Saturday, January 9, 2016

Εγκώμια- Μεγαλυνάρια Όσιος Μελέτιος Υψενή Ροδου


Μεγαλυνάρια, κατὰ τήν· Τὴν τιμιωτέρα·

ὧν ἡ ἀκροστιχίς: Γεωργίου ᾠδή.



Γέγραπται ἐν θείᾳ βίβλῳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλλεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλᾶμπον, ἃ ἔσχες Ὅσιε.



Ἔχομεν τῆς Λάρδου τὸν εὐκλεῆ, βλαστὸν κλέος Ῥόδου, πανσεβάσμιον ἀσκητήν, φύλακα προστάτην, Μελέτιον τὸν θεῖον, φρουρὸν καὶ θερμὸν πρέσβυν, πάντες πρὸς Κύριον.



Ὦ τῶν σῶν θαυμάτων καὶ δωρεῶν, Ὅσιε πρὸς πάντας, τοὺς προστρέχοντας ἐκζητεῖν, πόμα σωτηρίας, καὶ λόγον ἀληθείας, Μελέτιε Πατέρων, τὸ ἀκροθίνιον.



Ῥύσασθε κινδύνων καὶ συμφορῶν, Ἑλλήνων τὸ γένος, ὦ Μελέτιεἱερέ, σὺν τῷ συνωνύμῳ, ποιμένι Ἀντιοχείας, καὶ σκέπετε τοὺς πίστει, ὑμᾶς γεραίροντας.



Γέρα σὺ προσήνεγκας τῷ Χριστῷ, ἀρετῶν τὸν πλοῦτον, ὃν συνέλεξας νουνεχῶς, ἐν σκληρᾷ νηστείᾳ, εὐχῇ τε καὶ ἀσκήσει, διὸ καὶ ὁ Δεσπότης, Πάτερ ἀντήμειψεν.



Ἴσος ἀνεδείχθης τοῖς ἀσκηταῖς, Ὑψενῆς ὁ κτίτωρ, θεοφόρε Μελέτιε, ὡς ἀστὴρ ἐκλάμψας, ἐν ἰσαγγέλῳ βίῳ, διὸ ἐν ὁσιότητι, τοῦτον ἔλιπες.



Ὅσιε τῆς Ῥόδου δόξα λαμπρά, Ἑλλήνων τῷ γένει, Ὀρθοδόξων προασπιστά, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν σὲ τιμώντων, ἐν Ὑψενῆς τῇ μάνδρᾳ, γεένης ῥύσασθε.



Ὕμνοις εὐφημήσωμεν μελιχροῖς, ᾠδαῖς ἡδυφθόγγοις, τῶν Ἑλλήνων λαμπρὸν πυρσόν, χαῖρε ἐκβοῶντες, Μελέτιε τρισμάκαρ, τῆς Ῥόδου προστασία, Λάρδου ἐκβλάστημα.



Ὦ θεοειδέστατε κοινωνέ, τῶν Ὁσίων πάντων, ὁ εἰκόναν εὑρὼνν ἁγνῆς, καὶ Ὑψενῆς μάνδρα, πιστῶς οἰκοδομήσας, ὑπὲρ ἡμῶν Σωτῆρι, νῦν καθικέτευε.



Δάκρυσι προσπέσωμεν τοῦ Πατρός, κάρᾳ σὺν λειψάνοις, ἐξαιτούμενοι παρ’ αὐτῶν, νόσων ἰατρείαν, ἐκλύτρωσιν κινδύνων, ἀπαλλαγὴν δαιμόνων, καὶ χάριν ἄμετρον.



Ἥλιον τῆς δόξης Πάτερ σεπτέ, Χριστὸν ἐκδυσώπει, ὑπὲρπάντων τῶν σὲ πιστῶς, ἀνυμνούντων ὕμνοις, τιμώντων λείψανόν σου, καὶ μνήμην σου τελούντων, σώζεσθαι ἅπαντας.



Ἕτερα.



Δεῦτε εὐφημήσωμεν ψαλμικῶς, ἁγνὴν Θεοτόκον, καὶ Μελέτιον τὸν πιστόν, Ὅσιον Πατέρα, διδάσκαλον ποιμένα, χαῖρε αὐτῷ βοῶντες, θεοειδέστατε.



Χαίροις ὁ τὴν μάνδραν τῆς Ὑψενῆς, κτίσας ὅτε εὗρες, ὑπὸ δένδρον μορφὴν ἁγνῆς, καὶ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, Πάτερ Μελέτιε.



