Κοντάκιον. Ἦχος πλ. δ΄.
Τῇ Ὑπερμάχῳ.
Τὸν ῥωμαλέον, πρὶν εὐέξαπτον καὶ εὔτολμον, τῆς Χίου γόνον, θεία χάρις ὃν ἠλλοίωσε, καὶ ἀνέδειξε φωστῆρα τῶν μονοτρόπων, ὡς σπηλαίου Προβατείου ὄρους σέμνωμα καὶ ταμεῖον ἀπαθείας εὐφημήσωμεν πόθῳ κράζοντες· Χαίροις, μάκαρ Παχώμιε.
Οἱ Οὶκοι.
Ἄγγελος ἐν τῇ Χίῳ διαλάμψας ἀσκήσει, Παχώμιε τρισμάκαρ, ἐδείχθης (ἐκ γ΄ ), Προβατείου τοῦ ὄρους φανός, καὶ τριῶν Πατέρων Ἱερὰς Σκήτεως δομήτωρ παμφαέστατος· διό σοι ἐκβοῶμεν πίστει·
Χαῖρε, τῆς Χίου βλαστὸς ὁ θεῖος·
χαῖρε, ὁσίου ἀγῶνος τύπος.
Χαῖρε, ὁ ἀστὴρ τῆς Ἐλάτης ὁ πάμφωτος·
χαῖρε, ὁ φωστὴρ ἀρετῆς ὁ τρισμέγιστος.
Χαῖρε, ὄργανον τῆς χάριτος τοῦ Κυρίου εὐπρεπές·
χαῖρε, ἥδιστον χρηστότητος ἴον ὄντως εὐανθές.
Χαῖρε, Σκήτεως , θείας ἐν σπηλαίῳ δομήτωρ·
χαῖρε, πόλεως ἄνω θεοφόρος οἰκήτωρ.
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·
χαῖρε, ἐχθροῦ μανίας ὁ ὄλεθρος.
Χαῖρε, πυρσὸς ὁ τὴν Χῖον πυρσεύων·
χαῖρε, σκηπτὸς τὸν ἐχθρὸν κατακαίων.
Χαίροις, μάκαρ Παχώμιε.
Βλάστημα τῆς Ἐλάτης, τοῦ ἀνθῶνος τῆς Χίου, Παχώμιε, ἀρτίως ἀζύγων, κατεκόσμησας σῇ ἀρετῇ, καὶ σκληραγωγίᾳ τῆς σαρκὸς τάγματα, αἰνοῦντα τὸν Θεάνθρωπον καὶ πίστει ἀκραιφνεῖ βοώντα·
Ἀλληλούϊα.
Γάνυται σοῖς σπαργάνοις ἡ μυρίπνοος Χίος, καὶ χαίρει τοῦ Χριστοῦ Ἐκκλησία, σοῖς καμάτοις πρὸς διαγωγήν, ἐν Χριστῷ ἀρίστην, πάτερ Παχώμιε, καὶ πάντες οἱ φιλόσιοι τιμῶντές σε πιστῶς βοῶμεν·
Χαῖρε, ὁ μύστης Χριστοῦ ἀγάπης·
χαῖρε, ὀλέτης ἐχθροῦ ἀπάτης.
Χαῖρε, Ἐκκλησίας νεόφυτον ἄνθισμα·
χαῖρε, ἀπαθείας νεόφωτον πύρσευμα.
Χαῖρε, ὅτι ἀνεπτέρωσας τὸν σὸν νοῦν πρὸς οὐρανὸν·
χαῖρε, ὅτι κατεμίσησας πᾶν γεῶδες καὶ φθαρτόν.
Χαῖρε, τῶν ὀρθοδόξων μοναστῶν κοσμιότης·
χαῖρε, εὐσεβοφρόνων ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, ὁσίων νέον ἀγλάϊσμα·
χαῖρε, πατέρων Χίου τὸ σέμνωμα.
Χαῖρε, κινυρὰ Θεοῦ τῆς σοφίας·
χαῖρε, ἡ λύρα τῆς θεογνωσίας·
Χαίροις, μάκαρ Παχώμιε.
