Κοντάκιον.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τοὺς Ἀποστόλους τοῦ
Χριστοῦ
ἀνευφημήσωμεν, τὴν δωδεκάριθμον χορείαν τὴν ἐξάκουστον, τοὺς κηρύξαντες τὸν λόγον τῆς ἀληθείας καὶ
ἑλκύσαντας τὰ ἔθνη πρὸς ἐπίγνωσιν, τῆς Τριάδος καὶ
τὴν πλάνην ἀμαυρώσαντας, τούτοις κράζοντες·
Χαίρετε θεῖοι Ἄπόστολοι.
Ἄγγελοι
οὐρανόθεν κατεπλάγησαν ὄντως, τὴν τόλμην τῶν σοφῶν Ἄποστόλων (γ´) ὅτι δώδεκα μόνοι καὶ ἄοπλοι,
ἐχώρησαν πρὸς ἔθνη πάντα, τῆ
πίστει σαγηνεύσαντες αὐτά, πρὸς οὓς διὸ
βοῶμεν·
Χαίρετε θεῖοι Μαθηταὶ
Κυρίου·
χαίρετε μῦσται Θεοῦ
τοῦ
Λόγου.
Χαίρετε, Ἐκκλησίας θεοφρούρητον τεῖχος·
χαίρετε, εὐσεβείας κραταιότατον ξῖφος.
Χαίρετε, δένδρα
πολυάνθητα πηγάζοντα γλυκασμόν·
χαίρετε, κλήματα
πολύφορα φέροντα οἶνον μυστικόν.
Χαίρετε, Ἐκκλησίας ἀδιάσειστοι στῦλοι·
χαίρετε, τοῦ
Κυρίου γνησιώτατοι φίλοι.
Χαίρετε κανόνες
πρακτικῆς ἐμπειρίας·
χαίρετε, λαμπτῆρες εὐσεβοῦς θεωρίας.
Χαίρετε θηρίων ὁρατῶν ἀναιρέται·
χαίρετε, δρακόντων
νοητῶν καθαιρέται.
Χαίρετε θεῖοι Ἀπόστολοι.
Βλέπων ὁ
Παντεπόπτης τὸ
ἀνθρώπινον γένος λυμαινόμενον ἐκ τοῦ
λυμεῶνος, τὸν μονογενῆ
Υἱὸν αὐτοῦ
ἔπεμψε, καὶ δωδεκάριθμον χορὸν Μαθητῶν ἤθροισε, κηρῦξαι τοῖς ἀνθρώποις τοῦ
ψάλλειν·
Ἀλληλούϊα.
Γένος ἀδαμιαῖον, ἐξωσθὲν τῆς Ἐδὲμ πάλαι, κατήντησεν εἰς γῆν τὴν ἀκανθηφόρον, ἐν ἱδρῶτι καὶ
κόπῳ
πολλῷ
φαγεῖν ἄρτον, ἀλλ᾿
ὁ φύσει χρηστὸς Κύριος, σωτῆρας ἡμῶν τοὺς Ἀποστόλους ἔδειξε, πρὸς οὓς ἀνθ᾽
ὧν βοῶμεν.
Χαίρετε, φέγγος τῆς εὐσεβείας.
χαίρετε, πτῶσις τῆς ἀσεβείας.
Χαίρετε, νόμου παλαιοῦ θεῖοι φύλακες·
χαίρετε, νέας χάριτος ἀληθεῖς κήρυκες.
Χαίρετε, τῆς Χριστοῦ
παρουσίας προάγγελοι·
χαίρετε, τῆς πιστῶν εὐσεβείας οἱ
πρόβολοι.
Χαίρετε, τόξα ὀξύτατα ἐκδιώκοντες ἐχθρούς·
χαίρετε, πρέσβεις θερμότατοι διασῴζοντες πιστούς.
Χαίρετε, σοφῶν ὑπερβαίνοντες γνῶσιν·
χαίρετε, πιστῶν καταυγάζοντες φρένας.
Χαίρετε, θείου Πνεύματος οἱ
ἐπόπται·
χαίρετε, πλάνης διαβόλου διῶκται.
Χαίρετε θεῖοι Ἀπόστολοι.
