Sunday, January 31, 2016

Χαιρετισμοί Άγιος Αθηναγόρας ο Αθηναίος ο Απολογητής




(ΙΟΥΛΙΟΣ 24)

Ἄνθρωπος οὐρανόφρων, θείας χάριτος σκεῦος, ἐδείχθης ἀληθῶς θεοῤῥῆμον (γ΄)· ἐκ γὰρ ῥίζης Ἀθηναϊκῆς, ἀνεφύης υἱὸς εὐγενὴς ἔνδοξε, σοφίας λαμπρὸν ὄργανον· διὸ Ἀθηναγόρα κράζω·

Χαῖρε, σοὶ γὰρ ἐνοικεῖ ἡ χάρις·

χαῖρε, ὡς σοὶ ἐκνικᾶται ἔρις.

Χαῖρε, καταλύτης εἰδώλων θεόπιστος·

χαῖρε, ὁ φωτίσας βροτοὺς τῇ Θεότητι.

Χαῖρε, οἶκος ἁγιότητος, βλύζων χάριν μυστικήν·

χαῖρε, σκεῦος θείου Πνεύματος, ἐναρέτου βιοτῆς.

Χαῖρε, ὅτι αὐλίζη μετ’ Ἀγγέλων ἐν πόλῳ·

χαῖρε, ὅτι πρεσβεύεις τῇ Τριάδι ἀπαύστως.

Χαῖρε, ἀκτὶς ἡλίου λαμπρότητος·

χαῖρε, φωστὴρ λαμπρύνων περίγειον.

Χαῖρε, δι’ οὗ κατηυγάσθη ἡ φύσις·

χαῖρε, δι’ οὗ ἐκηρύχθη ἡ πίστις.

Χαῖρε, Πάτερ θεόσοφε.



Βλάστημα Ἀθηναίων, εὐκλεὲς ἀνεδείχθης, σοφὲ Ἀθηναγόρα τῷ ὄντι· πᾶσαν θύραθεν γνῶσιν μαθών, ἀρετῶν τὴν παιδείαν ἐγεώργησας· διὸ ῥητόρων ἔξαρχε, σὲ μέλπω κράζων·

Ἀλληλούϊα.



Γνῶσιν βίου σχῶμεν, φιλοσόφων ἀκρότης, ὦ Πάτερ ἐκ παιδείας ἣν ἔσχες· νουνεχὴς ὢν κατορθωτή, οὐκ ἐστὶν ἠπόρεις ἀρετῶν ἡ αὔξησις, εἰ μὴ αἱρεῖσθαι πίστιν Χριστοῦ εἶπας· ὅθεν σοὶ κραυγάζω·

Χαῖρε, ἀῤῥήτων τοῦ Ὄντος μύστης·

χαῖρε, φωνῆς ἀληθείας πίστις.

Χαῖρε, θαυμασίων Θεοῦ ῥοῦς ἀείζωος·

χαῖρε, τῶν χαρίτων κρουνὸς ὁ ἀείῤῥυτος.

Χαῖρε, κλίμαξ ἄνω ἕλκουσα, εὐσεβεῖς πρὸς οὐρανόν·

χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων τῶν πιστῶν.

Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·

χαῖρε, ὁ νῦν Δικαίοις, συνεδρεύων ἐν πόλῳ.

Χαῖρε, λαμπρὸν Ἐκκλησίας σέμνωμα·

χαῖρε, καλὸν Ὀρθοδόξων καύχημα.

Χαῖρε, σοφὲ ποδηγέτα τῶν νέων·

χαῖρε, στεῤῥὲ καθαιρέτα εἰδώλων.

Χαῖρε, Πάτερ θεόσοφε.



Δύναμιν οὐρανόθεν, ἐξαπέστειλε Πάτερ, πρὸς φώτισιν σὴν ὁ παντεπόπτης, εὑρών σε εὔγνωστον καὶ ἁπλοῦν· διὸ Πνεῦμα ᾤκησεν, ὡς Παύλου σῷ νῷ, ἵνα νέοις διδάσκῃς ἀληθείας ὁδόν, σοὶ ψαλλόντων·

Ἀλληλούϊα.



Ἔφυγες θορυβῶδες, Ἀθηναίων τῷ ἄστει, καὶ φλύαρον λαὸν θεηγόρε, μὴ δυνάμενος φέρειν πικρὸν χλευασμόν, δι’ ἃ κηρυκτικῶς ἔλεγες, Ἀνάστασιν τριήμερον, ἐκ Τάφου Χριστοῦ· διὸ σοὶ λέγω·

Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα·

χαῖρε, Θεοῦ ἀγλαόκαρπον δένδρον.

Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·

χαῖρε, εὐσεβῶν ἐνθεώτατος ἔπαινος.

Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας δυσμενῶν·

χαῖρε, δαίμοσιν ὀλέθριος, ὁ παγίδας ἐκφυγών.

Χαῖρε, ὅτι προχέεις ἰαμάτων ἰάσεις·

χαῖρε, ὅτι σαλπίζεις κρινομένων ἐκβάσεις.

Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·

χαῖρε, σατᾶν τοῦ πλάνου φυγάδευμα.

Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς παρουσία·

χαῖρε, ἡμῶν πρὸς Χριστὸν ἱκεσία.

Χαῖρε, Πάτερ θεόσοφε.



Ζόφον ἔνδον μὴ φέρων, οὐδὲ νῷ ἁλῶς δίνην, ἐκάθηρας ψυχὴν θεοφάντορ, ὡς θεοσεβὴς καὶ σοφός ὤν, ἀφιεὶς ἄστυ ἰοστεφὲς ὄπισθεν· εἰς πόλιν δ’ Ἀλεξάνδρειαν κατώκησας, πιστῶς βοώντων·

Ἀλληλούϊα.



Ἤθη δεισιδαιμόνων, κακοτρόπων ἀνθρώπων, διώρθωσας ἐν πόλει Αἰγύπτου, τῇ σοφίᾳ σῶν θείων λόγων, παιδευτὰ τῶν νέων ἀριστεῦ μέγιστε, Ἀθηναγόρα μάκαρ, πήξας οἶκον· ὅθεν ἐκβοῶ σοι·

Χαῖρε, βλαστὲ καὶ πανεύοσμον ἄνθος·

χαῖρε, καρπὲ εὐσεβείας δένδρου.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·

χαῖρε, πολιτείας σεμνὸν βουλευτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ·

χαῖρε, ὅτι Ἀλεξάνδρεια τοὺς σοὺς ἄθους ἐξυμνεῖ.

Χαῖρε, τῶν διδασκάλων θεοκίνητον στόμα·

χαῖρε, ὁμολογίας ἀκατάβλητον θάῤῥος.

Χαῖρε, στεῤῥὸν τῆς πίστεως στήριγμα·

χαῖρε, καλὸν ἀγάπης παράδειγμα.

Χαῖρε, δι’ οὗ κατησχύνθη ὁ ἅδης·

χαῖρε, δι’ οὗ ἐτροπώθη βελίαρ.

Χαῖρε, Πάτερ θεόσοφε.



Θεοφόρους ἀνθρώπους, ὑπερήσπισας Πάτερ, τῷ βήματι κριτῶν ἀγορεύων· κατακρίτους θανάτου πικροῦ, τῇ ἐννόμῳ δίκῃ ἀπηλευθέρωσας, καὶ ἄθεσμον ἀσέβειαν κατέκρινας· διὸ σοὶ κράζω·

Ἀλληλούϊα.



Ἴσα πᾶσι δικαίως, ἀποδοὺς γηγενέσιν, ἐκήρυξας Θεοῦ ἀληθείας· οὐχ ἐξ ἕρκους ὀδόντων φωνῆς, μόνον λόγους ἔσπειρας σοφέ, ὡς ἔπεα πτερόεντα, ἀλλ’ ἔργοις εὐποιΐας, τοῖς πρὸς σὲ βοῶσι·

Χαῖρε, λαμπρὸν Ἀθηναίων θρέμμα·

χαῖρε, λαοῦ Χριστωνύμου κέρας.

Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·

χαῖρε, τῶν δογμάτων Τριάδος ὁ ἔπαινος.

Χαῖρε, ὄφιν πολυμήχανον, ἀφανήσας προσευχῇ·

χαῖρε, ὅτι ἐξημέρωσας, ἤθη ἄγρια ψυχῇ.

Χαῖρε, δήμου τὰ πλήθη, ἀρετῇ μεταστρέψας·

χαῖρε, πλάνου παγίδας, ἐξ ἀνθρώπων ἐκτρέψας.

Χαῖρε, Θεοῦ ἀπίστοις τὸ κήρυγμα·

χαῖρε, πιστῶν πραότητος γνώρισμα.

Χαῖρε, κανὼν ἀρετῆς σωφροσύνης·

χαῖρε, βροτῶν ζυγὸς δικαιοσύνης.

