενος τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.

Ψάλλειν ἠξιωμένος, ἐν ὑψίστοις θεόφρον, τελέσας μαρτυρίου τὸν δρόμον, σὺν Ἀγγέλων Παῦλε τοῖς χοροῖς, τῇ Τριάδι ὕμνον τὸν τρισάγιον, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν πίστει σοι ἐκβοώντων·
Χαῖρε, ὁ νέος ἐν Ἀθλοφόροις
χαῖρε, ὁ θεῖος ἐν θεοφόροις.
Χαῖρε, τῶν Μαρτύρων ἐν πᾶσιν ἰσότιμος·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ὅσιος ἐν Μάρτυσιν ὡς ἀθλήσας ἀνδρικῶς·
χαῖρε, ἓδρασμα νεότευκτον τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, ὅτι ἐδείχθης ἀῤῥαγὴς Ἀθλοφόρος·
χαῖρε, ὅτι ἐγένου τοῦ Χριστοῦ κληρονόμος.
Χαῖρε, δι᾿ οὗ παθῶν καθαρθήσομαι·
χαῖρε, δι᾿ οὗ Κυρίῳ ὀφθήσομαι.
Χαῖρε, λαβὼν ἀφθαρσίας τὸ γέρας,
χαῖρε, ἡμῶν θεοδώρητον κέρας.
Χαίροις, Παῦλε πανένδοξε.

Ὦ συνέλευσις θεία, θεοδόξαστε δῆμε, ἑνδεκαρίθμων θείων Πατέρων (ἐκ γ´) ἐν ἀγάπῃ τελείᾳ ἡμᾶς, διατηρεῖτε ταῖς ὑμῶν δεήσεσιν, ὡς ἂν ζωὴν ἐνάρετον, ἀνύοντες Θεῷ βοῶμεν·
Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν 'Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἑνδεκάριθμοι χαίρετε.

Δίστιχον.
Χαρὰς νοητῆς Πατέρες πλήσατέ με
Γεράσιμον τὸ χαῖρε ὑμῖν βοῶντα.

Χαιρετιστήριοι Οίκοι εις τον εν Αγίοις Πατέρα ημών Λουκάν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κριμαίας, τον Ανάργυρον Ιατρόν και Ομολογητήν της Πίστεως, τον Θαυματουργόν




Κοντάκιον



Ήχος πλ. δ΄. Τη Υπερμάχω.

Συμφερουπόλεως ποιμένα θεοφώτιστον, και ιατρόν τον επιστήμονα τον άριστον, ως φιλάγιοι υμνήσωμεν εγκαρδίως· εν Ρωσία γαρ βιώσας ώσπερ άγγελος, ωμολόγησε Χριστού το θείον όνομα· διό κράζομεν· Χαίροις Λουκά αξιάγαστε.

Άγγελος πάτερ ώφθης, επ’ εσχάτων των χρόνων, εν χώρα δυστυχούντων ανθρώπων (εκ γ’)· βιοτεύσας ενθέως εν γη, Ιεράρχα Λουκά όντως το πρότυπον, λαού και κλήρου γέγονας, διόπερ σοι εβόων ταύτα·

Χαίρε το εύχος πάσης Ρωσίας·
χαίρε το σκεύος της ευσεβείας.
Χαίρε ποιμάνσεως ανθρώπων το μίμημα·
χαίρε ιατρείας άλγούντων το καύχημα.
Χαίρε ότι ωμολόγησας τον Χριστόν ανδροπρεπώς·
χαίρε ότι εθεράπευες άρρωστήματα βροτών.
Χαίρε ότι εκ παίδων ηλικίας εκλάμπεις·
χαίρε ότι εγγάμων συζυγίας ηράσθης.
Χαίρε τεκνίων των σων το φέγγισμα·
χαίρε πιστών το άγιον κλέισμα.
Χαίρε σεμνών Επισκόπων ο κόσμος·
χαίρε ηθών ουρανίων ο τόμος.

Χαίροις Λουκά αξιάγαστε.

Βλέπων τα των αγίων, εν Κιέβω οστέα, εμίσησας του κόσμου ηδέα, και χωρήσας Λουκά ακλινώς, προς της πίστεως τα σκάμματα έχαιρες, κραυγάζων παναοίδιμε, αγγέλων σταθηρώς τον ύμνον·

Αλληλούϊα.

Γνώσιν έχων κατ’ άμφω, κοσμικήν τε και θείαν, εσκέδασας αθέων σκοτίαν, και την τέχνην Λουκά ιατρών, μετιών των βροτών αρρωστήματα, τη αρωγή της χάριτος, πλειστάκις εθεράπευσας, διό εβόων σοι τοιαύτα·

Χαίρε η έγερσις των καμνόντων
χαίρε η θάρσησις των στενόντων.
Χαίρε δυσιάτων αλγών η κατάπαυσις·
χαίρε ασθενούντων μερόπων ανάστασις.
Χαίρε στήριγμα ακλόνητον φοβουμένων τον Θεόν·
χαίρε πύργος ακατάσειστος ευσεβών χριστιανών.
Χαίρε των ακεστόρων ποδηγός χρηματίσας·
χαίρε αδικουμένων τας καρδίας πτερώσας.
Χαίρε λαλών σοφίας τα ρήματα·
χαίρε στομών αθέων τα στόματα.
Χαίρε Μητρός του Χριστού επαινέτης·
χαίρε εχθρών των αυτής καθαιρέτης.

Χαίροις Λουκά αξιάγαστε.

Δόξαν των επικήρων, και ρεόντων μισήσας, ηγάπησας σοφίας το νέκταρ, και ετρύγησας πάτερ Λουκά, ωσεί μέλισσα φιλόπονος πάντιμε, το μέλι θείας γνώσεως, Χριστώ τω σω Κυρίω άδων·

Αλληλούϊα.

Ένδοθεν κεκτημένος, θείον ζήλον τα κρείττω, ηθέλησας γνωρίσαι των άνω· αγαπήσας γαρ τον Χριστόν, ολοκαρδίως Λουκά θεοτίμητε, εδέχθης χάριν άνωθεν, εμπνέων του βοάν σοι πάντας·

Χαίρε ο φίλος της αληθείας·
χαίρε ο λύχνος της ευπρεπείας,
Χαίρε ιατρείας κανών ακριβέστατος·
χαίρε αναργύρων αγίων διάδοχος.
Χαίρε κλήμα πολυφόρητον της αμπέλου του Χριστού·
χαίρε βίβλος η πολύφυλλος της σοφίας των βροτών.
Χαίρε ότι ελλάμπεις ως νεόφωτον άστρον·
χαίρε ότι τυγχάνεις των χαρίτων το άγγος.
Χαίρε εγγάμων πάντιμον άκουσμα·
χαίρε νοσούντων άκους το άντλημα.
Χαίρε ανδρών υποδίκων η ρώσις·
χαίρε θυτών αντιθέων η πτώσις.

Χαίροις Λουκά αξιάγαστε.

Ζήλω θείω χιτώνι, των θυτών ημφιάσω. ως άγγελος Λουκά και ειργάσω, εν μέσω σκολιάς γενεάς, τας εντολάς θεόφρον του Κυρίου σου, προτρέπων τους συνόντας σοι, εν τω ψάλλειν αεί τον ύμνον·

Αλληλούϊα.

Ήκουσας του Κυρίου, της φωνής προσταζούσης, βαστάζειν τον Σταυρόν αυτού χαίρων, διό πάσας τας θλίψεις Λουκά, τους εγκλεισμούς και βασάνους υπήνεγκας, στηρίζων το σον πλήρωμα, το μέλπον σοι εν ευφροσύνη·

Χαίρε διάδοχε Αποστόλων·
χαίρε διάκονε των πασχόντων.
Χαίρε χειρουργέ νοσημάτων του σώματος·
χαίρε φρυκτωρέ νοημάτων του Πνεύματος.
Χαίρε όρθρος διαυγέστατος ελευθέρας βιοτής·
χαίρε έλεγχος ο άτεγκτος αθεΐας της δεινής.
Χαίρε ότι αφόβως τας αικίας υπέστης·
χαίρε ότι ευτόλμως της κακίας απέστης.
Χαίρε λαού Ρωσίας το άγαλμα·
χαίρε πικρών δαιμόνων το λάκτισμα.
Χαίρε της σπείρας κακούργων ο τρόμος·
χαίρε πολλών καταδίκων το θάμβος.

Χαίροις Λουκά αξιάγαστε.