Δύναμις τοῦ
Ὑψίστου ἐφ᾿
ὑμᾶς δεδομένη, Ἀπόστολοι, κηρύξαι τὸ
Τρισήλιον κράτος καὶ
τὴν ἄγνωστον γνῶσιν φανερῶς ὑμεῖς ἐκηρύξατε, ἐν ἔργῳ
τε καὶ
λόγῳ,
βοῶντες ἀλήκτως τῆ
Τριάδι·
Ἀλληλούϊα.
Ἔχοντες
τὴν Τριάδα ἐν ὑμῖν ἐνοικοῦσαν, Ἀπόστολοι τοῦ
Θεοῦ
Λόγου, εἰς τὰ
ἔθνη πάντα ἀστραπαὶ
καθάπερ ἐφάνατε τὸν λόγον τῆς ἀληθείας, καὶ
πάντας ἐφωτίσατε, διὸ
κελαδοῦμεν·
Χαίρετε, Χριστοῦ
οἱ
πιστοὶ
ὑπηρέται·
χαίρετε, πιστῶν πρὸς Αὐτὸν οἱ
μεσῖται.
Χαίρετε, τὰ
ἔθνη Κυρίῳ προσάξαντες·
χαίρετε, δουλείας ἐχθροῦ
ἡμᾶς ῥύσαντες.
Χαίρετε, κρᾶμα ξένον τοῖς ἀνθρώποις κεράσαντες·
χαίρετε, νᾶμα ζωηρὸν τοῖς βροτοῖς χορηγήσαντες.
Χαίρετε, τὰ
τεμένη τῶν ξοάνων τεφρώσαντες·
χαίρετε, Ἐκκλησίας Θεοῦ
εἰς δόξαν δομήσαντες.
Χαίρετε, θανάτου τοὺς λαοὺς ἀφαρπάσαντες·
χαίρετε, δωρεὰν τὰς ἰάσεις βραβεύσαντες.
Χαίρετε, φθαρτὸν πλοῦτον μισήσαντες·
χαίρετε, πιστῶν οἱ
χοροὶ
καὶ
βοήσατε·
Χαιρετε θεῖοι Αποστολοι.
Ζάλης τῆς ἐκ τῆς πλάνης κινδυνεύοντας, πάντας τοὺς ἀνθρώπους, Ἀπόστολοι θεῖοι, πρὸς γαλήνην ὄντως γαληνῶς διεσώσατε, καὶ
ἐκ βυθοῦ ἀπιστίας εἱλκύσατε, ᾄδοντας Κυρίῳ·
Ἀλληλούϊα.
Ἥκουσαν
Άποστόλων τὴν φθογγὴν λαοὶ
πάντες καὶ
ἔδραμον πρὸς πίστιν ἁγίαν, αὐγασθέντες γὰρ φωτὶ
τοῦ
Τρισηλίου ἀμαρύγματος, ἀντιπέμπουσι πιστοῖς τὴν δόξαν, διόπερ ἐλλαμπόμενοι βοῶμεν·
Χαίρετε, ἰατροὶ
καχεκτούντων·
χαίρετε, ἀῤῥωγοὶ
ἀσθενούντων.
Χαίρετε, ἀοράτων ἐχθρῶν ἀμυντήρια·
χαίρετε, Παραδείσου θυρῶν ἀνοικτήρια.
Χαίρετε, λογικῶν προβάτων ποιμένες σωτήριοι·
χαίρετε, ποιμενάρχαι ποιμένες παγκόσμιοι.
Χαίρετε, τῶν θλιβομένων παραμυθία τυγχάνοντες·
χαίρετε, τῶν νοσούντων ἰατρεία ὑπάρχοντες.
Χαίρετε, ἀστέρες φαεινοὶ
νοητοῦ
στερεώματος·
χαίρετε, ἀκτῖνες τηλαυγεῖς ὀρθοδόξου πληρώματος.
Χαίρετε, δι᾿
ὧν ἐφωτίσθη ἡ
κτίσις·
χαίρετε, ὑφ᾿
ὧν ἐφηπλώθη ἡ
πίστις.
Χαίρετε θεῖοι Ἀπόστολοι.
Θεοδώρητον χάριν ἐκ Θεοῦ
εἰληφότες, πηγάζετε τοῖς πιστοῖς τὰς ἰάσεις, νοσοῦντας γὰρ ἰᾶσθε, αἰχμαλώτους λυτροῦσθε καὶ
πᾶσι ταχέως προφθάνετε, ἐξ ἀκενώτων, τοῦ
Πνεύματος τὴν χάριν πλουτοῦντες, καὶ
παρέχοντες τοῖς μελωδοῦσιν·
Ἀλληλούϊα.