Δύναμιν ἐπιδείξας ἐν Κωνσταντινουπόλει, νεότητος παράτολμον πάτερ, δι᾿ ἀκούσιον φόνον εἱρκτῇ ἐνεκλείσθης, ἔνθα τῷ Χριστῷ ἔδωκας ὑπόσχεσιν, Παχώμιε, Αὐτῷ εὐαρεστῆσαι ψάλλων·
Ἀλληλούϊα.
Ἔδραμες ἑκουσίως μετὰ τὴν ἐκ δεσμῶν σου, δραπέτευσιν εἰς Τόπους Ἁγίους, οὓς ἡγίασαν πόδες Χριστοῦ, καὶ μονὴν τοῦ Σάββα τοῦ σεπτοῦ ᾤκησας, ἐν ᾗ τὸ σχῆμα ἔλαβες, ἀζύγων νῦν θερμῶς βοώντων·
Χαῖρε, μισήσας γεώδη πάντα·
χαῖρε, ποθήσας θερμῶς τὰ θεῖα.
Χαῖρε, Δεξιᾶς τοῦ Ὑψίστου ἀλλοίωσις·
χαιρε, νοερὰς προσευχῆς ὑποτύπωσις.
Χαῖρε, ὅτι ἐξ ἐγκλήματος ἀνεδύθης τοῦ βυθοῦ·
χαῖρε, ὅτι ἐκ συστήματος ἀνεστήθης χοϊκοῦ.
Χαῖρε, Πνεύματος θείου ὁ σωθεὶς συνεργεία·
χαῖρε, τοῦ Παρακλήτου λυτρωθεὶς ἐπιπνοία.
Χαῖρε, κρατὴρ κιρνῶν μεταμέλειαν·
χαῖρε, πρηστήρ ὁ καίων τὴν ἄγνοιαν.
Χαῖρε, ῥανὶς σωστικῆς μετανοίας·
χαῖρε, παγὶς τῆς ἐχθίστου μανίας·
Χαίροις, μάκαρ Παχώμιε.
Ζήλῳ Χριστοῦ ἀγάπης πυρπολούμενος πᾶσαν κατέστειλας ὁρμὴν τοῦ σαρκίου καὶ ἀνέτεινας νοῦν προσευχαῖς σαῖς ἀδιαλείπτοις πρὸς Αὐτόν, ὅσιε Παχώμιε, ᾯ ἔκραζες ἑκάστοτε ἐν κατανύξει·
Ἀλληλούϊα.
ᾜσχυνας ἀγωγή σου θεαρέστω ἀρτίως, Παχώμιε, τὸ γένος ἀνθρώπων, τὸν πτερνίζοντα καὶ ἀσκητῶν θεοφόρων ὤφθης Ἱερὸν ἔκτυπον· διὸ σὲ μακαρίζοντες βοῶμέν σοι ἀξιόχρεως·
Χαῖρε, ὁ λύχνος φωτὸς ἀΰλοῦ·
χαῖρε, ὁ στῦλος λαοῦ τῆς Χίου.
Χαῖρε, θείου Σάββα μονῆς ἐνδιαίτημα·
χαῖρε, τῆς Ἐλάτης εὐῶδες ἐκβλάστημα.
Χαῖρε, ὅτι ἀνεπτέρωσάς σου τὸν νοῦν πρὸς οὐρανόν·
χαῖρε, ὅτι κατεπάτησας σῇ ἀσκήσει τὸν ἐχθρόν.
Χαῖρε, ἐνασκούμενων θεαρέστως τὸ εὖχος·
χαῖρε, τῶν κλονουμένων ἀδιάσειστος στῦλος.
Χαῖρε, λαμπὰς Θεοῦ ἀγαπήσεως·
χαῖρε, ψεκὰς ψυχῶν κατανύξεως.
Χαῖρε, σαρκὸς κατατήξεως κέρας·
χαῖρε, φανὸς μετανοίας καὶ σέλας·
Χαίροις, μάκαρ Παχώμιε.
