Sunday, January 24, 2016

Χαιρετισμοί Αγίου Οσιομάρτυρος Αναστασίου του Πέρσου



Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Σταυροῦ τιμίου τῇ δυνάμει ἀρνησάμενον, μαγείας πλάνην καὶ ἐκθύμως ἀσπασάμενον, τοῦ Χριστοῦ τὴν θείαν πίστιν δι’ ἣν ἀλκίμως, ἠνδραγάθησεν στεῤῥὸν Ὁσιομάρτυρα, εὐσεβείας ὡς ἐκτύπωμα τιμήσωμεν, πόθῳ κράζοντες· Χαίροις ὦ Ἀνάστασιε.

Οἱ Οἶκοι.

γγελοι φωτοφόροι, Ἀναστάσιε Μάρτυς, ἐξέστησας ὁρῶντες σοὺς ἄθλους (γ΄), τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ Ὁσίου Σάββα τῆς Μονῆς ἄνθισμα, ἡδύπνουν· ὅθεν ἅπαντες, τιμῶντές σε τρανῶς βοῶμεν·

Χαῖρε, τὸ εὖχος τῆς ἀριστείας·

χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.

Χαῖρε, Ὁσιόαθλε πίστεως ἔνδοξε·

χαῖρε, Ἀθλοφόρε στεῤῥὲ καὶ ἀήττητε.

Χαῖρε, πλάνην ἀρνησάμενος, εὐσθενῶς τὴν μαγικήν·

χαῖρε, πίστιν ἀσπασάμενος, Ἰησοῦ τὴν σωστικήν.

Χαῖρε, κλέος ἀζύγων Λαύρας Σάββα του θείου·

χαῖρε, ἄνθος ἀγώνων, ἀθλοθέτου Κυρίου.

Χαῖρε, σεπτὲ Χριστοῦ Ὁσιόαθλε·

χαῖρε, λαμπρὲ τοῦ σκάμματος πρώταθλε.

Χαῖρε, τῶν σῶν ὑμνητῶν ὡραιότης·

χαῖρε, ἡμῶν σε τιμώντων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Βλάστημα γῆς Περσίδος, Ἀναστάσιε μάκαρ, τερπνὸν καὶ εὐθαλὲς καὶ ἡδύπνουν, ἐγκατέλιπες τὴν μαγικήν, τοῦ πατρός σου τέχνην καὶ ταχὺ ἔδραμες,εὐωδιάσαι πίστει σου, ὀρθῇ τοὺς εὐλαβῶς βοῶντας·

Ἀλληλούϊα.

Γέρας τῆς εὐσεβείας, Ἀναστάσιε μάκαρ, πατρώαν μαγικὴν ἐπιστήμην,ὁ μαθὼν ἐκ νεότητος σῆς, τοῦ Σταυροῦ δυνάμει τοῦ σεπτοῦ ἔνδοξε, ἠσπάσθης τὴν εὐσέβειαν,διό σοι ἐν χαρᾷ βοῶμεν·

Χαῖρε, ἀπίστων ὁ καταπέλτης·

χαῖρε, ἐνθέων ἀγώνων λάτρης.

Χαῖρε, εὐκλεῶν Ἀθλοφόρων ἐκτύπωμα·

χαῖρε, θεαυγῶν ἀσκουμένων καλλώπισμα.

Χαῖρε, ὅτι ἐγκατέλιπες ἐπιστήμην μαντικήν·

χαῖρε, ὅτι πόθῳ ἔδραμες, πρὸς Θεοῦ ὀρθήν.

Χαῖρε, ὁ ἀποῤῥίψας τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὁ ἀπελάσας ἀπιστίας ὀμίχλην.

Χαῖρε, Περσίας ῥόδον ἡδύπνευστον·

χαῖρε, ἀνδρείας εὖχος ἀτίμητον.

Χαῖρε, Ὑψίστου ὁ γνήσιος φίλος·

χαῖρε, ἐχθρίστου σκηπτὸς ὁ πυρφόρος.

Χαίροις ὦ Ἀνάστασιε.

