ΙΑΝΟΥΑΡΙΟΣ 30.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς τὴν Τριάδα τὴν ὑπέρθεον κηρύξαντα, καὶ τὴν εὐσέβειαν τοῖς πᾶσι καταγγείλαντας, τὸν Βασίλειον ἅμα σὺν τῷ Γρηγορίῳ· καὶ τὸν θεῖον Ἰωάννην δεῦτε ἅπαντες, ἀνυμνήσωμεν φαιδρῶς ἀγαλλώμενοι· τούτοις κράζοντες· θεοκήρυκες χαίρετε.
Ἅγιοι Ἱεράρχαι τοῦ Χριστοῦ καὶ Ποιμένες, νοΐ μου καταπέμψατε χάριν (γ΄)· τολμῆσαι γὰρ ἐκ πόθου ἡμῶν τὰς ἀριστείας ὑμνῆσαι, λόγων ὅλως ἐστέρημαι, ἀλλ’ οὖν θαῤῥῶν κραυγάζω πρὸς ὑμᾶς τοιαῦτα·
Χαίρετε, κήρυκες οἱ Τριάδος·
χαίρετε, ῥήτορες οἱ Μονάδος.
Χαίρετε, Πατρὸς ἀγεννήτου ἐκφάντορες·
χαίρετε, Υἱοῦ γεννητοῦ θεῖοι κήρυκες.
Χαίρετε, τοῦ θείου Πνεύματος ἀληθεῖς προσκυνηταί·
χαίρετε, μιᾶς Θεότητος θεῖοι ὄντως λατρευταί.
Χαίρετε, τὰ πυρίπνοα στόματα τοῦ Λόγου·
χαίρετε, οἱ θερμότατοι φίλοι τῆς Παρθένου.
Χαίρετε, δι’ ὧν Θεὸς ἐδοξάσθη·
χαίρετε, δι’ ὧν ὁ κόσμος ηὐγάσθη.
Χαίρετε, Διδάσκαλοι μέγιστοι.
Βάσις τῆς Ἐκκλησίας, καὶ προπύργιον ταύτης, ἐδείχθης Βασίλειε παμμάκαρ, ὑπὲρ ταύτης γὰρ λίαν θερμῶς ἠγωνίσω, καθάπερ Ποιμὴν γνήσιος· διὸ ἐπὶ σοὶ χαίρουσα, καλεῖ πάντας Θεῷ βοῆσαι·
Ἀλληλούϊα.
Γνῶσιν τὴν τῶν στοιχείων, καὶ τῆς κτίσεως ὅλης, σοὶ δέδεξαι ἐκ τῆς Θεοτόκου· διὸ βίβλον συνέταξας, ἐν ᾗ καταγράφεις τοὺς λόγους τῶν ὄντων κάλλιστα· δι’ ἧς φωτιζόμενοι, βοῶμέν σοι ἐκ ψυχῆς τοιαῦτα·
Χαῖρε, ὁ φῶς εὐσεβείας λάμψας·
χαῖρε, ὁ στόματα ἀθέων φράξας.
Χαῖρε, εὐσεβείας ὁ σπείρας τὰ δόγματα·
χαῖρε, ἀσεβείας καθάρας τὰ σπέρματα.
Χαῖρε, ὁ δυνάμει Πνεύματος, τὰς αἱρέσεις καθελών·
χαῖρε, ὁ δυνάμει λόγων σου, τὸν Εὐνόμιον βαλών.
Χαῖρε, ὁ τοῦ ἐπάρχου τὸν θυμὸν καταισχύνας·
χαῖρε, ὁ Σαβελλίου τὴν λατρείαν διώξας.
Χαῖρε, Βασίλειε, στύλε πύρινε·
χαῖρε, Βασίλειε, φῶς ἡμέτερον.
Χαῖρε, ὁ ὄντων μελετήσας τὴν φύσιν·
χαῖρε, ὁ τούτων τρανώσας τὴν γνῶσιν.
Χαῖρε, θεῖε Βασίλειε.
