Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν πολυάριθμον χορείαν καὶ θεόπλοκον, τῶν Σαλῶν Πάντων ἁγίων μακαρίσωμεν, τοὺς ἀξίως τιμηθέντας παρὰ Κυρίου. Ἐκκλησίας γὰρ τυγχάνουσι στηρίγματα, ὑπὲρ Ἧς καθικετεύουσι τὸν Κτίσαντα, αὐτοῖς βοήσωμεν· Χαίροις Ἅγιον σύστημα.
Ἀνδρέαν, τὸν ἐν Βασιλίδι διαλάμψαντα, μετ’ εὐφροσύνης οἱ πιστοὶ ἀνυμνήσωμεν (γ΄)· ὡς κορυφαῖον τῆς τῶν Σαλῶν σεπτῆς χορείας. Μετ’ αὐτοῦ δὲ τὸν ἐν Τότμα τούτου ὁμώνυμον, Ἀντώνιόν τε τοῦ Βαλαὰμ καὶ Ἀντώνιον ἕτερον τὸν τοῦ Ζαντόσκ, Ἀρσενίους τε δύο τοὺς τῆς Νοβογράδας, μετ’ Ἀναστασίας καὶ Ἀσινὲθ τῶν Νεομαρτύρων, βοῶντες αὐτοῖς τοιαῦτα·
Χαίρετε, οἱ τῶν λόγων τοῦ Παύλου ἐκφραγίσματα·
χαίρετε, οἱ τῶν λημμάτων τῆς πλάνης καταπτώματα.
Χαίρετε, οἱ ὑπάρχοντες Ὀρθοδόξων λαμπρότης·
χαίρετε, οἱ τυγχάνοντες Ἐκκλησίας φαιδρότης.
Χαίρετε, ἥλιοι ὁλόφωτοι, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαίρετε, στηρίγματα ἀκράδαντα, τοῦ ποιμνίου τοῦ Θεοῦ.
Χαίρετε, εἰκόνες ἐν σαρκί, ἀῤῥαγοῦς καρτερίας·
χαίρετε, ἄνθη τὰ μυρίπνοα, μυστικῆς εὐθαλείας.
Χαίρετε, τὰ πυρὸς τῆς πλάνης σβεστήρια·
χαίρετε, τὰ φωτὸς οὐρανίου κειμήλια.
Χαίρετε, στεῤῥὰ τῆς πίστεως στηρίγματα·
χαίρετε, λαμπρὰ τῆς ἀληθείας σκηνώματα.
Χαίροις Ἅγιον σύστημα.
Βασίλειον τὸν τῆς Μόσχας πολιοῦχον, ἀξιοχρέως οἱ πιστοὶ τιμήσωμεν. Οὗτος γὰρ γυμνῷ τῷ σώματι ἐν μέσῳ χειμῶνι περιεφέρετο, ἐγκαρδίῳ πυρὶ θερμαινόμενος. Χριστῷ δὲ τῷ Θεῷ ἐβόα·
Ἀλληλούϊα.
Γεώργιον μετὰ Γερασίμου μεγαλύνομεν, τοὺς τῆς διὰ Χριστὸν ἐραστὰς σαλότητος καὶ κήρυκας· ὁ πρῶτος μὲν ἐν Σενκούσρκ, ἀσκητικῶς ἠγωνίσατο· ὁ ἕτερος δέ, ἐν Μολδαβίᾳ, ἐρημιτικῶς τὸν βίον ἤνυσεν. Διὸ ἀμφότεροι στεφάνους παρὰ Κυρίου ἔλαβον, καὶ οὐρανίῳ φωτὶ καταυγάζουσι, τοὺς βοῶντας·
Χαίρετε, οἱ μωροὶ καὶ ἀσθενεῖς διὰ Χριστόν·
χαίρετε, οἱ ἄτιμοι, ὡς λέγει Παῦλος, δι’ Αὐτόν.
Χαίρετε, οἱ μεγάλοι ἐν τῇ ἀσκήσει·
χαίρετε, οἱ μέγιστοι ἐν τῇ φρονήσει.
