Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν,
καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι
ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι
τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον,
Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω
τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την
δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.
Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι
ου δικαιωθήσεται ενώπιόν σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις
γην την ζωήν μου.
Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και
ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις
σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η
ψυχή μου ως γη άνυδρός σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.
Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και
ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.
Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι
ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς
σε ήρα την ψυχήν μου
Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον,
δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία.
ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου,
και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους
θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.
Ήχος δ΄
Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος
εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το
όνομα το άγιον αυτού.
Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος
εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι
Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος
εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή
εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν· ευλογημένος ο ερχόμενος
εν ονόματι Κυρίου.
Είτα τα παρόντα τροπάρια.
Ήχος δ’. Τη Θεοτόκω εκτενώς.
Οι εν τη Πόλει χαλεπώς χειμαζόμενοι και υπό νόσων
συμφορών τε κυκλούμενοι εν τω ναώ προσέλθετε λειψάνοις ιεροίς θείου Ποιμενάρχου
τε διδασκάλου Οσίου Βασιλείου Μάκαρος, εκτενώς εκβοώντες: Μη διαλίπης, Άγιε,
βοάν προς τον Θεόν υπέρ πάντων των δούλων σου.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Τον Ιησούν εν στεναγμοίς ικετεύσωμεν και Βασιλείου
τοις λειψάνοις προσπέσωμεν όπως δωρίση άπασι την άφεσιν ημίν ων αφρόνως
έκαστος, συμβουλή του βελίαρ πλείστοις ανομήμασι κατερρύπανε βίον. Τας ικεσίας
δέχου ως Πατήρ ημών απάντων, Βασίλειε Άγιε.
Και νυν και αει και εις τους αιώνας των
αιώνων. Αμήν.
Τη Θεομήτορος Εικόνι προσπέσωμεν και ως Μητέρα Ιησού
ικετεύσωμεν ως παρρησίαν έχουσαν θερμήν προς τον Θεόν, ον αφράστως έτεκε, της
φωνής επακούσαι, νυν εν στεναγμοίς ψυχής των οικτρώς δεομένων. Ως συμπαθής
παράσχου προς Χριστού, ρώσιν σωμάτων, ψυχών τε την ίασιν.
Ο Ν΄ (50) ΨΑΛΜΟΣ
Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το
πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.
Επί πλείον πλύνον με από της ανομίας μου, και από της
αμαρτίας μου καθάρισόν με.
Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου
ενώπιόν μού εστί δια παντός.
Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα.
όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις
εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της
σοφίας σου εδήλωσάς μοι.
Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και
υπέρ χιόνα λευκανθήσομαι.
Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται
οστέα τεταπεινωμένα.
Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και
πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα
ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα
σου το άγιον μη αντανέλεις απ’ εμού.
Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και
πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε
επιστρέψουσι.
Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου.
αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.
Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου
αναγγελεί την αίνεσίν σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ
ευδοκήσεις.
Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία
συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και
οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και
ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.
O Κανών του Αγίου φέρων ακροστοιχίδαν
«Βασιλέα Βασιλευ(ον)των Βασίλειε ικέτευε
υπέρ ημών».
Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας
Βασίλειε Πάτερ, ως παρεστώς Τριάδι Αγία, υπερεύχου
υπέρ ημών, έλλαμψιν δοθήναι τοις υμνούσι , αγιασμόν τε, ειρήνην και άφεσιν.
Αγίασον, Πάτερ, ως συμπαθής ημών των υμνούντων
αισθητήρια δαψιλώς και εν κατανύξει προσκυνούντων τα χαριτόβρυτα θεία σου
λείψανα.
Σοφίας γενόμενος εραστής της επουρανίου, ηκολούθησας
ακλινώς ταύτη, και ημάς νυν δεομένους ακολουθείν δια βίου αξίωσον.
Ιδού παριστάμεθα ταπεινώς και εν κατανύξει προ
λειψάνων σου πανοικεί, και παρακαλούμεν καταπέμψαι χαράν, υγείαν και θείαν
αντίληψιν.
Λιμήν των εν ζάλει και συμφοραίς Παναγία Κόρη, ως
υπάρχουσα των πιστών δέησιν προσδέχου και παράσχου σην προστασίαν, Παρθένε, την
άμαχον.
Ωδή γ΄. Ουρανίας αψίδος.
Εις νυμφώνα τον θείον παρεστηκώς, Άγιε, και
χοροστασίαις Αγγέλων συναυλιζόμενος , ημάς αξίωσον νυν, εν μετανοία βιώσαι καθ’
εκάστην έργοις τε και λόγοις πταίουσι.
