Wednesday, December 9, 2015

Χαιρετισμοί των Αγιων της Εν Τη Ιερά Μονή Διονυσίου Αγίου Όρους




 Εἰκοσιτέσσαρες κατ᾿ ἀλφάβητον Οἴκοι εἰς τοὺς Ἐνδεκαριθμους Ὁσίους Πατέρας τοὺς ἐν τῇ καθ᾿ ἡμᾶς Ἱερὰ Μονὴ τοῦ Ἁγίου Διονυσίου διαλάμψαντας. Ποίημα (Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) 
Κοντάκιον.
 Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἐνδεκαριθμοι χαίρετε.

Ἄγγελοι ἐν τῷ κόσμῳ, ἀνεδείχθητε ὄντως, Πατέρες διὰ βίου τελείου (ἐκ γ΄) καὶ νῦν τοῖς τῶν Ἀγγέλων χοροῖς, συνόντες καὶ ἐν μετοχῇ θεούμενοι, ὑπὲρ ἡμῶν πρεσβεύετε, τῶν βοώντων ὑμῖν τοιαῦτα·
Χαίρετε, λύχνοι τῆς ἐγκρατείας·
χαίρετε, στῦλοι τῆς Ἐκκλησίας.
Χαίρετε, ἀσκήσεως ἄνθη ἀμάραντα·
χαίρετε, ἀθλήσεως δένδρα κατάκαρπα.
Χαῖρε, δῆμος ἐνθεώτατος πενταρίθμων Ἀσκητῶν·
χαῖρε, σύστημα ἀήττητον ἑξαρίθμων Ἀθλητῶν.
Χαίρετε, τῆς ἀγάπης φωτοφόροι ἀστέρες·
χαίρετε, θεοφόροι Ἀθληταὶ καὶ Πατέρες.
Χαίρετε, σκεύη φωτὸς τοῦ κρείπονος·
χαίρετε, ξίφη κατὰ τοῦ χείρονος.
Χαίρετε, ἄρνες τῆς θείας ἀγέλης·
χαίρετε, πλήρεις τῆς ἄνωθεν αἴγλης.
Χαίρετε Πατέρες ἑνδεκάριθμοι

Βίον τὸν τῶν Ἁγίων, ἐκ καρδίας ποθοῦντες, προσὴλθετε καιροῖς ἐν ἰδίοις, ὡς πρόβατα τῄδε τῇ Μονῇ, ἐκ διαφόρων πατρίδων μακάριοι, καὶ ἐναρέτοις σκάμμασιν, ἐκλαμπετε Χριστῷ βοῶντες·
Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, ἐν πολλῇ ἡσυχίᾳ, καὶ φῶς ἀπ᾿ οὐρανοῦ βλέψας θεῖον, ἐγείρεις τῷ Χριστοῦ Βαπτιστῇ, Μονὴν περιφανῆ Διονύσιε, ἐν ᾗ οἱ θείως ἀσκούμενοι, βοῶσί σοι ἐν εὐφροσύνη·
Χαῖρε, ὁ οἶκος τοῦ Παρακλήτου·
χαῖρε, τὸ δένδρον τοῦ Παραδείσου.
Χαῖρε, ὁ δομήτωρ Μονῆς σου ὁ πρώτιστος·
χαῖρε, ὁ κοσμήτωρ ἡμῶν καὶ διδάσκαλος.
Χαῖρε, βίβλος θεοτύπωτος τῆς μονήρους βιοτῆς·
χαῖρε, τύπος πρακτικώτατος τῆς ἀσκητικῆς ζωῆς.
Χαῖρε, ὅτι ἐδείχθης Μοναστῶν κυβερνήτης·
χαῖρε, ὅτι ἐφάνης Ἀσκητῶν παιδοτρίβης.
Χαῖρε, ποιμὴν ἡμῶν ἐνθεωτατος·
χαῖρε, λιμὴν ψυχῶν ἀκλυδώνιστος.
Χαῖρε, λαμπτὴρ τῶν σεπτὼν φοιτητῶν σου·
χαῖρε, πατὴρ συμπαθὴς τῶν υἱῶν σου.
Χαίροις, Πάτερ Διονύσιε.

Δύναμιν θείαν ἔχων, πλείστους ἥνυσας δρόμους, τὴν σὴν καταρτιζόμενος ποίμνην, καὶ ἐν Τραπεζούντι γεγονώς, πρὸς Χριστὸν Διονύσιε ἀνέδραμες, τῶν πόνων σου τὰ ἔπαθλα, δρεπόμενος Πάτερ καὶ ψάλλων·
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ Ἄθῳ, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ πᾶσαν λαμπρύνεις Ἐκκλησίαν, τῇ γὰρ ἄνωθεν Νήφων βουλῇ, Κωνσταντινουπόλεως ποιμὴν γέγονας, πυρσεύων θείοις τρόποις σου, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα*
Χαῖρε, φωστὴρ ὁ τῆς Ἐκκλησίας·
χαῖρε, λαμπτὴρ τῆς Ὀρθοδοξίας.
Χαῖρε, Βυζαντίου ποιμὴν ὁ θεόσοφος·
χαῖρε, Ἱεράρχης Κυρίου θεόληπτος.
Χαῖρε, ὕψος ταπεινώσεως διὰ βίου ὑψηλοῦ·
χαῖρε, βάθος τῆς φρονήσεως ὡς θεράπων τοῦ Θεοῦ.
Χαῖρε, ὅτι στηρίζεις κλονουμένας καρδία
χαῖρε, ὅτι καθαιρεῖς τῶν ψυχῶν τὰς κηλῖδας.
Χαῖρε, λαμπρὸν τῆς χάριτος ὄργανον·
χαῖρε, πιστῶν τὸ θεῖον προσφύγιον.
Χαῖρε, δι’ οὐ Δακία ηὔγασθη,
χαῖρε, δι᾿ οὗ ἡ κακία ἠλάθη.
Χαίροις, Νήφων Πατὴρ ἡμῶν.