Ἔχει Ὑψενῆς σε θεία Μονή, πρόμαχον προστάτην, καταφύγιον καὶ φρουρόν, Μελέτιε Πάτερ, καὶ σοὶ πιστῶς προστρέχει, τῶν φιλεόρτων δήμος, ὑμνῆσαι ᾄσμασιν.



Πίστει ἀσπασώμεθα ἀδελφοί, κάρᾳ σὺν λειψάνοις, μυροβόλοις θείου Πατρός, ὅπως ἀρυσθῶμεν, ἁγιασμὸν καὶ χάριν, τῆς ἐνοικούσης τούτοις, Πνεύματος χάριτι.



Νίκης θεῖον ὅπλον ζωοποιόν, Σταυρὸν τοῦ Κυρίου, πρὸς τοὺς δαίμονας ἀληθῶς, ἔλαβες καὶ ἦλθες, πρὸς μάχας μετὰ τούτων, Μελέτιε τροπώσας, τούτων τὰς φάλαγγας.



Σπόρον ἐγεώργησας ἀρετῶν, καὶ στάχυν ἐδρέψω, πολλυπλάσιον ὡς Θεός, δίδωσιν ἀξίοις, ζητῶν τὴν σωτηρίαν, τῶν γηγενῶν ὦ Πάτερ, ὑπὲρ ὧν ἔπαθε.



Ἀντὶ τῆς τροφῆς σου τὸν χορτασμόν, τρυφὴν ἐπεπόθης, Παραδείσου τῇ προσευχῇ, διὸ νῦν ἐν πόλῳ, μετὰ τῶν Ἀσωμάτων, καὶ Πάντων τῶν Ἁγίων, γεύει μακάριε.



Ὕμνοις τοῦ Νυμφίου τὸν ἐραστήν, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀφρετάς, ἵν’ ἀνταποδώσῃ, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν Χριστὸς λιταῖς του, τὰ ἐπουράνια.



Ἔχομέν σε Πάτερ πρέσβυν θερμόν, πρὸς Θεὸν τὸν Πλάστην, Ὃν ἱέωσας προσευχαῖς, καὶ σκληραῖς νηστείαις, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις, συναριθμήσασθαι.



Χαίροις, ὁ τῆς Ῥόδου θεῖος βλαστός, Ὑψενῆς τῆς μάνδρας, πολυτίμητος θησαυρός, χαίροις ἱερέων, ἀγλάϊσμα καὶ δόξα, Μελέτιε θεόφρον, πιστῶν τὸ καύχημα.



Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καὶ ἁγίασον τὰς ψυχάς, ταῖς θερμαῖς πρεσβείαις, τοῦ θείου Μελετίου, Χριστέ μου πανοικτίρμον, καὶ τῆς τεκούσης Σε.



Ἐν σοὶ ἐγκαυχᾶαται Χριστῶ Μονή, ἣν ἔκτισας Κόρης, κώμῃ Λάρδῳ τῆς Ὑψενῆς, ἔχουσα ὡς ὄλβον, τὸ θεῖον λείψανόν σου, Μελέτιε ὃ πίστει κατασπαζόμεθα.



Χαίροις Θεοτόκε τῆς Ὑψενῆς, Κρεμαστῆς Τσαμπίκας, Φιλερήμου Σκιαδενῆς, τῆς Φανερωμένης, Λίνδου Παρακμυθίας, Ἁμάρτου Παντανάσσης, Ῥόδου ὀχύρωμα.



Ῥόδου ὁ φιλόχριστος Σὲ λαός, ἀσπάζεται Κόρη, ἐν εἰκόσι θαυματουργοῖς, Ὑψενῆς Ἀφάντου, Ἀσκληπειοῦ Ἁμάρτου, Σορωνῆς Φιλερήμου, Νεοχωρίου τε.



Σὺν τῷ Κωνσταντίνῳ Ὕδρας βλαστῷ, Κλημέντι Εὐθυμίῳ, Μαλαχίᾳ Νικῆτᾳ τε, καὶ Ἀγαθαγγέλῳ, Μάρτυσι Φανουρίῳ, Σίλᾳ Χριστὸν δυσώπει, θεῖε Μελέτιε.



Σῶσον ταῖς λιταῖς σου πρὸς τὸν Θεόν, πάντας τοὺς τιμῶντας σὴν πανίερον ἑορτήν, καὶ κἀμοὶ τῷ ὕμνους, ὑφάναντι σοὶ Πάτερ, δὸς ἀρετῶν τὸν πλοῦτον, καὶ θείαν φώτισιν.





