(Ἰωὴλ μητροπολίτου Ἐδέσσης)
Στάσις πρώτη. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἀντωνίου πᾶσα, φιλεόρτων πληθύς, τὰ ἐγκώμια μελίσματα σήμερον, ἀναμέλψωμεν συμφώνως καὶ φαιδρῶς.
Βιοτὴν ἐκλέξας, τῶν σεμνῶν ἀσκητῶν, ἐν σπηλαίῳ δυσπροσίτῳ κατώκησας, διαιτώμενος Ἀντώνιε λιτῶς.
Γεγηθότες
πάντες, τῶν σῶν θείων ὀστῶν, ἐν τῶ θείῳ σου τεμένει Ἀντώνιε, λιτανεύομεν τὴν λάρνακα σεμνῶς.
Δεδεγμένος
Πάτερ, τῶν χαρίτων πληθύν, τοῖς νοσοῦσι καὶ ἀλγοῦσιν ἰάματα, προσπορίζεις καθ’ ἑκάστην ἀφειδῶς.
Ἐφορᾷς παμμάκαρ, τὴν σὴν πόλιν πυκνῶς, διασώζων τῶν πιστῶν τὰ πλήρωματα, ἐκ παγίδων τοῦ ἀλάστορος ἐχθροῦ.
Ζωηφόρος
ὤφθη, ἡ σὴ λάρναξ σεμνέ, τῶν ἁγίων σου λειψάνων Ἀντώνιε, ἣν ἐν πόθῳ κατασπάζονται πιστοί.
Ἡ ἐκ κιβωρίου, ἐν ναῷ σου λαμπρά, ὄντως λάρναξ τῶν λειψάνων σου σήμερον, ἐξαχθεῖσα κατευφραίνει τὸν λαόν.
Θεῖον δῶρον Πάτερ, προκειμένη ἡμῖν, ἐν τῷ μέσῳ τοῦ ναοῦ σου ἐμφαίνεται, τῶν ἁγίων σου λειψάνων ἡ σορός.
Ἱερὰν ποθήσας, ἡσυχίας ζωήν, ἐν τῷ ὄρει καταφεύγεις Ἀντώνιε, ἐνασκούμενος εὐχαῖς διηνεκῶς.
Καταλείψας
πάντα, γεηρῶν ἡδονάς, πρὸς τὸ ἄκρως ἐφετὸν παναοίδιμε, ἐπεθύμησας ἐλθεῖν ἀσκητικῶς.
Λυμεῶνα Πάτερ, τῶν ψυχῶν ταπεινοῖς, καρτερίᾳ καὶ νηστείᾳ Ἀντώνιε, καταστρέφων τὰς ἐκείνου μηχανάς.
Ναὸς Πάτερ θεῖος, Παρακλήτου φανείς, γαληναῖον ἐν πεντήκοντα ἔτεσιν, ἐν σπηλαίῳ βίον ἔζησας ποτέ.
Ξενωθεὶς τῷ κόσμῳ, ᾠκειώθης Θεῷ, ταῖς ἐντεύξεσι παμμάκαρ Ἀντώνιε, καὶ ἀσκήσεσι ὡς ἔνσαρκος βροτός.
Ὁ σεπτὸς ναός σου, ἐν Βεῤῥοίᾳ τιμᾷ, τὴν ἁγίαν σου ἐπέτειον πάντιμε, καὶ αἰτεῖται πρεσβειῶν σου τὴν ἰσχύν.
Πανδημεὶ τὴν θήκην, τῶν σεπτῶν σου ὀστῶν, τῶν πιστῶν καὶ ἱερέων οἱ σύλλογοι, ἀναξίαις λιτανεύουσι χερσί.
Ῥώμην δίδου Πάτερ, τοῖς αἰτοῦσι πιστῶς, πρὸς τῆς λάρνακος τῶν θείων λειψάνων σου, θεραπείαν νοσημάτων τῆς σαρκός.