Δύναμιν οὐρανόθεν, εἰληφὼς τὴν ἀπάτην, ἠρνήσω τῆς μαγείας καὶ τάχος, προσεχώρησας εἰς τοῦ Χριστοῦ, τὸν στρατὸν οὗ πίστει τὸ σεπτὸν ὄνομα,τρισμάκαρ Ἀναστάσιε, ἐκήρυξας τρανῶς κραυγάζων·

Ἀλληλούϊα.

δραμες θεοφόρε, εἰς Σιὼν τὴν Ἁγίαν, καὶ βάπτισμα ἐδέξω τὸ θεῖον, Ἀνας΄τασιε ἐκ τῶν χειρῶν, τοῦ σεπτοῦ Μοδέστου νουνεχῶς μάκαρ σε, εἰς πίστιν κατηχήσαντος, διό σοι ἐκβοῶμεν πόθῳ·

Χαῖρε, βολὶς ψυχικῆς ἀνδρείας·

χαῖρε, πυξὶς ἀγωγῆς ἁγίας.

Χαῖρε, μαθητὴς τοῦ Μοδέστου θεόφωτος·

χαῖρε, Ἀθλητὴς τοῦ Χριστοῦ γενναιότατος.

Χαῖρε, ὅτι σῆς νεότητος ἀπηρνήσω τὴν ἀκμήν·

χαῖρε, ὅτι γενναιότητος ἐνεδύσω τὴν στολήν.

Χαῖρε, ἐπουρανίου κοινωνίας πολίτης·

χαῖρε, νίκης ἀφθίτου ἱερὸς στεφανίτης.

Χαῖρε, Μαρτύρων εὔοσμον λείριον·

χαῖρε, ἀζύγων γέρας πολύτιμον.

Χαῖρε, καλῆς ἀλλοιώσεως κλέος·

χαῖρε, σεπτῆς ἐνασκήσεως στῦλος.

Χαίροις ὦ Ἀνάστασιε.

Ζήλῳ πεπυρωμένος, θεϊκῷ εἰς τὴν Λαύραν, προςῆλθες τοῦ θεόφρονος Σάββα, ἔνθα διαγωγὴν θαυμαστήν, ἐπιδείξας σχῆμα μοναχῶν ἅγιον, ἐδέξω Ἀναστάσιε,θερμῶς ὁ τῷ Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

σχυνας τὸν βελίαρ, σῇ ἐνθέῳ ἀσκήσει, συνέσει προσευχῇ ταπεινώσει, ἀγρυπνίᾳ καὶ ὑπακοῇ, καὶ τὸν Παντεπόπτην καὶ Θεὸν ηὔφρανας,τρισμάκαρ Ἀναστάσιε, διό σοι ἐβοῶμεν ταῦτα·

Χαῖρε, Πατέρων Ὁσίων λάμψις·

χαῖρε, δαιμόνων ἑσμοῦ ἡ παῦσις.

Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα·

χαῖρε, τῆς συνέσεως πάμφωτον αὔγασμα.

Χαῖρε, ὅτι Λαύραν ᾤκησας,Σάββα τοῦ θεοειδοῦς·

χαῖρε, ὅτι πᾶσιν ἔδειξας, φῶς σοφίας ἀκραιφνοῦς.

Χαῖρε, ὁ διαπρέψας ἀγωγῇ ἐναρέτῳ·

χαῖρε, ὁ διαλάμψας πολιτείᾳ ἐνθέῳ.

Χαῖρε, εὐχῆς καὶ νήψεως ἔσοπτρον·

χαῖρε, βαλβὶς ἀνδρείας καὶ ἔκτυπον.

Χαῖρε, Ὁσίων Πατέρων σεμνότης·

χαῖρε, ἀρίστων Μαρτύρων φαιδρότης.

Χαίροις ὦ Ἀνάστασιε.