Χαίρετε, ἐγκρατείας κανόνες οἱ εὐθύτατοι·
χαίρετε, ἀπαθείας λειμῶνες οἱ μυρίπνοοι.
Χαίρετε, οἱ ἀνδρείως ὑποστάντες τοὺς τῆς ἀσκήσεως πόνους·
χαίρετε, οἱ φανέντες ὑπὲρ τοὺς τῆς φύσεως νόμους.
Χαίρετε, οἱ ἐν ἄθλοις στεῤῥοὶ καὶ ἀήττητοι·
χαίρετε, οἱ ἐν πόνοις ἀσκητικοῖς οἱ πρόθυμοι.
Χαίρετε, δι’ οὗς ἡ Ἐκκλησία χορεύει·
χαίρετε, παρ’ οὗς ἐκβοῶσα προστρέχει.
Χαίροις Ἅγιον σύστημα.
Δόξαν τὴν τοῦ Σωτῆρος, ὁλοτρόπως ποθήσαντες, θέατρον τῷ κόσμῳ ἐγεννήθησαν, οἱ ὑφ’ ἡμῶν ἀναξίως τιμώμενοι Ἅγιοι. Παρεῖδον γὰρ τὰ τοῦ κόσμου τερπνά, Χριστῷ ἀκολουθῆσαι προκρίνατες. Θείου δὲ Πνεύματος πλησθέντες, Αὐτῷ καρδίας ἔψαλλον·
Ἀλληλούϊα.
Εὐλόγιος ὁ Προφήτης, Ἰβηρίας ὁ γόνος, οἷάπερ μέλισσα νοητή, τὰ κρείττονα ζητῶν, ἐπιπλάστου μωρίας τὸν ἀγῶνα ἀνέλαβεν. Δι’ οὗ τὴν τῶν μελλόντων πραγμάτων προλέγειν τὴν χάριν λαβών, ἀκούει μετὰ τῶν σὺν αὐτῷ, παρ’ ἡμῶν ταῦτα·
Χαίρετε, οἱ σάλπιγγες τῆς εὐσεβείας·
χαίρετε, οἱ κήρυκες τῆς ἀληθείας.
Χαίρετε, οἱ Σατὰν καταργήσαντες πλάνην·
χαίρετε, οἱ πιστοῖς ἄνωθεν νέμοντες χάριν.
Χαίρετε, οἱ ἀρνηθέντες τὸ φθειρόμενον σῶμα·
χαίρετε, οἱ συνειδήσει ἐκχύσαντες αἷμα.
Χαίρετε, οἱ διὰ σημείων κηρυχθέντες·
χαίρετε, οἱ τοῦ λαοῦ προστάται φανέντες.
Χαίρετε, ἡ πολλῶν ἀσθενῶν θεραπεία·
χαίρετε, οἱ προσαχθέντες τῷ Τυθέντι θυσία.
Χαίρετε, δοχεία τῆς τοῦ Πνεύματος χάριτος·
χαίρετε, ταμεῖα τῆς Αὐτοῦ ἁγιότητος.
Χαίροις Ἅγιον σύστημα.
Ζῆλον θεῖον ὡς φλόγα, ἐν ψυχῇ κεκτημένοι, οἱ διὰ Χριστὸν τὸν Θεὸν Σαλοὶ Ἅγιοι, βιοτῆς τῆς προσκαίρου τὰ τερπνὰ παρεῖδον καὶ ἀσκήσεως σκληροτάτης τὴν ὁδὸν ἐξελέξατοι. Δι’ ἧς οὐρανίων ἔτυχον δωρεῶν καὶ σωτηρίας βοῶντες·
Ἀλληλούϊα.