Σωτηρίαν
αἴτει, ταῖς πολλαῖς σου λιταῖς, τῶν ἀεὶ πολεμουμένων ἈΝτώνιε, ἱκετῶν σου ὑπὸ δράκοντος δεινοῦ.
Τοὺς ἐνεργουμένους, φιλανθρώπως εὐχαῖς, μὴ ἐλλίπῃς βοηθῶν ἀξιάγαστε, κατασπῶν τὴν κακουργίαν τοῦ ἐχθροῦ.
Ὑπομείνας Πάτερ, τοῦ σατὰν μηχανάς, ἐκ Θεοῦ θαυματουργίας τὸ δώρημα, ὡς ἀντίδωρον ἐδέχθης θαυμαστόν.
Φῶς ὡς θεία λάρναξα, σῶν λειψάνων ἡμῖν, ἀνατέταλκεν Ἀντώνιε Ὅσιε, αἱρομένη ἱερέων ταῖς χερσί.
Χάριν ἔσχες Πάτερ, ἐν τῶ ὄρει οἰκῶν, καὶ χαρίτων ταῖς βολαῖς καθηγίασας, τοὺς συνόντας σοι Ἀντώνιε σοφέ.
Ψαλμικῶς ἐλθοῦσα, ἡ σὴ λάρναξ σοφέ, ἐκ τοῦ θείου κιβωρίου Ἀντώνιε, ἐν ναῷ σου καταυγάζει τοὺς πιστούς.
Ὢ βροτῶν σεμνότης, καὶ Ἀγγέλων χαρά, Βεῤῥοιέων προστασία Ἀντώνιε, μὴ ἐλλίπῃς προστατεύων καὶ ἡμᾶς.
Δόξα. Τριαδικόν.
Ὢ Τριὰς Ἁγία, Ἀντωνίου εὐχαῖς, ἐκ ποικίλων καὶ δεινῶν περιστάσεων, τοὺς πιστεύοντας ἀπάλλαξον εἰς Σέ.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ Παρθένε Μῆτερ, Ὀρθοδόξων ἐλπίς, τὸν Δεσπότην καὶ Υἱόν Σου ἱκέτευε, ὑπὲρ πάντων τῶν τιμώντων Σε ἁγνή.
Στάσις Δευτέρα. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Βεῤῥοιέα, τὸν θεοφιλῶς τὸ ζῆν ἐκμετρήσαντα, τὸν Ἀντώνιον
Χριστοῦ τὸν ἀσκητήν.
Βέῤῥοια σοφέ, σὲ ὡς μέγαν πολιοῦχον ἔχει, καὶ τῶν εὐσεβῶν μερίπων συστήματα, ἀνυμνοῦσι τὸν σὸν βίον ἀσκητά.
Γλῶσσα τῶν βροτῶν, ἀπορεῖ μελῳδικῶς τιμῆσαι, τῶν σῶν ἐξαισίων Πάτερ Ἀντώνιε, ἔργων καὶ θαυμάτων θεοφιλῶν.
Δύναμιν
πολλήν, οἱ ἁψάμενοι τῶν σῶν λειψάνων, τῶν χαριτοβρύτων ὄντως Ἀντώνιε, ἔχουσι ἐν σώματι καὶ ψυχῇ.
Ἔχει ὁ ναός, ἐν Βεῤῥοίᾳ ὁ ὁμώνυμός σου, λάρνακα τῶν θείων Πάτερ λειψάνων σου, φύλακα ἀνίκητον καὶ φρουρόν.
Ζήσας ὡς πτηνόν, ἀποκόσμως ἐν τῷ σπηλαίῳ, πᾶσαν ταῖς εὐχαῖς σου μάκαρ ἡγίασας, πόλιν καὶ περίοικον θαυμαστῶς.