Αρετών συ εδείχθης καθηγητής άριστος ταύτας εν ασκήσει
τελεία κατεργασάμενος, διό ημάς οδηγών μη διαλείπεις πανσόφως τοις του βίου
κύμασι μη κατακλύζεσθαι.
Βασιλέα των όλων υπέρ ημών, Άγιε, των εν συμφοραίς και
κινδύνοις και περιστάσεσι χειμαζομένων οικτρώς, νυν εκδυσώπησον όπως παριδών τα
πταίσματα, χάριν δωρήσηται.
Αγαθός οικονόμος συ των πιστών πέφυκας πάντα εν αγάπη,
σοφία, πάτερ, δεξάμενος , όθεν ημάς εκτενώς νυν δεομένους εν πόθω προ λειψάνων
θείων σου, πρόσδεξαι, Άγιε.
Σωτηρία του κόσμου, ω Μαριάμ Άχραντε, εκ της του Υιού
και Θεού σου ενανθρωπήσεως αναφανείσα, διό συν Βασιλείω δυσώπει ιλασμόν και
άφεσιν πάσι χαρίσασθαι.
Ικέτευε Θεόν των όλων, Βασίλειε Ιεράρχα, καταπέμψαι εξ
ουρανού ημίν τοις προσκλαίουσι υγείαν και άφεσιν οφλημάτων.
Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν
χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.
Αίτησις και το Κάθισμα
Ήχος β’. Πρεσβεία θερμή
Προσδέχου τανύν ημάς τους προσπίπτοντας και πόθω πολλώ
σα λείψανα κατέχοντας καταπέμπων, Βασίλειε, προς Χριστού του Φιλανθρώπου την
άφεσιν επιστροφήν τε οίκοι εν χαρά και πάσι παρέχων τα αιτήματα.
Ωδή δ΄. Εισακήκοα Κύριε.
Ιατρόν σε γινώσκομεν οι εν ασθενείαις σοι
καταφεύγοντες και λαμβάνοντες την ίασιν των ψυχών, σωμάτων τε, Πανάγιε.
Λυτρωτήν επιστάμεθα των του Πονηρού παγίδων, Πανόσιε,
και θερμώς σοι προσερχόμεθα των δεινών ευρείν την απολύτρωσιν.
Ευσυμπάθητος, Άγιε ως Χριστού πιστότατος αναδέδειξαι
Εκκλησίας τε υπέρμαχος και ημών προστάτης νυν θερμότατος.
Υπό σου βοηθούμενοι οι εν συμφοραίς τε και περιστάσεσι
και τα λείψανα κατέχοντες πύργοι ακαθαίρετοι φαινόμεθα.
Τον Σωτήρα δυσώπησον μετά Βασιλείου, Θεομάκαριστε, του
δοθήναι ημίν άπασι σωτηρίαν, άφεσιν και έλεος.
Ωδή ε΄. Φώτισον ημάς.
Ω των δωρεών τη πρεσβεία σου, Βασίλειε, αντιπαρέχεις
πάσι τον φωτισμόν και την ειρήνην, υγείαν ψυχής και σώματος.
Νίκας κατ’ εχθρών Εκκλησία σου κατάπεμψον, Ορθοδοξίας
θρίαμβον ακλινή και δεομένοις τυχείν σωτηρίας άνωθεν.
Βίβλοις σου σεπτοίς οδηγούμενοι, μακάριε, της απιστίας
θάλασσαν αλμυράν νυν διαπλέομεν πάντες διασωζόμενοι.
Άπαντες ημείς οι κυκλούντες σου τα λείψανα εν
κατανύξει, πίστει τε και χαρά καθάπερ ζώντα και αύθις σοι παριστάμεθα.
Σώσον Αγαθή Βασιλείου ταις δεήσεσι τους ευλαβώς τα
λείψανα τα αυτού νυν προσκυνούντας εν πόθω και μεγαλύνοντας.
Ωδή ς΄. Την δέησιν εκχεώ προς Κύριον.
Ικέτευε εκτενώς προς Κύριον, ω Βασίλειε, Πατέρων το
κλέος υπέρ ημών δεομένων εν πίστει και εκζητούντων θερμήν σου αντίληψιν,
νικήσαι πάντα πειρασμόν ως τυχών παρρησίας προς Κύριον.
Λιμένα σε ασφαλή κεκτήμεθα, οι εν βίω θαλαττεύοντες,
Πάτερ, ότι καλώς τους κινδύνους γιγνώσκεις και νικηφόρως αυτούς διεπέρασας τη
χάριτι του Ιησού, ω Πατέρων σοφόν ακροθίνιον.
