Wednesday, September 23, 2015

"Παρακλητικός Κανών εις τον Άγιον Ιωάννην Μαξίμοβιτς"


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.


Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τόν ἐξ ἀντλήματος αὐτοῦ τῆς καρδίας πᾶσιν ἐκβλύζοντα κρουνούς ἀειζώους χαρίτων εὐφημήσωμεν ἐκθύμως πιστοί, ἱεράρχην ὅσιον, θεαυγῆ Ἰωάννην, τόν ἀκολουθήσαντα ἀποστόλων ταῖς τρίβοις ἐν τοῖς ἐσχάτοις χρόνοις καί ψυχάς διψώσας ἄρτι τόν Κτίστην ποτίσαντα.


Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Εὐθὺς ἀναγινώσκομεν τὸν Ν΄ ψαλμόν.

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Ὁ Κανών τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· "Ἰωάννη, χαρᾶς πλῆσον θείας σόν ἱκέτην. Χ."


ᾨδή α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Ἱλέωσαι Κύριον καί Θεόν ἡμῖν, Ἰωάννη, τοῖς τιμῶσί σε εὐλαβῶς ὡς νέον φωστῆρα Ἐκκλησίας καί ἀποστόλων τῶν θείων ὁμόζηλον.


Ὡράισμα νέον ἱεραρχῶν, σοφέ Ἰωάννη, καθωράισον ἀρεταῖς εὐχαῖς σου θερμαῖς ἡμῶν καρδίας τῶν ἀνυμνούντων τήν πάνσεπτον μνήμην σου.


Ἀξίωσον δόξης τῶν οὐρανῶν ἡμᾶς, Ἰωάννη, τούς προστρέχοντας ἀκλινῶς σῇ χάριτι, ἥν, δεδοξασμένε, ἀφθόνως εὗρες, ὡς σκεῦος τοῦ Πνεύματος.


Θεοτοκίον.

Νικήτορας δεῖξον κατά παθῶν ἡμᾶς χαμαιζήλων μεγαλύνοντας ἐν χορῷ εἰς πάντας σε, Μῆτερ, τούς αἰῶνας. Θεογεννῆτορ ἁγνή, ἀειπάρθενε.


Ώδή γ'. Οὐρανίας ἁψῖδος.

Νῦν λαμπρῶς, Ἰωάννη, νεοφανές πίστεως ἄστρον ἐκ Ῥωσίας ἐκλάμψαν σέ μεγαλύνοντες βοῶμεν· ἐκδυσωπῶν μή διαλίπῃς φωτίσαι Ἰησοῦν νεότητα φέγγει τοῦ Πνεύματος.


Ἡλιόφωτον σέλας τῆς τοῦ Χριστοῦ πίστεως, τῆς Ὀρθοδοξίας φῶς μέγα πᾶσιν, ἀπλώσαντα ἐν ἀγνωσίας σκιᾷ κειμένοις, σκέδασον τάχος, Ἰωάννη, ζόφωσιν τῶν προστρεχόντων σοι.


Χαριτώνυμε πάτερ, ἱεραρχῶν καύχημα, Ἰωάννη, βράβευε πᾶσι σέ μεγαλύνουσιν ἰσχύν συντρίψαι ἐχθροῦ τοῦ μισοκάλου ἐνέδρας, ὁ αὐτοῦ τήν δύναμιν θραύσας ἀγῶσί σου.


Θεοτοκίον.

Ἀπαθείας με δεῖξον, Μῆτερ Θεοῦ, νήψεως καί εὐχῆς ἀόκνου πυξίον τόν ἀνυμνοῦντά σε ὡς ὑπερόπτιν παθῶν καί ἐγρηγόρσεως λύχνον, πάναγνε Παντάνασσα, κόσμου διάσωσμα.


Χαρίτωσον τούς σούς ἱκέτας πρεσβείαις σου διαθέρμοις, χαριτώνυμε, πρός Θεόν, τόν πᾶσι παρέχοντα ἀφθόνως τά πρόσφορα, Ἰωάννη.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα. Ἦχος β'. Πρεσβεία θερμή.