Ζήλῳ τῶν Ἀποστόλων, σωτηρίας τὸν λόγον, κηρύττεις σοφὲ ἐν τῇ Δακίᾳ· καὶ παρὰ Κυρίου δοξασθείς, ὡς θησαυρὸν θεῖον ἡμῖν κατέλιπες, τὴν θήκην τῶν λειψάνων σου, Πάτερ Νήφων τοῖς ἐκβοῶσιν·
Ἀλληλούϊα.

Ἡ τοῦ Πνεύματος χάρις, ἐνοικήσασα Πάτερ, λαμπρῶς τῇ καθαρᾷ σου καρδίᾳ, χάριτος σαφῶς προφητικῆς, καὶ διακρίσεως λύχνον σὲ δείκνυσι, λαμπρύνοντα Δόμετιε, τοὺς εὐλαβώς σοι ἐκβοῶντας·
Χαῖρε, τῶν κάτω ὁ ὑπερόπτης·
χαῖρε, τῶν ἄνω θεῖος ἐπόπτης.
Χαῖρε, ἡσυχίας κανὼν ἀπλανέστατος·
χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατος.
Χαῖρε, ἄστρον προοράσεως καὶ Ὁσίων μιμητής·
χαῖρε, λύχνος διακρίσεως καὶ Μιγάδων ῥυθμιστής.
Χαῖρε, Διονυσίου φίλος τοῦ θεοφόρου·
χαῖρε, τῆς ἐνεργείας σκεῦος τῆς θεοσδότου.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὴν νέκρωσιν·
χαῖρε, λαβὼν τὴν ἄνωθεν θέωσιν.
Χαῖρε, ποιμὴν Μοναζόντων ὁ θεῖος·
χαῖρε, ζωῆς ἐνάρετου ὁ τύπος.
Χαίροις, Πάτερ Δομέτιε.

Θεϊκῆς ἐπιπνοίας, πληρωθεὶς τὴν καρδίαν, Δομέτιε Κυρίου θεράπων, τῆσδε τῆς ποίμνης σοφὸς ποιμήν, μετὰ τὸν θεῖον ὤφθης Διονύσιον, ἥνπερ καλῶς ἐποίμανας, βοώσαν σὺν σοὶ τῷ Κυρίῳ·
Ἀλληλούϊα.

Ἱερός σου ὁ βίος, ὦ Λεόντιε ὤφθη, ἐν ταύτῃ τῇ Μονῇ τῇ πανσέπτῳ· διὸ μετὰ τέλος τὸ σόν, μύρα βλύζει ὁ τάφος σου πανεύοσμα, εὐφραίνοντα μακάριε, τοὺς ἐκβοώντάς σοι τοιαῦτα·
Χαῖρε, τοῦ Πνεύματος μυροθήκη·
χαῖρε, τῆς χάριτος ἔμπνους στήλη.
Χαῖρε, μυστικῆς γεωργίας κιννάμωμον·
χαῖρε, θεϊκῆς εὐωδίας ἀλάβαστρον.
Χαῖρε, μύρον πολυσύνθετον ἐνεργείας ἀρετῶν·
χαῖρε, βότρυς ὁ παμπέπειρος στάζων θεῖον γλυκασμόν.
Χαῖρε, ὅτι ἐδέξω τὴν θεόπνευστον χάριν·
χαῖρε, ὅτι ἐδείχθης ἀρωμάτων φιάλη.
Χαῖρε, πηγὴ ἐν Ἄθῳ μυρόβλυτος·
χαῖρε, ὀσμὴ τῆς θείας χρηστότητος.
Χαῖρε, σταγὼν Ἀερμὼν ἐξ ἁγίου·
χαῖρε, ῥοὴ ἐξ Ἐδὲμ Παραδείσου.
Χαίροις, Πάτερ Λεόντιε.

Κῆπον ἠθῶν ὁσίων, τὴν ψυχήν σου τελέσας, ἀρετῶν γεωργοῦσαν τὰ κρίνα, ἅπερ εἰς μῦρον πνευματικόν, μεταποιηθέντα Πάτερ Λεόντιε, μυροβλύτην σὲ ἔδειξαν, εὐωδιάζοντα τοὺς βοῶντας·
Ἀλληλούϊα.