Ἴδον
φῶς οἱ ἐν σκότει καχεσπέρου ἀπάτης καθήμενοι, Ἀπόστολοι θεηγόροι, ἐν λυχνίᾳ
γὰρ τῆς τοῦ
Χριστοῦ
Ἐκκλησίας τεθέντες, ἐφωτίσατε λατρεύειν τῇ
Τριάδι, διὸ
οἱ
φωτισθέντες δι᾿
ὑμῶν βοῶμεν
Χαίρετε, σοφοὶ
ποιμενάρχαι Κυρίου·
χαίρετε, σεπτοὶ
μυστηπόλοι τοῦ
Λόγου.
Χαίρετε, τῶν Ἑλλήνων τῆς πλάνης οἱ
ἔλεγχοι·
χαίρετε, εὐσεβούντων λαῶν οἱ
ὑπέρμαχοι.
Χαίρετε, δι᾿
ὧν πέπτωκεν ἡ δαιμόνιος πληθύς·
χαίρετε, δι᾿
ὧν ἵδρυται χριστωνύμων ἡ
ἰσχύς.
Χαίρετε, συμπαθέστατοι Κυρίου Ἀπόστολοι·
χαίρετε, εὐμενέστατοι καὶ
λίαν φιλόπτωχοι.
Χαίρετε, δι᾿
ὧν δυσσεβῶν τόξα ἠτόνησαν·
χαίρετε, ὑφ᾿ ὧν αἱρετικῶν γλῶσσαι ἠσθένησαν.
Χαίρετε, σοφοὶ
οἰκουμένης τὸ
κύδος·
χαίρετε, λαμπροὶ
Ἐκκλησίας τὸ κλέος
Χαίρετε θεῖοι Ἀπόστολοι.
Κήρυκες τῆς ἀκτίστου τρισηλίου Μονάδος, ἐδείχθητε Ἀπόστολοι θεηγόροι, διδάξαντες πᾶσι τὰ
ὀρθὰ τῆς εὐσεβείας δόγματα, καὶ
ἀθεΐαν ἐκ ποδῶν ποιήσαντες, καὶ
τρανώσαντες βοᾶν τῆ
Τριάδι·
Ἀλληλούϊα.
Λάμψαντες ὡς φωστῆρες καὶ
πυρσοὶ
ἐν τῷ κόσμῳ,
τοὺς πάντας ποδηγεῖτε ὁδεύειν, τὴν ἀτραπῆ
εὐσεβείας ὁδόν, καὶ
λυτροῦσθε ἐκ δεινῶν καὶ
συμφορῶν ἑκάστοτε ἡμᾶς, διὸ
ἐπαξίως ὑμῖν βοῶμεν·
Χαίρετε, δοῦλοι πιστοὶ
Δεσπότου·
χαίρετε, φίλοι τερπνοὶ
Κυρίου.
Χαίρετε, πιστῶν σωτηρία καὶ
στήριγμα·
χαίρετε, μοναστῶν ἀσφαλείας προπύργια.
Χαίρετε, τῶν δαιμόνων ἐκμειώσαντες σκότος·
χαίρετε, τῆς Τριάδος ἀπαστράψαντες φέγγος.
Χαίρετε, πλεόντων λιμένες ἀχείμαστοι·
χαίρετε, πταιόντων μεσῖται θερμότατοι.
Χαίρετε, πτωχευόντων βοηθοὶ
ἀνελλιπεῖς·
χαίρετε, πενομένων θησαυροὶ
περιφανεῖς.
Χαίρετε, δωρεὰν ἰωμένους ἅπαντας·
χαίρετε, συμπαθῶς συγχωροῦντες πταίοντος.
Χαίρετε θεῖοι Ἄπόστολοι.
Μύρον ἐξεκενώθη ταῖς ψυχαῖς ὑμῶν ὄντως, καυθὲν τοῦ
Παρακλήτου τῆ
θέρμη, καὶ
τὸν κόσμον εὐωδίας ἔπλησε θαυμάτων πλήθη, ᾽Ἀπόστολοι Κυρίου, τοῖς ἐκ καρδίας μέλπουσι τὸν ὕμνον·
Ἀλληλούϊα.