Σοφίας Θεοῦ τόν σύνοικον τιμήσωμεν σεπτῶν ἀρετῶν ὡς ὄλβον πολυτίμητον, Ἰωάννην ὅσιον, κεκλημένον ἐν βίῳ Μαξίμοβιτς, καί τάς αὐτοῦ πρεσβείας πρός Θεόν πιστῶς τάς ἐνθέρμους ἐκζητήσωμεν.

Ὠδή δ'. Εἰσακήκοα, Κύριε.

Ραθυμίαν ἐκδίωξον, Ἰωάννη μάκαρ, τῶν εὐφημούντων σε ὡς λαμπάδα ἐγρηγόρσεως καί διπλῆς ἀγάπης λύχνον πάμφωτον.


Ἀνυμνοῦντες τούς πόνους σου πρός τῶν ὀρθοδόξων ἀρχῶν διάδοσιν, Ἰωάννη, δυσωποῦμέν σε· στήριξον ἡμᾶς ὀρθῷ φρονήματι.


Σκοτομήνην ἀπέλασον τῶν παθῶν ἱκέτας σου κατατρύχουσαν, Ἰωάννη θεοτίμητε, νεαυγές φωστήρ Χριστοῦ τῆς πίστεως.


Θεοτοκίον.

Παναμώμητε Δέσποινα, βεβορβορωμένην ψυχήν τοῦ δούλου σου νάμασί σου ἀποκάθαρον πρεσβειῶν πρός Τόκον σου τόν πάνσεπτον.


ᾨδή ε'. Φώτισον ἡμᾶς.

Λάμπρυνον στολήν τῆς ψυχῆς μου ἱκεσίαις σου, Ἰωάννη, πρός τόν μόνον τάς ψυχάς διασῲζειν τῶν προσφύγων σου δυνάμενον.


Ἤσχυνας ἐχθρόν βροτοκτόνον τῇ ἀμέμπτῳ σου, Ἰωάννη, ἐπί γῆς διαγωγή, πρεσβευτά ἡμῶν θερμότατε πρός Κύριον.


Στῦλος ἀῤῥαγής πεφηνώς ὀρθοῦ φρονήματος, Ἰωάννη, κλονουμένων τάς ψυχάς ἱκετῶν στηρίζεις χάριτος τῆς θείας σου.


Θεοτοκίον.

Ὄμβρισον ἡμῖν ὑετόν τῆς προστασίας σου, Θεοτόκε, δροσοβόλοις προσευχαῖς Ἰωάννου, ἱεράρχου τοῦ οἰκτίρμονος.


Ὠδή ς'. Τήν δέησιν ἐκχεῶ.

Ναμάτων σε ἀειῤῥύτων χείμαῤῥον, Ἰωάννη, σωστικῆς ἀπαθείας γιγνώσκοντές σε πιστῶν αἱ χορεῖαι ἀποζητοῦμεν πιεῖν ὕδωρ χάριτος τῆς σῆς πλουσίας οἱ κακῶς ἐν τοῖς πάθεσι κατατρυχόμενοι.


Θεόσοφε ἱεράρχα, σπεύδοντες, Ἰωάννη, σαῖς ἐνθέρμοις πρεσβείαις ἀναβοῶμεν· σοφίας ἐνθέου ἡμᾶς ἀσόφους ἀνάδειξον τάχιστα, ὁ ἐποφθείς τοῦ πανσθενοῦς Παρακλήτου ταμεῖον ασύλητον.


Ἐπίβλεψον, Ἰωάννη ὅσιε, ἐφ' ἡμᾶς τούς ἀνυμνοῦντας σήν μνήμην καί πέμψον πᾶσιν ἐξ ὕψους σῆς δόξης ἡμῖν ἀφθόνως ἐν βίῳ τά πρόσφορα, ὁ διαλάμψας ὡς ἀστήρ ἀγαθῶν τῶν ἐνύλων στερήσεως.


Θεοτοκίον.

Ἰάτρευσον τῆς ψυχῆς μου τραύματα καί οὐλάς τοῦ σώματός μου, Παρθένε, φαρμάκῳ σῆς ἀκλινοῦς προστασίας καί ἀρωγῆς, Μῆτερ Θεογεννήτρια, τόν μόνον πάντων ἰατρόν, Ἰησοῦν, ἡ ἀφράστως κυήσασα.