Ελέησον τους υμνούντας, Άγιε και εν πόθω και χαρά
προσκυνούντας τα ιερά και πανάγια όντως πολυτελή τε χρυσού τιμιότερα σα λείψανα
πανευλαβώς ω Μαρτύρων Χριστού ισοστάσιε.
Ινδάλματα του νοός αφάνισον, καθ’ εκάστην πολεμούντα
με, Πάτερ και καθαράν την ψυχήν μου παράσχου του ανυμνείν εκ καρδίας τον
Κύριον, καθάπερ άγγελος Θεού μοναστών ως κανών και διδάσκαλος.
Εκέκραξα, Παναγία Δέσποινα , εκ βαθέων μου αιτών
προστασίαν. όθεν ομού μετά πάντων Αγίων καθικέτευε εύσπλαγχνον Κύριον του
δούναι άπασιν ιδείν μεθ’ υμών την ζωήν την αιώνιον.
Ικέτευε Θεόν των όλων, Βασίλειε Ιεράρχα, καταπέμψαι εξ
ουρανού ημίν τοις προσκλαίουσι υγείαν και άφεσιν οφλημάτων.
Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν
χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.
Αίτησις και το Κοντάκιον
Ήχος δ’. Προστασία των χριστιανών.
Οι εν θλίψεσι, δοκιμασίαις κυκλούμενοι και δεινών ταις
επιφοραίς πειραζόμενοι, δεύτε πάντες τοις Ιεροίς λειψάνοις εν κλαυθμώ Βασιλείου
και εν στεναγμοίς επικαλούμενοι αυτού μεσιτείαν βοήσωμεν. Φάνηθι ως προστάτης
πτωχών και αδικουμένων ημών προστασία τε και χαρά και στερρόν καταφύγιον.
Προκείμενον, Ήχος δ΄.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας
μου σύνεσιν.
Στιχ. Ακούσατε ταύτα πάντα τα έθνη.
Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν
Εκ του κατά Ιωάννην (ι’. 1-9)
Είπεν ο Κύριος προς τους εληλυθότας προς αυτόν
Ιουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν
προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος
διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα
τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά.
καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ
ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ
φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν
παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν
προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν
αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα σοι Κύριε δόξα σοι.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ταις του Ιεράρχου πρεσβαίαις Ελεήμων, εξάλειψον τα
πλήθη των εμών εγκλημάτων.
Και νυν και αει και εις τους αιώνας των
αιώνων, Αμήν.
Ταις της Θεοτόκου, πρεσβαίαις Ελεήμων, εξάλειψον τα
πλήθη των εμών εγκλημάτων.
Στιχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου και
κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Ήχος πλ.β΄. Όλην αποθέμενοι.
Άπαντες προσέλθωμεν τοις ιεροίς νυν λειψάνοις
Βασιλείου μάκαρος και απαρυσώμεθα χάριν άφθονον παρ’ αυτού σήμερον και χαράς
ενθέου εμπλησθέντες εκβοήσωμεν προς τον Πανάγαθον τας ευχαριστίας προσάδοντες.
Θεέ Πατέρων Άγιε και των Προπατόρων το καύχημα πρόφθασον και ρύσαι, πταισμάτων
χαλεπών και πειρασμών τους ταπεινούς νυν ικέτας σου πίστει δεομένους σοι.
Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Ιδού οι επταικότες δούλοι σου Ιεράρχα προ των λειψάνων
των σων, παρέβημεν αφόβως το θέλημα Κυρίου και προς σε καταφεύγομεν, εν
ταπεινώσει πολλή, αιτούντες την συγγνώμην.
Καθάρισον Παμμάκαρ, του νοός μου τον ζόφον ίνα ιδώ
καθαρώς ευχής, καρπούς, της θείας, και κράζω εν καρδία Ιησού με ελέησον, ως
ελέημων Θεός και μόνος ευεργέτης.
Ελέησόν σοι κράζω ψυχή συντετριμμένη ως ποιμενάρχη
Χριστού, καλώς γαρ συ γινώσκεις ευόλισθον ανθρώπων ως διδάσκαλος πάνσοφος. διό
μετάδος ημίν την δύναμιν εξ ύψους.
Την χάριν των θαυμάτων εκ Θεού προσελάβου ως καθαρός
τη ψυχή. διό τοις δεομένοις ημίν αντιπαρέχεις προς Χριστού την επίσκεψιν, και
θεραπεύεις ημών σωμάτων αλγηδόνας.
