ΦΕΒΡΟΥΑΡΙΟΣ 12
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βλαστὸν τῆς Λάρδου ἀσκητὴν ἐγκωμιάσωμεν, Ῥοδίων δόξαν Ὑψενῆς τὸ ἀγαλλίαμα, οἱ φιλέορτοι τοῖς ᾄσμασιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ πόνοις ὄφιν ἤσχυνε, καὶ Χριστὸν λόγοις καὶ ἔργοις ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαίροις Πάτερ Μελέτιε.
Ἄνωθεν αἱ χορεῖαι, τῶν Ἁγίων σκιρτῶσι, καὶ γῆθεν Ἐκκλησίας τὰ πλήθη (γ)· ἀεὶ γὰρ τόποις τοῖς ἐρημικοῖς οἰκήσας, Θεῷ ἀγῶσιν εὐηρέστησας, διὸ ὑμνῶν ἆθλα σου Μελέτιε, ἐξίσταμαι καὶ ἵσταμαι, θαμβούμενος βοῶν σοι ταῦτα·
Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐκλάμπει·
χαῖρε, δι’ οὗ τοὺς πιστοὺς αὐγάζει.
Χαῖρε, πεπτωκότων ἀνθρώπων ἀνόρθωσις·
χαῖρε, ἀθυμούντων ψυχῶν ἡ παράκλησις.
Χαῖρε, οἶκος ἁγιότητος, βλύζων χάριν μυστικήν·
χαῖρε, σκεῦος πνευματέμφορον, θαυμαστὸν καὶ ἐν ζωῇ.
Χαῖρε, ὅ,τι αὐλίζει μετ’ Ἀγγέλων ἐν πόλῳ·
χαῖρε, ὅ,τι πρεσβεύεις τῇ Τριάδι ἀπαύστως.
Χαῖρε, ἀστὴρ λαβὼν φῶς τρισήλιον·
χαῖρε, φωστὴρ λαμπρύνων τὰ πέρατα.
Χαῖρε, δι’ οὗ κατηυφράνθη ἡ κτίσις·
χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις, Πάτερ Μελέτιε.
Βλέπουσα Ὀρθοδόξων, ἡ πληθὺς λείψανόν σου, καὶ γνοῦσα τὰς σὰς ἀρετὰς ἐκβοᾶ σοι· τὰ παράδοξά σου θαυμαστά, ἐμφανέστατα νῦν ἀληθῶς δείκνυνται, διὸ τῷ γόνυ κλίνουσα, ἀσπαζομένη μάκαρ κράζει·
Ἀλληλούϊα.
Γνῶσιν βίου σχῶμεν, ἐκ θαυμάτων σου Πάτερ, ἃ τόποις Ὑψενῆς κατειργάσω, ὅ,τι ποίμνην λιπών, τρυφὴν καὶ ἡδέα τῆς ζωῆς ἔφυγες, οἴκῳ πατρικῷ, καὶ ἦλθες μονᾶσαι σπηλαίῳ, σοὶ δὲ κράζω, ἐκ βαθέων ταῦτα·
Χαῖρε, Θεοῦ ἀποῤῥήτων μύστης·
χαῖρε, προσευχῆς ἔνθερμος πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ ῥοῦς ἀείζωος·
χαῖρε, τῶν χαρίτων κρουνὸς ὁ ἀείῤῥοος.
Χαῖρε, κλίμαξ ἄνω φέρουσα, τοὺς πιστοὺς πρὸς οὐρανόν·
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·
χαῖρε, ὁ τοῖς Ὁσίοις ὧν ὁμόσκηνος πόλῳ.
Χαῖρε, λαμπρὸν τῆς Ῥόδου ἀγλάϊσμα·
χαῖρε, καλὸν Ποιμένος ὑπόδειγμα.
Χαῖρε, σοφὲ μοναστῶν ποδηγέτα,
χαῖρε, πιστὲ τοῦ Κυρίου ἐργάτα.