Δόξαν οἱ συμπλωτῆρες, τῇ Τριάδι προσῆξαν, ἡνίκα τῆς θαλάσσης ἐῤῥύσω, τὸν ταύτης γὰρ σάλον, τῇ προσευχῇ σου κοπασθέντα ὡς εἶδον, εἷς Θεὸς Γρηγορίου ἐβόησαν, ᾧ καὶ συντασσόμεθα ᾄδοντες·
Ἀλληλούϊα.
Ἔσχεν ὁ παραβάτης, σὲ ἀντίμαχον μέγαν, κατὰ τῶν ἑαυτοῦ βουλευμάτων, ταῖς πανσόφοις γὰρ συγγραφαῖς, τὸν χριστεπώνυμον λαὸν ἐφώτιζες, βουλὴν δὲ τὴν αὐτοῦ ἄπρακτον ἔδειξας· διό σοι βοῶμεν·
Χαῖρε, Γρηγόριε θεολόγε·
χαῖρε, Γρηγόριε μυστογράφε.
Χαῖρε, θεολόγε τοῦ πρώτου μικρότερε·
χαῖρε, τῶν λοιπῶν θεολόγων ὑπέρτερε.
Χαῖρε, νοῦς ὁ ὑπερέξοχος, καὶ Τριάδος συγγραφεῦ·
χαῖρε, ὄργανον πολύφωνον, καὶ αὐτῆς ὑπογραφεῦ.
Χαῖρε, ὁ τὴν Τριάδα ἐν Μονάδι κηρύξας·
χαῖρε, ὁ τὴν Μονάδα ἐν Τριάδι τρανώσας.
Χαῖρε, κιθάρα τοῦ Πνεύματος ἔμμουσος·
χαῖρε, κιννύρα ἡδύπνους τῆς χάριτος.
Χαῖρε, τὸ πάνσοφον στόμα τοῦ Λόγου·
χαῖρε, ὁ φίλος τῆς μόνης Παρθένου.
Χαῖρε, θεῖε Γρηγόριε.
Ζέων ἀεὶ τῷ πόθῳ, τοῦ Χριστοῦ Ἰωάννη, τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθεις, παρθενίας γὰρ πρᾳότητος, καὶ ταπεινώσεως ἐραστὴς γεγονώς, πάντας τοὺς Ἑλλήνων σοφοὺς ἐξέπληξας, καὶ Θεῷ προσήγαγες ᾄδοντας·
Ἀλληλούϊα.
Ἤκουσε δῆμος ἅπας, νέας Ῥώμης, τὰ βλύζοντα σῆς καρδίας ὠκεάνεια ῥεῖθρα, καὶ βουλόμενος ἐξ αὐτῶν ἀρδευθῆναι, νεύσει τῇ Θεοῦ οἴακας, τῆς Ἐκκλησίας ἐγχειρίζει, ἣν καλῶς διοικήσας ἀκούεις·
Χαῖρε, ποιμὴν ψυχῶν ἡμετέρων·
χαῖρε, χραισμήτωρ τῶν δυστυχούντων.
Χαῖρε, Ἰωάννη, τὸ ἅρμα τοῦ Πνεύματος·
χαῖρε, Ἰωάννη, Χριστοῦ μου τὸ τέμενος.
Χαῖρε, ἄγαλμα εὐφρόσυνον, πάντων τῶν χριστιανῶν·
χαῖρε, δαίδαλμα τὸ ἔμψυχον, ἐκ πασῶν τῶν ἀρετῶν.
Χαῖρε, ἡ ἔμψυχος στήλη τῆς παρθενίας·
χαῖρε, ὁ μέγιστος κήρυξ τῆς μετανοίας.
Χαῖρε, Γραφῶν τῶν θείων σαφήνεια·
χαῖρε, φωστὴρ αὐγάζων τὰ πέρατα.
Χαῖρε, δι’ οὗ εἰς Χριστὸν ᾖλθον ἔθνη·
χαῖρε, δι’ οὗ ἡ κακία ἠλέγχθη.
Χαῖρε, θεῖε Χρυσόστομε.
Θείας θεολογίας, θεηγόροι ὀφθέντες, πιστοῖς ἐδογματίσατε σέβειν, θεότητα μίαν ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, ἄκτιστον, φύσεως ποιητικὴν καὶ συντηρητικὴν ᾗ βοῶμεν·
Ἀλληλούϊα.