Λυτρωθεὶς προμηθείᾳ, ἐκ τῆς αἰχμαλωσίας, τῆς μόνης Θεοτόκου Μαρίας, φερωνύμως φίλος τοῦ Θεοῦ, τῇ ἰσαγγέλῳ πολιτείᾳ γέγονας, ᾧ καὶ ἡμᾶς οἰκείωσαι, Φιλόθεε τοὺς σοὶ βοῶντας·
Χαῖρε, ὁ φίλος τοῦ Ζωοδότου·
χαῖρε, ὁ μύστης τῆς Θεοτόκου.
Χαῖρε, ὁ ζηλώσας Ὁσίων τὴν ἄσκησιν·
χαῖρε, ὁ ἔνεγκας καμάτων τὴν ἄνθησιν. Χαῖρε, ὅτι ἐταπείνωσας τῶν δαιμόνων τὴν ὀφρύν· χαῖρε, ὅτι κατεπλούτησας τῶν Ἀγγέλων τὴν ἰσχύν. Χαῖρε, ὁ διανύσας τὸν σὸν βίον ὁσίως· χαῖρε, ὁ τὸν ἀγῶνα ἐκτελέσας νομίμως. Χαῖρε, κανὼν Μοναστῶν εὐθύτατος· χαῖρε, φωτὸς τῆς χάριτος ἔμπλεως. Χαῖρε, οὐ ἡ κᾶρα ὡς ἄστρον ὤφθη· χαῖρε, πρὸς ὃν ὁ ἁλιεὺς τότε ἔφη·Χαίροις, Πάτερ Φιλόθεε.

Μένων ἐν τῇ ἀγάπῃ, τοῦ Κυρίου ὦ Πάτερ, εἰς ἄκρον τελειότητος ἤρθης, διὸ τὸ σκῆνός σου τὸ σεπτόν, ἀποῤῥίψαι εἰς δρυμὸν τῷ μαθητῇ σου, Φιλόθεε παρὴγγειλας, ἐν ταπεινώσει Θεῶ ψάλλων·
Ἀλληλούϊα.

Νίκην ἄρας ἁγίαν, ἐν ἀσκήσει ὁσἰᾳ, ὑπῆλθες τῶν Μαρτύρων τὸ σκάμμα· παιδοτριβούμενος γὰρ σοφῶς, τῷ Ἱεράρχῃ Μακάριε Νήφωνι, μαρτυρικῶς ἠρίστευσας διό σοι ἅπαντες βοῶμεν·
Χαῖρε, ὁμότροπε τῶν Ὁσίων·
χαῖρε, ὁμόζηλε τῶν Μαρτύρων.
Χαῖρε, φοιτητὰ θεοφόρε τοῦ Νήφωνος·
χαῖρε, Ἀθλητὰ νικηφόρε τοῦ Κτίσαντος.
Χαῖρε, ὅτι ὡμολόγησας τὸν Σωτῆρα τοῦ παντός·
χαῖρε, ὅτι χαίρων ἤνεγκας τὰς αἰκίας τῆς σαρκός.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ νεότευκτον γέρας·
χαῖρε, τῆς εὐσεβείας τὸ νεοφωτον σέλας.
Χαῖρε, ἐχθρῶν αἰσχύνας τὸ φρύαγμα·
χαῖρε, πιστῶν στηρίξας τὸ φρόνημα.
Χαῖρε, ζωῆς κοινωνὲ μακαρίας·
χαῖρε, χαρὰς μέτοχε αἰωνίας.
Χαίροις, Μάρτυς Μακάριε.

Ξίφει τὸν σὸν αὐχένα, μετὰ πλείστους ἀγῶνας, τμηθεὶς Ὁσιομάρτυς ἀνδρείως, διέκοψας κεφαλὰς ἐχθρῶν, ἐν ἐκστάσει προφητικῶς Μακάριε, καὶ νικηφόρος ἔδραμες, τῷ ἀθλοθέτῃ Χριστῷ ψάλλων·
Ἀλληλούϊα.

Ὁλικῶς προσανέχων, Νήφωνι τῷ ἐνθέῳ, τῇ θείᾳ ἐπτεῥώθης ἀγάπῃ· καὶ τὴν ἀσκητικὴν στολὴν, ἀθλητικοῖς σου αἵμασιν ἐφοίνιξας, ὦ Ἰωάσαφ ἔνδοξε, στηρίζων τοὺς πίστει βοῶντας·
Χαῖρε, ὁ ἔνθεος ἐν ἀσκήσει·
χαῖρε, ὁ ὅσιος ἐν ἀθλήσει.
Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ φρονήματα·
χαῖρε, ὁ ἐλέγξας ἐχθρῶν τὰ βουλεύματα.
Χαῖρε, μύστης ἐνθεωτατος Νήφωνος τοῦ ἱεροῦ·
χαῖρε, Μάρτυς ἀληθέστατος τοῦ Παντάνακτος Χριστοῦ.
Χαῖρε, ὅτι ἐκτρέπεις τῶν τῆς Ἄγαρ τὴν πλάνην·
χαῖρε, ὅτι ἐδέξω τὴν σωτήριον χάριν.
Χαῖρε, Χριστοῦ θεράπων ὁ γνήσιος·
χαῖρε, πιστῶν λιμὴν ὁ ἀχείμαστος.
Χαῖρε, φυτὸν οὐρανίου λειμῶνος·
χαῖρε, πρηστὴρ κατ’ ἐχθροῦ λυμεῶνος.
Χαίροις, Ἰωάσαφ ἔνδοξε.