Μεγαλυνάρια, κατὰ τό· Ἀκατάπλητον ἐστί.



Ἀκατάληπτα βροτοῖς, καὶ Ἀγγέλοις ἀληθῶς, πέλει Πάτερ ἆθλα σά, ἃ ἐβράβευσε Θεός.



Ἀκατάληπτα ἐστίν, ἀνερμήνευτα ποσῶς, τὰ σημεῖα ἃ τελείς, ὦ τρισμάκαρ θαυμαστῶς.



Ἀνυμνεῖ σε ἱερῶς, ὦ Μελέτιε λαός, μεγαλύνων ἀληθῶς, ὃν ἐδόξασε Θεός.



Δέξαι Πάτερ τὰς ᾠδάς, ὡς θυμίαμα τ’ εὐχάς, καὶ ἀντίδος σαῖς λιταῖς, τῷ Θεῶ σωθῆναι ἡμᾶς.



Ἡ Μονὴ τῆς Ὑψενῆς, ἔχει Πάτερ σὲ φρουρόν, παραμύθιον ψυχῶν, πρὸς Χριστὸν πρέσβυν θερμόν.



Καὶ τὰ κατ’ Ἀλφάβητον.



Ἀνερμήνευτα ἐστί, τὰ τελούμενα ἐν σοί, καταπλήττονται πιστῶν, καὶ Ἀγγέλων οἱ χοροί.



Βασιλέως τοῦ Χριστοῦ, ἠκολούθησας ὁδόν, καὶ ἠφάνισας ὁρμάς, τῶν δαιμόνων ἐκποδῶν.



Γεωργεῖς τὰς ἀρετάς, ὡς γεώργιον καλόν, καὶ καθαίρεις τὰς ψυχάς, τῶν ῥαθύμων μοναστῶν.



Δεῦτε δῶμεν ἀσπασμόν, ἐν τῆς Ὑψενῆς Μονῇ, τοῖς λειψάνοις τοῦ Πατρός, ᾄδοντες ᾠδὴν τερπνήν.



Ἐν νηστείᾳ καθαρᾶ, σὺ προσεύχει ἀληθῶς, διὸ θαύμασι φρικτοῖς, κατηξίωσε Θεός.



Ζωηῤῥύτοις διδαχαῖς, ἱερῶς καθοδηγεῖς, τοὺς προστρέχοντας εἰς σέ, ῶς δ’ ἀπίστοις χορηγεῖς.



Η δακρύῤῥοος εὐχή, ἐγεγόνει σὺ κλαυθμός, καὶ ἐπτέρωσε τὸν νοῦν, πρὸς τὰ ἄνω ὡς εἰκός.



Θεοτόκον Μαριάμ, ἐμεγάλυνας ψαλμοῖς, τὰ σὰ πταίσματα θρηνῶν, στεναγμοῖς καὶ ὀδυρμοῖς.



Ἱκετεύει σὲ λαός, Ὑψενῆς Μονῆς πληθύς, ὦ Μελέτιε σεπτέ, ἡμᾶς σῶσον παρευθύς.



Κατῳκτείρησας Χριστόν, ἐν ἀγάπῃ περισσῇ, σωφροσύνης τὴν ὁδόν, σὺ προκρίνας τὴν χρυσῆ.



Λιμοῦ πάντας ἐξελοῦ, νόσων τε φθοροποιῶν, μολυσμάτων τῆς ψυχῆς, καὶ ἐχθρῶν ἐπηρειῶν.



Μιμησώμεθα πιστοί, τοῦ Ὁσίου ἀρετήν, Μελετίου ἐν χαρᾷ, οὗ τιμῶμεν ἑορτήν.



Νεκρωθεῖσάν μου ψυχήν, ζώωσον Χριστὲ εὐχῇ, καθαγίασον τὸν νοῦν, μετανοίας δὸς ἀρχήν.



Ξενοδόχησον ἡμᾶς, θεῖον κλέος ἀσκητῶν, καὶ δὸς πᾶσι σὰς εὐχάς, βίον εὔσχημον καλόν.



Ὀρθοτόμησον ὁδόν, πρὸς πηγὰς τὰς διαυγεῖς, ὥσπερ ἔλαφος ζητεῖ, πιεῖν ὕδωρ ἐκ τῆς γῆς.



Περιτείχισον ἡμᾶς, τοὺς ὑμνοῦντάς σε λαμπρῶς, ὦ Μελέτιε πιστέ, τῇ ψυχῇ ὁ καθαρός.