Θεοτόκου μη στέρξας, την εικόνα εκβάλλειν, ονείδη των αθέων εδέξω· βοηθόν γαρ Λουκά την αγνήν, θεωρών εν τη τέχνη σου ήθελες, ισχύν αυτής και έψαλλες, προς τον Χριστόν σοφέ τον ύμνον·

Αλληλούϊα.

Ιεράρχης Κυρίου, θεοκλήτως εδείχθης, ποιμαίνειν ευσεβώς τας χορείας· και το όνομα εν τη κουρά, του αγίου Λουκά θαυμαστώς είληφας· διό πάντες γηθόμενοι, εβόων σοι, από καρδίας·

Χαίρε αγλάισμα Επισκόπων·
χαίρε το σέμνωμα μοναζόντων.
Χαίρε των αζύγων ανδρών το υπόδειγμα·
χαίρε των συζύγων στερρόν επιστήριγμα.
Χαίρε ότι συ ενδέδυσαι αμπεχώνην ιεράν·
χαίρε ότι συ απέρριψας των οικείων τας φωνάς.
Χαίρε επιτελών την φρικώδη θυσίαν·
χαίρε επιποθών ουρανών βασιλείαν.
Χαίρε ποιμένων άριστον πρότυπον·
χαίρε πιστών Τασκένδης υψίπυργος.
Χαίρε λιμήν του Ταμπώφ σωτηρίας·
χαίρε πρηστήρ αθεούντων μανίας.

Χαίροις Λουκά αξιάγαστε.

Κραταιός ώσπερ λέων, επινοίας αθέων, ηδάφισας παμμάκαρ τελέως, και ως δούλος Λουκά του Θεού, εν τω σώματι ήνεγκας τα στίγματα, Χριστού και ανεπλήρωσας, υστέρημα αυτού κραυγάζων·

Αλληλούϊα.

Λιπαρώς ηγωνίσω, Εκκλησίαν τηρήσαι, εκ λύμης ψευδαδέλφων αρτίαν, ως Επίσκοπος γαρ του Χριστού, τας πλοκάς σχισμάτων κληρικών έλυσας· διό σε οι Ορθόδοξοι, ετίμων άγιε βοώντες·

Χαίρε η γλώσσα της αληθείας·
χαίρε η τήξις της ασεβείας.
Χαίρε κληρικών ατακτούντων ο έλεγχος·
χαίρε ιερέων αγίων ο έφορος.
Χαίρε λύμης των αιρέσεων ελατήρ ο αυστηρός·
χαίρε σχίσμα θεομίσητον φανερώσας ταχινώς.
Χαίρε της ακριβείας των δογμάτων το στόμα·
χαίρε οικονομίας το γλυκύτατον πόμα.
Χαίρε δι’ ου ηττήθησαν δαίμονες·
χαίρε δι’ ου ηυφράνθησαν άγγελοι.
Χαίρε φωστήρ Εκκλησίας απάσης·
χαίρε σωτήρ της Ρωσίας εκ πλάνης.

Χαίροις Λουκά αξιάγαστε.

Μόνος εν εξορίαις, μείνας άγιε όντως, ανύμνεις τον Χριστόν υμνωδίαις· και τον σπόρον Λουκά της ζωής, ως γηπόνος σοφός εν ψυχαίς έρριπτες και έδρεπες τους στάχυας, πλουσίως ανακράζων πάτερ.

Αλληλούϊα.

Νέον ως Ιεράρχην, και ακέστορα θείον, της χάριτος Χριστού το ταμείον, των δογμάτων τον ομολογητήν, της Κριμαίας ποιμένα σε πανεύφημον, Λουκά τιμώμεν άπαντες, βοώντες εν αγαλλιάσει·

Χαίρε Τασκένδης ο ποδηγέτης·
χαίρε πεινώντων ο σιτοδότης.
Χαίρε Σιβηρίας της χώρας αγίασμα·
χαίρε κρατουμένων ανδρών το διάσωσμα.
Χαίρε ότι πλάνης γέγονας εν Ρωσία πλεισταχού·
χαίρε ότι πλείστα έπαθες ως κακούργος εν δεσμοίς.
Χαίρε των κακοφρόνων εγκαθέτων η πλήξις·
χαίρε των καταδίκων συν σοι θεία γαλήνη.
Χαίρε τυφλών ανθρώπων ανάβλεψις·
χαίρε μικρών παιδιών η φύλαξις.
Χαίρε σεμνών ιερέων ο αίνος·
χαίρε βροτών κακουργούντων ο κλόνος.

Χαίροις Λουκά αξιάγαστε.

Ξένων πάτερ εν μέσω, ελογίσθης ως ξένος, βιώσας ω Λουκά ξενοτρόπως· ως ανέστιος γαρ εν πολλαίς, της Ρωσίας μάκαρ μεταβάς πόλεσι, Χριστού το μέγα όνομα, εκήρυττες στερρώς κραυγάζων·

Αλληλούϊα

Όλβον Πάτερ την πίστιν, του Χριστού την αγίαν, ηγήσω υπέρ πάντα τα πλούτη, και ως μάργαρον ταύτην Λουκά, τοις πιστοίς ανθρώποις άγιε έδειξας· διό προς σε ανέμελπον, ευγνώμονας ωδάς ηδέως·

Χαίρε ανάργυρε Αρχιθύτα·
χαίρε των άνω δήμων πολίτα.
Χαίρε εξορίας πικράς ο συνέμπορος·
χαίρε οφθαλμών θεραπείας ο έμπειρος.
Χαίρε ότι διεφύλαξας τας δοκίμους μοναχάς·
χαίρε ότι και απέκρουσας αόρατους πειραστάς.
Χαίρε οικογενείας των τυφλών ιατρεία·
χαίρε των απιστούντων οχληρά παρουσία.
Χαίρε Μαρτίνου θύτου χορήγησις·
χαίρε Βορείου Πόλου η πρόσκτησις.
Χαίρε ωδή καρτερίας εν πίστει·
χαίρε μολπή θυμηδίας εν θλίψει.

Χαίροις Λουκά αξιάγαστε.

Πάσα πόλις ηγέρθη, υπέρ σου θεοφόρε, και ήτησε την σην παρουσίαν· επιγνόντες γαρ εν Τουρουχάνσκ, αρετών σου το πλήθος και ιάματα, εδόξαζον τον Κύριον, τον σε δοξάσαντα βοώντες·

Αλληλούϊα.

Ρήσεις θεογνωσίας, διδαχάς ευσέβειας, και δόγματα Ορθόδοξα πάτερ· εξηρεύξω το στόμα το σον, και αγνοίας το ρεύμα Λουκά έστησας, φωτίζων τους συνόντας σοι, τους ανακράζοντας τοιαύτα·

Χαίρε λογίων ο φωτοδότης·
χαίρε σκοτίων ο καθαιρέτης.
Χαίρε Ιωάννου Παυλώφ αγαλλίασις·
χαίρε διακόνων Χριστού η παράκλησις.
Χαίρε δένδρον το πολύκαρπον και καλλίκαρπον ομού·
χαίρε άνθος ευωδέστατον των αγίων του Θεού.
Χαίρε τον Γενισέϊ διαπλεύσας αφόβως·
χαίρε μηχανορράφον στηλιτεύσας ατρόμως.
Χαίρε του θείου λόγου το τρόπαιον·
χαίρε νοσούντων δόμου το όργανον.
Χαίρε Πλαχίνου κώμης οίκήτωρ·
χαίρε μονών αγίων κοσμήτωρ.

Χαίροις Λουκά αξιάγαστε.

Σώας έχων τας φρένας, Ιεράρχα τον στόνον, υπήνεγκας του σώματος χαίρων, εν πυρί γαρ πολλών πειρασμών, ως χρυσός ελαμπρύνθης Λουκά ένδοξε, και ώφθης όντως πρότυπον, ημών των εκβοώντων ούτως·

Αλληλούϊα.