Θείᾳ ὢν τετρωμένος, Ἀναστάσιε μάκαρ, ἀγάπῃ τὰς ἐνέδρας τοῦ πλάνου, κατεπάτησας τοῦ μιαροῦ, ἐνθυμίζοντός σου πατρικὴν εὔκλειαν, καὶ πλοῦτον καὶ ἀπόλαυσιν· Θεῷ ἀδιαλείπτως ψάλλων·

Ἀλληλούϊα.

ασμε θεαρέστου, ἀγωγῆς εὐωδίᾳ, ἀσκήσεως σεπτῆς σου καμάτων, πάντας ηὔφρανας τοὺς μοναστάς, τοῦ Ἁγίου Σάββα τῆς Μονῆς ἔνθεε, καὶ σῶφρον Ἀναστάσιε, ὁ νῦν παρ’ εὐσεβῶν ἀκούων·

Χαῖρε, ἡ λύρα τῆς εὐσεβείας·

χαῖρε, κινύρα τῆς ἀριστείας.

Χαῖρε, ἀσκητῶν θεαυγῶν σεμνολόγημα·

χαῖρε, Ἀθλητῶν στεῤῥοψύχων θησαύρισμα.

Χαῖρε, ὕψος ταπεινώσεως καὶ κανὼν ὑπακοῆς·

χαῖρε, βάθος ἐπιδόσεως διαυγοῦς διαγωγῆς.

Χαῖρε, σκληραγωγίας ἀκρεμὼν τοῦ σαρκίου·

χαῖρε, τῆς ἐγκρατείας δὰς καὶ φίλε Κυρίου.

Χαῖρε, ἀσκήσει ὁρμὰς καταστείλας·

χαῖρε, συνέσει Χριστὸν ὁ εὐφράνας.

Χαῖρε, ἡμῶν ἀρωγὸς καὶ προστάτης·

χαῖρε, πιστῶν ἐν δεινοῖς παραστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

Κύριον σοὶ κατ’ ὄναρ, Ἀναστάσιε εἶδες, προσφέροντα ποτήριον οἴνου, χρυσοστόλιστον ὅνπερ πιών, κατηυφράνθης ἄγαν καὶ Αὐτῷ ἔκραζες, οἰόμενος καλοῦντί σοι, πρὸς ἄθλησιν στεῤῥὰν ἐκθύμως·

Ἀλληλούϊα.

Λάμπων ἐξ εὐφροσύνης, καὶ εὐχὴν προεστῶτος, συνέκδημον τοῦ σοῦ μάκαρ ἔχων, Ἀναστάσιε Σάββα Μονήν, σοῦ τῆς μετανοίας τὴν σεπτὴν Ἅγιε,κατέλιπες καὶ ἔδραμες, πρὸς ἄθλησιν· διὸ βοῶμεν·

Χαῖρε, θεμέλιον εὐψυχίας·

χαῖρε, λευκάνθεμον εὐσεβείας.

Χαῖρε, εὐρωστίας βαλβὶς ἀδιάσειστος·

χαῖρε, τῆς κακίας παγὶς τοῦ ἀλάστορος.

Χαῖρε, Λαύρας ἐνθεώτατος, Σάββα θείου οἰκιστής·

χαῖρε, θείας ἐνασκήσεως, ἐν ἐρήμῳ πολιστής.

Χαῖρε, ὁ καταστείλας τὰς κινήσεις σαρκίου·

χαῖρε, πᾶσιν ὁ δείξας φῶς ἀγάπης Κυρίου.

Χαῖρε, Μαρτύρων πίστεως πρόβολος·

χαῖρε, Ἁγίων πάντων ὁμόσκηνος.

Χαῖρε, πιστῶν ὑμνηπόλων σου φύλαξ·

χαῖρε, ἡμῶν πρὸς Ἐδὲμ θεία κλῖμαξ.

Χαίροις ὦ Ἀνάστασιε.