Πόνων κατατολμήσας, Ἰωάσαφ ποικίλων, ἐδέξω τὸ μακάριον τέλος, καὶ τῆς ἀτελευτήτου ζωῆς, Ὁσιομάρτυς ἐκομίσω τὸν στέφανον, σὺν Ἀγγέλοις χορεύων, καὶ τῇ Τριάδι ἀεὶ ψάλλων·
Ἀλληλούϊα.

Ῥεῖθροις τοῖς τῶν δάκρυὧν, καθαρθεὶς τὴν καρδίαν, Χριστὸν ἐνεδύσω φερωνύμως, Χριστοφόρε καὶ πόθῳ θερμῷ, ὑπὲρ αὐτοῦ τὸ αἷμά σου ἔχεας· διὸ τῆς σῆς ἀθλήσεως, ὑμνοῦμεν τὴν χάριν βοῶντες·
Χαῖρε, Χριστὸν ὁ ἐνδεδυμένος·
χαῖρε, λαμπρῶς ὁ ἠγωνισμένος.
Χαῖρε, ὁ κηρύξας τὴν κλῆσιν τὴν ἔνθεον·
χαῖρε, ὁ αἰσχύνας τὴν πλάνην τὴν βέβηλον.
Χαῖρε, στρατιώτης ἄριστος τῆς στρατείας τοῦ Χριστοῦ·
χαῖρε, καθαιρέτης κράτιστος τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι παρέχεις δρόσον παραμυθίας·
χαῖρε, ὅτι ἐξαίρεις καύσωνα ἀθυμίας.
Χαῖρε, Χριστοῦ ὁ φέρων τὰ στίγματα·
χαῖρε, αὐτοῦ πληρώσας τὰ ῥήματα.
Χαῖρε, ζωῆς μετασχὼν ἀθανάτου·
χαῖρε, χαρὰς κοινωνῶν ἀκηράτου.
Χαίροις, Χριστοφόρε ἔνδοξε.

Στίλβον τὸ πρόσωπόν σου, τῇ ἔνδοθεν θεαυγείᾳ, θαυμαστῶς Χριστοφόρε ὡράτο, ὁπηνίκα εἵλκου πρὸς σφαγήν, πρὸς ἥν ἀγαλλομένῃ ψυχη ἔσπευδες, Χριστῷ τῷ ἀνάσταντι, ψάλλων τὸν ἐπινίκιον ὕμνον·
Ἀλληλούϊα.

Τῆς ψυχῆς τὸ γενναῖον, ἱερῶς ὑπεμφαίνων, ὦ Γεννάδιε Ὁσιομάρτυς, ἐκ παλαισμάτων ἀσκητικῶν, πρὸς ἀθλητικοὺς ἀγῶνας ἐχώρησας, οὕς ἐν Χριστῷ τετέλεκας, ἀκούων παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, ἰσχύος θείας ὁ πλήρης·
χαῖρε, ἀγάπης Χριστοῦ ὁ μύστης.
Χαῖρε, ὁ καθάρας τὸν νοῦν δι᾿ ἀσκήσεως·
χαῖρε, ὁ δοξάσας Χριστὸν δι’ ἀθλήσεως.
Χαῖρε, ἄνθος τὸ νεόδρεπτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, βέλος τὸ ὀξύτονον κατ᾿ ἐχθροῦ τοῦ νοητοῦ.
Χαῖρε, ὅτι ἐῤῥύσθης συναφείας ἐνύλου·
χαῖρε, ὅτι ἐπλήσθης φωταυγείας ἀύλου.
Χαῖρε, λαμπὰς ἡ νέα τῆς πίστεως·
χαῖρε, στεῤῥὸς ὁπλίτης τοῦ Κτίσαντος.
Χαῖρε, Χριστοῦ τὴν λαμπρότητα βλέπων·
χαῖρε, ἡμῖν θείαν χάριν παρέχων.
Χαίροις, μάκαρ Γεννάδιε.

Ὑπερήφανον ὄφιν, κατεπόντισας Μάρτυς, θαλάσσῃ τῶν οἰκείων αἱμάτων, ἀποτμηθείς σου τὴν κεφαλήν, καὶ πρὸς τὴν γῆν τῶν πραέων ἀνέδραμες, ὁρῶν τὰ ὑπὲρ ἔννοιαν, Γεννάδιε καὶ Χριστῷ ψάλλω·
Ἀλληλούϊα.

Φωτισθεὶς τῇ καρδίᾳ, τῶν παθῶν τῇ νεκρώσει, ἐδέξω τὴν οὐράνιον φλόγα, καὶ πρὸς ἀγῶνας ἀθλητικούς, χωρήσας τὴν ὕλην τῆς πλάνης ἔφλεξας, Ἰωσὴφ τῇ ἀθλήσει σου, διεγειρὼν ἡμᾶς βοᾷν σοι·
Χαῖρε, πυρσὸς τῆς θείας ἀγάπης·
χαῖρε, σκηπτὸς κατὰ τῆς ἀπάτης.
Χαῖρε, ὁ ζηλώσας Μαρτύρων τὴν ἄθλησιν·
χαῖρε, ὁ δοξάσας Κυρίου τὴν σάρκωσιν.
Χαῖρε, κάρπωμα νεόθυτον πρὸς Χριστὸν τὸν Λυτρωτήν·
χαῖρε, ἱερεῖον ἔμψυχον πρὸς τὸν πάντων Ποιητήν.
Χαῖρε, ὅτι ἡγήσω ὡς τρυφὴν τὴν ἀγχόνην
χαῖρε, ὅτι ἐδέξω φωταυγὴῆ ἀμπεχόνην.
Χαῖρε, λαβὼν τὴν θείαν ἀντίδοσιν·
χαῖρε, ἐχθροῦ ἐκλύων τὴν δύναμιν.
Χαῖρε, δι᾿ οὗ κατεβλήθη ὁ δράκων·
χαῖρε, δι᾿ οὗ φωταυγοῦμαι κραυγάζων·
Χαίροις, Ἰωσὴφ μακάριε.