Ἡ περιφανής, τῆς Βεῤῥοίας θειοτάτη σκήτη, ἐπὶ τῷ σεπτῷ σου Πάτερ ὀνόματι, σήμερον ἀγάλλεται καὶ σκιρτᾶ.
Θέλων τὸν Θεόν, τελεώτερον ἐγγίσαι Πάτερ, ἤχθης ἐν σπηλαίῳ Πάτερ Ἀντώνιε, ψάλλων τῷ Κυρίῳ διηνεκῶς.
Ἴσχυσας καλῶς, κατὰ πάντων τῶν σκοτεινομόρφων, καύχημα Ὁσίων πάντων Ἀντώνιε, χάριτι Κυρίου τῇ πανσθενεῖ.
Κάλλος εὐπρεπές, τῶν λειψάνων σου ὑπάρχει Πάτερ, λάρναξ ἐν ναῷ ἁγίῳ καὶ πόλει σου, διαδίδουσα πιστοῖς τὰ δωρεάς.
Λύεις τῶν βροτῶν, τὰς ἀγχώδεις καταστάσεις τάχει, καὶ φρενοβλαβῶν κοπάζεις τὸν τάραχον, δαιμονώντων δὲ ψυχὰς ἐλευθεροῖς.
Μνήσθητι
ἡμῶν, τῶν κυκλούντων
τὴν ἁγίαν θήκην, τῶν χαριτοφόρων Πάτερ Ἀντώνιε, σήμερον λειψάνων σου εὐλαβῶς.
Νεῦσον πρὸς ἡμᾶς, τῶν ἐν πίστει κατασπαζομένων, τὴν σὴν θεοφόρον κάραν Ἀντώνιε, τὴν ἐκβλύζουσα τὸ ἄκος ἀσθενῶν.
Ξένος ἀληθῶς, ἐν τῇ σῇ πατρίδι θεοφόρε, ὤφθης κατοικήσας
πάλαι τὸ σπήλαιον, ξενιτείαν ἀγαπήσας τοῦ Χριστοῦ.
Ὅρμος ἀληθής, τῶν ἐν βίῳ θαλαττευομένων, ὁ ναός σου Πάτερ γέγονας ἅπαντας, εἰρηνεύων τοὺς ἐλθόντας ἐν αὐτῷ.
Πλῆσον δωρεῶν, τοὺς τὴν λάρνακα τὴν σὴν ὑψοῦντας, Ἅγιε Ἀντώνιε θεοφόρητε, τῆς Βεῤῥοίας πολιοῦχος εὐσταθής.
Ῥώμῃ κρααταιᾶ, πρεσβειῶν σου τοὺς ἐν τοῖς κινδύνοις, ῥῦσαι καὶ τοὺς ἐν ποικίλοις νοσήμασι, ἐμπεσόντας ὦ Ἀντώνιε κλεινέ.
Στῆσον κραταιῶς, τῶν αἱρέσεων καὶ κακοδόξων, ῥεύματα πανόλβιε ταῖς πρεσβείαις σου, καὶ εἰρήνευσον τὴν πόλιν σου σεμνέ.
Τὸν λαὸν Θεοῦ, καὶ τὸν κλῆρον τῆς Βεῤῥοίας Πάτερ, τὸν ὑποκλινόμενον πιστῶς πρὸ τῆς κάρας σου, περιφρούρησον ἐκ πάντων τῶν δεινῶν.
Ὕψωσας ὁμοῦ, Ἀρχιθύτου καὶ θυτῶν αἱ χεῖρες, λάρνακα Ἀντώνιε τὴν σὴν θείαν λάρνακα, ἁγιάζοντες τὰ πλήθη τῶν πιστῶν.
Φρίττει
οὐρανός, καὶ ἡ γῆ καταθαμβοῦται ὅλη, Ἄγγελοι σκιρτῶσι καὶ καταπλήττονται, ἐν τῇ ἄρσει τῆς σῆς λάρνακος σεπτέ.