Νόμου καινοῦ,
θεόπται, ἐκ Σιὼν τοῦ
δοθέντος, διάκονοι καὶ
πιστοὶ
οἰκονόμοι ἐδείχθητε, ἐν κόσμῳ
παντὶ
κηρύξαντες καὶ
πλάνην ἐκμειώσαντες διὸ
βοῶμεν μετὰ
δέους τοιαῦτα·
Χαίρετε, ἄνθη τῆς ἀφθαρσίας·
χαίρετε, νῖκος τῆς κληρουχίας.
Χαίρετε, τροφὴ
πεινώντων ἐν πνεύματι·
χαίρετε, τρυφὴ πλουτούντων ἐν χάριτι.
Χαίρετε, συμβιοτεύσαντες Θεῷ
Λόγῳ
ἐν τῆ γῆ·
χαίρετε, συνεδριάζοντες νῦν Αὐτῷ
ἐν οὐρανῷ.
Χαίρετε, λαμπροὶ
καθέδραι αἰσθήσεων·
χαίρετε, καινὰ
πυξία τοῦ
Πνεύματος.
Χαίρετε, κοινοῦ
θανάτου ἀνώτεροι·
χαίρετε, φθορᾶς σωμάτων ὑπέρτεροι.
Χαίρετε, σοφίας Θεοῦ
πληρέστατοι·
χαίρετε, παντὸς τοῦ
κόσμου διάκοσμοι.
Χαίρετε θεῖοι Ἀπόστολοι.
Ξενηκούστων θαυμάτων
αὐτουργοὶ γεγονότες, Ἄπόστολοι Κυρίου, καὶ
θάμβει λαούς, φυλὰς καὶ
ἔθνη, Χριστῷ δι᾿
αὐτῶν προσηγάγετε, καὶ
σωτηρίας πρόξενοι γεγόνατε,
Θεὸς γὰρ οἶδε δοξάζειν τοὺς Αὐτὸν ἀντιδοξάζοντας καὶ
βοῶντας·
Ἀλληλούϊα.
Ὅλος
ἦλθεν ἐξ ὕψους, τὴν θεότητα ἔχων, Πατρὸς ὁ
προαιώνιος Λόγος, καὶ
τὰ
ἔθνη προσκαλεῖ διὰ
τῶν Μαθητῶν ἐκ σκότους πρὸς φῶς, οὓς ὡς βολίδας ἀστραπτούσας ἔπεμψε, διὸ
φαμὲν τοιαῦτα·
Χαίρετε, ζωῆς ξένη ἀμβροσία·
χαίρετε, πνοῆς ἀνθηδὼν εὐώδης.
Χαίρετε, Ἀπόστολοι τῶν ἀνθρώπων πορθμευταί·
χαίρετε, ὑφηγόροι Θεοῦ
Λόγου Μαθηταί.
Χαίρετε, τῶν Αγγέλων συμπολῖται καὶ
σύσκηνοι·
χαίρετε, τῶν δαιμόνων διῶκται πρηστήριοι.
Χαίρετε, ἔσοπτροι ἐμφάσεων καθαρῶν χωρητικῶν·
χαίρετε, ἄξια θησαυρίσματα τῶν Χριστοῦ
μακαρισμῶν.
Χαίρετε, φιλοσόφους ἀσόφους ἐλέγξαντες·
χαίρετε, τεχνολόγους ἀλόγους ἐνδείξαντες.
Χαίρετε, φῶς τοῖς ἐν σκότει αὐγάζοντες·
χαίρετε, αὖγος τῆς Τριάδος ἀστράπτοντες.
Χαίρετε θεῖοι Ἄπόστολοι.
Πᾶσα βρότειος γλῶσσα, οὐκ ἰσχύει λαλῆσαι ὑμῶν τὴν ὑπερδύναμον χάριν, πῶς ἁπλοὶ
καὶ
ἄσοφοι δοκησισόφους ἠσχύνατε, καὶ
πάντας ἐδιδάξατε τῆ
Τριάδι ψάλλειν·
Ἀλληλούϊα.