Χαίρων περιεβάλου, Ἰωσὴφ τὴν ἀγχόνην, ὡς θεῖον περιδέραιον μάκαρ, δι᾿ ἧς ἀγχονίσας τὸν ἐχθρόν, θεούφαντον πορφύραν ἠμφίεσαι, κινδύνων τε καὶ θλίψεων, λυτρούμενος τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.

Ψάλλειν ἠξιωμένος, ἐν ὑψίστοις θεόφρον, τελέσας μαρτυρίου τὸν δρόμον, σὺν Ἀγγέλων Παῦλε τοῖς χοροῖς, τῇ Τριάδι ὕμνον τὸν τρισάγιον, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν πίστει σοι ἐκβοώντων·
Χαῖρε, ὁ νέος ἐν Ἀθλοφόροις
χαῖρε, ὁ θεῖος ἐν θεοφόροις.
Χαῖρε, τῶν Μαρτύρων ἐν πᾶσιν ἰσότιμος·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ὅσιος ἐν Μάρτυσιν ὡς ἀθλήσας ἀνδρικῶς·
χαῖρε, ἓδρασμα νεότευκτον τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, ὅτι ἐδείχθης ἀῤῥαγὴς Ἀθλοφόρος·
χαῖρε, ὅτι ἐγένου τοῦ Χριστοῦ κληρονόμος.
Χαῖρε, δι᾿ οὗ παθῶν καθαρθήσομαι·
χαῖρε, δι᾿ οὗ Κυρίῳ ὀφθήσομαι.
Χαῖρε, λαβὼν ἀφθαρσίας τὸ γέρας,
χαῖρε, ἡμῶν θεοδώρητον κέρας.
Χαίροις, Παῦλε πανένδοξε.

Ὦ συνέλευσις θεία, θεοδόξαστε δῆμε, ἑνδεκαρίθμων θείων Πατέρων (ἐκ γ´) ἐν ἀγάπῃ τελείᾳ ἡμᾶς, διατηρεῖτε ταῖς ὑμῶν δεήσεσιν, ὡς ἂν ζωὴν ἐνάρετον, ἀνύοντες Θεῷ βοῶμεν·
Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὴν ἑνδεκάριθμον χορείαν καὶ ἑξάκουστον, τοὺς ἐν ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας, καταστέψωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων. Τῶν ἐν 'Ἄθῳ Μοναστῶν γὰρ τύποι ὤφθησαν καὶ Μονῆς τῆς τοῦ Προδρόμου καλλωπίσματα, τούτοις λέγοντες·
Ἑνδεκάριθμοι χαίρετε.

Δίστιχον.
Χαρὰς νοητῆς Πατέρες πλήσατέ με
Γεράσιμον τὸ χαῖρε ὑμῖν βοῶντα.

Χαιρετιστήριοι Οίκοι εις τον εν Αγίοις Πατέρα ημών Λουκάν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κριμαίας, τον Ανάργυρον Ιατρόν και Ομολογητήν της Πίστεως, τον Θαυματουργόν




Κοντάκιον



Ήχος πλ. δ΄. Τη Υπερμάχω.

Συμφερουπόλεως ποιμένα θεοφώτιστον, και ιατρόν τον επιστήμονα τον άριστον, ως φιλάγιοι υμνήσωμεν εγκαρδίως· εν Ρωσία γαρ βιώσας ώσπερ άγγελος, ωμολόγησε Χριστού το θείον όνομα· διό κράζομεν· Χαίροις Λουκά αξιάγαστε.

Άγγελος πάτερ ώφθης, επ’ εσχάτων των χρόνων, εν χώρα δυστυχούντων ανθρώπων (εκ γ’)· βιοτεύσας ενθέως εν γη, Ιεράρχα Λουκά όντως το πρότυπον, λαού και κλήρου γέγονας, διόπερ σοι εβόων ταύτα·

Χαίρε το εύχος πάσης Ρωσίας·
χαίρε το σκεύος της ευσεβείας.
Χαίρε ποιμάνσεως ανθρώπων το μίμημα·
χαίρε ιατρείας άλγούντων το καύχημα.
Χαίρε ότι ωμολόγησας τον Χριστόν ανδροπρεπώς·
χαίρε ότι εθεράπευες άρρωστήματα βροτών.
Χαίρε ότι εκ παίδων ηλικίας εκλάμπεις·
χαίρε ότι εγγάμων συζυγίας ηράσθης.
Χαίρε τεκνίων των σων το φέγγισμα·
χαίρε πιστών το άγιον κλέισμα.
Χαίρε σεμνών Επισκόπων ο κόσμος·
χαίρε ηθών ουρανίων ο τόμος.

Χαίροις Λουκά αξιάγαστε.