Χαῖρε, Πάτερ θεόσοφε.



Κήρυκες ἐξαισίων, παραδόξων ὑπῆρξαν, σοφίας τ’ οἱ εἱρκτῇ κεκλεισμένοι· ὡς ἐπισκεψάμενος αὐτούς, πρὸ τῆς δίκης, θάῤῥος ψυχικὸν ἔνειμες, ἑνὶ ἑκάστῳ Πάτερ, προσευχόμενον δ’ ὁρῶντες εἶπον·

Ἀλληλούϊα.



Λάμψας Ἀλεξανδρείᾳ, ὡς ἀστὴρ φαεσφόρος, ἀνθρώπους ἐπεστήριξας πίστει, ἐν καιροῖς φοβερῶν διωγμῶν, τοῖς φθόγγοις καὶ ἔργοις ἀγαθοῖς Ὅσιε, θαῤῥοῦντες δ’ οὖν ἐνήθλησαν, μεθ’ ὧν συμφώνως βοῶμεν·

Χαῖρε, ἡ ὕψωσις εὐσεβούντων·

χαῖρε, ἡ ἴασις ἀσθενούντων.

Χαῖρε, Ἐκκλησίας λαμπτὴρ τηλαυγέστατος·

χαῖρε, οἰκουμένης φωστὴρ ἀξιάγαστος.

Χαῖρε, θάλασσα βυθίζουσα, τῶν δαιμόνων πειρασμούς·

χαῖρε, κρήνη μῦρα βλύζουσα, καὶ ἀρδεύουσα πιστούς.

Χαῖρε, πύρινη στήλη, προσευχῶν παννυχίων·

χαῖρε, γνῶσις τῶν νέων, κοινωνὸς τῶν Ὁσίων.

Χαῖρε, τροφὴ πεινώντων ἀκένωτος·

χαῖρε, στοργὴ ἀνθρώπων φιλόθεος.

Χαῖρε, πιστῶν φωτιστὴς ἀληθείας·

χαῖρε, πηγὴ ῥεῖθρα χέουσα θεῖα.

Χαῖρε, Πάτερ θεόσοφε.



Μέλλοντος παραστῆναι, πρὸ κριτῶν καὶ τυράννων, πιστοὺς ὑπερασπίζων προσηύχου, φωτισθῆναι τῷ σῷ νῷ φωτί, ἵν’ ἀπολογίαν δῷς καλὴν Ἅγιε, αὐτοὺς ἐλευθερῶν τῆς κατακρίσεως θανάτου, ψάλλων·

Ἀλληλούϊα.



Νίκας κατὰ δαιμόνων, ἐπιδείξας θεόφρον, εἰδώλων ἐμυκτήρισας πλάνην· καὶ μυθώδη ἀπάτην αὐτῶν, διέλεγξας λόγοις, ὡς χοῦν ἐσκόρπισας· ὅθεν πολλοὶ θαυμάζοντες, ἐπίστευσαν Θεῷ βοῶντες·

Χαῖρε, ὁ τῦπος τῆς ἐγκρατείας·

χαῖρε, ὁ στῦλος θεογνωσίας.

Χαῖρε, ἀντιλήπτωρ λαοῦ σου ὁ εὔπορος·

χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.

Χαῖρε, αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς·

χαῖρε, λῦχνος ἁγιότητος, ὁ φωτίζων τοὺς βροτούς.

Χαῖρε, τῶν Χριστωνύμων πρὸς Θεὸν παραστάτης·

χαῖρε, μετανοούντων ὁδηγὸς καὶ προστάτης.

Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·

χαῖρε, κριτῶν ἀνόμων κατάκρισις.

Χαῖρε, στολὴ ἀρετῶν εὐπρεπείας·

χαῖρε, τρυφὴ ποθητοῦ παραδείσου.

Χαῖρε, Πάτερ θεόσοφε.



Ξένα ὄντως ὁρῶμεν, ὦ θεσπέσιε Πάτερ, τὰ ἐν σοὶ τοῖς λαοῖς τελεσθέντα· οὐ γὰρ δίχα Θεοῦ νοητὰ εἰσίν, ἀλλὰ σὺ σοφίας θεϊκῆς ὄργανον ἐκλέλεγξαι, μαθεῖν πιστοῖς τοῦ Ὄντος ἀπαρχήν, καὶ ᾄδειν·

Ἀλληλούϊα.