Ῥαθυμίαν τῆς ψυχῆς, ἀποδίωξον μακράν, σὺ σκιρτήμασι σαρκός, παύων πᾶσαν συμφοράν.



Σκέπε μάνδραν Ὑψενῆς, θεοδίδακτε εὐχαῖς, καὶ κολάσεως φρικτῆς, ἐξελοῦ σαῖς προσευχαῖς.



Τὴν φωσφόρον καὶ φαιδράν, ἐκτελοῦντες μνήμην σήν, ἐξαιτούμεθα πιστῶς, στρέψον θεϊκὴν ὀργήν.



Ὑψηλοφρονεῖν μὴ δός, παρ’ ὃ δεῖ Πάτερ φρονεῖν, καὶ τὰ ἄνω ἐκζητεῖν, τὰ οὐράνια ποθεῖν.



Φωτοδότα Ἰησοῦ, Σὲ γινώσκω Λυτρωτῆν, Μελετίου ταῖς λιταῖς, δεῖξον ἔργων ποιητήν.



Χαριτόβρυτε ἁγνή, βᾶτε γῆς τοῦ Μαδιάμ, νῦν θεόσοφος Πατήρ, δυσωπεῖ σε Μαριάμ.



Δόξα. Τριαδικόν.



Ψάλλω Σοι πιστῶς ᾠδήν, Πάτερ Λόγε Πνεῦμα εὐθές, διανοίας μου Τριάς, στήριξον τὸ ἀσταθές.



Καὶ νῦν. Θεοτοκίον.



Ὦ Παρθένε ἁγαθή, σὺν Πατρὶ τῷ θαυμαστῷ, εἰς τὸ σῶσαι τοὺς πιστούς, δυσωπήσατε Θεόν.







ΕΓΚΩΜΙΑ



Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.



Μεγαλύνομέν σε, ἱερέων χορός, ὦ Μελέτιε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.



Μεγαλύνομέν σου, Ὀρθοδόξων πληθύς, τὸν ἰσάγγελον ἐν γῇ θεῖον βίον σου, ὦ Μελέτιε ἡ δόξα ἀσκητῶν.



Μακαρίζομέν σε, φιλεόρτων πληθύς, ὦ Μελέτιε Ὁσίων ἐντρύφημα, καὶ ἐκβλάστημα τῆς Λάρδου τὸ σεπτόν.



Σὲ ὑμνολογεῖ νῦν, τῆς Μονῆς ὁ χορὸς Ὑψενῆς, ἣν πάλαι Πάτερ ἀνήγειρα,ς ὅτε εὗρες τὴν εἰκόνα τῆς ἁγνῆς.



Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ἅγιε, σῶσον πάντας.



Ἀνυμνοῦμεν Πάτερ, τὰ ἐν σοὶ ἀληθῶς, ἀξιάκουστα παράδοξα θαύματα, καὶ ὑμνοῦμέν σε Μελέτιε πιστῶς.



Γεωργήσας πάσας, τοῦ Χριστοῦ ἐντολάς, ἀρετὴν εἰς ἀρετὴν καὶ εἰς δύναμιν, θείαν ἤνυσας Μελέτιε ὁδόν.



Ἱκετεύομέν σε, Πάτερ μάνδρας χορός, τὸν στηρίξαντα τῇ πίστει τοὺς Ἕλληνας, ἐν δουλείας χρόνοις Ἄγαρ ζοφεροῖς.



Ἐπὶ τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψῶντας Πάτερ κατεύθυνον, ἀναψύχων νουθεσίαις σου ὀρθαῖς.



Σωτηρίαν δίδου, Ὀρθοδόξοις λαοῖς, τοῖς τιμῶσί σου τὴν μνήμην Μελέτιε, ἐξαιρέτως δὲ Πατράσιν ἀσκηταῖς.



Ὤφθης ἐν Ὁσίοις, τῆς ἀγάπης κανών, τῆς πραότητος εἰκὼν καὶ τῆς πίστεως, στῦλος ἄσειστος Μελέτιε σεπτέ.



Σπεῦσον θεῖε Πάτερ, βοηθῆσαι ἡμᾶς, τοὺς γεραίροντας τὴν μνήμην σου ᾄσμασι, καὶ γενέτειρα τιμῶσάν σε ἀεί.