Θείαν τρῖβον ἀνύσας ἀρετῆς πρὸς τὴν κτῆσιν, Παχώμιε, καὶ νῆψιν ἐν μάνδρᾳ τοῦ θεόφρονος Σάββα, κανὼν ταπεινοφροσύνης καὶ εὐχῆς πέφηνας κειμήλιον τῷ Κτίσαντι νυχθήμερον ὁ ψάλλων ὕμνον·
Ἀλληλούϊα.
Ἴασμε ἀκτησίας, προσευχῆς, ἀπαθείας, Παχώμιε, καὶ πάντων ἐνύλων ἀποτάξεως, θείαις ὀδμαῖς τῆς ὑπακοῆς σου εὐσεβεῖς ηὔφρανας ὁρῶντας ὁσιότητα τοῦ βίου σου καὶ ἐκβοῶντας·
Χαῖρε, ἀπάτης σαυτὸν μακρύνας·
Χαῖρε, τῆς ὕλης τὸν νοῦν χωρίσας.
Χαῖρε, φωτομορφῶν ἀγγέλων ὁμόζηλος·
χαῖρε, τῶν ὁσίων πατέρων ὁμόστεφος.
Χαῖρε, φλόγα ὁ δεξάμενος ἐν ψυχὴ ζωοποιόν·
χαῖρε, πάντα παρωσάμενος ἐπὶ γῆς διὰ Χριστόν.
Χαῖρε, τοῦ Προβατείου τοῦ σπηλαίου οἰκήτωρ·
χαῖρε, τοῦ φιλοσίου δήμου ὄντως κοσμήτωρ.
Χαῖρε, πατὴρ ἀζύγων θειότατος·
χαῖρε, ἀνὴρ ἐν πᾶσι θεόληπτος
Χαῖρε, πολλοὺς πρὸς τὴν νίκην ἀλείφων·
χαῖρε, πιστοὺς πρὸς τὸν πόλον ἰθύνων.
Χαίροις, μάκαρ Παχώμιε.
Κῆπον χρηστοηθείας σὴν ψυχὴν ἀναδείξας καὶ εὔοσμον ἀγάπης λειμῶνα πρὸς Θεὸν καὶ πλησίον, σεπτὲ ἀσκητά, τὰ ῥόδα τῆς Ἐδὲμ ἠνθησας, Παχώμιε, καὶ ηὔφρανας τῶν Χίων τοὺς χοροὺς ψαλλόντων·
Ἀλληλούϊα.
Λάμπων ὑπακοῆς σου ταῖς ἀκτῖσι σκοτίαν, ἐσκέδασας θελήματος τάχος τοῦ οἰκείου σοῦ καὶ τὰς σοφὰς ῥήσεις Γέροντός σου, ἀσκητὰ ὅσιε, ὡς νάματα θεόβλυτα, ἐδέξω, ὅθεν σοι βοῶμεν·
Χαῖρε, εἰκὼν ἀγωνιζομένων·
χαῖρε, κανὼν τῶν ἐνασκούμενων.
Χαῖρε, νήσου Χίου ὁ νέος διάκοσμος·
χαῖρε, τοῦ Ὑψίστου ἀγάπης ὁ θρίαμβος.
Χαῖρε, ὅτι καθηγίασας Χίον σῇ διαγωγῇ·
χαῖρε, ὅτι ἐπευλόγησας μονάζουσας ἐν αὐτῇ.
Χαῖρε, ὅτι ἐκλάμπεις ἀρετῶν σου ἀκτὶσιν·
χαῖρε, ὅτι βραβεύεις σθένος σὲ τοῖς τιμῶσι.
Χαῖρε, τρυφὴν μισήσας τὴν ῥέουσαν·
χαῖρε, ἀχλὺν ἐλάσας σκοτίζουσαν.
Χαῖρε, εὐχῆς βάθρον καὶ ἀπαθείας·
χαῖρε, βαλβὶς τῶν πιστῶν σωτηρίας·
Χαίροις, μάκαρ Παχώμιε.
