Tuesday, December 29, 2015

Xαιρετισμοι Ἅγιος Ἀντώνιος Βεροίας




( Iανουαρίου 17)


(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)


Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.


Τὸν ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας διαλάμψαντα, καὶ τὸν θαυμάτων δοξασθέντα ταῖς δυνάμεσι, ὡς ἰσάγγελον τιμήσωμεν ἐν τῷ βίῳ· τῷ Σωτῆρι γὰρ ἀμέμπτως ἠκολούθησε, καὶ παρέχει παρ’ Αὐτοῦ τὴν χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαίροις Πάτερ Ἀντώνιε.


Ἄσαρκος ἐν ἀσκήσει, μετὰ σώματος ὤφθης, Ἀντώνιε ὁσίως βιώσας (γ΄), καὶ παρὰ Κυρίου δοξασθείς, παρέχεις ἀεὶ ταχεῖαν βοήθειαν, τοῖς σπεύδουσι τῇ σκέπῃ σου καὶ εὐλαβῶς σοι ἐκβοῶσι·



Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·

χαῖρε, φωτὸς ἀΰλου θεάμων.

Χαῖρε, τῶν ἀρχαίων Ὁσίων ὁμότροπος·

χαῖρε, τῶν ἀΰλων Ἀγγέλων ἰσότιμος.

Χαῖρε, ὕψος τῆς ἀσκήσεως, σώματι ἐν ὑλικῷ·

χαῖρε, βάθος τῆς φρονήσεως, ἐν νοΐ πνευματικῷ.

Χαῖρε, ὅτι ἐν ὕλῃ ὡς ἀσώματος ὤφθης·

χαῖρε, ὅτι ἀΰλων χαρισμάτων ἐπλήσθης.

Χαῖρε, λαμπρὸν τῆς Βέῤῥοιας καύχημα·

χαῖρε, σεπτῶν μοναζόντων αὔχημα.

Χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς κατεβλήθη·

χαῖρε, δι’ οὗ πᾶς πιστὸς ἐλαμπρύνθη.


Χαίροις Πάτερ Ἀντώνιε.



Βίον ἔνθεον ἔχων, ἐκ παιδὸς θεοφόρε, ἐτρώθης τῇ ἀγάπῃ Κυρίου, καὶ χαίρειν τῖς ἐν κόσμῳ εἰπών, ἀκολουθεῖν ἠρετίσω τῷ Κτίστῃ σου, ᾧ ἀκλινῶς ἑπόμενος, Ἀντώνιε πιστῶς ἐβόας·


Ἀλληλούϊα.


Γνώσει λελαμπρυσμένος, ἐκ νεότητος θείᾳ, προσῆλθες ὁλοτρόπῳ καρδίᾳ, τῇ ἐν τῇ περαίᾳ Μονῇ, τὸν τοῦ Κυρίου σταυρὸν ἄρας Ὅσιε, ἐν ᾧ ἐνδυναμούμενος, ἰσχὺν παρέχεις τοῖς βοῶσι·


Χαῖρε, τῆς θείας ἀγάπης ἄνθος·

χαῖρε, Ὁσίων Πατέρων τύπος.

Χαῖρε, ἐγκρατείας λαμπρὰ ὑποτύπωσις·

χαῖρε, πολιτείας ὁσίας ἀκρίβωσις.

Χαῖρε, θεῖον ἐνδιαίτημα οὐρανίων ἀρετῶν·

χαῖρε, σκεῦος καθαρώτατον χαρισμάατων θεϊκῶν.

Χαῖρε, ὅτι παιδιόθεν τῷ Χριστῷ ἀνετέθης·

χαῖρε, ὅτι θεόθεν ἱερῶς ἐδοξάσθης.

Χαῖρε, λαμπὰς τῆς θείας ἀσκήσεως· χαῖρε,

κρατὴρ ναμάτων τῆς χάριτος.

Χαῖρε, Χριστὸν ἐκ παιδὸς ἀγαπήσας·

χαῖρε, ἐχθροῦ τὰς ὁρμὰς καταργήσας.