Τειχισθείς ενεργείαις, του Χριστού ταις αγίαις, απέκρουσας ποικίλας μανίας, των αθέων ένδοξε Λουκά, και ανήλθες εις το άκρον της χάριτος, επιτελών θαυμάσια, λαώ τω σοι βοώντι ούτως·

Χαίρε ο δέσμιος του Κυρίου·
χαίρε ο κήρυξ τού σωτηρίου.
Χαίρε του εγκλείστου στολήν ενόυσάμενος·
χαίρε φυλακάς τας δεινάς οικησάμενος.
Χαίρε ότι διεσκέδασας ανακρίσεως πλοκάς·
χαίρε ότι φρούδας έδειξας του Σατάν τας μηχανάς.
Χαίρε ο αλλοιώσας προς τα κρείττω απίστους·
χαίρε ο εμψυχώσας τους συν σοι κατάδικους.
Χαίρε του ράσου ένθερμος πρόμαχος·
χαίρε θαυμάτων πλείστων ο πρόξενος.
Χαίρε ευχής προς Χριστόν θιασώτης·
χαίρε κακών οιωνών αναιρέτης.

Χαίροις Λουκά αξιάγαστε.

Ύψωσας προς τα άνω, Iεράρχα το όμμα. τον νουν και την καρδίαν παμμάκαρ, και τας χείρας ομού συν αυτοίς, εκζητών του Χριστού Λουκά το έλεος, εν ταις περιπλανήσεσι, της εξορίας άγιε κραυγάζων·

Αλληλούϊα.

Φως αυγάζον βολαίς του, Συμφερούπολιν πάτερ, και πάσαν την περίοικον ταύτης, επεγνώσθης εν γήρει Λουκά, και ηγίασας λαόν τον φιλόθεον, τον εν τη πίστει μείναντα, ακλόνητον και σε υμνούντα·

Χαίρε ο έλεγχος ρασοφόρων·
χαίρε ομότροπε Αποστόλων.
Χαίρε μυστηριών Χριστού ο συνήγορος·
χαίρε κληρικών ανευθύνων κατήγορος.
Χαίρε έμψυχον παράδειγμα καταλόγου των θυτών·
χαίρε άριστον εκτύπωμα Επισκόπων ευλαβών.
Χαίρε ο μεμνημένος των πτωχών φιλανθρώπως·
χαίρε ο εκδιδασκων τους πιστούς θεαρέστως.
Χαίρε καλών επαίνων ο άξιος·
χαίρε σημείων νέων ο πρόξενος.
Χαίρε ο τύπος καλού ποιμενάρχου·
χαίρε ποιμάντωρ λαού φιλοχρίστου.

Χαίροις Λουκά αξιάγαστε.

Χάριν σχων ουρανόθεν, και εις γήρας ελάσας, ηρπάγης εκ της γης προς τα άνω, και τον δρόμον τελέσας καλώς, εν τοις δήμοις ηριθμήθης Λουκά ένδοξε, των νοερών δυνάμεων, προσάδων συν αυτοίς τον ύμνον·

Αλληλούϊα.

Ψάλλοντές σου τον ύμνον. προσκυνούμεν εν πίστει, τα λείψανα τα σα θεοφόρε, ως πηγή γαρ χαρίτων ημών, των τιμώντων τον βίον σου πανθαύμαστε, ιάται τα νοσήματα, διό βοώμεν σοι τοιαύτα·

Χαίρε ανήρ ο σημειοφόρος·
χαίρε λυτήρ πληγών κακοφόρων.
Χαίρε ακεστόρων το δόρυ το άθραυστον·
χαίρε Επισκόπων το δώμα το πάγκαλλον.
Χαίρε σκήνωμα το άμωμον της αγάπης του Χριστού·
χαίρε όνομα γλυκύτατον των οικείων του Θεού.
Χαίρε ότι εδέξω το άμάραντον στέφος·
χαίρε ότι ετρέψω των δαιμόνων το στίφος.
Χαίρε κακίας πάσης αλέξημα·
χαίρε πασών Ρωσιών το μελώδημα.
Χαίρε μονής Σαγματά παρακλήτωρ·
χαίρε καμέ τον πτωχόν ο στηρίζων.

Χαίροις Λουκά αξιάγαστε.

Ω πανεύφημε πάτερ, Επισκόπων ακρότης, και πάσης της Ρωσίας φιλότης, (εκ γ’), ταις λιταίς σου μη παύση Λουκά, Χριστόν ικετεύων ημίν χαρίσασθαι, αμαρτιών την άφεσιν, ίνα βοώμεν εγκαρδίως ·

Αλληλούϊα.



Και αύθις το Κοντάκιον



Ήχος πλ. δ΄ . Τη Υπερμάχω.

Συμφερουπόλεως ποιμένα θεοφώτιστον, και ιατρόν τον επιστήμονα τον άριστον, οι φιλάγιοι υμνήσωμεν εγκαρδίως· εν Ρωσία γαρ βιώσας ώσπερ άγγελος, ωμολόγησε Χριστού το θείον όνομα· διό κράζωμεν· Χαίροις Λουκά αξιάγαστε.



Ποίημα του Σεβ. Μητροπολίτου Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ Φραγκάκου

Ὁ Παρακλητικὸς Κανὼν εἰς τὸν Ἰησοῦν Χριστόν










Tuesday, December 8, 2015

Δεν υπάρχει πια λόγος, είπε ο γέροντας... ( Μικρός Ευεργετινός )



Είπε κάποιος γέροντας:
- Αυτός πού μπαίνει σε αρωματοπωλείο, κι αν ακόμα δεν αγοράσει τίποτα, παίρνει πάντως επάνω του κάποια ευωδία. Έτσι συμβαίνει και μ΄ αυτόν πού επισκέπτεται τους πατέρες. Αν θελήσει να εργαστεί πνευματικά, του δείχνουν το δρόμο της ταπεινώσεως, πού τον προστατεύει σαν τείχος από τις επιδρομές των δαιμόνων.
Πήγε κάποτε στον Αββά Φήλικα ένας αδελφός, έχοντας μαζί του και μερικούς κοσμικούς. Παρακάλεσε λοιπόν τον Αββά να τους πει ωφέλιμο λόγο. Ο γέροντας όμως σώπαινε. Ο αδελφός συνέχισε να τον παρακαλεί ώρα πολλή, οπότε εκείνος τους είπε:
- Θέλετε ν΄ ακούσετε ψυχωφελή λόγο;
- Ναι, Αββά, αποκρίθηκαν.
- Δεν υπάρχει πια λόγος, είπε ο γέροντας. Γιατί όταν οι αδελφοί ρωτούσαν τους γέροντες και έκαναν όσα εκείνοι τους συμβούλευαν, ο Θεός έδινε λόγο, για να ωφεληθούν εκείνοι που ρωτούσαν. Τώρα όμως, επειδή ρωτάνε αλλά δεν εφαρμόζουν όσα ακούνε, πήρε ο Θεός τη χάρη του λόγου από τους γέροντες. Δεν βρίσκουν πια τι να πουν, γιατί δεν υπάρχει εργάτης της αρετής.
Όταν τον άκουσαν οι επισκέπτες, αναστέναξαν και είπαν:
- Προσευχήσου για μας, Αββά.


Μικρός Ευεργετινός 

Εγκώμια του Αγίου Πορφυρίου του Καυσοκαλυβίτη



Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Πορφύριε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.

Μεγαλύνομέν σου, Ὀρθοδόξων πληθύς, τὸν ἰσάγγελον ἐν γῇ θεῖον βίον σου, ὦ Πορφύριε ἡ δόξα ἀσκητῶν.

Μακαρίζομέν σε, φιλεόρτων πληθύς, ὦ Πορφύριε Ὁσίων ἐντρύφημα, καὶ τὸ καύχημα Ἑλλήνων τὸ λαμπρόν.

Μακαρίζομέν σε, μοναστῶν οἱ χοροί, Μηλεσίου θείου ὄρους καὶ Σκήτης σου, ὦ Πορφύριε τὸ κλέος τῶν πιστῶν.

Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ἅγιε Πορφύριε, σῷζε πάντας.

Ἀνυμνοῦμεν Πάτερ, τὰ ἐν σοὶ ἀληθῶς, θαυμαστά σου καὶ παράδοξα θαύματα, καὶ ὑμνοῦμέν σε ἐν ᾄσμασι πιστῶς.

Γεωργήσας πάσας, τοῦ Χριστοῦ ἐντολάς, ἀρετὴν εἰς ἀρετὴν καὶ εἰς δύναμιν, θείαν ἤνυσας Πορφύριε ὁδόν.

Ἱκετεύομέν σε, θεοφόρε σοφέ, μὴ ἐλλίπῃς δυσωπεῖν Ὃν ἐν Ἄθωνι, εὐηρέστησας ἀγῶσί σου σκληροῖς.