Ῥήτορας
πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ἐδείξατε τῆ
δυνάμει τοῦ
Λόγου, αὐτόπται, τὸ
ἄφραστον μυστήριον ῥητορεύοντες Θεοῦ
ἐνανθρωπήσεως, καὶ τὸ
τρισσὸν τῆς θεαρχίας διατρανώσαντες πᾶσιν ἡμῖν τοῖς βοῶσιν οὕτω·
Χαίρετε, θεῖα ὄργανα Παρακλήτου·
χαίρετε, ῥόδα εὔοσμα Παραδείσου.
Χαίρετε, Ἑλλήνων μωρίαν ἐλέγξαντες·
χαίρετε, ἀθέων μανίαν οἱ
σβέσαντες.
Χαίρετε, μῦρα εὐωδέστατα οἱ
προχέοντες πιστοῖς·
χαίρετε, ῥεῖθρα ἰάσεων οἱ
πηγάζοντες λαοῖς.
Χαίρετε, εὐσεβούντων τὸ
κέρας ἀνυψοῦντες·
χαίρετε, ἀσεβούντων τὴν ὀφρὺν καταργοῦντες.
Χαίρετε, τερπνὰ
Ἐκκλησίας κειμήλια·
χαίρετε, φαιδρὰ
εὐσεβῶν ὁρμητήρια.
Χαίρετε, πρεσβευταὶ
τῶν ὑμᾶς εὐφημούντων·
χαίρετε, λυτρωταὶ
τῶν ὑμῖν προσφωνούντων·
Χαίρετε θεῖοι Ἀπόστολοι.
Σώσατε τοὺς ἐν πίστει τῷ
ἁγίῳ τεμένει, Απόστολοι, υμῶν προσεδρεύοντας πόθῳ,
καὶ
ἐκ πάσης βλάβης καὶ δεινῶν ῥύσασθε, παῤῥησίαν ὡς ἔχοντες πρὸς Θεὸν σώζειν τοὺς βοῶντας·
Ἀλληλούϊα.
Τεῖχος τῶν ὀρθοδόξων καὶ
ἀπόρθητοι πύργοι ἐδείχθητε, ὦ
Ἀπόστολοι θεῖοι, ἐν οἷς καταφεύγοντες σωζόμεθα καὶ
λύτρωσιν εὑράμενοι τῶν ἐκ δυσμενῶν κακονομιῶν βοῶμεν·
Χαίρετε, σῶσται κινδυνευόντων·
χαίρετε, ῥύσται τῶν εὐσεβούντων.
Χαίρετε, διόπτραι
τρισοφεγγοῦς φάους·
χαίρετε, κατόπτραι
διαφαίνουσαι πράους.
Χαίρετε, ἀστραπαὶ
διελθοῦσθι τὴν κτίσιν·
χαίρετε, αἱ
βρονταὶ
διηχοῦσαι τὴν πίστιν.
Χαίρετε, φωστῆρες ἡλίου λαμπρότεροι·
χαίρετε, λαμπτῆρες ἀστέρων φανότεροι.
Χαίρετε, εὐσεβείας τὰ
λαμπρὰ
ἀγάλματα·
χαίρετε, Ἐκκλησίας τὰ
τερπνὰ
ἰνδάλματα.
Χαίρετε, ὑφ᾿
ὧν ὁ Χριστὸς ἐδοξάσθη·
χαίρετε, δι᾿
ὧν ὁ σατὰν κατησχύνθη.
Χαίρετε θεῖοι Ἀπόστολοι.
Ὕμνον
σοι, Θεοῦ Λόγε, ἐκ στομάτων πηλίνων, προσφέρομεν τολμῶντες ἐκ πόθου, ὅτι πρεσβευτὰς ἡμῖν δέδωκας τοὺς θείους Ἀποστόλους σου, πιστῶς σε θεραπεύσαντας καὶ
δι᾿
ὧν οἰκτείρεις τοὺς σοὶ
βοῶντας·
Ἀλληλούϊα.
Φωτοπάροχον αἴγλην τοῖς ἐν σκότει τοῦ
βίου αὐγάζοντες, γινώσκομεν πάντες, ὁδηγοῦντας πρὸς φῶς ἀληθείας θεηγόροι Ἀπόστολοι, νέφος παθῶν ἐκδιώκοντας, διὸ
οἱ
φωτισθέντες κραυγῇ
ὑμᾶς τιμῶμεν·
Χαίρετε, δι᾿
ὧν ἡ ἀλήθεια φαίνει·
χαίρετε, ὑφ᾿
ὧν τὸ σκότος ἠλάθη.