Ελπίς απηλπισμένων, Θεοτόκε Μαρία, των ασκητών η πνοή,
Πατέρων και Μαρτύρων και πάντων των Αγίων η χαρά και η έφεσις, αντιμετάδος ημίν
την χάριν του Υιού σου.
Ωδή η΄. Τον Βασιλέα των Ουρανών.
Υπέρ ημών των αμαρτωλών εκδυσώπει Τριάδα την Αγίαν Βασίλειε
Ουραφάντορ, ως έχων παρρησίαν.
Επί τη μνήμη σου Αγαθέ συνελθόντα Ορθοδόξων τα πλήθη
τον Κύριον και Βασιλέα υμνούμεν εις αιώνας.
Παρεστηκώς τη εν ουρανοίς Πανυμνήτω Παναγία Τριάδι
ημών μνημόνευε απαύστως Βασίλειε θεόφρον.
Επικαλούμαι σε Μαριάμ και Βασίλειον τον Μέγαν, δοθήναι
τον Κύριον και Βασιλέα υμνείν εις τους αιώνας.
Ωδή θ΄. Κυρίως Θεοτόκον.
Ροήν την των δακρύων, πάτερ μη παρίδης, εκ κατωδύνου
καρδίας και ζάλης πολλής, αλλά παράσχου συγγνώμην ως συμπαθέστατος.
Ημάς τους δεομένους προ των σων λειψάνων και
αιτουμένους εν πίστει και πόθω πολλώ αντικατάπεμψον, Πάτερ, χάριν την άνωθεν.
Μεγάλη σου η χάρις, Πάτερ, θεοφόρε, και παρρησία τω
θρόνω Τριάδος σεπτής. όθεν ημών δεομένων τάχος επάκουσον.
Ω τις μη εκπλαγείη ότι προς το τέλος του ιερού σου κανόνος
γεγόναμεν νυν. όθεν τοις μέλπουσι δίδου πόθων απόλαυσιν.
Νεκρός ων εξανέστην ταις του Βασιλείου και της Μητρός
του Κυρίου λιταίς ιεραίς. διό εν πόθω αγίω αυτούς δοξάσωμεν.
Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την
αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν
ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως
Θεοτόκον, Σε μεγαλύνομεν.
Και τα Μεγαλυνάρια
Τον ουρανοφάντορα του Χριστού μύστην του Δεσπότου, τον
φωστήρα τον φαεινόν, τον εκ Καισαρείας και Καππαδόκων χώρας, Βασίλειον τον
μέγαν, πάντες τιμήσωμεν.
Δεύτε ασπασώμεθα εν χαρά και εν κατανύξει Βασιλείου τα
ιερά λείψανα, αιτούντες παρά Χριστού την χάριν και ρώσιν και υγείαν και πάντων
άφεσιν.
Χαίροις Ιεράρχα του Ιησού και ημών απάντων προστασία
και βοηθός Βασίλειε Πάτερ, Καππαδοκών το κλέος, ημών δε προστασία και
αγαλλίασις.
Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου,
Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις
το σωθήναι ημάς.
Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον
ημάς
Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον
ημάς
Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον
ημάς
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί
και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις
αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι
τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε
ελέησον.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Και νυν και αεί και εις τους αιώνας των αιώνων.
Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου .
Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης.
Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών
ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν,
αλλά ρύσαι ημάς από του πονηρού.
Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του
Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας
των αιώνων. Αμήν.
Απολυτίκιον. Ήχος α’.
Εις πάσαν την γην εξήλθεν ο φθόγγος σου, ως δεξαμένη
τον λόγον σου. δι’ ου θεοπρεπώς εδογμάτισας την φύσιν των όντων ετράνωσας. τα
των ανθρώπων ήθη κατεκόσμησας, βασίλειον ιεράτευμα, Πάτερ Όσιε. Χριστόν τον
Θεόν ικέτευε δωρήσασθαι ημίν το μέγα έλεος.
Ήχος β’. Ότε εκ του ξύλου
Πάτερ θεοφόρε, αληθώς πρόμαχος ημών ανεδείχθης, εν
τοις εσχάτοις καιροίς. πάσαν γαρ αλήθειαν διασαφήσας καλώς εν τοις βίβλοις σου,
Άγιε και νυν εκδιδάσκεις επιστρέφειν, Όσιε προς τον Θεόν ακλινώς, μέσων των
θορύβων της πλάνης και διαπεράν δι’ ελπίδος την του βίου ρέουσαν διάβασιν.
Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και
λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού
φύλαξόν με υπό την σκέπην σου.
Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο
Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν!
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.