Χαίροις Πάτερ Ἀντώνιε.


Δύναμιν οὐρανόθεν, δεχόμενος θεόφρον, ἐχώρεις πρὸς τὰ πρόσω· προθύμως καὶ τοῖς ἀδελφοῖς ὑπογραμμὸς ἐν κοινοβίῳ ἐγένου Ἀντώνιε· τοὺς πάντας γὰρ διήγειρας, τῷ δυναμοῦντί σε κραυγάζειν·


Ἀλληλούϊα.


Ἔνθους ὅλος ἐδείχθης, ἀναβάσεσι θείαις, ἀρθεὶς πρὸς ὑψηλὰς θεωρίας, καὶ τοῦ Προδρόμου μιμητής, ὡς πτερωθεὶς θείῳ ἔρωτι γέγονας· διό σε μακαρίζοντες, Ἀντώνιε ἀναβοῶμεν·



Χαῖρε, πολίτης ὁ τῆς ἐρήμου·

χαῖρε, ὁ μύστης ὁ τοῦ Κυρίου.

Χαῖρε, Ἠλιοὺ τοῦ Θεσβίτου ὁμόζηλος·

χαῖρε, Βαπτιστοῦ ἐν τῷ βίῳ ὁμότροπος.


Χαῖρε, ἔξω τῆς αἰσθήσεως, γεγονὼς ἐν ἀρεταῖς·

χαῖρε, ἔμπλεως τῆς χάριτος, πράξεσιν ἀσκητικαῖς.

Χαῖρε, σαρκὸς νεκρώσας τὸ φρόνημα·

χαῖρε, ἐχθρῶν ἐκκρούσας τὸ ὅρμηνα.

Χαῖρε, κανὼν ἡσυχίας τελείας·

χαῖρε, λαμπτὴρ πολιτείας ὁσίας.



Χαίροις Πάτερ Ἀντώνιε.



Ζῶν ὡς ἄσαρκος Πάτερ, ἀπορκήμνῳ σπηλαίῳ, καὶ μόνῳ τῷ Θεῷ προσανέχων, ἄγνωστος ἐτέλεις τοῖς πιστοῖς, τῷ Δεσπότῃ τῶν ὅλων γινωσκόμενος, ᾧ νυχθημερὸν Ὅσιε, ἐβόας ζεούσῃ τῇ καρδίᾳ·


Ἀλληλούϊα.


Ἤρθης πρὸς ἀπαθείας, τὸ ἀκρότατον ὕψος, ἐκβὰς τῶν γεηρῶν φρονημάτων· καὶ τὴν τῶν Ἀγγέλων βιοτήν, ἐν σπηλαίῳ διερχόμενος Ὅσιε, φωτὸς θείου πεπλήρωσαι, δι’ οὗ φωτίζεις τοὺς βοῶντας·



Χαῖρε, φωτὸς ἀΰλου δοχεῖον·

χαῖρε, χαρᾶς ἁγίας ταμεῖον.

Χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατος·

χαῖρε, ἀφθαρσίας ἐπόπτης καὶ μέτοχος.

Χαῖρε, ὅρος ὁ ἀκρότατος, ἡσυχίας ἀληθοῦς·

χαῖρε, λύχνος φαεινότατος, χάριτος τῆς θεαυγοῦς.


Χαῖρε, ὅτι Προδρόμου τὴν ζωὴν ἐμιμήσω·

χαῖρε, ὅτι Ὁσίων τὰς ἐλλάμψεις ἐκτήσω.

Χαῖρε, παθῶν νεκρώσας τὸ σκίρτημα·

χαῖρε, ἐχθρῶν ἐκτρέψας τὸ σύστημα.

Χαῖρε, ζωῆς λαμπηδὼν ἰσαγγέλου·

χαῖρε, τρυφῆς κοινωνὲ οὐρανίου.



Χαίροις Πάτερ Ἀντώνιε.