Ἐξεπλάγη πᾶσα, τῶν περάτων πληθύς, ὅτε ἤκουσε Πορφύριε ἔνδοξε, ἐσομένων πῶς τὴν ἔκβασιν προγνούς.

Πάντας σκέπε Πάτερ, τοὺς προστρέχοντας νῦν, σὴν εἰκόνα ἐν Μονῇ σου ἀσπάσασθαι, Μηλεσίῳ ἣν ἀνήγειρας πιστῶς.

Ὁ λαὸς Κυρίου, συνελθὼν ἐν ναῷ, σοῦ τιμᾶ τὴν θείαν μνήμην Πορφύριε, ἐξαιτούμενος χαρίτων σου κρουνοῖς.

Ῥῦσαι πάντας Πάτερ, πειρασμῶν τοῦ σατᾶν, καὶ παθῶν τῶν ψυχοφθόρων δεήσεσι, σαῖς πρὸς Κύριον καὶ νόσων χαλεπῶν.

Φύλαξ γαίας πέλεις, Ἀττικῆς ὦ σοφέ, καὶ φρουρὸς τῶν σὲ καλούντων πανεύφημε, οὓς φυλάττεις ἐξ ἐχθρῶν τῶν δυσμενῶν.

Ὕψωσον τὰς χεῖρας, πρὸς Χριστὸν δυσωπῶν, ὦ Πορφύριε ἀπαύστως τὸν εὔσπλαγχνον, ἡμᾶς ῥῦσαι ἐκ παθῶν φθοροποιῶν.

Ῥῶσιν πᾶσι δίδου, καὶ ὑγείαν καλή, τοῖς αἰτοῦσί σε πιστῶς Πάτερ Ὅσιε, καὶ ὑμνοῦσί σου τὴν μνήμην ψαλμικῶς.

Ἴθυνον τὸν βίον, τῶν πιστῶν πρὸς Χριστόν, πρὸς ὁδοὺς τῆς μετανοίας Πορφύριε, ἵνα θείας ἀπολαύσωσι τρυφῆς.

Ἑορτὴν Ἁγίου, νῦν τελεῖ ποθητῶς, Ἐκκλησία τοῦ Χριστοῦ ὦ Πορφύριε, καὶ τιμᾶ τὴν θείαν μνήμην σου πιστῶς.

Σωτηρίαν δίδου, Ὀρθοδόξοις λαοῖς, τοῖς τιμῶσί σου τὴν μνήμην Πορφύριε, ἐξαιρέτως δὲ Πατράσιν ἐν Σινᾷ.

Ὤφθης ἐν Ὁσίοις, τῆς συγγνώμης κανών, τῆς πραότητος εἰκὼν καὶ τῆς πίστεως, στῦλος ἄσειστος ὦ Πάτερ ἀληθῶς.

Ζῆλον θεῖον ἔσχες, παιδιόθεν θερμόν, καὶ ὡς ἄσαρκος ἐρήμοις ἐβίωσας, ἐγκρατείᾳ δοὺς σαυτὸν Πάτερ σκληρᾷ.

Ἐπὶ τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψῶντας Πάτερ κατεύθυνον, ἀναψύχον νουθεσίαις σου ὀρθαῖς.

Παννυχὶ ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμενος Ὅσιε, ταπεινώσει Πνεῦμα εἵλκυσας Θεοῦ.

Ἀρετῶν ταμεῖον, σὺ ἐγένου σοφέ, καὶ Ὑψίστου καθαρὸν ἐνδιαίτημα, ὧν τὸν πλοῦτον πρὸς ζωὴν ἀγήρω δὸς ἡμῖν.

Νέμεις τοῖς αἰτοῦσι, δαψιλῶς χάριν σήν, ἰατρείαν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Πάτερ πιστούς.

Τίς σου τὰ σημεῖα, παραδόξως φρικτά, διηγήσειε θαυμάσια ἔνδοξε; ὦ Πορφύριε Εὐβοίας ὁ βλαστός;

Δόξα. Τριαδικόν.

Ἀληθῶς ἐδείχθης, ἀσκητὴς καὶ σεπτῇ, ἐξιλέωσας Τριάδι ἀγῶσί σου, ὦ Πορφύριε πιστῶς προσκυνητῇ.

Καὶ νῦν. Θεοτοκίον.

Σπεῦσον Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολλάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν Σου παρακλήσεσι θερμαῖς.

Καὶ πάλιν τὸ πρῶτον:

Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Πορφύριε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.

Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.

Ἄξιον ἐστί, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς θείοις καὶ ἐν θαύμασι, περιβόητον τοῦ ὄρους ἀσκητήν.

Ἄξιον ἐστί, μακαρίζειν Καυσοκαλυβίτην, Σκήτεως Πατέρων τοῦ ὄρους καύχημα, πανσεβάσμιον Πορφύριον ψαλμοῖς.

Ἄξιον ἐστί, ὁ χορὸς Ἀθωνιτῶν Πατέρων, μέλεσι τερπνοῖς πόθῳ μεγαλύνειν σε, ὦ Πορφύριε ἐν ὕμνοις ἱερῶς.

ᾎσμα τῷ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, Καυσοκαλυβίτῃ πιστῷ θεόφρονι, Πορφυρίῳ τῷ Ὁσίῳ τοῦ Θεοῦ.

Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε Πορφύριε, πιστοὺς σῶσον.

Ὄμματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν σε Πάτερ, πάσας ἀρετὰς πόνοις ἐκατόρθωσας, ἐξαιρέτως δὲ ταπείνωσιν πολλήν.

Σὲ τῶν μοναστῶν, αἱ χορεῖαι μάκαρ ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα ὕμνοις μέλπουσιν, ὦ Πορφύριε ἡ δόξα ἀσκητῶν.

Ἴθυνον Χριστέ, εὐσεβῶν πρὸς Σὲ νοῦν καὶ καρδίας, ἵνα εὐφημήσωσιν θείοις ᾄσμασι, τὸν Πορφύριον Θεοῦ τὸν μιμητήν.

Ἔρχου θαυμαστῶς, καὶ χαρίτωσον πιστοὺς ὦ Πάτερ, οὓς καὶ ῥῦσαι τάχυ πάσης φθοροποιοῦ, ἀλγηδόνος νοσημάτων καὶ δεινῶν.

Πᾶσαν προσφοράν, καὶ θυσίαν Πάτερ εὐωδίας, τῷ Χριστῷ καμάτων πόνων προσήγαγες, σὺν ἱδρῶσι δακρυῤῥόοις τε εὐχαῖς.

Ὄρθρῳ νῦν πιστοί, προσπελάσωμεν Μονῆς τῇ πύλῃ, ἐν τῷ Μηλεσίῳ ἵνα τοῖς μέλεσιν, ἀνυμνήσωμεν Πορφύριον πιστῶς.

Ῥῆμα τὸ ἐν σοί, ἀληθῶς ὁ ζῆλος τοῦ σοῦ οἴκου, ὅλον με κατέφαγε Πάτερ γέγραπται· διὸ θείου ζήλου ἔμπλησον ἡμᾶς.

Φρούρει σὴν Μονήν, καὶ Ἑλλάδα πίστει σὲ τιμῶσα, καὶ τῶν δυσμενῶν μάκαρ ἐλευθέρωσον, πρὸς Δεσπότην εὐπροσδέκτοις σου λιταῖς.

Ὕπνωσας μικρόν, ἐν Κελλίῳ Γεωργίου Σκήτης, Καυσοκαλυβίων σοφὲ Πορφύριε, εἰς ἀθάνατον ζωὴν νῦν ἀνελθών.

Ῥήματα Θεοῦ, καθ’ ἑκάστην μελετῶν καὶ νήφων, τὸν σὸν Λυτρωτὴν πόθῳ εὐηρέστησας, ἐν παλαίσμασι Πορφύριε σκληροῖς.

Ἵνα τῆς φθορᾶς, τοῦ θανάτου πάντας ἀφαρπάσῃ, πρέσβυν τοῖς πιστοῖς μέγαν ἐχαρίσατο, σὲ ἀοίδιμε Πορφύριε Θεός.

Ἔρημος οὐδέν, ἔχουσα εἰπὲ πῶς ἔθρεψέ σε, ἐπὶ πλείστοις ἔτεσιν ὄρει Ὅσιε, οἷς διέτριψας ἐν Ἄθωνι σοφέ.

Πῦλαι οὐρανῶν, ὑπεδέξαντό σε ἠνοιγμέναι, ὅτε πρὸς Θεὸν Πάτερ ἐξεδήμησας, ἐπεὶ ἔζησας ὡς Ἄγγελος ἐν γῇ.

Ἵλαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου πανίερον ὦ Πορφύριε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.

Σκεῦος ἐκλεκτόν, μυροθήκης Πνεύματος Ἁγίου, πέλεις ὦ Πορφύριε ἱερώτατε, ἀρεταῖς κεκοσμημένος ἀληθῶς.

Τήρει ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Πάτερ, νόσους θεραπεύων ἄλγη οἰδήματα, φυγαδεύων ψυχολέθρους πειρασμούς.

Ὄλβιος ὡς σέ, ὦ Πορφύριε ἐπικαλεῖται ἔχων, ὡς φρουρὸν θεῖον ἀξιάγαστε, ἐν τῷ βίῳ τῶν ποικίλων ἀναγκῶν.

Ὕψει θεϊκῷ, τὴν ταπείνωσιν καλλιεργήσας, ἔφθασας καὶ δίκαιος Πάτερ γέγονας, ὑπομείνας πολλὰς θλίψεις καρτερῶς.

Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις πάντες θεόφρονες, τὸν Πορφύριον ὑμνοῦντες ἐν ᾠδαῖς.

Στῦλος ἀρετῶν, καὶ τῆς πίστεως κανὼν ἐδείχθης, ἐν ὀρθαῖς διδασκαλίαις Πορφύριε, ποδηγέτης μοναζόντων νουνεχής.

Ὤφθης μοναστῶν, ἀκροθίνιον Ἄθωνος ὄρει, καὶ λαμπρὸν Πατέρων κλέος Πορφύριε, ποδηγέτης μοναζόντων νουνεχής.

Σῶσον τοὺς πιστούς, ὦ Πορφύριε Ὁσίων δόξα, ἐκ τῶν πειρασμῶν θερμαῖς ἱκεσίαις σου, πρὸς Φιλάνθρωπον Σωτῆρα Ἰησοῦν.

Δόξα. Τριαδικόν.

Ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν Τριὰς Ἁγία πέλεις· διὸ νῦν λαοὶ πιστῶς προσκυνήσωμεν, τὸν Πατέρα καὶ Υἱὸν Πνεῦμα τὸ ζόν.

Καὶ νῦν. Θεοτοκίον.

Νίκας τοῖς πιστοῖς, ἀρχομένοις τ’ ἄρχουσι παράσχου, Μῆτερ πρὸς Θεὸν ταῖς σαῖς παρακλήσεσι, σὺν θερμαῖς τοῦ Πορφυρίου προσευχαῖς.

Καὶ πάλιν τὸ πρῶτον:

Ἄξιον ἐστί, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς θείοις καὶ ἐν θαύμασι, περιβόητον τοῦ ὄρους ἀσκητήν.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.

Αἱ γενεαὶ πίστει, ᾄδουσι τὸν ὕμνον, πανσέπτῳ Πορφυρίῳ.

Ἄθωνος τὴν δόξαν, ἀσκητῶν Πατέρων, Πορφύριον ὑμνοῦμεν.

Μοναστῶν χορεῖαι, ὕμνοις μελιῤῥύτοις, τιμὴν Ὁσίῳ δότε.

Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε, λιταῖς σου ῥῦσαι δεινῶν ἡμᾶς.

Ὄμβρους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσι, Πορφύριε σὴν μνήμην.

Σκεῦος παναγίου, Πνεύματος ἐγένου, Πορφύριε τρισμάκαρ.

Ἴθυνον πρὸς τρίβους, τῆς μετανοίας Πάτερ, ἡμῶν ἀεὶ τὸν βίον.

Ἔρχου θεῖε Πάτερ, ἀντίληψις ταχεία, ἡμῶν τῶν δεομένων.

Λῦσον τὰς ἐνέδρας, Χριστὲ τοῦ βροτοκτόνου, σατᾶν καὶ σῶσον πάντας.

Ἱκέτευε τὸν Πλάστην, σωθῆναι τοὺς ὑμνοῦντας, Πορφύριε σὴν μνήμην.

Τάξεις Ὀρθοδόξων, μέλπουσί σε ὕμνοις, Πορφύριε θεόφρον.

Ἄθωνος τὸ ὄρος, σὺν τῷ Μηλεσίῳ, ἐν σοὶ καυχῶνται Πάτερ.

Ἰσοστάσιός τε, Ἁγίων σὺ Ὁσίων, νῦν πόλῳ συναυλίζει.

Σπεῦσον ἵνα ῥύσῃς, Πάτερ ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας.

Στήλη ἐγκρατείας, νηστείας σωφροσύνης, Πορφύριε ἐδείχθης.

Ὅπως ἀπαλλάξῃς, ἡμᾶς ἐκ νοσημάτων, παρακαλοῦμεν Πάτερ.

Ὑποπιάσας σῶμα, ἐδούλωσας τὴν σάρκα, σκληροῖς ἀγῶσι μάκαρ.

Ῥάνατε τοῖς μύροις, τάξεις φιλεόρτων, εἰκόναν τοῦ Ὁσίου (γ΄).

Ὕβριν τῶν δαιμόνων, κόπασον ὦ Πάτερ, καὶ πάθη ψυχοφθόρα.

Συγνώμην δὸς πταισμάτων, ἡμῶν Θεῷ λυπούντων, σοφὲ παρακαλοῦμεν.

Ἀντίδος τοῖς ὑμνοῦσι, σὴν μνήμην θεῖε Πάτερ, κατ’ ἄμφω ἰατρείαν.

Ἰσάγγελον βίον, ἐν Ἁγίῳ Ὄρει, διήνυσας παμμάκαρ.

Δεῦτε φιλεόρτων, πληθὺς καὶ μοναζόντων, τιμὴν Ὁσίῳ δῶμεν.

Ἔχωμέν σε πρέσβυν, καὶ πρὸς Χριστὸν μεσίτην, οἱ πόθῳ σε τιμῶντες.

Ἵνα λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, παρακαλοῦμεν Πάτερ.

Νέμεις τοῖς αἰτοῦσι, τὴν χάριν σῶν θαυμάτων, Πορφύριε καὶ κρείττω.

Ὦ βλαστὲ Εὐβοίας, ἱερέων δόξα, Πορφύριε θεόφρον.

Νίκας Ὀρθοδόξοις, κατ’ ἐχθρῶν παράσχου, εἰρήνην τ’ Ἐκκλησίαν.

Ἥλιον δυσώπει, τῆς Δικαιοσύνης, ἡμῶν φωτίσαι σκότη.

Μήποτε ἀφήσῃς, ὦ Πάτερ Σιναΐτας, ἄνευ σῆς βοηθείας.

Δόξα. Τριαδικόν.

Ἄκτιστον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, ἐν πίστει προσκυνοῦμεν.

Καὶ νῦν. Θεοτοκίον.

Σῶσον Θεοτόκε, πρεσβείαις πρὸς Υἱόν Σου, ἡμᾶς ἀκατακρίτους.

Καὶ πάλιν τὸ πρῶτον:

Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.

Χαιρετισμοί εις τον Αγιον Ενδοξον Ιεραρχην και Ομολογητών Ευθυμιον, Επισκοπον Σαρδεων




Κοντάκιον. 
Ἦχος πλ.δ΄. Σῇ Ὑπερμάχῳ.
Ὀρθοδοξίας ὤφθης στύλος ἀκατάσειστος,
καὶ ποιμανσίας τύπος θεῖος ἀναδέδειξαι,
τὴν ἀκρίβειαν ἐν πᾶσιν ἐπιδιώκων·
ὅθεν πλείστους διωγμοὺς ὑπὲρ τῆς πίστεως,
ὑπομείνας καταφύγιον δεδώρησαι,
τῶν βοώντων σοι·
χαίροις πάτερ Εὐθύμιε.
 
Οἱ Οἶκοι
Ἄνοιξόν μου καρδίας φιλοπάτορα γλῶσσαν, Εὐθύμιε Χριστοῦ ἀρχιθύτα(ἐκ γ΄) ὅπως ἐπαξίως ὑμνήσω τὴν ζωὴν καὶ τὰ ἆθλά σου, ἃπερ ὑπὲρ τῆς εὐαγγελικῆς ἀληθείας κατώρθωσας, καὶ τύπος ἀληθοῦς ποιμένος γενόμενος, παρὰ τῆς Ἐκκλησίας πάσης τὸν ἔπαινον τοῦτον δέχῃ χαρμοσύνως·
Χαῖρε, καρπὸς χριστόψυχος τῆς Λυκαονίας,
χαῖρε, βλαστὸς ἀμάραντος τῶν Οὐζάρων.
Χαῖρε, Βυζαντίου τερπνότατον καύχημα,
χαῖρε, τῶν ἐπισκόπων ἀκριβέστατον πρότυπον.
Χαῖρε, χάριν τὴν οὐράνιον κεκτημένος θαυμαστῶς,
χαῖρε, κῆπος εὐθαλέστατος ἐκ παντοίων ἀρετῶν.