Ἤστραψαν τῷ νοητῷ τῆς Ἐκκλησίας στερεώματι, ἡμεῖς μωροὶ διὰ Χριστὸν βοῶντες, οἱ τῆς σαλότητος ἐρασταί. Τὴν πτωχείαν γὰρ τὴν τοῦ Σωτῆρος μιμησάμενοι, πάντων ἐκγυμνωθέντες τῶν ἐπιγείων, ἔτυχον τῆς οὐρανίου μακαριότητος καὶ χαρισμάτων ποικίλων. Μακαρίζοντες οὖν αὐτούς, μετ’ εὐφροσύνης εἴπωμεν·
Χαίρετε, οἱ τῆς πλάνης τὰς ἐνέδρας καθελόντες·
χαίρετε, οἱ τῆς σαρκὸς τὰς ὀρέξεις ἀνελόντες.
Χαίρετε, κανόνες σκληροτάτης ἀσκήσεως·
χαίρετε, λαμπάδες ἐνθέου φρονήσεως.
Χαίρετε, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος·
χαίρετε, ὑψίστη ἀνόρθωσις, τοῦ δεινοῦ ἡμῶν πτώματος.
Χαίρετε, οἱ Παθῶν τοῦ Κυρίου, μιμηταὶ ζωηφόρων·
χαίρετε, οἱ προπατόρων τῇ πίστει, ζηλωταὶ θεοφόρων.
Χαίρετε, πλούτη θεοδώρητα, ἀρετῶν ἀσκητικῶν·
χαίρετε, σκεύη πολυτίμητα, πλήρη θείων δωρεῶν.
Χαίρετε, δι’ οὗς εὐσεβείας ἀεὶ σκιρτῶσι·
χαίρετε, πρὸς οὗς ἐν χαρᾷ νῦν βοῶσι·
Χαίροις Ἅγιον σύστημα.
Θεόδωρον τὸν παλαιόν, σὺν Θεοδώρῳ ἑτέρῳ τὸν τῆς Νοβογράδας, ὁμοῦ μετὰ Θωμᾶ, Θεοφίλου τοῦ τῶν Σπηλαίων, καὶ Θεοκτίστης τῆς Νεομάρτυρος, τιμῶμεν οἱ πιστοί, ἐραστὲς γὰρ θείων πράξεων ἐδείχθησαν ἅπαντες, Κυρίῳ ψάλλοντες·
Ἀλληλούϊα.
Ἰσιδώρᾳ τῇ μακαρίᾳ τῇ τῆς Ταβέννης, καὶ Ἰωάννῃ τῆς Ἰβηρίας, καὶ τοῖς αὐτοῦ ὁμωνύμοις, τοῖς ἐν Γιουρέβι, Πεσνόσι καὶ Μόσχα, τοῖς συντόνοις ἐγκρατείας καμάτοις τὸν Κύριον εὐαρεστήσασι, ψάλλομεν κατὰ χρέος·
Χαίρετε, δι’ ὧν ἡ θεία χάρις δωρεῖται·
χαίρετε, δι’ ὧν ἡ κακία σοβεῖται.
Χαίρετε, τὰ Χριστοῦ ἐθελούσια θύματα·
χαίρετε, τὰ διαβόλου καίρια πλήγματα.
Χαίρετε, ὦ συνάθροισις μακαρία·
χαίρετε, Ὀρθοδόξων ἡ προστασία.
Χαίρετε, τῆς ἀγάπης Χριστοῦ τὰ ἔσοπτρα·
χαίρετε, τῆς ἀπάτης σατὰν τὰ δρέπανα.
Χαίρετε, οἱ ὑπάρχοντες τοῦ Χριστοῦ εὐωδία·
χαίρετε, οἱ ἐλεύνοντες τὴν τῶν παθῶν δυσωδίαν.
Χαίρετε, ὅτι πρὸς ὕψος ἁγιότητος ἤρθητε·
χαίρετε, ὅτι πλουσίως χαρισμάτων ἐπλήσθητε.
Χαίροις Ἅγιον σύστημα.
Κυπριανῷ τῷ Σουζδαλίας, βλαστῷ καὶ κοσμήματι καὶ πάσι τοῖς τῇ σεπτῇ τῶν ἐπιπλάστῳ μωρίᾳ χορείᾳ ἀνηκόντων, τῶν ἐν παλαιοῖς καὶ ὑστέροις καιροῖς ὀφθέντων, γνωστῶν τε καὶ ἀνωνύμων, βοῶμεν αὐτοὺς τιμῶντες·
Ἀλληλούϊα.