Χαίρετε, ὄρη γλυκασμὸν οἱ
σταλάζοντες·
χαίρετε, ὄμβροι νοητὴν γῆν μεθύοντες.
Χαίρετε, Ἄποστόλων δωδεκὰς ἡ
θεόλεκτος·
χαίρετε, Μαθητῶν ὁ
χορὸς ὁ
ἐξάκουστος.
Χαίρετε, ὅτι τὴν ὑφήλιον αὐγάζετε μυστικῶς·
χαίρετε, ὅτι τὴν περίγειον περιθέετε
νοητῶς.
Χαίρετε, λαμπρὰ
τῆς πίστεως γνωρίσματα·
χαίρετε, Θεοῦ
τῆς πόλεως ὁρμήματα.
Χαίρετε, ὀσμὴ
τῆς Χριστοῦ
εὐωδίας·
χαίρετε, τρυφὴ
μυστικῆς εὐωχίας.
Χαίρετε θεῖοι Ἄπόστολοι.
Χάρις τῷ
Παντεπόπτῃ
καὶ
ἡμῶν κηδεμόνι, τῷ
δείξαντι σωτῆρας, καὶ
κοινοὺς ἡμῶν ὑμᾶς εὐεργέτας, δι᾿
ὑμῶν γὰρ πᾶς πιστὸς σέσωσται καὶ
παῤῥησίαν πρὸς αὐτὸν εὑρίσκομεν, οἱ
ἐν κακοῖς ὑπεύθυνοι βοῶντες·
Ἀλληλούϊα.
Ψάλλοντες εὐφημοῦμεν ἐν Ναῷ
ὑμῶν θείῳ
Απόστολοι, τὴν παγγέραστον ὑμῶν μνήμην, ἀσπαζόμενοι χαρακτῆροις ἱεροὺς
ὑμῶν, δαψιλῶς τὴν χάριν ἀπαῤῥυόμενοι καὶ
σὺν πόθῳ
ἐφύμνια ὑμῖν βοῶμεν·
Χαῖρε, τῶν Ἄποστόλων Πέτρε ὁ
πρόκριτος·
χαῖρε, τῶν Διδασκάλων Παῦλε ὁ
μέγιστος.
Χαῖρε, Ἀνδρέα ἔνδοξε ὁ
πρωτόκλητος ὀφθείς·
χαῖρε, Ἰωάννη πάνσοφε θεολόγων ἡ
κρηπίς.
Χαῖρε, Ζεβεδαίου Ἰάκωβε ἅγιε·
χαῖρε, Ματθαῖε λυχνία ὁλόφωτε.
Χαῖρε, Φίλιππε μάκαρ εὐσεβείας ἐκφάντορ·
χαῖρε, Ναθαναὴλ θεῖε ἱεροφάντορ.
Χαῖρε, θεῖε Σίμων ζηλωτὰ
Ἀπόστολε·
χαῖρε, τοῦ
Ἀλφαίου ὁ γόνος Ἰάκωβε.
Χαῖρε, Θωμᾶ
ὁ καλούμενος Δίδυμος·
χαῖρε, Ἰούδα φωστὴρ ὁ
πολύφωτος.
Χαίρετε θεῖοι Ἄπόστολοι.
Ὦ
πανύμνητοι μῦσται τοῦ Δεσπότου τῶν πάντων, ὑπουργοὶ
καὶ
διάκονοι θεῖοι (γ´) δεδεγμένοι
ἡμῶν τὰς λιτάς, ἀπὸ
πάσης ῥύσασθε συμφορὰς ἅπαντας καὶ
τῆς μελλούσης κατακρίσεως λυτρώσατε τοὺς μελωδοῦντας·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τοὺς Ἀποστόλους τοῦ
Χριστοῦ
ἀνευφημήσωμεν, τὴν δωδεκάριθμον χορείαν τὴν ἐξάκουστον, τοὺς κηρύξαντες τὸν λόγον τῆς ἀληθείας καὶ
ἑλκύσαντας τὰ ἔθνη πρὸς ἐπίγνωσιν, τῆς Τριάδος καὶ
τὴν πλάνην ἀμαυρώσαντας, τούτοις κράζοντες· Χαίρετε θεῖοι Ἄπόστολοι.