Χαίροις, Πάτερ Μελέτιε.
Δύναμιν οὐρανόθεν, ἐξαπέστειλε θείαν, πρὸς σὸν φωτισμὸν ὁ παντεπόπτης, καὶ νοῦν εὔγνωστον εὗρε ἁπλοῦν, εἰς ὃν Θεὸς ᾤκησε· διὸ ἔδραμες ἀσκήσασθαι, ἐν τόποις ἡσυχίας Αὐτῷ μόνον ᾄδειν·
Ἀλληλούϊα.
Ἔφυγες τοὺς θορύβους, καὶ φροντίδας τοῦ βίου, ἑλόμενος δοξᾶσαι Κυρίῳ· καὶ ἀγῶνας ὦ Πάτερ εὐθὺς ἀσκητικούς, ἐπηύξησας ῥοὰς δακρύων, νηστείαν καὶ ἐγκράτειαν, πόνους οὓς τιμῶμεν σοὶ βοῶντες πίστει·
Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα·
χαῖρε, πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·
χαῖρε, εὐσεβῶν ἐνθεότατος ἔπαινος.
Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας πειρασμῶν·
χαῖρε, δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε, ὅ,τι προχέεις ἰαμάτων τὰ ῥεῖθρα·
χαῖρε, ὅ,τι ὑπάρχεις Σιλωὰμ κολυμβῆθρα.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε, σατᾶν τοῦ πλάνου φυγάδευμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς σωτηρία·
χαῖρε, ἡμῶν πρὸς Χριστὸν ἱκεσία.
Χαίροις, Πάτερ Μελέτιε.
Ζάλης τάραχον, σκότος λογισμῶν ψυχοκτόνων, ἐδίωξας καθάρας τὸν νοῦν σου, καὶ ποιμὴν βροτῶν Πάτερ, Ῥόδῳ ἔφανες, ἐκδιδάσκων θεωρίαις καὶ ἔργοις, ἀρετῶν πολλῶν ἀπόκτησιν, Θεῷ δοξολογῶν ἀεὶ καὶ ψάλλων·
Ἀλληλούϊα.
Ἦλθες ὑπὸ τὸ δένδρον, Ὑψενῆς θείῳ τόπῳ, ὁράματι καὶ σκάψας ἀνεῦρες, ῥιζιδὸν τούτου εἰκόνα Θεοτόκου πάνσεπτοιν, διὸ ναὸν ἤγειρας ταύτῃ, ἀνυμνῶν τῇ Θεομήτορι, κἀγὼ νῦν πόθῳ σοι Πάτερ ψάλλω·
Χαῖρε, τῆς Λάρδου πατρίδος γόνος·
< span style="color:rgb(102,102,102);font-size:12pt">
χαῖρε, τῆς Δωδεκανήσου κλέος.
Χαῖρε, ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, τοῦ σπηλαίου σεμνὸν οἰκητήριον.
Χαῖρε, ὅ,τι τὰ οὐράνια συναγάλλεται τῇ γῇ·
χαῖρε, ὅ,τι καὶ περίγεια τὰ σὰ ἆθλα ἐξυμνεῖ.
Χαῖρε, τῶν διδασκάλων θεοκίνητον στόμα·
χαῖρε, τῶν μοναζόντων ἀκατάβλητον θάῤῥος.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρὸν ἀγάπης παράδειγμα.
Χαῖρε, δι’ οὗ κατησχύνθη ὁ ᾅδης·
χαῖρε, δι’ οὗ ἐτροπώθη βελίαρ.
Χαίροις, Πάτερ Μελέτιε.
Θαυματόβρυτος ὤφθης, πανσεβάσμιε Πάτερ, κολοσσὸς ὕψει, πίστεως ἔγοις· διὸ θαύμασι πλείστοις λαός, παρὰ σοῦ ἰάθη ἀληθῶς ζῶντός σου, ἀλλὰ καὶ μετὰθάνατον, ὠφέλησας πιστούς, βοῶντας·
Ἀλληλούϊα.