Ἴδεν ὑμᾶς ὁ ἄρχων, τοῦ ναοῦ Εὐχαΐτων, καὶ ἠγαλλιάσατο σφόδρα, ἰσότητα δὲ τὴν ὑμῶν ἀνακηρύξας τοῖς λαοῖς, ἔριν ἅπασαν ἀφεῖλε, αὐτοὺς δ’ ἔπεισε κραυγάζειν πρὸς ὑμᾶς τοιαῦτα·
Χαίρετε, ἥλιοι φαεσφόροι·
χαίρετε, λύχνοι οἱ φωτοφόροι.
Χαίρετε, πηγαὶ ἐξ Ἐδὲμ αἱ ἐκβλύζουσαι·
χαίρετε, πηγαὶ αἱ τὴν γαίαν ἀρδεύουσαι.
Χαίρετε, οἱ τρισκαιδέκατοι Ἀπόστολοι τοῦ Χριστοῦ·
χαίρετε, οἱ μεγαλεμπόροι ἀσυλήτου θησαυροῦ.
Χαίρετε, λυτρωταὶ τῆς ἡμῶν τριχοστασίας·
χαίρετε, χορηγηταὶ τῆς ἡμῶν ὁμονοίας.
Χαίρετε, οἱ Τριάδος αὐγάσματα·
χαίρετε, οἰκουμένης ὑπέρμαχοι.
Χαίρετε, μυσταγωγοὶ τῶν ἀῤῥήτων·
χαίρετε, οἱ παροχεῖς τῶν χαρίτων.
Χαίρετε, Διδάσκαλοι μέγιστοι.
Κύριον καὶ Δεσπότην, τὸ πανάγιον Πνεῦμα, ἐκήρυξας σοφώτατε ἄνερ, ἐν μέσῳ τῆς Συνόδου τὴν ἐκ Πατρός, ἄφραστον αὐτοῦ καὶ ἄχρονον τρανώσας ἐκπόρευσιν, καὶ θεότητα πάντας ἔπεισας τούτῳ ᾄδειν·
Ἀλληλούϊα.
Λύκους ἐκ τῆς ἀγέλης, τοῦ Χριστοῦ ἐκδιώξας, τὰ σκῆπτρα Ἐκκλησίας δωρεῖται, ὃς διὰ Σταυροῦ ὅπερ αὐτῆς τὸ αἷμα ἐξέχεεν, ᾗ καὶ χαίρουσα τῇ σῇ ἐπαπολαύσει, ἐβόα σοι ἀγαλλιῶσα·
Χαῖρε, ἀκήμων πνεύματος νόε·
χαῖρε, πιστῶν θεολόγων ἄκτωρ.
Χαῖρε, τῆς ἐμῆς κατηφείας ἡ λύτρωσις·
χαῖρε, τῶν λογογράφων καὶ ῥητόρων ὁ ἔξαρχος.
Χαῖρε, ὅτι ὑπερεμάχησας διὰ τὸν ἐμὸν Θεόν·
χαῖρε, ὅτι ἀπεδίωξας, ἀπ’ ἐμοῦ πάντα ἐχθρόν.
Χαῖρε, ὡς μετὰ πότμον σὺν Ἀγγέλοις οἰκήσας·
χαῖρε, ὡς μετὰ πότμον τὸν ναόν μου κοσμήσας.
Χαῖρε, Χριστοῦ μου θεῖον φραγγέλιον·
χαῖρε, Χριστοῦ μου στόμα μυρίπνοον.
Χαῖρε, λαοῦ χριστοφόρου τὸ κέρας·
χαῖρε, ἐμοῦ θεολόγων τὸ γέρας.
Χαῖρε, θεῖε Γρηγόριε.
Μέγας τῆς μετανοίας ἀνεφάνης σὺ κήρυξ, τοὺς πάντας πρὸς αὐτὴν παροτρύνων, ἀδικίας δ’ ἔνθερμος διώκτης, προστάτης τε τῶν χηρῶν ὀξύτατος, παραμυθήτωρ δὲ πάντων τῷ Θεῷ βοώντων·
Ἀλληλούϊα.