Θαυμάζων τῆς βιοτῆς σου, ἱερεὺς ὁ θεόφρων, τὸν τρόπον καὶ τὸ σύντονον Πάτερ, διηκόνει σοι πανευλαβῶς, ἐν τῷ σπηλαίῳ ἠρέμα προσιών σοι· ὡς ἄγγελον γὰρ Ὅσιε, ἑώρα σε Θεῷ ψάλλων·


Ἀλληλούϊα.


Ἴσχυσας ἐν δυνάμει, καὶ ῥοπῇ θεοσδότῳ, ἑλεῖν τῶν ἀκαθάρτων πνευμάτων, τὰς ἐν τῷ σπηλαίῳ προσβολάς, καὶ τὰς ποικίλας ὁρμὰς καὶ τεχνάσματα· διὸ ὡς νικηφόρον σε, ἐν πᾶσι τιμῶντες βοῶμεν·


Χαῖρε, ἡ στήλη τῆς ἡσυχίας·

χαῖρε, ἡ πέτρα τῆς καρτερίας.


Χαῖρε, οὐρανίου ἰσχύος θησαύρισμα·

χαῖρε, τῆς μανίας τοῦ πλάνου κατάπτωμα.

Χαῖρε, ἔρεισμα ἀκράδαντον, κλονουμένων καρδιῶν·

χαῖρε, σύντριμμα παντέλειον, ἐχθρικῶν ἐπιβουλῶν.


Χαῖρε, ὅτι βελίαρ τὰς ὁρμὰς διαλύεις·

χαῖρε, ὅτι καρδίας εὐσεβούντων ῥωννύεις.


Χαῖρε, ἐχθροῦ νικήσας τὸ φρύαγμα·

χαῖρε, θεσμῶν χειρόνων ἐκνίκημα.

Χαῖρε, ἰσχὺν δεδεγμένος τὴν θείαν·

χαῖρε, ὀφρὺν κατασπῶν ὀλεθρία.



Χαίροις Πάτερ Ἀντώνιε.


Κρότους καὶ τοὺς θορύβους, καὶ πολέμους ποικίλους, μηδόλως πτοηθεὶς τῶν δαιμόνων, ἐν ἡσυχίᾳ καὶ προσευχῆ, ἐν τῷ σπηλαίῳ ἀνύμνεις τὸν Κύριον, ἐν χρόνοις πλείστοις Ὅσιε, ψάλλων Αὐτῶ ἐν εὐφροσύνῃ·


Ἀλληλούϊα.


Λάμψας ἐν τοῖς Ὁσίοις, ὡς νεόφωτον ἄστρον, Ἀντώνιε ὁσίᾳ ἀσκήσει, καταυγάζεις θαυμάτων αὐγαῖς, Ἐκκλησίαν ὀρθόδοξον Ὅσιε, ἥτις ἀνευφημοῦσά σε βοᾷ σοι ὁμοφώνως ταῦτα·


Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·

χαῖρε, ὁ μέγας ἐν θαυμασίοις.

Χαῖρε, Ἐκκλησίας ἀστὴρ ὁ νεόφωτος·

χαῖρε, τῶν Ἁγίων ἁπάντων ὁμόσκηνος.

Χαῖρε, φῶς δεχθεὶς τὸ ἄϋλον, τῇ εὐθείᾳ σου ψυχῇ·

χαῖρε, φῶς ἐκλάμπων χάριτος, τοῖς τιμῶσί σε ἀεί.



Χαῖρε, Μακεδονίας ἱερώτατον ἔρνος·

χαῖρε, Ὀρθοδοξίας θεοδώρητον κλέος.

Χαῖρε, στεῤῥὸν Βεῤῥοιέων στήριγμα·

χαῖρε, σεμνὸν ὀρθοδόξων Ὕμνημα.

Χαῖρε, πιστῶν τὰς καρδίας λαμπρύνων·

χαῖρε, ἐχθρῶν τὴν καρδίαν ἑλκύων.

Χαίροις Πάτερ Ἀντώνιε.


Μένων ἐν τῷ σπηλαίῳ, χρόνοις πλείστοις ἀνδρείως, ἀνῆλθες πρὸς οὐράνιον ὕψος, ἀῤῥήτων Πάτερ θεωριῶν, καὶ τρισαυγέσιν ἐκράθης ἐλλάμψεσι, θεωθεὶς κατὰ μέθεξιν· διὸ καὶ ἔψαλλες Κυρίῳ·


Ἀλληλούϊα.