Ἴσα πᾶσι δικαίως, ἀποδίδως θεόφρον, ἐμπράκτως κηρύττων δικαιοσύνην· ὡς φιλάδελφον ὁρῶντα, ἢ ἀκούοντά σε, ἔσπευδε λαός, ἐλεημοσύνην ἵνα λάβῃ, παρὰ σοῦ Πατρὸς φιλοστόργου, πόθῳ λέγων·
Χαῖρε, λαμπρὸν τῆς ἐρήμου θρέμμα·
χαῖρε, λαοῦ εὐσεβοῦντος ὄλβος.
Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·
χαῖρε, τῆς Τριάδος ψαλμὸς ὁ ἀσίγητος.
Χαῖρε, ὄφιν πολυμήχανον, τραυματίσας τῇ εὐχῇ·
χαῖρε, νέκρωσιν ψυχῆς παύσας, ἐπικλήσει θεϊκῇ.
Χαῖρε, πλήθη ἐντόμων ἀποτρέψας ἐκ μάνδρας·
χαῖρε, πλάνιυ παγίδας, διαβὰς ἀκωλύτως.
Χαῖρε, ἀπίστων ἔνθεον κήρυγμα·
χαῖρε, πιστῶν πραότητος γνώρισμα.
Χαῖρε, κανὼν ἀρετῆς σωφροσύνης·
χαῖρε, βροτῶν ζυγὸς δικαιοσύνης.
Χαίροις, Πάτερ Μελέτιε.
Κήρυκες θαυμασίων, καὶ φρικτῶν σου ὑπῆρκαν, παντάπασι τῆς Λάρδου Πατέρες, καὶ ἱερουργοῦντα ἐν ναῷ, τῷ ἀπλέτῳ ἔβλεπον φωτὶ κυκλοῦν σε, εὐχόμενον ἀπαύστως ὦ παμμάκαρ, καὶ μέλποντα Θεῷ οὕτως·
Ἀλληλούϊα.
Λάμψας ἐν νήσῳ Ῥόδῳ, ὡς ἀστὴρ φαεσφόρος, Μελέτιε ἐστήριξας πίστει· καιροῖς δουλείας ζοφερᾶς, λαὸν ἐν φθόγγοις καὶ ἔργοις ἀγαθοῖς Ὅσιε, σημείων δὲ πλησθέντες ἅπαντες, ἐβόων σοι ἀσμένως ταῦτα·
Χαῖρε, ἀνύψωσις εὐσεβούντων·
χαῖρε, ἡ ἴασις ἀσθενούντων.
Χαῖρε, σωτηρίας ἀστὴρ τηλαυγέστατος·
χαῖρε, Ἐκκλησίας φωστὴρ ἀξιάγαστος.
Χαῖρε, θάλασσα βυθίζουσα πειρασμοὺς τοὺς πονηρούς·
χαῖρε, κρήνη μῦρα βλύζουσα, καὶ ἀρδεύουσα πιστούς.
Χαῖρε, πύρινε στῦλε, προσευχῶν ἐν σπηλαίῳ·
χαῖρε, φύλαξ Πατέρων, κοινωνὲ τῶν Ὁσίων.
Χαῖρε, τροφὴ πεινώντων ἀκένωτος·
χαῖρε, ποιμὴν σῆς ποίμνης ὁ πάντιμος.
Χαῖρε, πιστὲ ὁδηγὲ ἀληθείας·
χαῖρε, ἐξ οὗ ῥείθρα χέονται θεῖα.
Χαίροις, Πάτερ Μελέτιε.