Μάρτυς ἠγλαϊσμένε, Ἀναστάσιε πόδας, κατηύθυνας τοὺς σοὺς Εὐφημίας,πρὸς Ναὸν τῆς Ἁγίας ἐν ᾧ, μάντεις τῆς Περσίδος εὐθαρσῶς ἤλεγξας, τοὺς φυλακῇ σε κλείσαντας, διόπερ νῦν Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Νῆστις ἐν Καισαρείας, τῇ εἱρκτῇ τρεῖς ἡμέρας, παρέμεινας θειότατε Μάρτυς, Ἀναστάσιε προσκαρτερῶν, ὥραν μαρτυρίου σου στεῤῥοῦ ἄλκιμε, καὶ Κτίστῃ προσευχόμενος, ἀεὶ ὁ παρ’ ἡμῶν ἀκούων·

Χαῖρε, μυράλειπτρον εὐψυχίας·

χαῖρε, τὸ τρόπαιον Ἐκκλησίας.

Χαῖρε, τῶν ἀπίστων Περσῶν ὀλετήριον·

χαῖρε, τῶν πιστῶν Χριστωνύμων προσφύγιον.

Χαῖρε, καύχημα περίδοξον, ἀληθείας τοῦ Χριστοῦ·

χαῖρε, σέμνωμα πολύτιμον, Ἀθλοφόρων τοῦ χοροῦ.

Χαῖρε, ὁ διανύσσας μαρτυρίου τὸ σκάμμα·

χαῖρε, ὁ θεραπεύσας ἀπιστίας τὸ τραῦμα.

Χαῖρε, περσίας ἔμπνουν θησαύρισμα·

χαῖρε, νηστείας πάνσεπτον σέμνωμα.

Χαῖρε, πυξὶς σταθηρὰ εὐσεβείας·

χαῖρε, κρηπὶς ἐν Χριστῷ ἀριστείας.

Χαίροις ὦ Ἀνάστασιε.

Ξύλου τοῦ ζωηφόρου, τοῦ Σταυροῦ τοῦ Κυρίου, δυνάμει ἐγκατέλιπες πλάνην, Ἀναστάσιε τὴν μαγικήν, καὶ τοῦ μαρτυρίου τὴν ὁδὸν ἤνυσας, εὐτόλμως Ὁσιόαθλε,ψυχῆς ἐν κατανύξει κράζων·

Ἀλληλούϊα.

σιε καλλιμάρτυς, Ἀναστάσιε σθένει, τῶ θείῳ καθυπέστης βασάνους, ῥαβδισμοὺς καὶ αἰκίας δεινάς, ὥσπερ ἄλλου Μαρτυς γεραρὲ πάσχοντος, καὶ ἔπιθες τὸν σύλλογον, πιστῶν Χριστιανῶν κραυγάζειν·

Χαῖρε, Χριστοῦ μεγαλύνας κράτος·

χαῖρε, ἐχθροῦ ὁ σκεδάσας σκότος.

Χαῖρε, ἀγωγῆς παναρίστης ἐκτύπωμα·

χαῖρε, ψυχικῆς ὡραιότητος σκήνωμα.

Χαῖρε, ἴον γενναιότητος, εὐθαλὲς καὶ εὐανθές·

χαῖρε, ἄστρον καρτερότητος, ἐν ταῖς μάχαις παμφαές.

Χαῖρε, ὅτι καθεῖλες τὴν πατρώαν ἀπάτην·

χαῖρε, ὅτι ἀνεῖλες τῶν δαιμόνων τὴν πλάνην.

Χαῖρε, ἀνδρείας μέγα κειμήλιον·

χαῖρε, σοφίας εὔοσμον κύμινον.

Χαῖρε, λαμπὰς φωταυγὴς εὐτολμίας·

χαῖρε, ὁλκὰς πρὸς Θεὸν παῤῥησίας.

Χαίροις ὦ Ἀνάστασιε.


Πάτερ Ὁσιοάθλων, Ἀναστάσιε κλέος, προσηύχου ἐν εἱρκτῇ ἀσιγήτως,καὶ ἠνόχλεις οὐδόλως σεπτέ, τὸν συνδεδεμένον σοι ληστὴν ἔνδοξε, ἁλύσεσιν ἀλλ’ ἔκραζεις,τῷ σὲ ἐνδυναμοῦντι πόθῳ·

Ἀλληλούϊα.