Βλέπων τα των αγίων, εν Κιέβω οστέα, εμίσησας του κόσμου ηδέα, και χωρήσας Λουκά ακλινώς, προς της πίστεως τα σκάμματα έχαιρες, κραυγάζων παναοίδιμε, αγγέλων σταθηρώς τον ύμνον·

Αλληλούϊα.

Γνώσιν έχων κατ’ άμφω, κοσμικήν τε και θείαν, εσκέδασας αθέων σκοτίαν, και την τέχνην Λουκά ιατρών, μετιών των βροτών αρρωστήματα, τη αρωγή της χάριτος, πλειστάκις εθεράπευσας, διό εβόων σοι τοιαύτα·

Χαίρε η έγερσις των καμνόντων
χαίρε η θάρσησις των στενόντων.
Χαίρε δυσιάτων αλγών η κατάπαυσις·
χαίρε ασθενούντων μερόπων ανάστασις.
Χαίρε στήριγμα ακλόνητον φοβουμένων τον Θεόν·
χαίρε πύργος ακατάσειστος ευσεβών χριστιανών.
Χαίρε των ακεστόρων ποδηγός χρηματίσας·
χαίρε αδικουμένων τας καρδίας πτερώσας.
Χαίρε λαλών σοφίας τα ρήματα·
χαίρε στομών αθέων τα στόματα.
Χαίρε Μητρός του Χριστού επαινέτης·
χαίρε εχθρών των αυτής καθαιρέτης.

Χαίροις Λουκά αξιάγαστε.

Δόξαν των επικήρων, και ρεόντων μισήσας, ηγάπησας σοφίας το νέκταρ, και ετρύγησας πάτερ Λουκά, ωσεί μέλισσα φιλόπονος πάντιμε, το μέλι θείας γνώσεως, Χριστώ τω σω Κυρίω άδων·

Αλληλούϊα.

Ένδοθεν κεκτημένος, θείον ζήλον τα κρείττω, ηθέλησας γνωρίσαι των άνω· αγαπήσας γαρ τον Χριστόν, ολοκαρδίως Λουκά θεοτίμητε, εδέχθης χάριν άνωθεν, εμπνέων του βοάν σοι πάντας·

Χαίρε ο φίλος της αληθείας·
χαίρε ο λύχνος της ευπρεπείας,
Χαίρε ιατρείας κανών ακριβέστατος·
χαίρε αναργύρων αγίων διάδοχος.
Χαίρε κλήμα πολυφόρητον της αμπέλου του Χριστού·
χαίρε βίβλος η πολύφυλλος της σοφίας των βροτών.
Χαίρε ότι ελλάμπεις ως νεόφωτον άστρον·
χαίρε ότι τυγχάνεις των χαρίτων το άγγος.
Χαίρε εγγάμων πάντιμον άκουσμα·
χαίρε νοσούντων άκους το άντλημα.
Χαίρε ανδρών υποδίκων η ρώσις·
χαίρε θυτών αντιθέων η πτώσις.

Χαίροις Λουκά αξιάγαστε.

Ζήλω θείω χιτώνι, των θυτών ημφιάσω. ως άγγελος Λουκά και ειργάσω, εν μέσω σκολιάς γενεάς, τας εντολάς θεόφρον του Κυρίου σου, προτρέπων τους συνόντας σοι, εν τω ψάλλειν αεί τον ύμνον·

Αλληλούϊα.

Ήκουσας του Κυρίου, της φωνής προσταζούσης, βαστάζειν τον Σταυρόν αυτού χαίρων, διό πάσας τας θλίψεις Λουκά, τους εγκλεισμούς και βασάνους υπήνεγκας, στηρίζων το σον πλήρωμα, το μέλπον σοι εν ευφροσύνη·

Χαίρε διάδοχε Αποστόλων·
χαίρε διάκονε των πασχόντων.
Χαίρε χειρουργέ νοσημάτων του σώματος·
χαίρε φρυκτωρέ νοημάτων του Πνεύματος.
Χαίρε όρθρος διαυγέστατος ελευθέρας βιοτής·
χαίρε έλεγχος ο άτεγκτος αθεΐας της δεινής.
Χαίρε ότι αφόβως τας αικίας υπέστης·
χαίρε ότι ευτόλμως της κακίας απέστης.
Χαίρε λαού Ρωσίας το άγαλμα·
χαίρε πικρών δαιμόνων το λάκτισμα.
Χαίρε της σπείρας κακούργων ο τρόμος·
χαίρε πολλών καταδίκων το θάμβος.

Χαίροις Λουκά αξιάγαστε.

Θεοτόκου μη στέρξας, την εικόνα εκβάλλειν, ονείδη των αθέων εδέξω· βοηθόν γαρ Λουκά την αγνήν, θεωρών εν τη τέχνη σου ήθελες, ισχύν αυτής και έψαλλες, προς τον Χριστόν σοφέ τον ύμνον·

Αλληλούϊα.