Ὅλος φῶς ἐξαστράπτων, προσευχῇ θεαρέστῳ, δοχεῖον Παρακλήτου ἐγένου, ὦ πανένδοξε Πάτερ, λαοὺς ὁ ῥυσάμενος εἰδωλικῆς πτώσεως, καὶ μιᾶς Ἀρχῆς πίστιν ἐκδιδάξας τούτοις· διὸ φάσκω·

Χαῖρε, Θεοῦ μυστηρίων πύλη·

χαῖρε, σεμνὴ εὐσεβείας στήλη.

Χαῖρε, κακοδόξων δριμύτατον λάλημα·

χαῖρε, Χριστοφόρων ἐξαίρετον ἄκουσμα.

Χαῖρε, Φῶς τὸ ἐκλαμπρότατον, ὁδηγοῦν σὲ πρὸς Σιών·

χαῖρε, κάτοπτρον τοῦ Πνεύματος, καὶ οἰκήτωρ οὐρανῶν.

Χαῖρε, Ἀθηναγόρα ἀδελφοὺς ὁ ἐκθρέψας·

χαῖρε, ὁ πλανωμένους ἀσφαλῶς ὁδηγήσας.

Χαῖρε, δι’ οὗ ἀλλόδοξοι φεύγουσι·

χαῖρε, δι’ οὗ πολέμιοι ἥττηνται.

Χαῖρε, σοφὲ γηγενῶν ποδηγέτα·

χαῖρε, στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.

Χαῖρε, Πάτερ θεόσοφε.



Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη ὁρῶσα, σὸν ἔνσαρκον ἰσάγγελον βίον· ὁ ἀπρόσιτος γάρ σε Θεός, χαριτώσας ζῶντα θαυμαστὸν Ἅγιε, ἀνθρώποις ἐμεγάλυνεν, οἷς ἔταξε συνήγορον φωνοῦσιν·

Ἀλληλούϊα.



Ῥήτορας ἀθεΐας, ἐτροπώσω γενναίως, σοφῇ σου διδαχῇ θεοῤῥῆμον· φιλοσόφους γὰρ ἄνευ Θεοῦ, ὡς ἀσόφους εἶπας καὶ πρὸς φῶς ἴθυνας, κηρύττων ἀνοθεύτως θεῖα δόγματα, λαοῖς βοῶσι·

Χαῖρε, Σοφίας Θεοῦ δοχεῖον·

χαῖρε, χαρίτων Αὐτοῦ ταμεῖον.

Χαῖρε, ἀπιστίας ἀμφίστομος μάχαιρα·

χαῖρε, κακοτρόπων ὀξύτατον φάσγανον.

Χαῖρε, ὅτι κατετρόπωσας ἀρχικοὺς αἱρετικούς·

χαῖρε, ὅτι σὺ κατηύφρανας, φιλοχρίστων τοὺς χορούς.

Χαῖρε, ἀπολογίας ἀγαλλίαμα θεῖον·

χαῖρε, ὁμολογίας ἀπαράμιλλον νῖκος.

Χαῖρε, φωτὸς ἡλίου ἀπαύγασμα·

χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.

Χαῖρε, ὁ γνοὺς τῶν δαιμόνων παγίδας·

χαῖρε, ὁ δοὺς γηγενέσι παιδείαν.

Χαῖρε, Πάτερ θεόσοφε.



Σῶσον σαῖς ἱκεσίαις, πανσεβάσμιε Πάτερ, Χριστὸν ἐκδυσωπῶν ἡμᾶς πάντας· καὶ πιστῶν γενοῦ φύλαξ στεῤῥός, τῶν τιμὰς καὶ γέρα προσενεγκόντων σοι· ἀντίδος οὖν σωτηρία, καὶ κρείττονα, τοῖς μέλπουσί σοι·

Ἀλληλούϊα.



Τάξεις τῶν Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν μάκαρ πνεῦμα· ὁ γὰρ Δημιουργὸς ἀληθῶς, καθηγίασέ σε θαυμαστὸν δείξαντα, Ὃν ἄθλοις εὐηρέστησας, διδάξας οὕτω πιστοῖς, φωνεῖν σοι·

Χαῖρε, ὁ ἄμωμος ἐν τοῖς λόγοις·

χαῖρε, ὁ ἔνδοξος ἐν τοῖς ἔργοις.

Χαῖρε, ὁδηγὲ εὐσεβῶν καὶ διδάσκαλε·

χαῖρε, φωτιστὰ τοῦ λαοῦ καὶ ἰσάγγελε.

Χαῖρε, ὅτι σὺ κατηύθυνας, μετανοίᾳ μαθητάς·

χαῖρε, σὺ ταλαιπωρούμενος, ἐμεγάλυνας Χριστόν.