Νοῦν τὸν σὸν ἐκκαθάρας, τῇ συντόνῳ ἀσκήσει, Ἀντώνιε Ὁσίων λαμπρότης, ἐν πεντήκοντα ἐνιαυτοῖς, αὐτομάτοις ἐτρέφου χόρτοις Ἅγιε· καὶ νοῦν εὐφραίνεις ἅπαντας, τῇ χάριτί σου τοὺς βοῶντας·



Χαῖρε, ὁ ἄσαρκος ἐν ἀσκήσει·

χαῖρε, ὁ ἔνυλος ἐν ἀΰλοις.

Χαῖρε, ὁ τῶν ὅρων ἐκβὰς τῶν τῆς φύσεως·

χαῖρε, ὁ τὸν λόγον πληρώσας τοῦ Κτίσαντος.




Χαῖρε, ὁ τῶν Ἀγγέλων μιμητὴς πολιτείας·

χαῖρε, ὁ τῆς τελείας ἐραστὴς ἡσυχίας.

Χαῖρε, φωτὸς τοῦ θείου κειμήλιον·

χαῖρε, ἡμῶν τὸ μέγα προσφύγιον.

Χαῖρε, δι’ οὗ Βεῤῥοιεῖς ἐγκαυχῶνται·

χαῖρε, δι’ οὗ ἀσθενεῖς ἐξιῶνται.

Χαίροις Πάτερ Ἀντώνιε.



Ξένος πάντῃ ὡράθης, Ἀντώνιε τοῦ κόσμου, τῇ ξένῃ πολιτείᾳ σου Πάτερ, καὶ πᾶσαν ἐξένισας ψυχήν, ὁπηνίκα μετὰ τέλος ἐγνώρισαι· ξένοις θαυμασίοις γάρ, ἐξέπληκας τοὺς ἐκβοῶντας·



Ἀλληλούϊα.


Ὅτε ὀμφῇ ἁγίᾳ, θηρευταὶ ἐν σπηλαίῳ, ἴθυναν τὴν ἑαυτῶν πορείαν, εὗρον ὥσπερ θεῖον θησαυρόν, τὸ σεπτόν σου κατακείμενον λείψανον, τότε τοῦτο ἐγνώρισαν, τοῖς εὐσεβέσιν ἐκβοῶσι·



Χαῖρε, τὸ σκεῦος τοῦ Παρακλήτου·

χαῖρε, τὸ δένδρον τοῦ Παραδείσου.

Χαῖρε, ὁ ἀνύσας τὸν βίον σου ἄγνωστος·

χαῖρε, ὁ τοῖς πᾶσι γνωσθεὶς πλήρης χάριτος.

Χαῖρε, ἄνθρωπε οὐράνιε, μοναζόντων καλλονή·

χαῖρε, ἄγγελε ἐπίγειε, Βεῤῥοιέων χαρμονή.


Χαῖρε, ὅτι εὔφραίνεις τοὺς πιστοὺς τῷ σῷ σκήνει·

χαῖρε, ὅτι ἰᾶσαι τῶν ψυχῶν τὴν ὀδύνην.

Χαῖρε, χαρὰν διδοὺς ἡμῖν κρείττονα·

χαῖρε, πιστῶν σωτήριον ἴαμα.

Χαῖρε, καλῶς τὸν ἀγῶνα ἀνύσας·

χαῖρε, μονὰς οὐρανίους οἰκήσας.

Χαίροις Πάτερ Ἀντώνιε.



Πλήρεις χαρᾶς ἁγίας, καὶ πολλῆς θυμηδίας, ἀνήγγειλαν τῇ πόλει Βεῤῥοίας, τὴν τοῦ λειψάνου σου εὕρεσιν, οἱ εὐλαβεῖς θηρευταὶ Πάτερ Ὅσιε, καὶ πάντες ἐπευφράνθησαν, τῷ Σωτῆρι Χριστῷ βοῶντες·



Ἀλληλούϊα.