Μέγιστε τῶν ἀρτίως ἐν τῇ Χίῳ λαμψάντων, Παχώμιε, ὁσίων πατέρων, ἐπιστρέψας εἰς νῆσον τὴν σὴν ὄρους Προβατείου τὸ σεπτὸν σπήλαιον κατῴκησας, τὸ δύσβατον, Κυρίῳ ἀσιγήτως ψάλλων·
Ἀλληλούϊα.
Νέας μονῆς κτιτόρων, Ἰωάννου, Νικήτα, σεπτέ, καὶ Ἰωσήφ, ἀνεδείχθης ζηλωτῆς πόνων ἀσκητικῶν καὶ οἰκήτωρ ἄντρου τοῦ αὐτῶν, ὅσιε Παχώμιε, ἑπόμενος· διὸ σοι ἐν χορῷ βοῶμεν·
Χαῖρε, ὁ ἀκμῶν τῆς ἐγκρατειας·
χαιρε, ὁ κώδων τῆς μετανοίας.
Χαῖρε, κοινοβίων σεπτῶν τὸ θεμέλιον·
χαῖρε, οὐρανίων χαρίτων κυάθιον.
Χαῖρε, ἄριστος διδάσκαλος Νεκταρίου τοῦ σεπτοῦ·
χαῖρε, σάπφειρος πολύτιμος μονοτρόπων τοῦ χοροῦ
Χαῖρε, κόσμον ἐξ ὕπνου ῥαθυμίας ἐγειρὼν·
χαῖρε, ἄστρον τὴν τρῖβον οὐρανῶν ὁ δεικνύων.
Χαῖρε, ὁσίων νέων ὑπόδειγμα·
χαῖρε, πατέρων νήψεως ἄγαλμα.
Χαῖρε, πρὸς πόλον πιστῶν κατευθύντωρ·
χαιρε, μερόπων ταχὺς παρακλήτωρ·
Χαίροις, μάκαρ Παχώμιε,
Ξύλου ἐπαπολαύεις τῆς ζωῆς ἐν τῷ πόλῳ, ὁμοῦ σὺν φίλῳ σῷ Νεκταρίῳ, καὶ ἐν σκάμματι πνευματικῷ μαθητῇ, ἀλείπτῃ, πάτερ Παχώμιε, καὶ ποδηγῷ πρὸς θέωσιν, μεθ᾿ οὑ ἀδιαλείπτως ψάλλεις·
Ἀλληλούϊα.
Ὅσιε θεοφόρε, σοῖς τιμίοις ἴδρῶσιν ἀνήγειρας ναὸν ἐν Ἐλάτῃ, σῇ πατρίδι, τῇ πανσθενουργῷ καὶ σεπτῇ Τριάδι, μάκαρ Παχώμιε,
συμπολιτῶν σου στόματα ἀνοίγων ἐκβοάν σοι πόθῳ·
Χαῖρε, Τριάδος ἱερομύστης·
χαῖρε, ἁπάντων ἐκ βλάβης ῥύστης.
Χαῖρε, ὁσιότητος θεῖον ὀσφράδιον·
χαῖρε, ἁγιότητος ἔμπνουν κειμήλιον.
Χαῖρε, βάσις θείας πίστεως τοῦ Χριστοῦ νεοπαγής·
χαῖρε, παῦσις τοῦ ἀλάστορος ἐπηρείας ἐπὶ γῆς.
Χαῖρε, τῶν ἐν τῇ Χίῳ εὐσεβῶν εὐφροσύνη·
χαῖρε, τῶν πλανωμένων καὶ κακῶν ἀφροσύνη.
Χαῖρε, πυρσὸς λαμπρὸς ἐγρηγόρσεως·
χαῖρε, φρουρὸς μονῶν σοῦ θεόσδοτος.
Χαῖρε, πατρίδος τῆς σῆς εὐεργέτης·
χαιρε, Τριάδος σεπτῆς ὑπηρέτης·
Χαίροις, μάκαρ Παχώμιε.