ήμασι τοῖς σοφοῖς σου, Ἀναστάσιε Μάρτυς, κατήσχυνας Περσῶν ὁμηγύρεις, τῶν ἀπίστων στεῤῥὲ Ἀθλητά, καὶ τῶν Χριστωνύμων τοὺς χοροὺς ηὔφρανας,πατριωτῶν σου στόματα, ὧν ἤνοιξας βοᾶν σοι ταῦτα·

Χαῖρε, ἡ λάμψις χρηστοηθείας·

χαῖρε, ἡ φαῦσις τῆς ἀληθείας.

Χαῖρε, ὁ φωτίσας Περσῶν τὰ συστήματα·

χαῖρε, ὁ αὐξήσας Μαρτύρων τὰ τάγματα.

Χαῖρε, ὅτι ὡμολόγησας περιτράνως τὸν Χριστόν·

χαῖρε, ὅτι κατεπάτησας σῇ ἐνστάσει τὸν ἐχθρόν.

Χαῖρε, ὁ ὑπομείνας φυλακῆς τὰς κακώσεις·

χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου κινήσεις.

Χαῖρε, σεπτῶν ἀζύγων ἀμάρυγμα·

χαῖρε, στεῤῥῶν Μαρτύρων φρυκτώρημα.

Χαῖρε, ὁ δόναξ πιστῶς εὐσεβείας·

χαῖρε, ἡ σάλπιγξ Χριστοῦ ἀληθείας.

Χαίροις ὦ Ἀνάστασιε.


Στῦλος ὀφθεὶς ἀνδρείας, Ἀναστάσιε μάκαρ, ὑπέμεινας καλῶς ἐν πατρίδι, σῇ φρικτοὺς κολασμοὺς καὶ μελῶν, σῶν τιμίων θραῦσιν τοῦ Χριστοῦ ὄνομα,δοξολογῶν τὸ πάνσεπτον, καὶ πίστει ἀκλινεῖ κραυγάζων·

Ἀλληλούϊα.

Τμῆσιν τῆς κεφαλῆς σου, καθυπέμεινας χαίρων, σταδίου Ἀναστάσιε πρῶτε, καὶ εἰς κύνας τὸ σὸν πρὸς βοῤῥάν, σκῆνος Πάτερ οἱ ἐχθροὶ ἔῤῥιψαν, πιστοὶ αὐτὸ μὴ θέλοντες, τιμῆσαι οἱ τρανῶς βοῶντες·

Χαῖρε, φανὸς Ὁσιομαρτύρων·

χαῖρε, πυρσὸς παμφαὴς ἀζύγων.

Χαῖρε, ὁ κρατύνας Ὑψίστου τὸ ὄνομα·

χαῖρε, ὁ πατήσας ἐχθίστου τὸ φρύαγμα.

Χαῖρε, ὅτι ἐπεράτωσας σὸν ἀγῶνα εὐκλεῶς·

χαῖρε, ὅτι ἐμαρτύρησας ὑπὲρ πίστεως καλῶς.

Χαῖρε, ὅτι σὸν σκῆνος ἐσεβάσθησαν κῦνες·

χαῖρε, ὅτι σὴν χάριν ἀπεκδέχονται πάντες.

Χαῖρε, Χριστοῦ εἰκὼν ἀγαπήσεως·

χαῖρε, ἐχθροῦ ὀλέτης κακότητος.

Χαῖρε, Περσῶν πρὸς Χριστὸν ὁ ἀλείπτης·

χαῖρε, ἡμῶν ἐν κινδύνοις προστάτης.

Χαίροις ὦ Ἀνάστασιε.

μνοις μελισταγέσιν, εὐσεβεῖς τὸ σὸν σκῆνος, ἀλώβητον κυνῶν ἐξ ὀδόντων, Ἀναστάσιε συντηρηθέν, Ἀθλόφορε σῶφρον εὐλαβῶς ἔθαψαν, καὶ τὸν Χριστὸν ἐδόξασαν, Αὐτὸν ψαλμοῖς φαιδροῖς αἰνοῦντες·

Ἀλληλούϊα.