Ὁ λαὸς τῆς Ῥόδου, ἐν Μονῇ Ὑψενῆς, κατασπάζεται Πατρὸς κάραν λείψανα, ἐξαιτούμενος τὴν χάριν δαψιλῶς.



Νεῦσον πανοικτίρμον, ἐφ’ ἡμᾶς ταῖς λιταῖς, Μελετίου τοῦ πιστοῦ σου θεράποντος, καὶ ἁγίασον καρδίας νοῦν ψυχάς.



Παννυχὶ ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμενος Ὅσιε, ταπεινώσει Πνεῦμα εἵλκυσας Θεοῦ.



Ἀρεταῖς σὸν βίον, ἐπὶ χρόνοις πολλοῖς, κατεπλούτησας σπηλαίῳ Μελέτιε, ὧν τὸν πλοῦτον πρὸς ζωὴν ἀγήρω δὸς ἡμῖν.



Νέμεις τοῖς αἰτοῦσι, δαψιλῶς χάριν σήν, ἰατρείν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Πάτερ πιστούς.



Τίς σου τὰ σημεῖα, παραδόξως φρικτά, ὦ Μελέτιε πιστῶς διηγήσειε, καὶ παλαίσματα πρὸς κτῆσιν ἀρετῶν;



Δόξα. Τριαδικόν.



Ἄχρονον Τριάδα, προσκυνοῦμεν πιστῶς, τὸν Πατέρα σὺν Υἱῷ τε καὶ Πνεύματι, τὴν δοξάσασαν Μελέτιον σεπτόν.



Καὶ νῦν. Θεοτοκίον.



Σπεῦσον Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν Σου παρακλήσεσι θερμαῖς.



Καὶ πάλιν τὸ πρῶτον.



Μεγαλύνομέν σε, ἱερέων χορός, ὦ Μελέτιε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.





Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.



Ἄξιόν ἐστί, μεγαλύνειν σε πιστοῖς τοῖς ὕμνοις, τὸν ἐν ἀρεταῖς καὶ μεγίστοις θαύμασι, περιβόητον Μελέτιε ψαλμοῖς.



Ἄξιόν ἐστι, μακαρίζειν σε πιστῶς θεόφρον, ὦ βλαστὲ καλῆς γῆς Λάρδου θεόφυτε, ὁ μορφὴν δήλην ποιήσας τῆς ἁγνῆς.



Ὕμνοις καὶ ᾠδαῖς, μεγαλύνει Ὑψενῆς σε μάνδρα, καὶ δακρύοις βρέχει πιστῶς τῇ κάρᾳ σου, ἐξαιτούμενος χαρίτων σου κρουνούς.



ᾎσμα τὸ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, πάντες Μελετίῳ λαμπρῷ ἀνθίσματι, τῶν Ῥοδίων καὶ Ὁσίῳ τοῦ Θεοῦ.



Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε, πιστοὺς σῶσον.



Ὄμματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν σε Πάτερ, πάσας ἀρετὰς θείας ἐκατόρθωσας, ἐξαιρέτως δὲ ταπείνωσιν πολλήν.



Σὲ Χριστιανῶν, αἱ χορεῖαι ὕμνοις ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα ἀναμέλπουσιν, ὦ Μελέτιε ἐν μάνδρᾳ Ὑψενῆς.



Ἴθυνον Χριστέ, εὐσεβῶν πρὸς Σὲ νοῦν καὶ καρδίας, ὅπως εὐφημήσωσι τερπνοῖς ᾄσμασι, τὸν Μελέτιον τὸ κλέος ἀσκητῶν.



Ἔρχου εἰς ἡμῶν, ἀρωγὴν Μελέτιε τρισμάκαρ, τῶν περικυκλούντων πίστει σὰ λείψανα, καὶ μελπόντων σε ἐν ᾄσμασι τερπνοῖς.



Πῦλαι οὐρανῶν, ὑπεδέξαντό σε πνοιγμέναις, ὅτε πρὸς Χριστὸν Πάτερ ἐξεδήμησας, ἐπεὶ γῇ μετῆλθες νόων βιοτῇ.



Ἵλαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου πανίερον ὦ Μελέτιε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.



Σκεῦος ἐκλεκτόν, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου πανίερον ὦ Μελέτιε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.



Σκεῦος ἐκλεκτόν, μυροθήκη Πνεύματος ἁγίου, πέλεις ὦ τρισμάκαρ στεῤῥὲ Μελέτιε, ἀρεταῖς κεκοσμημένος ἀληθῶς.