Λαυρέντιος δι’ ἐγκρατείας, τῆς ἀγάπης τῆς θείας, ἐδέχθη τὴν δροσίζουσαν φλόγαν, καὶ στεῤῥῶς μαρτυρίου τὸν δρόμον ἰσοβίως διήνυσε, μετὰ τῶν αὐτοῦ σεπτῶν ὁμοτρόπων, ὧν τὰ παλαίσματα θαυμάζοντες λέγομεν·
Χαίρετε, δι’ ὧν οἱ πιστοὶ σκιρτῶσι·
χαίρετε, δι’ ὧν οἱ ἐχθροὶ σιγῶσι.
Χαίρετε, οἱ ζωῆς τῆς ἁγίας διδάσκαλοι·
χαίρετε, οἱ θεοφόρων Ὁσίων ἐφάμιλλοι.
Χαίρετε, εἰκόνες ἀῤῥαγοῦς καρτερίας·
χαίρετε, ἄνθη μυστικά, οὐρανῶν εὐθαλείας.
Χαίρετε, ὁδηγοὶ εὐλαβῶν οἱ θεόσοφοι·
χαίρετε, οἱ φωτὶ οὐρανίῳ θεούμενοι.
Χαίρετε, δι’ ὧν ὁ Χριστὸς ἀνυμνήθη·
χαίρετε, δι’ ὧν ὁ σατὰν κατηργήθη.
Χαίρετε, δεδοξασμένη ἱερὰ συστοιχία·
χαίρετε, λελαμπρυσμένη τῶν Ὁσίων χορεία.
Χαίροις Ἅγιον σύστημα.
Μάρκος ὁ ἐν Σάρωφ ἐνασκήσας, καὶ Μιχαὴλ ὁ κλεινὸς Νεομάρτυς, μεθ’ ἑτέρων δύο αὐτοῦ ὁμωνύμων, τὴν Χριστοῦ Ἐκκλησίας φεγγοβόλοι ἀστέρες, διὰ σημείων ἐκηρύχθησαν. Διὸ πάσης βλάβης ἡμᾶς διασώζουν, τοὺς βοῶντας·
Ἀλληλούϊα.
Νικόλαος ὁ Πσκωβίας καὶ Νοβογράδας ὁ πάνυ, ἀσκητικοῖς ἀγῶσι τὸν ἀρχαῖον πτερνιστὴν κατήσχυνεν. Διὰ τὰς ἀριστείας τοῦτων ἐξυμνοῦντες, καὶ τὰς πρεσβείαις αὐτῶν πρὸς Θεὸν ἐξαιτούμενοι, χρεωστικῶς ψάλλομεν τοιαῦτα·
Χαίρετε, τῆς ἀγάπης τῆς θείας θησαυρίσματα·
χαίρετε, τῆς πτωχείας τοῦ Λόγου ἐναυλίσματα.
Χαίρετε, οἱ Χριστοῦ πράξει κηρύξαντες ὄνομα·
χαίρετε, οἱ τῆς χάριτος δειχθέντες τὸ σκήνωμα.
Χαίρετε, οἱ ἐν συνειδήσει μαρτυρήσαντες Ἅγιοι·
χαίρετε, οἱ ἀγωνισθέντες ἐν τῷ σαλότητος σκάμματι.
Χαίρετε, σύναξις εὐφρόσυνος, καὶ σεπτὴ παρεμβολή·
χαίρετε, πτῶσις ἡ τοῦ δράκοντος, καὶ πιστῶν καταφυγή.
Χαίρετε, γεωργίας καινῆς τὰ ἀπανθίσματα·
χαίρετε, οὐρανίας πατρίδος πολίσματα.
Χαίρετε, λαμπάδες ἰσαγγέλου βίου·
χαίρετε, κρατῆρες οὐρανίου μύρου.