Φαίνει πάσει τῇ κτίσει, γενναιότητος φέγγος, σὸν θεῖον Ἀναστάσιε μάκαρ, τῆς Περσίδος βλαστὲ ἱερέ, καὶ φανὲ τοῦ Σάββα τῆς Μονῆς πάμφωτε, διό σε καταστέφοντες, τοῖς ἄνθεσι ψαλμῶν βοῶμεν·

Χαῖρε, Ὁσίων ἡ εὐκοσμία·

χαῖρε, Μαρτύρων ἡ θυμηδία.

Χαῖρε, εὐσταλῶν Ἀθλοφόρων διάκοσμος·

χαῖρε, εὐσεβῶν γῆς Περσίδος ὁ πρόβολος.

Χαῖρε, φέγγος παμφαέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ·

χαῖρε, ἄνθος εὐωδέστατον, τοῦ λειμῶνος τοῦ Θεοῦ.

Χαῖρε, ταῖς ἀστραπαῖς σου ὁ φαιδρύνας τὴν κτίσιν·

χαῖρε, ταῖς προσευχαῖς σου ὁ στηρίξας τὴν πλάσιν.

Χαῖρε, ταμεῖον ἀσύλητον νήψεως·

χαῖρε, πυξίον λαμπρὸς γενναιότητος.

Χαῖρε, βασάνους ὁ καθυπομείνας·

χαῖρε, ἀπίστους στεῤῥῶς ὁ αἰσχύνας.

Χαίροις ὦ Ἀνάστασιε.

Χάριτος πεπλησμένος, σοῦ τῆς θείας ἐδείχθη, κολλόβιον τὸ σὸν Ἀθλοφόρε, τὸ διῶκον δαιμόνων πληθύν, καὶ νοσύντων δήμους Ἀθλητὰ Ὅσιε, ἰώμενον· διόπερ νῦν, τιμῶντές σε βοῶμεν μάκαρ·

Ἀλληλούϊα.

Ψάλλοντές σου καμάτους, Ἀναστάσιε πάνυ, ἐνδόξου μαρτυρίου σὴν μνήμην, ἐκτελοῦμεν ψαλμοῖς μελιχροῖς, τῆς Περσίδος γόνε καὶ Μονῆς καύχημα, Ὁσίου Σάββα πάνσεπτον, καὶ κράζομεν φωναῖς αἰσίαις·

Χαῖρε, τὸ στέφος τῶν Ἀθλοφόρων·

χαῖρε, τὸ νῖκος κλεινῶν Μαρτύρων.

Χαῖρε, τῶν Ἁγίων Ἀγγέλων ὁμόσκηνε·

χαῖρε, Ἀθλοφόρων εὐτόλμων συνόμιλε.

Χαῖρε, ὅτι πάντας ηὔφρανας, ὑμνηπόλους σου σεμνούς·

χαῖρε, ὅτι κατηγλάϊσας, εὐσεβούντων τοὺς χορούς.

Χαῖρε, πάμφωτον σέλας, ἀκραιφνοῦς πολιτείας·

χαῖρε, πάντιμον γέρας, θεαρέστου πορείας.

Χαῖρε, Χριστοῦ τῆς πίστεως ἔρεισμα·

χαῖρε, ἐχθροῦ ἀπάτης τὸ σύντριμμα.

Χαῖρε, ἡ στήριξις τῶν ἀδυνάτων·

χαῖρε, ἀνάστασις τῶν πεπτωκότων.

Χαίροις ὦ Ἀνάστασιε.

Χριστοῦ ἀναστάντος, Ἀναστάσιε Μάρτυς, τῆς πίστεως ὑπέρφωτε λύχνε (γ΄), ὁ σκεδάσας πατρώαν ἀχλύν, μαγικῆς ἀπάτης καὶ αὐγαῖς ἄθλων σου,φωτίσας εὐσεβόφρονας, ἐπάκουσον ἡμῶν ψαλλόντων·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.