Πέλαγος τοῦ παρόντος διαπλεύσας ὁσίως, Παχώμιε θεόσοφε, βίου, ἐκ τῆς δίνης ἀνόμων παθῶν σοι τῶν προστρεχόντων τὰς ψυχὰς ἔσωσας καὶ ὅρμον πρὸς ἀχείμαστον κατηύθυνας τοὺς μελῳδοῦντας·
Ἀλληλούϊα.
Ῥεύμασι σῶν ἱδρώτων Κωνταντίνῳ Μεγάλῳ, ἐδόμησας σεπτὸν παρθενῶνα, ἐν τῇ Χίῳ, ἐν ᾧ οἱ χοροί, εὐσεβῶν παρθένων ἀκλινῶς Κύριον, Παχώμιε, δοξάζουσι καὶ σοι πανευλαβῶς βοῶσι·
Χαῖρε, ὁ ὅσιος ἐν πατράσι·
χαῖρε, ὁ πάμφωτος ἐν ἀστράσι.
Χαῖρε, φωταυγείας τῆς θείας ἀμάρυγμα·
χαῖρε, μετανοίας εὐῶδες κατάλυμα.
Χαῖρε, στῦλος ἁγιότητος ἀληθῶς νεοφανῇς·
χαῖρε, πύργος ἐπιγνώσεως τοῦ Θεοῦ νεοπαγής.
Χαῖρε, θείων ἀγώνων ἀκριβῆς ὑποφήτης·
Χαῖρε, νέων ἀζύγων πρὸς τὰ κρείττω ἀλείπτης.
Χαῖρε, φωστὴρ ἀΰλῶν ἐλλάμψεων·
χαῖρε, δοτὴρ παντοίων ἰάσεων
Χαῖρε, ὁμόζηλων θείων πατέρων·
χαῖρε, συνόμιλος τῶν Ἀρχαγγέλων.
Χαίροις, μάκαρ Παχώμιε.
Στήριγμα μονοτρόπων καὶ πιστῶν νήσου Χίου, Παχώμιε, δεινῶς κλονουμένων, βακτηρία σῶν λόγων σοφῶν καὶ νουθεσιῶν σου ἀπλανῶν, ἅγιε, ἐστήριξας καὶ ἔπιθες αὐτοὺς ἐν κατανύξει κράζειν·
Ἀλληλούϊα.
Τῶν ματαίων φροντίδων ἐποφθεὶς ὑπερόπτης, Παχώμιε, ἐν χρόνοις ἐσχάτοις, ἐπεθύμεις ἐν βίῳ τῷ σῷ πάντα τὰ ἐν πόλῳ καὶ ἀεὶ μένοντα· διὸ σὲ μακαρίζοντες κραυγάζομεν φωναῖς αἰσίαις·
Χαῖρε, ὁ πλοῦτος τῆς ἀπαθείας·
χαῖρε, τὸ μένος τῆς ἀπειθείας.
Χαῖρε, ὁ ποθήσας ἐν βίῳ τὰ ἄῤῥευστα·
χαῖρε, ὁ διδάξας ἐν κόσμῳ τὰ κρείττονα.
Χαῖρε, νέκταρ ὁσιότητος ὁ τρυγήσας δαψιλῶς·
χαῖρε, ἧμαρ θείας γνώσεως ἀνατείλας ἀληθῶς.
Χαῖρε, τῶν ψυχοτροφῶν ἐκμαγεῖον ἀγώνων·
χαῖρε, τῶν χριστωνύμων ποδηγέτης πρὸς πόλον.
Χαῖρε, Χριστοῦ δοχεῖον τῆς χάριτος·
χαῖρε, Αὐτοῦ εὐκλείας συμμέτοχος.
Χαῖρε, πιστῶν νήσου Χίου τὸ κλέος·
χαῖρε, ἡμῶν τῶν τιμώντων σὲ σθένος.
Χαίροις, μάκαρ Παχώμιε.
Ὕμνοις Χριστὸν δοξάζων ἀσθενείας ἐν κλίνῃ, Παχώμιε, δεινῆς ἀσθενείας, καθυπέμεινας ἄλγη καλῶς ἔχων Νεκταρίου τὰς εὐχάς, ἅγιε, τοῦ θαυμαστοῦ παυσίπονον, μεθ᾿ οὑ σοι ἐκβοῶμεν πίστει·
Ἀλληλούϊα.