Νέα τῆς Ἰεζάβελ, ἡ βασίλισσα ὤφθη, τὴν ἄμπελον τῆς χήρας λαβοῦσα, σὺ δὲ ταύτην καὶ τοὺς σὺν αὐτῇ παῤῥησίᾳ ἐλέγξας, οἱ μὴ βουληθέντες συνιέναι, ἔξωσάν σε δίκαιον· διό σοι βοῶμεν·
Χαῖρε, δι’ οὗ βασιλὶς ἠλέγχθη·
χαῖρε, δι’ οὗ ἡ πτωχὴ ἐσώθη.
Χαῖρε, θηροδείπνων ὁ μέγας πολέμιος·
χαῖρε, φιλαργύρων ἐλεγκτὴρ ὁ ἔνθεος.
Χαῖρε, ὅτι ἀφομοίωσαι εἰς τὰς θλίψεις τῷ Χριστῷ·
χαῖρε, ὅτι ἐμεγάλυνας τὸν αὐτὸν ἐν Κουκουσῷ.
Χαῖρε, ὁ τὸν βίον σου ἀπαθείᾳ φαιδρύνας·
χαῖρε, ὁ τὸν ἔλεον τοῖς πτωχοῖς ἐπαντλήσας.
Χαῖρε, ψυχῶν ἰατρὸς εὔστοχος·
χαῖρε, κανὼν ἀρετῆς εὐθύτατος.
Χαῖρε, ὁ ῥείθροις χρυσοῖς ἡμᾶς ἄρδων·
χαῖρε, Θεῷ ὁ ἀεὶ μεσιτεύων.
Χαῖρε, θεῖε Χρυσόστομε.
Ξύμπαντα ὁ συμπήξας, Ἰησοῦς ὁ παγκράτωρ, εὐχῶν σου εἰσακούσας σοι ὤφθη, ἐν ὁράματι μυσταγωγῶν θείαν ἱερουργίαν, ἣν χαίρων τῇ Ἐκκλησίᾳ παρέδωκας, ἣ ταύτην κατέχουσα Θεῷ ᾄδει·
Ἀλληλούϊα.
Ὅτε σὴν ἐξορίαν, γραμματεὺς ἐξετέλει, τότε ἡ χεὶρ αὐτοῦ ἐνεκρώθη· βασιλέως δὲ ὁ παῖς θνήσκειν ἔμελλεν, εἰ μὴ τὴν αὐτοῦ θᾶττον ἐκώλυε βουλὴν Βασίλειε, πιστῶν δὲ ἡ πληθὺς ἐβόα σοι τοιαῦτα·
Χαῖρε, ἡ θεία δογμάτων βάσις·
χαῖρε, ὁ θεῖος τοῦ Χριστοῦ θύτης.
Χαῖρε, ὁ Πατέρων κυρώσας τὰ δόγματα·
χαῖρε, Ἐκκλησίᾳ ὁ βλύσας διδάγματα.
Χαῖρε, θαῦμα περιβόητον, πάσης γαίας καὶ φυλῆς·
χαῖρε, καύχημα ἐξαίρετον, ἅπασι τοῖς κληρικοῖς.
Χαῖρε, ὁ κτησάμενος Μωϋσέως τὸ πρᾷον·
χαῖρε, ὁ μιμησάμενος Ἠλιοῦ τὸν ζῆλον.
Χαῖρε, ποιμὴν ποιμένων ὁ ἔξαρχος·
χαῖρε, φωστὴρ φωστήρων ὁ ἔκλαμπρος.
Χαῖρε, δι’ οὗ παρθενία ὑψοῦται·
χαῖρε, δι’ οὗ ὕψος ταύτης δηλοῦται.
Χαῖρε, θεῖε Βασίλειε.
Πᾶσαν τὴν τῶν Ἑλλήνων, ἐκμαθόντες παιδείαν, τοὺς λύρους ἐβδελύχθητε τούτων, σοφίαν δὲ τὴν ἐκ Θεοῦ ἐνστερνισάμενοι, δι’ αὐτῆς τὰ πέρατα τῆς γαίας αὐγάζετε, καὶ πάντας προτρέπετε Θεῷ ᾄδειν·
Ἀλληλούϊα.