Χαῖρε, Ἀλεξανδρέων φωτεινὸς ὁδοδείκτης·

χαῖρε, τῆς Ἐκκλησίας θεοδίδακτος μύστης.

Χαῖρε, σεμνὸν Ἑλλήνων ἀγλάϊσμα·

χαῖρε, κλεινοῦ τοῦ ἄστεως καύχημα.

Χαῖρε, γοργὸς ἀρωγὸς λαοῦ ῥύστης·

χαῖρε, θερμὸς πρὸς Σωτῆρα μεσίτης.

Χαῖρε, Πάτερ θεόσοφε.



Ὕμνους θείους προσδέχου, παναοίδιμε Πάτερ, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλων συμφορῶν θλίψεων, παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς σαῖς τοὺς βοῶντας·

Ἀλληλούϊα.



Φωτοδότην Δεσπότην, ἐξευμένισας μάκαρ, Αὐτῷ πολιτευσάμενος πίστει· ἐν σοὶ γὰρ θεῖον ᾤκησεν Φῶς, ὁδηγῆσαν ἀληθῆ Θεὸν γνώσασθαι, Ὅνπερ φωνῇ κηρύττομεν, παρὰ σοῦ μαθόντες πιστεύειν·

Χαῖρε, λαοῦ Χριστωνύμου πῦργος·

χαῖρε, ἐφήβων καὶ παίδων σφρῖγος.

Χαῖρε, εὐλαβῶν τὰς ψυχὰς ἅπτων Πνεύματι·

χαῖρε, νοερῶς ὁ πιστοῖς δίδων χάριτας.

Χαῖρε, ὅτι ἀῤῥωστήματα θεραπεύεις ἀληθῶς·

χαῖρε, ὅτι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.

Χαῖρε, ἀδικουμένων βοηθὸς καὶ προστάτης·

χαῖρε, τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.

Χαῖρε, λαμπτὴρ φωτίζων τὰ πέρατα·

χαῖρε, βροτῶν εὐφραίνων νοήματα.

Χαῖρε, φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος·

χαῖρε, ἡμῶν ἀνυπέρβλητον θάῤῥος.

Χαῖρε, Πάτερ θεόσοφε.



Χάριν ἄῤῥητον δίδου, ὦ φιλόσοφε Πάτερ, τοῖς ὕμνοις σὴν εἰκόνα τιμῶσι· πόθον δώρησαι ἅγιον ἡμῖν, καρποὺς πνευματικοὺς ζῆλον ἔνθεον, ταπείνωσιν μετάνοιαν, καλὴν τ’ ἀπολογίαν ᾄδειν·

Ἀλληλούϊα.



Ψάλλοντες μελωδίαις, εὐφημοῦμέν σε μάκαρ, φιλέορτοι ἁπάσης Ἑλλάδος· διὸ μνήμην τιμῶντες νῦν σήν, ἐν ναοῖς Ἀθηναγόρα σπουδάζομεν, εὐχόμενοι καὶ νήφοντες, πιστῶς δὲ σοὶ βοῶμεν ταῦτα·

Χαῖρε, στολὴ εὐπρεπείας θεία·

χαῖρε, ὁ Πάντων Ἁγίων φίλος.

Χαῖρε, κιβωτὲ καὶ ναὲ ἁγιάσματος·

χαῖρε, θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.

Χαῖρε, ἄριστον κραταίωμα, Ἀθηναίων εὐσεβῶν·

χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.

Χαῖρε, Ἀλεξανδρείας ὁ λαὸν κατευφράνας·

χαῖρε, ὁμολογίᾳ ὁ Χριστὸν μεγαλύνας.

Χαῖρε, δι’ οὗ ηὐγάσθησαν σύμπαντα·

χαῖρε, δι’ οὗ ἐῤῥέθησαν κρείττονα.

Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·

χαῖρε, ψυχῶν πρὸς μετάνοιαν σάλπιγξ.

Χαῖρε, Πάτερ θεόσοφε.

Ὦ σεβάσμιε Πάτερ, Χριστωνύμων ἡ δόξα, Ἁγίων ἐπουράνιε μύστα (γ΄)· τοῖς μέλπουσί σε τήνδε ᾠδήν, λιταῖς σαῖς ἀντίδος ψυχοσωτήρια, πιστοὺς δὲ ῥῦσαι πυρὸς αἰωνίζοντος, τοὺς συμβοῶντας·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.