Φῶς, Παχώμιε θεῖε, νεαυγὲς Ἐκκλησίας, ἐσφράγισας ἐν Χίῳ τὰς κόρας, χοϊκῶν ὀφθαλμῶν σου, λαμπρέ, ἵνα διανοίξῃς ἐν Ἐδὲμ δώμασιν, αὐτάς· διό, Παχώμιε, κραυγάζομεν οἱ σοι ἱκέται·
Χαῖρε, χθονὸς πατρῴας λαμπρότης·
χαῖρε, παντὸς πιστοί; κοσμιότης.
Χαῖρε, τῶν ὁσίων τῶν νέων συνόμιλος·
χαῖρε, τῶν πατέρων τῶν πάλαι ἰσότιμος.
Χαῖρε, βάθος δυσαντίβλεπτον προσευχῆς καρδιακῆς·
χαῖρε, στέφος θεοκόσμητον ἰσαγγέλου βιοτῆς.
Χαῖρε, ὅτι ἐτάφης εἰς τὴν Σκήτην Πατέρων·
χαῖρε, ὅτι φωτίζεις τοὺς χοροὺς μονοτρόπων.
Χαῖρε, ἀκτὶς Θεοῦ ἀγαθότητος·
χαῖρε, παγὶς παγκάκου ἀλάστορος.
Χαῖρε, λαμπρὸς ταπεινώσεως τόμος·
χαῖρε, δεινὸς τῶν παθῶν ῥιζοτόμος·
Χαίροις, μάκαρ Παχώμιε.
Χαῖρε, τῶν μονοτρόπων θεοφύτευτον δένδρον, Παχώμιε, καὶ ἴον εὐῶδες διακρίσεως, ὑπομονῆς, προσευχῆς, νηστείας, ἀρετῆς, νήψεως καὶ ἄκρας ταπεινώσεως, κραυγάζοντες Χριστῷ βοῶμεν·
Ἀλληλούϊα.
Ψάλλοντες εὐχαρίστῳ γλώσσῃ πάντες καμάτους, οὓς ἐτλης πρὸς τελείωσιν, Χίου νέε φύλαξ καὶ θεῖε φρουρέ, σὰς ἐπιζητοῦμεν προσευχάς, ὅσιε Παχώμιε, πρὸς Κύριον καὶ κράζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ὁσίων ἡ εὐκοσμία·
χαῖρε, τῶν Χίων ἡ εὐδοξία.
Χαῖρε, εὐσεβῶν παραστάτης καὶ πρόμαχος·
χαῖρε, ἀσεβῶν τῆς φαυλότητος ὄνειδος.
Χαῖρε, ὅτι κατεπάτησας τοῦ σαρκίου ἡδονάς·
χαῖρε, ὅτι ἐπεπόθησας οὐρανῶν λαμπρὰς σκηνάς.
Χαῖρε, ὅρμος ἐν βίῳ γαληνὸς ποντουμένων·
χαῖρε, δόμος ἀγάπης ἀληθῶς τρυχομένων.
Χαῖρε, λειμὼν μυρίπνοος νήψεως·
χαῖρε, εἰκὼν ψυχῆς καθαρότητος.
Χαῖρε, ταχὺς ἱκετῶν σου ἀκέστωρ·
χαῖρε, θερμὸς εὐσεβῶν παρακλήτωρ·
Χαίροις, μάκαρ Παχώμιε.
Ὦ Παχώμιε, σκεῦος διαυγὲς Παρακλήτου, τῆς Χίου νεαυγέστατον σέλας, (ἐκ γ΄) κλῖνον οὓς ταῖς ἡμῶν προσευχαῖς, τῶν ἀνευφημούντων σὴν σεπτὴν ἄσκησιν, καὶ ἀνυμνούντων ἀσμασν φαιδροῖς τὸν ἁγιάσαντά σε·
Ἀλληλούϊα.