Μέλλοντος εἰσιέναι, ἐν σπηλαίῳ προσεύχει, παράδοξα σημεία ἐτέλεις· θαυμασίων οὖν πληρῶν πολλούς, οὐχ’ ἐπαίνων θέλων, εὐθὺς Πάτερ ἔφευγες, πάντας δεῖ, εὐχαριστίαν δοῦναι ἔλεγες τῷ Πλάστῃ, μέλπων·
Ἀλληλούϊα.
Νίκας τοῖς βασιλεῦσι, σαῖς εὐχαῖς μάκαρ ἔπεμψας, τῷ Γένει τῶν Ἑλλήνων προστατεύων, ἐκ πολέμων βαρβάρων λαῶν, καὶ κινδύνων τῶν αἱρετικῶν, ἵνα μὴ τῇ πίστει βλάπτητε, θάῤῥους τοῖς σοῖς λόγοις πληρῶν, τοὺς βοῶντας·
Χαῖρε, ὁ τῦπος τῆς ἐγκρατείας·
χαῖρε, σκληρᾶς ὁ στῦλος νηστείας.
Χαῖρε, ἀντιλήπτωρ ἁπάντων ὁ εὔπορος·
χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε, αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς·
χαῖρε, μάνδρα ἁγιότητος, ἡ φωτίζουσα βροτούς.
Χαῖρε, Γένους Ἑλλήνων, πρὸς Θεὸν παραστάτης·
χαῖρε, τῶν μοναζόντων ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·
χαῖρε, μετανοούντων συγχώρησις.
Χαῖρε, στολὴ ἀρετῶν ἡ ἁγία·
χαῖρε, τρυφὴ ποθητοῦ Παραδείσου.
Χαίροις, Πάτερ Μελέτιε.
Ξένα ὄντως ὁρῶμεν, ὦ θεσπέσιε Πάτερ, τὰ τελούμενα φρικώδη θεόθεν· βιώσας πλείστοις ἔτεσιν ὑπὸ τὴν γῆν, ὑετοὺς καὶ ψῦχος καρτερῶς ὑπήνεγκας, νηστεύων καὶ ἐλαύνων τῶν δαιμόνων τὴν πληθύν, καὶ φάσκων·
Ἀλληλούϊα.
Ὅλος φῶς ἐξαστράπτων, προσευχῇ θεαρέστῳ, δοχεῖον τοῦ Πνεύματος ἐγένου· κατεσκήνωσε γὰρ ἀληθῶς, ἅπαν τὸ πλήρωμα ἐν σοὶ τῆς Θεότητος· ἡμεῖς δὲ τὰ σὰ γνῶντες μάκαρ ἆθλα, τοῖς ᾄσμασι πιστῶς βοῶμεν·
Χαῖρε, Θεοῦ μυστηρίων πύλη·
χαῖρε, σεμνὴ σωφροσύνης στήλη.
Χαῖρε, κακοδόξων δριμύτατος ἔλεγχος·
χαῖρε, Ὀρθοδόξων, ἐξαίρετος ἔπαινος.
Χαῖρε, Φῶς τὸ ἐκλαμπρότατον, ὁδηγοῦν σὲ πρὸς Σιών·
χαῖρε, κάτοπτρον τοῦ Πνεύματος, καὶ οἰκήτωρ οὐρανῶν.
Χαῖρε, ὁ πενομένους ἀδελφοὺς διαθρέψας·
χαῖρε, ὁ πλανωμένους ἀσφαλῶς ὁδηγήσας.
Χαῖρε, δι’ οὗ ἀλλότριοι φεύγουσι·
χαῖρε, δι’ οὗ πολέμιοι ἥττηνται.
Χαῖρε, σοφὲ ἀσκητῶν ποδηγέτα·
χαῖρε, στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.
Χαίροις, Πάτερ Μελέτιε.
Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη ὁρῶσα, σὸν ἔνσαρκον ἰσάγγελον βίον· ὁ ἀπρόσιτος γάρ σε Θέος, χαριτώσας ζῶντα θαυμαστὸν Πάτερ, καὶ μετὰ θάνατον ἔδειξε, θαυματουργοῦντα πιστοῖς, τοῖς κράζειν οὕτως·
Ἀλληλούϊα.
Ῥήτορας ἀπιστίας, ἐτροπώσω γενναίως, σοφῇ σου ὀρθῇ διδασκαλίᾳ· κακοδόξους γὰρ πλάνους, δεισιδαιμονοῦντας μάκαρ, πρὸς φῶς ἴθυνας, κηρύττων ὀρθοδόξως, ἀνοθεύτως τε Χριστόν, διὸ σοὶ λέγω·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, χαρίτων Αὐτοῦ ταμεῖον.
Χαῖρε, ἀθεΐας ἀμφίστομος μάχαιρα·
χαῖρε κακοτρόπων ὀξύτατον φάσγανον.
Χαῖρε, ὅ,τι κατησχύνθησαν οἱ δεινοὶ αἱρετικοί·
χαῖρε, ὅ,τι κατηυφράνθη σοι, πάσα γῆ Ῥοδιακή.
Χαῖρε, καθηγουμένων ἐγκαλλώπισμα θεῖον·
χαῖρε, τῶν μοναζόντων τὸ ἐντρύφημα πάντων.
Χαῖρε, φωτὸς Ἡλίου ἀπαύγασμα·
χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.
Χαῖρε, ὁ γνοὺς τῶν δαιμόνων παγίδας·
χαῖρε, ὁ δοὺς αὐτοῖς κτύπημα μέγα.
Χαίροις, Πάτερ Μελέτιε.
Σῶσον σαῖς ἱκεσίαις, πανσεβάσμιε Πάτερ, Κυρίῳ δυσωπῶν ἡμᾶς πάντας· ἐν Μονῇ Ὑψενῆς, σὸν σκῆνος πιστῶς ἀσπαζόμεθα, καὶ τιμὴν δίδομεν· ἀντίδος οὖν τὰ κρείττονα, τοῖς μέλπουσι σοι ἆσμα θεῖον·
Ἀλληλούϊα.
Τάξεις τῶν Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν Πάτερ πνεῦμα· ὁ γὰρ Δημιουργὸς παναληθῶς, καθηγίασέ σε θαυμαστῶς ἔνδοξε, Ὃν εὐηρέστησας ἆθλοις, διδάξας οὕτω τοῖς πιστοῖς, φωνεῖν σοι·
Χαῖρε, ὀ λύχνος τῆς παρθενίας·
χαῖρε, ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε, ὁδηγὲ μοναστῶν καὶ διδάσκαλε·
χαῖρε, φωτιστὰ τοῦ λαοῦ καὶ ἰσάγγελε.
Χαῖρε, σὺ γὰρ ἐπανόρθωσας, τῇ μετανοίᾳ μαθητάς·
χαῖρε, σὺ συκοφαντούμενος, ὅ,τι κατήσχυνας ἐχθρούς.
Χαῖρε, τῶν μοναζόντων φωτεινὸν ὁδοδείκτης·
χαῖρε, τῆς Ἐκκλησίας θεοδίδακτος μύστης.
Χαῖρε, κλεινὸν τῆς Ῥόδου ἀγλάϊσμα·
χαῖρε πιστῶν Πατέρων ἀνάστημα.
Χαῖρε, ταχὺς ἀντιλήπτωρ καὶ ῥύστης·
χαῖρε, θερμὸς πρὸς Δεσπότην μεσίτης.
Χαίροις, Πάτερ Μελέτιε.
Ὕμνους θείους προσδέχου, ὦ Μελέτιε μάκαρ, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλλων, συμφορῶν θλίψεων, παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς σαῖς τοὺς βοῶντας·
Ἀλληλούϊα.