Ιεράρχης Κυρίου, θεοκλήτως εδείχθης, ποιμαίνειν ευσεβώς τας χορείας· και το όνομα εν τη κουρά, του αγίου Λουκά θαυμαστώς είληφας· διό πάντες γηθόμενοι, εβόων σοι, από καρδίας·

Χαίρε αγλάισμα Επισκόπων·
χαίρε το σέμνωμα μοναζόντων.
Χαίρε των αζύγων ανδρών το υπόδειγμα·
χαίρε των συζύγων στερρόν επιστήριγμα.
Χαίρε ότι συ ενδέδυσαι αμπεχώνην ιεράν·
χαίρε ότι συ απέρριψας των οικείων τας φωνάς.
Χαίρε επιτελών την φρικώδη θυσίαν·
χαίρε επιποθών ουρανών βασιλείαν.
Χαίρε ποιμένων άριστον πρότυπον·
χαίρε πιστών Τασκένδης υψίπυργος.
Χαίρε λιμήν του Ταμπώφ σωτηρίας·
χαίρε πρηστήρ αθεούντων μανίας.

Χαίροις Λουκά αξιάγαστε.

Κραταιός ώσπερ λέων, επινοίας αθέων, ηδάφισας παμμάκαρ τελέως, και ως δούλος Λουκά του Θεού, εν τω σώματι ήνεγκας τα στίγματα, Χριστού και ανεπλήρωσας, υστέρημα αυτού κραυγάζων·

Αλληλούϊα.

Λιπαρώς ηγωνίσω, Εκκλησίαν τηρήσαι, εκ λύμης ψευδαδέλφων αρτίαν, ως Επίσκοπος γαρ του Χριστού, τας πλοκάς σχισμάτων κληρικών έλυσας· διό σε οι Ορθόδοξοι, ετίμων άγιε βοώντες·

Χαίρε η γλώσσα της αληθείας·
χαίρε η τήξις της ασεβείας.
Χαίρε κληρικών ατακτούντων ο έλεγχος·
χαίρε ιερέων αγίων ο έφορος.
Χαίρε λύμης των αιρέσεων ελατήρ ο αυστηρός·
χαίρε σχίσμα θεομίσητον φανερώσας ταχινώς.
Χαίρε της ακριβείας των δογμάτων το στόμα·
χαίρε οικονομίας το γλυκύτατον πόμα.
Χαίρε δι’ ου ηττήθησαν δαίμονες·
χαίρε δι’ ου ηυφράνθησαν άγγελοι.
Χαίρε φωστήρ Εκκλησίας απάσης·
χαίρε σωτήρ της Ρωσίας εκ πλάνης.

Χαίροις Λουκά αξιάγαστε.

Μόνος εν εξορίαις, μείνας άγιε όντως, ανύμνεις τον Χριστόν υμνωδίαις· και τον σπόρον Λουκά της ζωής, ως γηπόνος σοφός εν ψυχαίς έρριπτες και έδρεπες τους στάχυας, πλουσίως ανακράζων πάτερ.

Αλληλούϊα.

Νέον ως Ιεράρχην, και ακέστορα θείον, της χάριτος Χριστού το ταμείον, των δογμάτων τον ομολογητήν, της Κριμαίας ποιμένα σε πανεύφημον, Λουκά τιμώμεν άπαντες, βοώντες εν αγαλλιάσει·

Χαίρε Τασκένδης ο ποδηγέτης·
χαίρε πεινώντων ο σιτοδότης.
Χαίρε Σιβηρίας της χώρας αγίασμα·
χαίρε κρατουμένων ανδρών το διάσωσμα.
Χαίρε ότι πλάνης γέγονας εν Ρωσία πλεισταχού·
χαίρε ότι πλείστα έπαθες ως κακούργος εν δεσμοίς.
Χαίρε των κακοφρόνων εγκαθέτων η πλήξις·
χαίρε των καταδίκων συν σοι θεία γαλήνη.
Χαίρε τυφλών ανθρώπων ανάβλεψις·
χαίρε μικρών παιδιών η φύλαξις.
Χαίρε σεμνών ιερέων ο αίνος·
χαίρε βροτών κακουργούντων ο κλόνος.

Χαίροις Λουκά αξιάγαστε.

Ξένων πάτερ εν μέσω, ελογίσθης ως ξένος, βιώσας ω Λουκά ξενοτρόπως· ως ανέστιος γαρ εν πολλαίς, της Ρωσίας μάκαρ μεταβάς πόλεσι, Χριστού το μέγα όνομα, εκήρυττες στερρώς κραυγάζων·

Αλληλούϊα

Όλβον Πάτερ την πίστιν, του Χριστού την αγίαν, ηγήσω υπέρ πάντα τα πλούτη, και ως μάργαρον ταύτην Λουκά, τοις πιστοίς ανθρώποις άγιε έδειξας· διό προς σε ανέμελπον, ευγνώμονας ωδάς ηδέως·

Χαίρε ανάργυρε Αρχιθύτα·
χαίρε των άνω δήμων πολίτα.
Χαίρε εξορίας πικράς ο συνέμπορος·
χαίρε οφθαλμών θεραπείας ο έμπειρος.
Χαίρε ότι διεφύλαξας τας δοκίμους μοναχάς·
χαίρε ότι και απέκρουσας αόρατους πειραστάς.
Χαίρε οικογενείας των τυφλών ιατρεία·
χαίρε των απιστούντων οχληρά παρουσία.
Χαίρε Μαρτίνου θύτου χορήγησις·
χαίρε Βορείου Πόλου η πρόσκτησις.
Χαίρε ωδή καρτερίας εν πίστει·
χαίρε μολπή θυμηδίας εν θλίψει.

Χαίροις Λουκά αξιάγαστε.