Χαίροις Ἅγιον σύστημα.
Ξένη τῶν ἐν κόσμῳ, ἀγαθῶν καὶ ἡδέων, καὶ πάροικος τῆς ὑπ’ οὐρανὸν ὄντως ἐφάνει, Ξένη ἡ μακαρία, ἡ ξενοπρεπῶς ἀγωνισαμένη ἐν Πετρουπόλει τῇ Ἁγίᾳ, ὅθεν Ὀρθόδοξοι πάντες αὐτὴν τιμῶντες βοῶμεν·
Ἀλληλούϊα.
Ὅλως ἡγιασμένοι οἱ Σαλοὶ τοῦ Κυρίου, οἱ τήξαντες προθύμως τὸ σῶμα, διὰ ψύχους καὶ καύσωνος καὶ τῆς τοῦ κόσμου ἀστοργίας, ἐφάνησαν ἡμῖν, ἐξαισίων σημείων δὲ δειχθέντες ἐργάται, ἰσχὺν παρέχουσι ἡμῖν τοῖς ψάλλουσι·
Χαίρετε, Ἀνδρέου τοῦ πρώτου ὁμόζηλοι·
χαίρετε, τῆς εὐκλείας ἐκείνου ἰσότιμοι.
Χαίρετε· οἱ μωροὶ διὰ τὴν χάριν τοῦ Κυρίου·
χαίρετε, οἱ ἐν σαρκὶ κήρυκες τοῦ Εὐαγγελίου.
Χαίρετε, κήρυκες διαπρύσιοι, τῆς ἀγάπης τοῦ Θεοῦ·
χαίρετε, μάχαιραι ἀμφίστομοι, τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαίρετε, ἀείφωτοι ἀστέρες, τῆς ἁγίας ἡμῶν πίστεως·
χαίρετε, δεινοὶ ὀλετήρες, τῆς ματαίας φρονήσεως.
Χαίρετε, νόμων τῶν τοῦ Πνεύματος, ἀσφαλεῖς ὑφηγηταί·
χαίρετε, τρόπων κόσμου σχέσεων, ἀληθεῖς ἐκμειωταί.
Χαίρετε, οἱ ὡς περικαθάρματα τοῦ κόσμου φανέντες·
χαίρετε, οἱ πάντων περίψημα ἕως ἄρτι φανέντες.
Χαίροις Ἅγιον σύστημα.
Παΐσιος ὁ τῆς Λαύρας τῶν Σπηλαίων τῆς Μεγίστης, καὶ Πέτρος ὁ ἐν Ἄγκλιχ ἱερεὺς τοῦ Κυρίου, σὺν αὐτοῖς δὲ ἡ μακαρία Παρασκευὴ ἡ τοῦ Σάρωφ, ἁγιασθέντες τῷ τῆς ἐθελουσίας σαλότητος σκάμματι, γεραίρονται ὑπὸ πάντων τῶν τῷ ἐκείνους δοξάσαντι Θεῷ κραυγαζόντων·
Ἀλληλούϊα.
Ῥαστωβίας Ἰωάννης, καὶ Ἰσίδωρος, ὡς ἀπόστολοι ἄλλοι, εὐσεβείας τὸν λόγον κηρύττουσι, ὃν πρῶτον ἐκεῖνοι ἑαυτοῖς ἐφήρμοσαν. Διὸ ἡ Ἐκκλησία τούτους τιμῶσα, βοᾶ αὐτοῖς συμφώνως·
Χαίρετε, στρατιῶται Κυρίου κραταιότατοι·
χαίρετε, καθαιρέται ἐχθροῦ ἐνθεώτατοι.
Χαίρετε, ἄνθη εὐωδέστατα τῆς ἀπαθείας·
χαίρετε, σκεύη πολυτίμητα τῆς ἀκακίας.
Χαίρετε, Χριστοῦ ἐκλογία τὰ θεῖα·
χαίρετε, τοῦ ἀΰλου φωτὸς δοχεῖα.