Ῥήσεσιν ἐγκωμίων, καὶ ὕμννοις θεηγόροις, ὑμνοῦντες τὴν Ἁγίαν Τριάδα, προσῆλθον τῷ σπηλαίῳ θᾶττον, ὁ ποιμενάρχης σὺν τῇ ποίμνῃ Ὅσιε, καὶ τῷ σεπτῷ λειψάνῳ σου προσπίπτοντες πιστῶς ἐβόων·



Χαῖρε, τὸ μύρον τῆς εὐωδίας·

χαῖρε, ὁ μύστης τῆς ἐγκρατείας.


Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ἐφάμιλλος·

χαῖρε, ὁ ἐν βίῳ ἁγίῳ ἰσάγγελος.

Χαῖρε, ὅτι ὑπερέλαμψας, ἐν ἀσκήσει θαυμαστῇ·

χαῖρε, ὅτι διετέλεσας, ἄγνωστος τοῖς ἐν τῇ γῇ.




Χαῖρε, δεδοξασμένε ἄνθρωπε τοῦ Κυρίου·

χαῖρε, πεπληρωμένε ἁγιάσματος θείου.


Χαῖρε, πιστῶν εὐφράνας τὸ πλήρωμα·

χαῖρε, ζωῆς ἀφθάρτου τὸ ἴνδαλμα.

Χαῖρε, ψυχῶν ὁ ἐξαίρων τὸν ζόφον·

χαῖρε, παθῶν ὁ ἐκτρέπων τὸν πόνον.

Χαίροις Πάτερ Ἀντώνιε.


Σύροντες νεύματί σου, τὴν ἅμαξαν οἱ βόες, ἐν ᾗ τὸ σὸν πανάγιον σκῆνος, τῇ πόλει ἔφθασαν Βεῤῥοίας, καὶ τῷ σῷ οἴκῳ κατέπαυσαν Ἅγιε, ἐν ᾧ τοῦτο κατέθεντο, οἱ συμπολῖταί σου βοῶντες·



Ἀλληλούϊα.



Τίμιος ὄντως ὤφθη, ὁ σὸς θάνατος Πάτερ, ἐνώπιον Θεοῦ θεοφόρε· ἐντεῦθεν οὐρανίαις τιμαῖς, τὸ σὸν ἅγιον τετίμηται λείψανον, ᾧ πίστει προσερχόμενοι, ἁγιαζόμεθα βοῶντες·


Χαῖρε, Ἁγίων ὁ συμπολίτης·

χαῖρε, ὁ ἅγιος στεφανίτης.


Χαῖρε, ἁγιότητος πνέων τὴν εὔνοιαν·

χαῖρε, ἱλαρότητος νέμων τὴν εὔνοιαν.



Χαῖρε, ὅτι ἐν σοὶ γάνυνται Βεῤῥοιεῖς οἱ εὐσεβεῖς·

χαῖρε, ὅτι τῷ λειψάνῳ σου ἐξιῶνται ἀσθενεῖς.


Χαῖρε, τῶν Μακεδόνων ἐγκαλλώπισμα θεῖον·

χαῖρε, τῶν τρυχομένων ἐν πάθεσιν ἰατρεῖον.


Χαῖρε, τῆς σῆς πατρίδος ἐντρύφημα·

χαῖρε, παντὸς πιστοῦ ἀγαλλίαμα.

Χαῖρε, ὁρῶν τοῦ Σωτῆρος τὸ κάλλος·

χαῖρε, παθῶν ὁ κουφίζων τὸ ἄχθος.


Χαίροις Πάτερ Ἀντώνιε.


Ὕδωρ τῆς ἀφθαρσίας, ἐκ πηγῶν σωτηρίου, ἐπόμβρησον ἡμῖν θεοφόρε, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν, τῶν προστρεχόντων τῷ ναῷ σου Ὅσιε, ὡς ἂν πάσης κακώσεως ῥυώμεθα οἱ ἐκβοῶντες·


Ἀλληλούϊα.