Φωτοδότην Δεσπότην, ἐξευμένισας Πάτερ, πολιτευσάμενος Αὐτῷ ὁσίως· ἐν σοὶ γὰρ ἄϋλον Φῶς, ὁδηγοῦν πρὸς γνῶσιν τοῦ Θεοῦ ἄριστον, διὸ κἀμεῖς κηρύττοντες, Χριστοῦ τὰ μεγαλεῖα, ᾄδομέν σοι·
Χαῖρε, Πατέρων τῆς μάνδρας πῦργος·
χαῖρε, ἡμῶν ῥωμαλέον σφρῖγος.
Χαῖρε, εὐλαβῶν τὰς ψυχὰς ἅπτων Πνεύματι·
χαῖρε, νοερῶς τοῖς πιστοῖς δίδων χάριτας.
Χαῖρε, ὅ,τι ἀῤῥωστήματα θεραπεύεις ἀληθῶς·
χαῖρε, ὅ,τι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε, προσευχομένων βοηθὸς καὶ προστάτης·
χαῖρε, τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.
Χαῖρε, λαμπτὴρ φωτίζων τὰ πέρατα·
χαῖρε, πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε, φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος·
χαῖρε, πιστῶν ἀνυπέρβλητον θάῤῥος.
Χαίροις, Πάτερ Μελέτιε.
Χάριν δίδου τοῖς πίστει, ὦ Μελέτιεὕμνοις, λείψανόν σου καὶ εἰκόνα τιμῶσι· πόθον δώρησαι ἅγιον, καρποὺς πνευματικοὺς ζῆλον ἀρετῶν ἔνθεον, προθύμους ἡμᾶς ἔχειν πρὸς μετάνοιαν, καλὴν ἀπολογίαν Θεῷ ψάλλειν·
Ἀλληλούϊα.
Ψάλλοντες θεῖα μέλη, εὐφημοῦμέν σε Πάτερ, φιλέορτοι ἐκ πάσης Ἑλλάδος· διὸ τὴν σὴν τιμῶντες μνήμην σπεύδομεν, Μονῇ Ὑψενῆς νήφοντες εὐχόμενοι, αἰτήματα κομίζοντες, ἃ πρόσδεξαι, καὶ δὸς τὰκρείττω, τοῖς σοὶ μέλπειν·
Χαῖρε, στολὴ εὐπρεπείας θεία·
χαῖρε, ἁπάντων Ἁγίων φίλος.
Χαῖρε, κιβωτὲ καὶ ναὲ ἁγιάσματος·
χαῖρε, θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.
Χαῖρε, ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν·
χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ ἀσύλητον γέρας·
χαῖρε, τῶν Ὀρθοδόξων τὸ παμπόθητον κέρας.
Χαῖρε, δι’ οὗ ηὐγάσθη ἡ σύμπασα·
χαῖρε, δι’ οὗ πατρὶς σὴ ἀγάλλεται.
Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε, ψυχῶν σωτηρίας ὁ πρέσβυς.
Χαίροις, Πάτερ Μελέτιε.
Ὦ σεβάσμιε Πάτερ, Ὑψενῆς μάνδρας δόξα, Ἁγίων ἐπουράνιε μύστα (γ΄)· τοῖς μέλπουσί σοι τόνδε τὸν ὕμνον, ἀνταπόδος σωτηρίαν ψυχῆς ἀθανάτου, κἀμᾶς δὲ ῥῦσαι πυρὸς κολάσεως, τοὺς συμβοῶντας·
Ἀλληλούϊα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βλαστὸν τῆς Λάρδου ἀσκητὴν ἐγκωμιάσωμεν, Ῥοδίων δόξαν Ὑψενῆς τὸ ἀγαλλίαμα, οἱ φιλέορτοι τοῖς ᾄσμασιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ πόνοις ὄφιν ἤσχυνε, καὶ Χριστὸν λόγοις καὶ ἔργοις ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαίροις Πάτερ Μελέτιε.
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.