Τήρει ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Πάτερ, νόσους ἐκδίωκων δεινὰς καὶ συμφοράς, πειρασμοὺς τοὺς ψυχολέθρους ἐκποδῶν.



Ὄλβιος ὡς σέ, νῦν Μελέτιε ἐπικαλεῖται, καὶ πιστῶς ὀστέων θήκην ἀσπάζεται, σὺν εἰκόνι Θεοτόκου Ὑψενῆς.



Ὕψει θεϊκῷ, τὴν ταπείνωσι καλλιεργήσας, ἔφθασας καὶ δίκαιος πᾶσι γέγονας, ὑπομείνας μάκαρ θλίψεις καρτερῶς.



Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις πάντες φιλέορτοι, ἀνυμνούντες τὸν Μελέτιον ᾠδαῖς.



Στῦλος ἀρετῶν, καὶ τῆς πίστεως κανὼν ἐδείχθης, ἐν ὀρθαῖς διδασκαλίαις Μελέτιε, ποδηγέτης μοναζόντων νουνεχής.



Ὥσπερ προσφορά, καὶ θυσία θείας εὐωδίας, τῷ Χριστῷ καμάτους Πάτερ προσήγαγες, σὺν ἱδρῶσι δακρυῤῥόοις τε εὐχαῖς.



Σῶσον τοὺς πιστούς, ὦ Μ ελέτιε Ὁσίων δόξα, ἐκ τῶν πειρασμῶν τοῦ δολίου δράκοντος, πρὸς Φιλάνθρωπον λιταῖς σου Ἰησοῦν.



Δόξα. Τριαδικόν.



Ὅπλῳ τοῦ Σταυροῦ, ἐζωσμένος ἔνδοξε ἐν βίῳ, ἄκτιστον Τριάδα πίστει ἐδόξασας, θείοις ῥήμασι, σὺν ἔργοις ἀγαθοῖς..



Καὶ νῦν. Θεοτοκίον.



Νίκας Μαριάμ, σὺν εἰρήνῃ Ὀρθοδόξοις δίδου, καὶ ταῖς Ἐκκλησίαις Χριστοῦ ὁμόνοιαν, ἀφαρπάζουσα κολάσεως πιστούς.



Καὶ πάλιν τὸ πρῶτον.



Ἄξιόν ἐστί, μεγαλύνειν σε πιστοῖς τοῖς ὕμνοις, τὸν ἐν ἀρεταῖς καὶ μεγίστοις θαύμασι, περιβόητον Μελέτιε ψαλμοῖς.







Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.



Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεῖα μέλη, πεμπουσι σὲ παμμάκαρ.



Αἱ γενεαὶ πᾶσαι, ᾄδουσι τὸν ὕμνον, πανσέπτῳ Μελετίῳ.



Ὑψενῆς χορεία, ᾄσμασιν ἐνθεόις, τιμήσατε ποιμένα.



Ἐγκωμιαζομένου, Ὁσίου καὶ δικαίου, Χριστὸς παρέχει χάριν.



Ἑορτὴν τελοῦντες, φησὶν ὁ Χρυσοῤῥήμων, τιμώμενον μιμεῖσθε.



Δίδου τοῖς ὑμνοῦσι, Μελέτιε σὴν μνήμην, κατ’ ἄμφω ἰατρείαν.



Ῥῦσαι ἐκ κινβδύνων, τοὺς σὲ ὑμνολογοῦντας, ὦ Πάτερ θεοῤῥῆμον.



Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε, δεινῶν ἡμᾶς ῥῦσαι.



Ὄμβους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσιν, ὦ Πάτερ τὴν σὴν μνήμην.



Σκεῦος παναγίου, Πνεύματος ἐγένου, Μελέτιε θεόφρον.



Ἴθυνον πρὸς τρίβους, τῆς μετανοίας μάκαρ, ἡμῶν ἀεὶ τὸν βίον.



Ἔρχου Θεοτόκε, ὡς πρέσβυς πρὸς Υἱόν Σου, ἡμῖν σὺν Μελετίῳ.



Δεῦτε φιλεόρτων, πληθὺς καὶ ἱερέων, δῶμεν τιμὴν Ὁσίῳ.



Ἔχομεν σὲ πρέσβυν, καὶ πρὸς Χριστὸν μεσίτην, Μελέτιε τρισμάκαρ.



Ἵνα λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, παρακαλοῦμεν Πάτερ.



Νέμεις τοῖς αἰτοῦσι, τὴν χάριν σῶν θαυμάτων, Μελέτιε καὶ κρείττῳ.