Χαίρετε, λαμπάδες τῆς θείας καθάρσεως·
χαίρετε, ὁδηγοὶ τῆς ψυχῶν ἀνατάσεως.
Χαίρετε, τῆς ἀγάπης τὰ θεία ταμεῖα·
χαίρετε, τὰ κρειττόνων ἐν σαρκὶ ἐκμαγεῖα.
Χαίρετε, οἱ σαρκὸς τὰς ἀλγηδόνας κουφίζοντες·
χαίρετε, οἱ ἁμαρτανόντων πολιτείαν ῥυθμίζοντες.
Χαίροις Ἅγιον σύστημα.
Συμεὼν ὁ Ἐμμέσσης, ὁ τοῦ χοροῦ κορυφαῖος, καὶ ὁ τούτου ὁμότροπος ὁμώνυμός τε ὁ ἐν Ῥωσίᾳ, ἀνυμνείσθωσαν. Σὺν αὐτοῖς δὲ καὶ Σάββας, ὁ ἐπ’ ἐσχάτων μαρτυρηθὴς ἐν τῷ Ἁγίῳ τοῦ Ἄθωνος Ὄρει, ἡμᾶς γὰρ πάσης βλάβης διασώζουν, τοὺς ψάλλοντας·
Ἀλληλούϊα.
Τότμας ὁ ἔνδοξος Μάξιμος, καὶ ὁ ἐν Μόσχᾳ τούτου συνώνυμος, ἀσκητικῶς ἐκγυμνασθέντες δι’ ἐπιπλάστου μωρίας, τὸν πάλαι πτερνιστὴν κατήσχυνα. Διὸ τὰς ἀριστείας αὐτῶν τιμῶντες, οἱ τῷ φωτὶ τῶν πρεσβειῶν αὐτῶν ἐλπίζοντες, πιστῇ μέλπομεν·
Χαίρετε, οἱ πλουτήσαντες Ὁσίων τὴν ἔλλαμψιν·
χαίρετε, οἱ ζηλώσαντες Μαρτύρων τὴν κατάστασιν.
Χαίρετε, δι’ ὧν εὐσεβεῖς φωταγωγοῦνται·
χαίρετε, δι’ ὧν εὐσεβεῖς καταργοῦνται.
Χαίρετε, δόξα καὶ ἀντίληψις, Ὀρθοδόξων εὐσεβῶν·
χαίρετε, σκέπη καὶ κραταίωμα, τῶν ὑφ’ ἥλιον εὐλαβῶν.
Χαίρετε, οἱ πλησθέντες δωρεῶν οὐρανίων·
χαίρετε, οἱ ἀποστάντες ἐννοιῶν ἐπιγείων.
Χαίρετε, οἱ θαυμάτων τὴν χάριν δεξάμενοι·
χαίρετε, οἱ ἀκαθαρσίας τὰ σμήνη τρεψάμενοι.
Χαίρετε, δι’ ὧν ἡ Τριὰς ἀνυμνεῖται·
χαίρετε, δι’ ὧν πάσα γῆ φρυκτωρεῖται.
Χαίροις Ἅγιον σύστημα.
Ὕμνοις ἐπινικίοις, τὴν ὑμῶν πολιτείαν, καὶ ἄθλων τῶν μεγίστων τοὺς πόνους τιμῶμεν, χαιρετιστήριον ᾠδὴν ὑμῖν προσφέροντες, τοῖς διὰ Χριστὸν τὸν Θεὸν Σαλοῖς Ἁγίοις. Προκοπίους δὲ τρεῖς, τὴν ἐν ὑμῖν φωτοφόρον τριάδα, οὗς ἡ Τριὰς ἐτίμησε, γεραίρωμεν βοῶντες·
Ἀλληλούϊα.