Χαῖρε, ὅτι τὸν Δεσπότην μεγάλως ἐτίμησας,
χαῖρε, ὅτι τὸν σταυρὸν Αὐτοῦ φιλοτίμως ἐβάστασας.
Χαῖρε, ὡς βασιλεύσας τῷ Χριστῷ αἰωνίως,
χαῖρε, τὰ τάλαντά σου αὐξήσας φιλοτίμως.
Χαῖρε, δι’ οὗ ψυχικῶς στερεούμεθα,
χαῖρε, ἐξ οὗ νοερῶς ἀρδευόμεθα.
Χαίροις πάτερ Εὐθύμιε.
Βλέπων παρόντος βίου κυματούμενον σάλον, τὸν μέλλοντα προετίμησας Πάτερ, καὶ σωφρόνως ποιῶν, ἠκολούθησας ἐκ παιδὸς τὸν Κύριον, πρὸς Ὃν χαρμοσύνως ἔψαλλες ἀεὶ τὸ ἀγγελοπρεπές,
Ἀλληλούϊα.
Γνῶσιν θείαν ποθήσας, τιμιώτατε Πάτερ, πρὸς ταύτην ἐκ ψυχῆς ἀπεδύσω· καὶ τὸ χαῖρε εἰπὼν τοῦ βίου τοῖς πράγμασι, τὸν νοητὸν Μαργαρίτην ἐπιμόνως ἐζήτησας, Ὃν ἐν τέλει εὕρηκας καὶ παρ’ ἡμῶν ἀκούεις ταῦτα·
Χαῖρε, πανσόφως ἡδονὰς ἀποῤῥίψας,
χαῖρε, μανικῶς τὸν Χριστὸν ἐκζητήσας.
Χαῖρε, τοῦ θεϊκοῦ ἔρωτος κειμήλιον,
χαῖρε, οὐρανῶν ἔμψυχον σκοπευτήριον.
Χαῖρε, ἄνερ θεονούστατε ἀκριβείας ὁ κανών,
χαῖρε, ἥδυσμα τρισόλβιον χριστωνύμων εὐλαβῶν.
Χαῖρε, πιστοῖς πηγάζων σωτηρίας τὸ νᾶμα,
χαῖρε, τῶν οὐρανίων ἀρετῶν μέγα θαῦμα.
Χαῖρε, λαμπὰς τοὺς ἐν σκότει φωτίζουσα,
χαῖρε, φωνὴ πλανωμένους ἐπιστρέφουσα.
Χαῖρε, φυγὼν πᾶσαν ἄχρηστον γνῶσιν,
χαῖρε, λαβὼν πᾶσαν ἄνωθεν δόσιν,
Χαίροις πάτερ Εὐθύμιε.

Δύναμιν Παρακλήτου ἐνδυθεὶς οὐρανόθεν, ἐνίκησας τοῦ σατὰν τὰς ἐφόδους, καὶ Χριστῷ γνησίως ἀκολουθῶν Ἅγιε, σωσίψυχον καὶ ζῶν σημεῖον δέδειξαι τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.
Ἔχων ἐν τῇ ψυχῇ σου τὸν Χριστὸν Ἱεράρχα, πρὸς Τοῦτον ὁλικῶς ὡμοιώθης, καὶ τὴν ὕλην ὑποτάξας ἀκλινῶς τῷ πνεύματι, ὥσπερ υἱὸς πανάξιος τοῦ μέλλοντος καὶ μένοντος αἰῶνος παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, τερπνὸν θεϊκῆς ἀγάπης θύμα,
χαῖρε, πλουτῶν δικαιοσύνης κρῖμα.
Χαῖρε, ἐκμαθὼν σοφίαν ἐγκόσμιον,
χαῖρε, συναγαγὼν τὴν γνῶσιν τὴν μένουσαν.
Χαῖρε, κόσμημα πανάριστον μοναζόντων εὐλαβῶν,
χαῖρε, ἔξοχον ὑπόδειγμα φιλανθρώπων οἰκτιρμῶν.
Χαῖρε, ὅτι λειμῶνα γνωστικὸν διεξῆλθες,
χαῖρε, ὅτι τοῦ κόσμου τὰ ἡδέα παρῆλθες.
Χαῖρε, φωσφόρον ἀρετῶν συνάθροισμα,
χαῖρε, πιστευόντων τὸ εὐχάριστον ἄκουσμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία,
χαῖρε, ἡμῶν ἱερὰ προστασία,
Χαίροις πάτερ Εὐθύμιε.
Ζήλῳ τῆς εὐσεβείας πυρωθεὶς Πάτερ θεῖε, ἀκρίβειαν ἐτήρησας φιλοθέως, καὶ ἀσκητικῶς διάγων ὡς ἰσάγγελος, ἐφάνης ἄλλος τις Ἠλίας τοῖς συγχρόνοις σου, ὑφ’ ὧνπερ θαυμαζόμενος ἤκουες τὸν ὕμνον·
Ἀλληλούϊα.
Ἤνοιξας σῆς καρδίας νοερὸν Πάτερ στόμα, καὶ ἐπλήσθης δωρεῶν οὐρανίων, δι’ ὧν τὰς θεοδιψάστους ψυχὰς κατεδρόσισας, λόγους

σωτηρίας σοφῶς μετοχετεύων, διὸ καὶ εὐγνωμόνως παρ’ αὐτῶν ἀκούεις·
Χαῖρε, τῆς Χριστοῦ ἀληθείας ἡ σάλπιγξ,
χαῖρε, οἰκονομίας τῆς Αὐτοῦ μέγας κήρυξ.
Χαῖρε, τῶν παθῶν πέλυξ ὀξύστομος,
χαῖρε, ἀρετῶν οἰκοδόμος πανάριστος.
Χαῖρε, ὅτι τῶν δαιμόνων ἀνεδείχθης νικητής,
χαῖρε, ὅτι τῶν ἀγγέλων ἡμιλλήθης τὴν ζωήν.
Χαῖρε, παρθενευόντων θαυμαστὴς καὶ προστάτης,
χαῖρε, συνεζευγμένων συμπαθὴς παραστάτης.
Χαῖρε, πλουτῶν ἰαμάτων τὸ χάρισμα,
χαῖρε, παρέχων δεομένοις τὸ αἴτημα.
Χαῖρε, δι’ οὗ ἡ Τριὰς ἐδοξάσθη,
χαῖρε, δι’ οὗ Ἐκκλησία ηὐφράνθη,
Χαίροις πάτερ Εὐθύμιε.
Θαυμασίως βιώσας ἱερώτατε ἄνερ, ἠξίωσαι τῆς ἀρχιερωσύνης· καὶ τὴν ῥάβδον τῆς ποιμεναρχίας ἐκ Κυρίου λαβών, πρὸς νομὰς σωτηρίους ὡδήγησας σοφῶς τὰ τέκνα σου, ἅτινα σὲ ἐκμιμούμενα, ἐβόων εὐχαρίστως·
Ἀλληλούϊα.
Ἴδον Σάρδεων πλήθη, ἀληθῆ σε ποιμένα, ὡς ἔγραψεν ὁ Παῦλος ὁ μέγας, καὶ ὡς πρότυπον ἔχοντά σε ἀρετῶν, μᾶλλον ἄγγελον ἥ ἄνθρωπον εἶναί σε ἔλεγον, καὶ σπεύδοντες πρὸς μίμησίν σου ἔκραζον οὕτω·
Χαῖρε, προβάτων Κυρίου θρέπτρα,
χαῖρε, ἀθλουμένων φιλότεκνε ἀλεῖπτα.
Χαῖρε, ὁ σβέσας τὴν φλόγα αἱρέσεων,
χαῖρε, ὀρθοδόξων δογμάτων διδάσκαλε.
Χαῖρε, οἴκημα ἐξαίσιον ἐν ᾧ φαίνει ὁ Χριστός,
χαῖρε, πύργε ἀκατάβλητε ἐν ᾧ θλάττεται ἐχθρός.