Χαρίτωσον τούς σούς ἱκέτας πρεσβείαις σου διαθέρμοις, χαριτώνυμε, πρός Θεόν, τόν πᾶσι παρέχοντα ἀφθόνως τά πρόσφορα, Ἰωάννη.


Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις και το Κοντάκιον

Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Τόν ταπεινόν, ἀγαθόν καί ἡσύχιον νῦν εὐλαβῆ ἱεράρχην τιμήσωμεν ὡς ἀπλανῆ τῶν πιστῶν κατευθύντορα πρός οὐρανούς, Ἰωάννην Μαξίμοβιτς, ἡμῶν ἐν δεινοῖς ἀντιλήπτορα.


Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.


Εὐαγγέλιον· Ἐκ τοῦ κατὰ Ἰωάννην ι΄ 9 - 16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.


Δόξα. Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἰωάννη ὅσιε, νεολαμπές ἀρχιθῦτα Ὀρθοδόξου πίστεως, τῆς Ρωσίας βλάστημα ἱερώτατον καί τερπνόν λείριον καθαρᾶς καρδίας καί ἀγάπης πρός τόν Κύριον, Οὗ ὡμολόγησας κλῆσιν πάσης κτίσεως πέρασι, Μαξίμοβιτς θειότατε, ῥύου ἐμπηρείας τοῦ ὄφεως σέ τούς ἀνυμνοῦντας ὡς ἄφθονον θαυμάτων ποταμόν καί ἰαμάτων ἀκένωτον κρήνην, θεοστήρικτε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Άρχιθῦτα θεόφρον, θαυμαστέ Ἰωάννη, ὁ τήν σκοτόμαιναν ἀγέλης σοι λαχούσης σκεδάσας διδαγμάτων ἀστραπαῖς σου, διάλυσον καί πάντων σῶν ὑμνητῶν ἀνομημάτων ζόφον.


Στηριγμός ἀδυνάτων καί καμνόντων ἀκέστωρ ὑπάρχων τάχιστος ἀεί ἐπιστηρίζων μή παύση τούς τιμῶντας τήν σεπτήν πολιτείαν σου, καί φρόνημα τό ὀρθόν, ὅ ἐπεδείκνυς πᾶσι.


Σέ ἀγώνων ἐνθέων μαχητήν τροπαιοῦχον, ἱεροφάντορα σεμνόν καί ποιμενάρχην ἀνύστακτον ἐν ὕμνοις καταστέφομεν πάντοτε καί σάς ἐνθέρμους λιτάς ζητοῦμεν, Ἰωάννη.


Θεοτοκίον.

Οὐ παυόμεθα, Μῆτερ, καθ' ἑκάστην ὑμνοῦντες τά μεγαλεῖα σου καί σπεύδοντες ἐν δίναις τῇ σῇ ἐπιστασία, Θεοτόκε πανύμνητε, καταφυγή εὐσεβῶν καί θεία προστασία.


Ώδή η'. Τόν Βασιλέα.

Νῦν ὡς θαυμάτων, θεοειδές Ἰωάννη, ἀνυμνοῦντες ταμεῖον βοῶμεν· ἀλγηδόνας παῦσον σέ ἐπικαλουμένων.


Ἴσθι ἀκέστωρ καί ἀρωγός, Ἰωάννη, ταχινός τῶν ζητούντων σήν χάριν, ζηλωτά ἁγίων Κυρίου ἀποστόλων.


Κλίμακα θείαν τῶν ἀρετῶν, Ἰωάννη, ἀνελθών σῆς σαρκός ταπεινώσει, ἀρεταῖς με πλῆσον εὐχαῖς σου ἀσιγήτοις.


Θεοτοκίον.

Ἐπάκουσόν μου καί δαψιλῶς τήν σήν χάριν πέμψον πᾶσι σοῖς δούλοις, Παρθένε, μακαρίζουσί σε, Κυρία Θεοτόκε.


Ὠδή θ'. Κυρίως Θεοτόκον.