Χαίρει ὁ χορός, τῶν Ὁσίων ἀσκητῶν παμμάκαρ, ἔχων ὡς πολύτιμον νέον μάργαρον, σὲ Ἀντώνιε τὸ ἄνθος μοναστῶν.
Ψάλλομεν
ὁμοῦ, τὰ μελίσματα τὰ σὰ ὁ κλῆρος, καὶ λαὸς Κυρίου ὁ εὐσεβέστατος, τὴν σὴν λάρνακα κυκλοῦντες ἐν χαρᾷ.
Ὢ τῆς σῆς μορφῆς, τῆς ἐχούσης τῆς εἰρήνης σῆμα, τῆς παρακινούσης ἡμᾶς Ἀντώνιε, καταλεῖψαι τοῦ θυμοῦ παραφοράν.
Δόξα. Τριαδικόν.
Πάτερ
καὶ Υἱέ, καὶ Παράκλητε ὁμοῦ μὴ παύσῃ, τοὺς ὁλοκαρδίως Σε ἀναμέλποντας, βοηθῶν ἐν τοῖς κινδύνοις τῆς ζωῆς.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ Μαριάμ, ἡ σκεπάζουσα τὴν οἰκουμένην, σκέπασον ἡμᾶς τοὺς Σὲ ἱκετεύοντας, πρεσβειῶν Σου σκέπῃ θείᾳ πρὸς Θεόν.
Στάσις τρίτη. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, τῆς Βεῤῥοίας Πάτερ, τιμῶμεν τὴν σὴν μνήμην.
Βιοτήν
σου Πάτερ, Ἀντώνιε εἰς τύπον, κατέχομεν τοῦ βίου.
Γάννυται
ἡ πόλις, Βεῤῥοίας σὲ πλουτοῦσα, Ἀντώνιε τρισμάκαρ.
Δέξαι τὴν μολπήν μου, καὶ δίδου θεοφόρε, τὰ πρόσφορα ψυχῇ μου.
Ἔχει τὸν σὸν πνεῦμα, ὁ οὐρανὸς καὶ χαίρει, Ἀντώνιε ἀκέστορ.
Ζάλην τῶν ῥεόντων, καὶ χαμερπῶν νοήσεις, ἐξ ἱκετῶν σου παῦσον.
Ἡ λάρνακα ὀστῶν σου, πληροῖ τοὺς σὲ τιμῶντας, χαρίτων οὐρανίων.
Θείᾳ ἀρωγῇ σου, τὴν σκήτην σου μὴ παύσῃ, φρουρῶν σημειοφόρε.
Ἱλέῳ ὄμματί σου, ἐπίβλεψον ῥυσθῆναι, ἡμᾶς ταῖς σαῖς πρεσβείαις.
Κατάργησον
εὐχαῖς, τὰ δάκρυα ἀλγούντων, τῶν σὲ ζητούντων Πάτερ.
Λυθῆναι ἐκ τῶν νόσων, Ἀντώνιε λιταῖς σου, τὰ πλήθη ἐξαιτοῦνται.
Μανίας
του βελίαρ, ἐλπίζομεν ῥυσθῆναι, ἡμᾶς ταῖς σαῖς πρεσβείαις.
Νῦν πόλις τῆς Βεῤῥοίας, συνῆλθεν ἀνυμνῆσαι, Ἀντώνιε σὴν μνήμην.
Ξενόστασις
ὑπάρχει, ὁ ναός σου Πάτερ, τῶν Ὀρθοδόξων πάντων.
Ὁ πολιοῦχος ὄντως, Βεῤῥοίας ἀνεδείχθης, τοῖς σοῖς σημείοις
Πάτερ.
Παράσχου
ἰατρείαν, τοῖς δαιμονῶσι Πάτερ, Ἀντώνιε ταχεῖαν.