Ῥήτορας τῶν ἀθέων, ἐδιώξατε πόῤῥῳ, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας Πατέρες, Τριὰς γὰρ ἡ ἁγία, πυρσοὺς ἡμᾶς ἀνέδειξε, τοὺς μὲν ἐχθροὺς φλέγοντας, τοὺς δὲ πιστοὺς φωτίζοντας, κραυγάζειν πρὸς ὑμᾶς τοιαῦτα·
Χαίρετε, στύλοι τῆς Ἐκκλησίας·
χαίρετε, πύργοι τῆς εὐσεβείας.
Χαίρετε, Πατρὸς τοῦ ἀνάρχου αἱ σάλπιγγες·
χαίρετε, Υἱοῦ συνανάρχου αἱ ἴυγγες.
Χαίρετε, δοχεῖον εὔοσμα, Παρακλήτου τοῦ σεπτοῦ·
χαίρετε, ταμεῖα ἔνδοξα, θησαυρῶν τῶν ἑαυτοῦ.
Χαίρετε, τοῦ μεγάλου Βασιλέως οἱ θῦται·
χαίρετε, τῶν οὐρανίων δογμάτων οἱ δόται.
Χαίρετε, ἀστέρες οἱ πολύφωτοι·
χαίρετε, Ἀγγέλων οἱ ὁμότροποι.
Χαίρετε, οἱ γαλουχεῖς εὐσεβέων·
χαίρετε, οἱ πρεσβευταὶ τῶν βοώντων.
Χαίρετε, Διδάσκαλοι μέγιστοι.
Σήμερον πᾶσα κτίσις, γεραιρέτω ἐκτόπως, τὸν μέγαν Ἰωάννην ἐν ὕμνοις, οὗτος γὰρ θεόθεν ἐμπνευσθείς, πᾶσαν τὴν Γραφὴν ἡμῶν λαμπρῶς διεσάφησε· διὸ πάντες ἐν τοῖς τούτοις δέλτοις τρυφήσωμεν, ἵνα γνῶμεν ᾄδειν·
Ἀλληλούϊα.
Τεῖχος τῆς Ἐκκλησίας, οἰκουμένης διδάκτωρ, ἁπάντων τῶν Πατριαρχῶν δόξα, ὁμόαθλος Μαρτύρων, μοναχῶν ἐγκαλλώπισμα, θλιβομένων μέγιστον παραμύθιον, γέγονας ὦ Ἰωάννη· διό σοι βοῶμεν·
Χαῖρε, δι’ οὗ εὐσεβεῖς μυοῦνται·
χαῖρε, δι’ οὗ ἀσεβεῖς ὀλοῦνται.
Χαῖρε, Ἐκκλησίας ἡμῶν ἡ εὐπρέπεια·
χαῖρε, βασιλείου λαοῦ τὸ ἑδραίωμα.
Χαῖρε, ἥλιε Χρυσόστομε, θεοῤῥῆμον ἀριστεῦ·
χαῖρε, Ἄγγελε ἐπίγειε, χαῖρε θεῖε ἀγγελεῦ.
Χαῖρε, ὁ εὐσεβεῖς μυσταγωγήσας τὰ θεῖα·
χαῖρε, ὁ ἐξ αὐτῶν ἀποβαλὼν τὰ ὀθνεῖα.
Χαῖρε, Τριάδος ὁ κήρυξ ὁ ἔνθεος·
χαῖρε, Ἁγίου Πνεύματος τέμενος.
Χαῖρε, δι’ οὗ φωτουργεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ στερεοῦται ἡ πίστις.
Χαῖρε, θεῖε Χρυσόστομε.
Ὕψος τὸ τοῦ νοός σου, καὶ ψυχῆς τὴν ἀνδρείαν, τίς μὴ θαυμάσιε ὦ φαιδὶμ ἄνερ;! Νοημάτων πέλαγος γὰρ ἐγκλείεις ἐν δελτίοις σου, δ’ ὧν ἅπαντας ἐκδιδάσκεις τῶν ἡδέων ἀπέχειν, Θεῷ δὲ προσκολλᾶσθαι ᾄδοντας·
Ἀλληλούϊα.