Ὦ Ῥοδίων δόξα, Ὑψενῆς προστάτα, καὶ Λάρδου ἄνθος Πάτερ.



Νίκας Ὀρθοδόξοις, παράσχου καὶ σὴν χάριν, τοῖς σὲ πιστῶς τιμῶσιν.



Ἥλιον δυσώπει, τῆς Δικαιοσύνης, ἡμῶν φωτῖσαι σκότη.



Μήποτε ἀφήσης, Μελέτιε σὸν κτίσμα, ἄνευ σῆς βοηθείας.



Ἀσκητὰς Πατέρας, θείους ἐμιμήσω, δεήσει καὶ νηστείᾳ.



Στήλη σωφροσύνης, Μελέτιε ἐδείχθης, αἴρων συκοφαντίαν.



Ῥάνατε δακρύοις, ἄνθεσι καὶ μύροις, τῇ Μελετίου κάρᾳ. (γ΄)



Ὕβριν τῶν δαιμόνων, κόπασον ὦ μάκαρ, καὶ πάθη ψυχοφθόρα.



Συγγνώμην δὸς πταισμάτων, ἡμῶν Θεῷ λυπούντων, λιταῖς σου θεῖε Πάτερ.



Δόξα. Τριαδικόν.



Ἄναρχον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, πιστῶς δοξολογοῦμεν.



Καὶ νῦν. Θεοτοκίον.



Ἴσθι Θεοτόκε, τῆς Ὑψενῆς προστάτις, καὶ τῆς Ἑλλάδος σκέπη.



Καὶ πάλιν τὸ πρῶτον.



Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεῖα μέλη, πεμπουσι σὲ παμμάκαρ.





Εὐλογητάρια. Ἦχος πλ. α΄.



Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Μελέτιον ᾆσαι.



Τῶν Ἀγγέλων αἱ τάξεις, ἐθαμβήθησαν ὄντως, ἐν σπηλαίῳ ὁρῶντα, ὅ,τι βίον διῆλθες, ὡς ἰσάγγελος Πάτερ, καὶ εἰρηνικῶς πνεῦμα σὸν παρέδωκας, ὅθεν σὺν τοῖς Ἁγίοις, Θεὸς ἠρίθμησε.





Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν φωστῆρα ὑμνῆσαι.



Τίνα μῦρα, εὐσεβεῖς καὶ δάκρυα, νῦν τῷ Μελετίῳ δῶτε, ἱερέων εὐσεβούντων ἄθροισμα, προσεφθέγγετο ἐν κατανύξει, ἴδετε πιστοὶ ποιμένα καὶ ᾔσθητε, οὐρανοῖς γὰρ οἰκῶν, Φῶς ὁρᾶ τὸ ἄκτιστον.



Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Σὸν θεράποντα μέλψαι.



Λίαν πιστῶς, Μελετίῳ μέλψωμεν, οἱ φιλέορτοι ᾄδοντες ὕμνον, ἐν τῇ μάνδρᾳ Ὑψενῆς δραμόντες συμφωνοῦντες, τί ἐν οὐρανοῖς νοεῖτε τὸν πάντιμον; ὥσπερ ζὼν νῦν κάρα, λειψάνοις πάρεστιν.



Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, θεοφόρον ὑμνῆσαι.



Μυριπνόοις νῦν ῥόδοις, χρυσανθέμοις καὶ κρίνοις, καταστέψωμεν πάντες, Μελετίου τὴν κάραν πιστοί, ἐγκρατεύοντες πάθη, ἵν’ ἡμῖν Θεὸς γένηται εὐΐλατος, ὁ Πατὴρ γάρ, μεσιτεύει πρὸς Κύριον.



Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Μελέτιον μέλψαι.



Ὁ λαὸς νήσου Ῥόδου, καὶ Ἑλλήνων τὰ πλήθη, προσενέγκουσι γέρα, τῶν σῶν ἄθλων θεόφρον, καὶ λειψάνου σου θήκην, δίδωσι τιμὴν τοῦτο ἀσπαζόμενοι, ἐκζητοῦντες σὴν προστασίαν ἄμαχον.



Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Μελέτιον ᾆσαι.



Αὐλιζόμενος μάκαρ, ἐν σκηναῖς τῶν δικαίων, μεθ’ ἁπάντων Ἁγίων, ἐκδυσώπει Κυρίῳ, τοῦ σωθῆναι τοὺς πίστει, σοῦ τὴν ἑορτὴν ὕμνοις μεγαλύνοντας, καὶ Μονὴν Ὑψενῆς, τήρει ἀπήμαντον.