Χαῖρε, πτωχῶν ἁπάντων πατρικὴ βακτηρία,
χαῖρε, πικρῶς θλιβομένων χαρμονὴ οὐρανία.
Χαῖρε, ὡς φλὸξ ἁμαρτίας ἐκκαίουσα,
χαῖρε, πηγὴ θεῖα ῥεῖθρα ἐκβλύζουσα.
Χαῖρε, λαοῦ τοῦ πιστοῦ εὐφροσύνη,
χαῖρε, ἀπίστων φοβερὰ καταισχύνη,
Χαίροις πάτερ Εὐθύμιε.
Κήρυξ Θεοῦ ἀγάπης γεγονὼς θεῖε Πάτερ, εἰς μετάνοιαν πολλοὺς εἷξας, ὑπακούσαντάς σου υἱικῶς καὶ καινὴν ὁδὸν γνωστικῶς βαδίσαντας, τοῖς φιλανθρώποις τρόποις σου, ἐξ ὧν ἔμαθον καλῶς ψάλλειν τό·
Ἀλληλούϊα.
Λάμψας ταῖς ἀρεταῖς σου ὡς φωσφόρος κομήτης, ἐφώτισας ψυχὰς τῶν σῶν τέκνων, τὰ γὰρ πάθη ἐξ αὐτῶν, μὴ ἐνέγκαντα τὴν χάριν σου ἐφυγαδεύθησαν, οἱ δὲ τούτων ἐλευθερωθέντες, ἐβόων οὕτω·
Χαῖρε, ἀνάστασις πεπτωκότων,
χαῖρε, ἐνίσχυσις ἱσταμένων.
Χαῖρε, ἐξελέγξας δαιμόνων κακόνοιαν,
χαῖρε, ἀφανίσας αὐτῶν τὴν ἐνέργειαν.
Χαῖρε, πέλαγος ἀπέραντον φιλανθρώπων οἰκτιρμῶν,
χαῖρε, μάχαιρα ἡ σφάξασα ἐπινοίας τῶν ἐχθρῶν.
Χαῖρε, ἄστρον τὸ χριστόφωτον ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, Σάρδεων λύχνε ἀγνωσίαν ὁ λύων.
Χαῖρε, διδοὺς τὸν Σῖτον τὸν ἄφθορον,
χαῖρε, τροφεῦ πεινώντων τὸν Κύριον.
Χαῖρε, πηγὴ τῆς εὐεργεσίας,
χαῖρε, ἡ βρύσις τῆς φιλοθεΐας,
Χαίροις πάτερ Εὐθύμιε.

Μείνας Ὀρθοδοξίας ἀκατάσειστος στύλος, ἐξήλεγξας τοὺς εἰκονομάχους· καὶ τὴν πλάνην αὐτῶν μὴ ἐνέγκας, γραφικῶς κατετρόπωσας, κινῶν τοὺς εὐσεβεῖς κραυγάζειν κραταιῶς τό·
Ἀλληλούϊα.
Νέαν πίστιν θελήσας, βασιλεὺς στῆσαι βίᾳ, εἰκόνας τὰς ἁγίας καθεῖλεν, οὗ τὴν πλάνην ἐλέγξας σφοδρῶς, καὶ φυλάξας τὰ δόγματα ἄφθορα, Εὐθύμιε δοξάζῃ ὑπὸ τῆς Ἐκκλησίας σοὶ θερμῶς βοώσης·
Χαῖρε, ὁ κήρυξ Ὀρθοδοξίας,
χαῖρε, ὁ καθαιρέτης κακοδοξίας.
Χαῖρε, τῶν εἰκόνων διδάξας προσκύνησιν,
χαῖρε, τῶν Πατέρων σαλπίσας παράδοσιν.
Χαῖρε, θεῖον ἐγκαλλώπισμα πρὸς ὃ βλέπουσι πιστοί,
χαῖρε, οἴκημα θεόκτιστον ὃ πλουτεῖ πίστιν ὀρθήν.
Χαῖρε, ἅμα Πατράσιν ἐν Συνόδῳ καθίσας,
χαῖρε, σεπτῶν εἰκόνων τὴν τιμὴν ἀνορθώσας.
Χαῖρε, σαθρῶν δογμάτων ἀναίρεσις,
χαῖρε, Ἁγίων δόξης ὑπέρμαχος.
Χαῖρε, ἡμῖν τὴν ἀλήθειαν κληρονομήσας,
χαῖρε, πιστοῖς σωτηρίαν ὑποδείξας,
Χαίροις πάτερ Εὐθύμιε.
Ξένῳ τρόπῳ βιώσας, ἐξενώθης τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν ἀναβιβάσας, διὰ τοῦτο γὰρ οἱ περιπέζιον βίον διάγοντες, οὐκ ἠννόησαν τὴν διαγωγήν σου, ἣν οἱ τιμῶντές σε ὑπερθαυμάζομεν ἀναβοῶντες·
Ἀλληλούϊα.
Ὅλος ἦν ἐν τοῖς ἄνω, Θεὸς Λόγος σκηνώσας, μεθ’ ἡμῶν τὴν σάρκα φορέσας, Οὗ τὴν μορφὴν ἐν χρώμασι τυποῦντες, τὴν

εἰκονογραφίαν ἀείποτε διάκονον ποιούμεθα. Ὅθεν καὶ σὺ Πάτερ στοιχῶν τῇ Ἐκκλησίᾳ, οὕτως ἐφρόνεις, διό σοι λέγομεν ταῦτα·
Χαῖρε, Θεανθρώπου προσκυνήσας εἰκόνα,
χαῖρε, Θεοτόκου τὸ πρόσωπον τιμήσας.
Χαῖρε, τῆς Ἑβδόμης Συνόδου συγκάθεδρε,
χαῖρε, τοῦ Ὅρου αὐτῆς ὁ ὑπέρμαχος.
Χαῖρε, θείαν ἐξεικόνισιν τῶν Ἁγίων διδάξας,
χαῖρε, χρωματουργικὴν θεολογίαν στηρίξας.
Χαῖρε, ὑποστὰς διωγμοὺς καὶ παθήματα,
χαῖρε, Κυρίου βαστάσας τὰ στίγματα.
Χαῖρε, δι’ οὗ ἐβλήθη ἡ αἵρεσις,
χαῖρε, δι’ οὗ ἐνίκησεν ἡ ἀλήθεια.
Χαῖρε, δεδωκὼς τὸ σῶμα εἰς μαρτύρια πλεῖστα,
χαῖρε, Παραδείσου εὐτυχέστατε μύστα,
Χαίροις πάτερ Εὐθύμιε.
Πῶς ἀρνήσομαι ἔφης, βασιλεῖ τοῦ Θεοῦ μου, τὴν σάρκωσιν καὶ τὸ ἄχραντα πάθηϗ ἀφ’ οὗ εἴληφεν ὁμοιοπαθὲς ἡμῖν σῶμα, εἰκονιστὸς γέγονεν, ὅθεν Αὐτοῦ τὴν φιλάνθρωπον οἰκονομίαν δοξάζοντες εἰκονογραφοῦμεν, ἅπαντες οἱ χριστιανοὶ καὶ συμβοῶμεν·
Ἀλληλούϊα.
Ῥήτορας διαβόλου λογιζόμενος Πάτερ τοὺς δυσσεβεῖς εἰκονομάχους, τοῖς λόγοις σου ἀφωνοτέρους ἰχθύων ἀπέδειξας· ἀποροῦντες γὰρ ἀντιλέγειν σοι τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν διδάσκοντι, πεφίμωνται, ἡμεῖς δὲ νικητικῶς σοι ἀναβοῶμεν·
Χαῖρε, σοφίαν Θεοῦ πλουτήσας,
χαῖρε, μωρίαν κακοδόξων μυκτηρίσας.
Χαῖρε, διδαχαῖς Πατέρων ἑπόμενος,
χαῖρε, ὅτι ἔχαιρες διὰ Χριστὸν διωκόμενος.
Χαῖρε, ὅτι κατεπτόηνται οἱ σαθρόπιστοι δεινῶς,
χαῖρε, ὅτι ἠγαλλιάσαντο οἱ χριστώνυμοι τρανῶς.