Φρίκη κατέσχε πάντας, τοὺς εὐχομένους ὑπὲρ τοῦ τότε ἀρνησιχρίστου, ἐπιστάντων τῶν δαιμόνων γάρ, καὶ τοῦτον ἀφαρπᾶσαι ὁρμώντων, φεύγειν οὐκ ἴσχυον, ἕως ἔγγραφον αὐτοῦ σοὶ παρέσχον, ὁ δὲ ἐκβόα·
Χαῖρε, ὁ ἐκ δαιμόνων με ῥύσας·
χαῖρε, ὁ τῷ Θεῷ με προσάξας.
Χαῖρε, ὁ χαρὰν αὐτῶν εἰς λύπην τρεψάμενος·
χαῖρε, κατηφείας ὁ ἐμὲ λυτρωσάμενος.
Χαῖρε, κόσμος ὁ βασίλειος Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, Ἄγγελε ἐπίγειε, χαῖρε ἄνερ οὐρανοῦ.
Χαῖρε, τῆς Ἐκκλησίας ἡ πολύφθογγος γλῶσσα·
χαῖρε, τῆς οἰκουμένης παμφαέστατον φάος.
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων·
χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.
Χαῖρε, πολλοὺς τῷ βελίαρ λυτρώσας·
χαῖρε, πιστοὺς τῷ Θεῷ προσενέγκας.
Χαῖρε, θεῖε Βασίλειε.
Χάριν φυγῆς σκανδάλων, ἀπεφάσισας ὅπως, τοῦ βλύζαντος τὸν θρόνον ἐάσῃς, Χριστοῦ δὲ ὁ λαὸς ἀνεβόα σοι, Τριάδα Πάτερ μετὰ σοῦ αἴρεις, τὴν ἁγίαν εἰς ἀναχωρήσεις, μὴ οὖν, ἀλλὰ μεῖνον τοῦ βοᾶν σὺν ἡμῖν·
Ἀλληλούϊα.
Ψάμμον ὑπὲρ θαλάσσης, οἱ ἀγῶνές σου Πάτερ, ἐν βίῳ τῷ προσκαίρῳ ὑπῆρξαν· ὅθεν μετὰ μόρον ἡ Τριάς, ἐδόξασεν ἐπὶ τῆς γῆς, καὶ γέρα σοι ἐν οὐρανῷ δεδώρηται, ἡμεῖς δέ σοι βοῶμεν·
Χαῖρε, ὁ Ἀποστόλων σύνθρονος·
χαῖρε, ὁ Βασιλείου φίλτατος.
Χαῖρε, Χρυσοστόμου ὁ θεῖος συνάδελφος·
χαῖρε, Ἐκκλησίας χελιδὼν ἡ εὔλαλος.
Χαῖρε, κήρυξ ὁ θεότητα, τὴν τοῦ Πνεύματος τρανῶν·
χαῖρε, στόμα ὁμοούσιον, τὸ Τριάδος ἐκδηλοῦν.
Χαῖρε, ὁ τὰ ζιζάνια τῶν αἱρέσεων φλέξας·
χαῖρε, ὁ τὸν Εὐνόμιον τὸν δεινὸν καταστρέψας.
Χαῖρε, τὸ θεῖον στόμα τοῦ Πνεύματος·
χαῖρε, πηγὴ ἡ βρύουσα νάματα.
Χαῖρε, ἀνάρχου θεότητος λάτρα·
χαῖρε, λαοῦ εὐσεβοῦς μυστολέκτα.
Χαῖρε, θεῖε Γρηγόριε.
Ὦ τριὰς μακαρία, θεηγόροι Πατέρες, Βασίλειε Γρηγόριε Ἰωάννη (γ΄)· ἱκετεύων τανῦν ἐκ ψυχῆς τὴν μικράν μου ταύτην προσφορὰν δέχθητε, καὶ ποταμοῦ πυρὸς πάντας λυτρώσατε, ἵνα Θεῷ ψάλλομεν·
Ἀλληλούϊα.
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.