Φέγγει τῷ τρισηλίῳ, λαμπρυνόμενος άτερ, καὶ θείας κοινωνῶν μετουσίας, μὴ παύσῃ πρεσβεύων τῷ Χριστῷ, φθοροποιῶν παθῶν λυτροῦσθαι πάντοτε, Ἀντώνιε μακάρτιε, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·



Χαῖρε, Βεῤῥοίας ὁ πολιοῦχος·


χαῖρε, τῆς χάριτος λαμπαδοῦχος.


Χαῖρε, ἀντιλήπτωρ ἡμῶν ὁ θερμότατος·

χαῖρε, προστάτης καὶ πρόβολος.



Χαῖρε, θείων ἀπολαύσεων, ὑπὲρ φύσιν ἐντρυφῶν·

χαῖρε, θᾶττον τὴν ἀντίληψιν, τοῖς αἰτοῦσι χορηγῶν.

Χαῖρε, ὅτι βλυστάνεις ἰαμάτων τὴν χάριν·

χαῖρε, ὅτι ἐλαύνεις τῶν δαιμόνων τὴν βλάβην.


Χαῖρε, φθαρτῶν ἁπάντων ὑπέρτερε·

χαῖρε, γερῶν τῶν ἄνω συμμέτοχε.

Χαῖρε, ᾠδὴν τὴν τρισάγιον ᾄδων·

χαῖρε, φωτὶ τρισηλίῳ ἐκλάμπων.

Χαίροις Πάτερ Ἀντώνιε.

 
Χαίρει ἐγκαυχωμένη, ἡ σὲ ἐνεγκαμένη, Βέῤῥοια τῇ λαμπρᾷ σου ἀσκήσει, καὶ ὡς θησαυρὸν πολυτελῆ, τὴν σὴν κάραν σὺν τοῖς λοιποῖς λειψάνοις σου, πλουτοῦσα Πάτερ Ὅσιε, τῷ σὲ δοξάσαντι κραυγάζει·

Ἀλληλούϊα.



Ψάλλων σὺν τοῖς Ἀγγέλοις, τῇ Ἁγίᾳ Τριάδι, τὸν ὕμνον τὸν τρισάγιον Πάτερ, ἱκέτευε ἀεὶ σὺν αὐτοῖς, διδόναι ἡμῖν πταισμάτων συγχώρησιν, τοῖς πάντοτε προστρέχουσι τῇ πρεσβείᾳ σου καὶ βοῶσι·


Χαῖρε, Ἀντώνιε θεοφόρε·

χαῖρε, ἀείφωτε ἑωσφόρε.

Χαῖρε, θεωρὲ τῆς τοῦ Λόγου τερπνότητος·


χαῖρε, κοινωνὲ τῆς ἀΰλου λαμπρότητος.




Χαῖρε, κλέος καὶ ὑπόδειγμα εὐλαβῶν ἡσυχαστῶν·


χαῖρε, στήλη θεοτύπωτε, ἀσκητῶν θεοειδῶν.

Χαῖρε, τῶν μοναζόντων ὑποτύπωσις θεία·

χαῖρε, τῶν σὲ τιμώντων θαυμαστὴ προστασία.



Χαῖρε, δι’ οὗ παθῶν λυτρωθήσομαι·

χαῖρε, δι’ οὗ φωτὸς πληρωθήσομαι.

Χαῖρε, ἡμᾶς τῷ Κυρίῳ προσάγων·

χαῖρε, πρὸς Ὃν ἐκβοῶ ἀνακράζων.

Χαίροις Πάτερ Ἀντώνιε.


Ὢ τρισόλβιε Πάτερ, τῆς Βεῤῥοίας τὸ γέρας, Ἀντώνιε πάτέρων φαιδρότης (γ΄), τοὺς τὴν σὴν αἰνοῦντας βιοτήν, βιοτικῶν πειρατηρίων πάντοτε, ἀπάλλαττε πρεσβείαις σου, ὡς ἂν Θεῷ ἀεὶ βοῶμεν·

Ἀλληλούϊα.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.