Χαῖρε, γενναίως βασιλεῖς διελέγξας,
χαῖρε, τὴν σκοτόμορφον πλάνην διαλύσας.
Χαῖρε, ἀγνοίας ψυχοφθόρου λυτρωσάμενος πιστούς,
χαῖρε, ὅτι συμφρονοῦντάς σοι ἐναπέδειξας αὐτούς.
Χαῖρε, εὐτυχήσας Μακαρισμῶν τοῦ Κυρίου,
χαῖρε, ὁμολογήσας ὑπὲρ πίστεως σωτηρίου,
Χαίροις πάτερ Εὐθύμιε.
Σῶσαι θέλων παρθένον, ἐκ τῆς ἄρχοντος βίας, προέταξας τὰ στήθη σου φιλοτέκνως, καὶ συκοφαντίας ἀθῶον θύμα γενόμενος, ἐξώρισαι μακρὰν τῆς σῆς ποίμνης Ἅγιε, ἀλλ’ οὐκ ἐπαύσω δοξολογεῖν τὸν Δεσπότην καὶ ψάλλειν αὐτῷ ἀσιγήτως·
Ἀλληλούϊα.
Τεῖχος εἶ Ὀρθοδόξων, ὦ κλεινὲ Ἱεράρχα, καὶ πάντων τῷ τιμίῳ λειψάνῳ σου προστρεχόντων. Ὁ γὰρ Δημιουργὸς τοῦ σύμπαντος, ὑπὲρ Οὗ τῆς ἀγάπης ὡμολόγησας, ἀνέδειξέ σε πιστῶν ὑπέρμαχον, τῶν ὅσοι οἴδασι προσφωνεῖν σοι ταῦτα·
Χαῖρε, διδάσκαλε σωτηρίας,
χαῖρε, ἐργάτα φιλανθρωπίας.
Χαῖρε, ὁδηγὲ τῶν ψυχῶν ἀπλανέστατε,
χαῖρε, χορηγὲ τῶν καρπῶν θείου Πνεύματος.
Χαῖρε, σὺ γὰρ κατετρόπωσας τοὺς δυσσεβεῖς,
χαῖρε, σὺ γὰρ σφόδρα ηὔφρανας τοὺς εὐσεβεῖς.
Χαῖρε, ὁ τοὺς δυνάστας γραφικῶς διελέγξας,
χαῖρε, ὁ βασιλέων ἀπειλὰς ἀλογήσας.
Χαῖρε, εἰκὼν χριστοψύχου ποιμένος,
χαῖρε, μὴ πτήξας εἰκονομάχων μένος.
Χαῖρε, ὁμότροπε ἀρχαίων Μαρτύρων,
χαῖρε, ἀθλητικῶς τελέσας τὸν βίον,
Χαίροις πάτερ Εὐθύμιε.

Ὕμνοις θείοις τιμῶμεν τοὺς ἀγῶνάς σου Πάτερ καὶ σκάμματα τῆς κλεινῆς σου ὁμολογίας· ἀλλ’ εἰ καὶ ἀγγέλων εἴχομεν τὰς φωνάς, οὐκ ἅν ἠδυνάμεθα ἐπαξίως ὑμνῆσαί σε, ὅτι ὑπὲρ φύσιν ἔζησας καὶ ἤθλησας, διό ἐπινικίως ψάλλομεν·
Ἀλληλούϊα.
Φυλακὰς ὑπομείνας καὶ δεινὴν ἐξορίαν, συμμέτοχος ἐγένου τοῦ Παύλου· ὡς ἐκεῖνος καὶ σὺ ὡς ἀσώματος, ῥαβδισμοὺς καὶ βασάνους δεξάμενος, τῆς τοῦ ἠγαπημένου Κυρίου λατρείας οὐκ ἀπέστης, διό σε ὡς ἀθλητὴν στέφομεν ὕμνοις·
Χαῖρε, λαμπρὰ ὁμολογίας στήλη,
χαῖρε, φαιδρὰ πύλη τῆς σωτηρίας.
Χαῖρε, τὸ Εὐαγγέλιον ἀκριβῶς τηρήσας,
χαῖρε, τὰς κολακείας τῶν ἀσεβῶν ἀποῤῥίψας.
Χαῖρε, ὅτι χαίρων συνεσταύρωσαι Χριστῷ,
χαῖρε, ὅτι αἰωνίως νῦν συνήρμοσαι Αὐτῷ.
Χαῖρε, ὑποδεικνὺς τῆς θεώσεως τὴν ὁδόν,
χαῖρε, πλουτήσας ὑπὲρ πάντα τὸν Χριστόν.
Χαῖρε, ποιμὴν ἐκθρέψας τὴν ποίμνην σου,
χαῖρε, φιλοστόργως ποιμάνας τὰ τέκνα σου.
Χαῖρε, ὀσμὴν Παραδείσου ἐκχέων,
χαῖρε, ζωῆς ἀθανάτου μετέχων,
Χαίροις πάτερ Εὐθύμιε.
Χάριν δοῦναι θελήσας καὶ βραβεῖα ἀγώνων, Εὐθύμιε ὁ πάντων Δεσπότης, τὸ μὲν πρῶτον εὐωδίᾳ τὸ σκῆνός σου ἐτίμησε, τὸ δὲ ὕστερον, ἄφθαρτον τοῦτο ἐτήρησε θαυμασίως, οὗ τινος τὴν σεπτὴν Κάραν ἡμεῖς κατέχοντες, οὐ παυσόμεθα ᾄδειν Αὐτῷ τὴν Ὠδήν·
Ἀλληλούϊα
Ψάλλοντές σου τὸν βίον καὶ τοὺς ἄθλους σου Πάτερ, οὓς ἔτλης ἀνδρικῶς καὶ γενναίως, εὐγνωμόνως τιμῶμέν σου τὴν μορφήν, καὶ τὴν θείαν Κάραν σου κατασπαζόμενοι, ἱκετεύομεν ὑπὲρ ἀφέσεως

τῶν ἁμαρτιῶν καὶ κληρουχίας τοῦ Παραδείσου, ὀφειλετικῶς ἐκ ψυχῆς βῶντες·
Χαῖρε, κραταιὰ σκέπη Κερατσινίου,
χαῖρε, πρεσβευτὰ ἡμῶν τῷ Κυρίῳ.
Χαῖρε, θησαυρὲ χρυσίου πολυτιμότερε,
χαῖρε, πλοῦτε τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, καύχημα ἱεραρχῶν Ἐκκλησίας φαιδρόν,
χαῖρε, ἐντρύφημα τῶν φιλαγίων πιστῶν.
Χαῖρε, ὅτι θαυμάτων ἀναβλύζεις τὰ ῥεῖθρα,
χαῖρε, ὅτι ταχέως ἐκπληροῖς τὰς αἰτήσεις.
Χαῖρε, δι’ οὗ ψυχικῶς στερεούμεθα,
χαῖρε, δι’ οὗ σωτηρίαν ἐλπίζομεν.
Χαῖρε, ὑπέρμαχε ἱκετῶν σου ἀήττητε,
χαῖρε, προστάτατα εὐσεβῶν τῶν ὑμνούντων σε,
Χαίροις πάτερ Εὐθύμιε.
Ὦ φιλότεκνε Πάτερ, τῶν ὑμνούντων σε πόθῳ, τὰ αἰτήματα προθύμως προσδέχου(ἐκ γ΄)καὶ προσάγων ταῦτα τῷ Δεσπότῃ Χριστῷ, ἱκέτευε ἀξιώσαι τοῦ γλυκέος Παραδείσου καὶ ἡμᾶς, ἵνα ψάλωμεν ἀκαταπαύστως Αὐτῷ σὺν πᾶσι τοῖς Ἁγίοις τὸν ἀγγελικὸν ὕμνον·
Ἀλληλούϊα.
καὶ αὖθις τὸ Κοντάκιον
Ὀρθοδοξίας ὤφθης στύλος ἀκατάσειστος,
καὶ ποιμανσίας τύπος θεῖος ἀναδέδειξαι,
τὴν ἀκρίβειαν ἐν πᾶσιν ἐπιδιώκων·

ὅθεν πλείστους διωγμοὺς ὑπὲρ τῆς πίστεως,
ὑπομείνας καταφύγιον δεδώρησαι,
τῶν βοώντων σοι·
Χαίροις πάτερ Εὐθύμιε.
 
 
Συντέθησαν οἱ παρόντες Χαιρετισμοί, σὺν Θεῷ ἁγίῳ, ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας, Ἁγίου Ὄρους Ἄθω, τῇ 27ῃ Νοεμβρίου 2011.