Τῶν Ὀρθοδόξων δῆμοι νῦν ἀξιοχρέως ἀνευφημοῦντες σήν πάνσεπτον κοίμησιν σάς ἱκεσίας πρός Κτίστην ἀπεκδεχόμεθα.


Ἡμέραν σωτηρίας ἐξανάτειλόν μοι σέ, Ἰωάννη, τῷ νῦν μακαρίζοντι ὡς φωτοπάροχον σέλας Χριστοῦ τῆς πίστεως.


Νικήτορας ἐν μάχαις δεῖξον, Ἰωάννη, κατά τοῦ πλάνου τούς ὕμνοις τιμῶντάς σε ὡς νικηφόρως ἀγῶνα τόν σόν τελέσαντα.


Θεοτοκίον.

Χαρᾶς ἡμῶν καρδίας πλῆσον, Θεοτόκε, τῶν εὐλαβῶς Ἰωάννου τά σκάμματα ὑμνολογούντων καί πόθω μακαριζόντων σε.


Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.


Χαίροις, ἱεράρχα νεοφανές, μάκαρ Ἰωάννη, ταπεινώσεως κορυφή, χαίροις, ὁ ἀνύσας οὐρανοδρόμον ἄρτι πορείαν καί θαυμάτων κρήνη γενόμενος.


Τόν βλαστόν Ῥωσίας τόν ἱερόν, τόν ἐν τῇ Ἀσίᾲ, Ἰωάννην, Ἀμερικῇ καί Εὐρώπη ἄρτι, Ὀρθοδοξίας κρίνα ἀνθήσαντα εὐσχήμως ἀνευφημήσωμεν.


Ἔχων παρρησίαν πρός τόν Θεόν, Ὧπερ ὁλοψύχως διηκόνησας καί καλῶς ἄρνας Οὗ πρός πόλον ὡδήγησας, δυσώπει Αὐτόν μοι, Ἰωάννη, πέμψαι ὑγίειαν.

Χαίροις, τῶν Ἑλλήνων τῶν εὐλαβῶς ἐν Μοναστηρίῳ κατοικούντων ὁ λειτουργός, χαίροις, Ἰωάννη, ἐν δυσχειμέροις χρόνοις αὐτῶν παρηγορία καί θεῖον στήριγμα.

Χαίροις κοσμιότης ἱεραρχῶν, ἱεραποστόλων νέον εὖχος καί θησαυρός δωρημάτων θείων, τρισμάκαρ Ἰωάννη, ἀφθόνως ὁ ἑλκύσας χάριν τοῦ Πνεύματος.

Φρούρει, χαριτώνυμε, τούς πιστῶς μέλποντας σῆν μνήμην, Ἰωάννη θεοειδές, τῆς Ῥωσίας γόνε, Μαξίμοβιτς θεόφρον, καί σπεύδοντας λιταῖς σου πρός τόν Θεάνθρωπον.

Πᾶσαι τῶν Άγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τρισάγιoν. Παναγία Τριάς. Πάτερ ημών. Ότι σoυ εστίν.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Ἰωάννη Μαξίμοβιτς, ἀγγελόμορφε, ἱεραρχῶν θεοφόρων καί διδασκάλων σοφῶν ἐκλαμψάντων ἄρτι σάπφειρε πολύτιμε, ὡς Ὀρθοδόξων ἀσκητῶν καλλονήν καί ποταμόν ἀστείρευτον θαυμασίων σέ ἀνυμνοῦντες εὐχάς σου θερμάς πρός Κύριον αἰτούμεθα.

Πάντας, Ἰωάννη, εὐλαβῶς σέ ὑμνοῦντας φρούρει καί σκέπε καί ῥύου βίου δεινῶν, ἱεράρχα ὅσιε, χαρίτων μέλαθρον, ἀποστόλων ὁμόζηλε καί τῆς εὐσεβείας κῆρυξ διαπρύσιε, ἐκδυσωποῦμέν σε καί ἀξίου πόλου βραβείων τούς ὀρθοφρονοῦντας ἱκέτας χάριτός σου, ἄνερ χαριτώνυμε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.