Φλέγει βελίαρ τὴν ἰσχύν, ἡ ἐνοικοῦσα τοῖς τιμίοις ὑμῶν λειψάνοις, τοῦ Πνεύματος χάρις, ἁγιάζει δὲ τοὺς πίστῃ προστρέχοντας καὶ αὐτὰ προσκυνοῦντας Ἅγιοι. Διὸ μετ’ εὐφροσύνης ὑμῖν βοῶμεν·
Χαίρετε, ῥεῖθρα καθαρώτατα, ναμάτων τῶν μυστικῶν·
χαίρετε, ἄνθη εὐωδέστατα, Βασιλείας Οὐρανῶν.
Χαίρετε, οἱ λυτῆρες συνοχῆς ψυχοφθόρου·
χαίρετε, οἱ δοτῆρες χαρμονῆς θεοσδότου.
Χαίρετε, οἱ πύργοι τῆς Ἐκκλησίας·
χαίρετε, ἡ πτῶσις τῆς ἀγνωσίας.
Χαίρετε, δι’ οὗς ὁ σατὰν οἰμώζει·
χαίρετε, δι’ οὗς εὐσεβεῖς σκιρτῶσι.
Χαίρετε, ἀηδόνες θεοβρύτου συνάρσεως·
χαίρετε, λαμπηδόνες οὐρανίου ἐμφάνσεως.
Χαίρετε, ὁ λόγος τῆς Ἐκκλησίας·
χαίρετε, ἡ πτωχῶν πηγὴ παραμυθίας.
Χαίροις Ἅγιον σύστημα.
Χαίροντες, τῆς ζωῆς τῆς ἀλήκτου ἀπολαύετε νῦν, σὺν πάσῃ ψυχῇ οἷα τὸν Κύριον εὐηρέστησε καὶ πάντα τὰ τῶν Ἀγγέλων συστήματα, ἀπὸ πάσης δὲ λύπης καὶ ὀργῆς ἡμᾶς ῥύσασθαι, διὰ Χριστὸν τὸν Θεόν, Σαλοὶ Ἅγιοι, τοὺς πόθῳ ἐπιτελοῦντας τὴν σεπτὴν ὑμῶν μνήμην, καὶ Κυρίῳ ᾄδοντας·
Ἀλληλούϊα.
Ψάλλομεν τὴν τοῦ Παύλου, τοῦ ἐκ Κορίνθου τὴν δόξαν, ὃς Παύλου τοῦ Ἀποστόλου τῶν λόγων, ποιητὴς ἀνεδείχθη, ἡμεῖς γὰρ μωροὶ διὰ Χριστόν, ἀκούων, ἔσπευσε τρέχων καὶ περικάθαρμα τῷ κόσμῳ ἐφάνη. Διὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν παλαίσματα θαυμάζοντες, ἀναβοῶμεν·
Χαίρετε, οἱ τῶν πόνων φανέντες ἰσχυρότεροι·
χαίρετε, οἱ τῶν ἡδέων δειχθέντες ἀνώτεροι.
Χαίρετε, οἱ παθῶν ἐκτίλλοντες τὰς ἄκανθας·
χαίρετε, οἱ ψυχῶν ἀρδεύοντες τὰς ἀρούρας.
Χαίρετε, ἡ Χριστοῦ ἁγία παράταξις·
χαίρετε, ἡ σατὰν τελεία κατάργησις.
Χαίρετε, οἱ τοῦ Σωτῆρος πιόντες τὸ ποτήριον·
χαίρετε, οἱ τελέσαντες καλῶς τὸ μαρτύριον.
Χαίρετε, οἱ λαμπηδόνες, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαίρετε, οἱ ἀντιλήπτορες, τοῦ θρησκεύοντος λαοῦ.
Χαίρετε, χαιρετισμοῦ τοῦ ἐμοῦ οἱ συλλήπτορες·
χαίρετε, οἱ τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτορες.
Χαίροις Ἅγιον σύστημα.
Ὢ χορεία ἁγία, τῶν Σαλῶν τοῦ Κυρίου, Ἀγγέλων συμπολίτης τῶν θείων (γ΄)· σὺν αὐτοῖς καὶ πάσι τοῖς Ἁγίοις Χριστὸν δυσωπήσατε, πταισμάτων διδόναι ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ βοῶσιν·
Ἀλληλούϊα.