Ῥωσθῆναι ἐκ λειψάνων, τῶν σῶν εὐελπιστοῦμεν, Ἀντώνιε θεόφρον.
Τὴν λάρνακα ὀστῶν σου, ἐκ τοῦ κιβωρίου, ἐκφέρομεν εἰς μέσον.
Ὑπάνοιξον τὴν πύλην, τῶν θείων δωρεῶν σου, Ἀντώνιε τοῖς πᾶσι.
Φάνηθι οἰκτίρμων, τοῖς ἁψαμένοις Πάτερ, λειψάνων σου τὴν θήκην.
Χαρᾶς ἀνεκλαλήτου, τυγχάνουσι τὰ πλήθη, τὰ σὰ τιμῶντα ὕμνοις.
Ψαλμοῖς τῆς εὐσεβείας, τὴν λάρνακα ὀστῶν σου, Ἀντώνιε ὑψοῦμεν.
Ὢ ἄνερ πλουτοφόρε, τῇ χάριτι Κυρίου, ἁγίασον σὴν πόλιν.
Ῥαίνουσι τὰ πλήθη, τὴν σὴν ἁγίαν θήκην, εὐωδεστάτοις μύροις.
Ἔῤῥαναν τοῖς μύροις, χορὸς τῶν ἱερέων, τὴν λάρνακα ὀστῶν σου.
Ἀντώνιε τοῖς μύροις, λαὸς ὁμοῦ καὶ κλῆρος, τὴν λάρνακά σου ῥαίνει.
Δόξα. Τριαδικόν.
Τριὰς Ἁγία σῶσον, πρεσβείαις Ἀντωνίου, οἰκήτορας Βεῤῥοίας.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε
Θεοτόκε, σὺν θείῳ Ἀντωνίῳ, λαόν Σου περιφρούρει.
Τροπάριά τινα ψαλλόμενα ἐν τῷ αἴρειν τοὺς ἱερεῖς τὴν λάρνακα τοῦ Ὁσίου Ἀντωνίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τὴν σὴν λάρνακα σεμνέ, τῶν χαριτοβρύτων ὀστῶν σου, τῶν ἐκπνεόντων ὀσμήν, τοῦ Ἁγίου Πνεύματος, Πάτερ Ἀντώνιε, ταῖς χερσὶν ἱερέων τε, καὶ τοῦ ἀρχιθύτου, ἐκ τοῦ κιβωρίου σου παμμάκαρ αἴρουσιν, ἅπας, ὁ λαὸς εὐφροσύνως, μέλπει πρὸς Χριστὸν καὶ κραυγάζει· δόξα τῇ δυνάμει Σου Φιλάθρωπε.
Ὅτε, ἐν καιρῷ τῆς ἑορτῆς, Ἅγιε τῆς σῆς ἐπετείου, τῶν γηγενῶν ἡ πληθύς, τὴν ἁγίαν λάρνακα, θείων λειψάνων σου, κατασπάζονται χείλεσι, ὁμοῦ καὶ καρδίᾳ, χάριν τὴν σωτήριον πάντες λαμβάνουσι, καὶ οἱ ἀνιάτως νοσοῦντες, ἐν ψυχῇ καὶ σώματι Πάτερ, ἴασιν ἀρύονται Ἀντώνιε.
Ὅτε, εἰς τὸ ὕψος ἐν ναῷ, αἴρεται ἡ θεία σου λάρναξα, τῶν σκοτεινῶν ὁ ἐσμός, παραχρῆμα Ἅγιε, Πάτερ Ἀντώνιε, εἰς φυγὴν περιτρέπονται πληγὰς ἀοράτως, ἐκ τῆς θείας χάριτος λαβόντες ἅπαντες, καὶ αἱ τῶν Ἀγγέλων χορεῖαι, χαίρουσν Χριστῷ ἐκβοῶσαι· δόξα τῇ δυνάμει Σου Φιλάθρωπε.