Δόξα. Τριαδικόν.



Προσκυνοῦμεν Πατέρα, σὺν Υἱῷ συνανάρχῳ, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος Ἅγιος εἶ Κύριε.



Καὶ νῦν. Θεοτοκίον.



Ζωοδότην τεκοῦσα, Ὑψενὴ Θεοτόκε, Σὸν Υἱὸν ἐλυτρώσω, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, τῆς ἀρχαίας κατάρας, καὶ πᾶσι βρότοις ἔδειξας Παράδεισον, μετανοίας γὰρ ὁδός, ἐστὶ σωτήριος.





Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός. (γ΄)



Ἀπόστιχα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.



Ὄτε, ὦ Μελέτιε σεπτέ, πνεῦμά σου ἐν πόλῳ ἀνῆλθε, τάφος ἐκάλυψε σῶμα τὸ πολύαθλον, ἐν γῇ μακάριε, τότε δὲ οἱ Ἀσώματοι, οὐράνιοι Νόες, σὺν Ἁγίοις ἅπασιν, ἠγαλλιάσοντο, νῦν δέ, φιλεόρτων τὰ πλήθη, καὶ τῶν θεοφρόνων χορεῖα, χαίρομεν σὴν κάραν ἀσπαζόμενοι.



Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.



Ὅτε, ἐξεδήμησας πιστῶς, πρὸ τοῦ ποιμενάρχου μάκαρ, ἐλευθερούμενος, ἔχθραν οὐ κατέλιπες, τοῖς συκοφάντοις σου, προσευχῇ δυναμούμενος, καὶ Πνεύματος θείου, χάριτι πληρούμενος, καὶ τελειούμενος, ἦλθες εἰς Βασίλεια ἄνω, θραύων τῶν δαιμόων παγίδας, χαίρων δ’ οὐρανὸς σὲ ὑπεδέξατο.



Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίους Αὐτοῦ.



Δεῦτε, Μελετίου ἐν ναοῖς, Ἕλληνες ψαλμοῖς τε καὶ ὕμνοις, καὶ Ὀρθοδόξων πληθύς, πάσης γῆς τιμήσωμεν, λαοὶ ὑπέρλαμπρον, μυστολέκτην διδάσκαλον, ποιμένα ἀνθρώπων, μέγαν ἀντιλήπτορα, τροφέα ἄριστον, θεῖον ἰατρὸν τῶν νοσούντων, θαύμασι πλουτοῦντα τοὺς πίστε, θείαν μνήμην τούτου ἑορτάζοντας.



Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.



Ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, δῶμεν φιιλεόρτων χορείαι, τῷ Μελετίῳ πιστῶς, τούτου λιτανεύοντες, κάραν καὶ λείψανα, καὶ εἰκόνα τῆς Ὑψενῆς, ἣν πόθῳ γυναῖκες, ἄνθεσιν ἐκόσμησαν, δακρύοις νήφουσαι, νῦν δέ, ἱκετῶν σου αἰτήσεις, πλήρωσον προσείπωμεν τούτῳ, ὅ,τι παῤῥησίαν Χριστῷ κέκτησαι.



Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.



Σέ, ὅνπερ ἐχαρίτωσε Θεός, μάκαρ Μελέτιε, καθορῶντες πιστῶς, τῇ σῇ κάρᾳ ἔνδον λειψανοθήκης, κεκοσμημένον πνευματικαῖς χάρισιν, εὐκατάνυκτον ὕμνον, πανευλαβῶς ἀγαλλόμενοι λέγομεν· Λάρδου θεόφυτε βλαστέ, ὃν ὁ ἀνέσπερος Ἥλιος, ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, σκότος ἀπομακρῦνόν σου, τῷ ὁράματι εὑρεῖν μορφὴν ἁγνῆς, ἐν Ὑψενῇ κατηξίωσε, καὶ ἐθαυμάστωσε. Ἀλλ’ ἰδοὺ νῦν οἴδαμεν, δι’ ἡμᾶς μεσιτεύειν, παῤῥησίαν ἔχοντα. Πῶς σὲ τιμήσωμεν μάκαρ; ἢ ποίους μέλψωμεν ὕμνοις, τῇ σῇ φαιδρᾷ πανηγύρει; Μεγαλύνομέν σε Ἅγιε, ὑμνολογοῦμεν τοὺς σοὺς πόνους, κάραν σὺν λειψάνοις βοῶντες· Κύριε δόξα Σοι.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.