Πάσα πόλις ηγέρθη, υπέρ σου θεοφόρε, και ήτησε την σην παρουσίαν· επιγνόντες γαρ εν Τουρουχάνσκ, αρετών σου το πλήθος και ιάματα, εδόξαζον τον Κύριον, τον σε δοξάσαντα βοώντες·

Αλληλούϊα.

Ρήσεις θεογνωσίας, διδαχάς ευσέβειας, και δόγματα Ορθόδοξα πάτερ· εξηρεύξω το στόμα το σον, και αγνοίας το ρεύμα Λουκά έστησας, φωτίζων τους συνόντας σοι, τους ανακράζοντας τοιαύτα·

Χαίρε λογίων ο φωτοδότης·
χαίρε σκοτίων ο καθαιρέτης.
Χαίρε Ιωάννου Παυλώφ αγαλλίασις·
χαίρε διακόνων Χριστού η παράκλησις.
Χαίρε δένδρον το πολύκαρπον και καλλίκαρπον ομού·
χαίρε άνθος ευωδέστατον των αγίων του Θεού.
Χαίρε τον Γενισέϊ διαπλεύσας αφόβως·
χαίρε μηχανορράφον στηλιτεύσας ατρόμως.
Χαίρε του θείου λόγου το τρόπαιον·
χαίρε νοσούντων δόμου το όργανον.
Χαίρε Πλαχίνου κώμης οίκήτωρ·
χαίρε μονών αγίων κοσμήτωρ.

Χαίροις Λουκά αξιάγαστε.

Σώας έχων τας φρένας, Ιεράρχα τον στόνον, υπήνεγκας του σώματος χαίρων, εν πυρί γαρ πολλών πειρασμών, ως χρυσός ελαμπρύνθης Λουκά ένδοξε, και ώφθης όντως πρότυπον, ημών των εκβοώντων ούτως·

Αλληλούϊα.

Τειχισθείς ενεργείαις, του Χριστού ταις αγίαις, απέκρουσας ποικίλας μανίας, των αθέων ένδοξε Λουκά, και ανήλθες εις το άκρον της χάριτος, επιτελών θαυμάσια, λαώ τω σοι βοώντι ούτως·

Χαίρε ο δέσμιος του Κυρίου·
χαίρε ο κήρυξ τού σωτηρίου.
Χαίρε του εγκλείστου στολήν ενόυσάμενος·
χαίρε φυλακάς τας δεινάς οικησάμενος.
Χαίρε ότι διεσκέδασας ανακρίσεως πλοκάς·
χαίρε ότι φρούδας έδειξας του Σατάν τας μηχανάς.
Χαίρε ο αλλοιώσας προς τα κρείττω απίστους·
χαίρε ο εμψυχώσας τους συν σοι κατάδικους.
Χαίρε του ράσου ένθερμος πρόμαχος·
χαίρε θαυμάτων πλείστων ο πρόξενος.
Χαίρε ευχής προς Χριστόν θιασώτης·
χαίρε κακών οιωνών αναιρέτης.

Χαίροις Λουκά αξιάγαστε.

Ύψωσας προς τα άνω, Iεράρχα το όμμα. τον νουν και την καρδίαν παμμάκαρ, και τας χείρας ομού συν αυτοίς, εκζητών του Χριστού Λουκά το έλεος, εν ταις περιπλανήσεσι, της εξορίας άγιε κραυγάζων·

Αλληλούϊα.

Φως αυγάζον βολαίς του, Συμφερούπολιν πάτερ, και πάσαν την περίοικον ταύτης, επεγνώσθης εν γήρει Λουκά, και ηγίασας λαόν τον φιλόθεον, τον εν τη πίστει μείναντα, ακλόνητον και σε υμνούντα·

Χαίρε ο έλεγχος ρασοφόρων·
χαίρε ομότροπε Αποστόλων.
Χαίρε μυστηριών Χριστού ο συνήγορος·
χαίρε κληρικών ανευθύνων κατήγορος.
Χαίρε έμψυχον παράδειγμα καταλόγου των θυτών·
χαίρε άριστον εκτύπωμα Επισκόπων ευλαβών.
Χαίρε ο μεμνημένος των πτωχών φιλανθρώπως·
χαίρε ο εκδιδασκων τους πιστούς θεαρέστως.
Χαίρε καλών επαίνων ο άξιος·
χαίρε σημείων νέων ο πρόξενος.
Χαίρε ο τύπος καλού ποιμενάρχου·
χαίρε ποιμάντωρ λαού φιλοχρίστου.

Χαίροις Λουκά αξιάγαστε.

Χάριν σχων ουρανόθεν, και εις γήρας ελάσας, ηρπάγης εκ της γης προς τα άνω, και τον δρόμον τελέσας καλώς, εν τοις δήμοις ηριθμήθης Λουκά ένδοξε, των νοερών δυνάμεων, προσάδων συν αυτοίς τον ύμνον·

Αλληλούϊα.

Ψάλλοντές σου τον ύμνον. προσκυνούμεν εν πίστει, τα λείψανα τα σα θεοφόρε, ως πηγή γαρ χαρίτων ημών, των τιμώντων τον βίον σου πανθαύμαστε, ιάται τα νοσήματα, διό βοώμεν σοι τοιαύτα·

Χαίρε ανήρ ο σημειοφόρος·
χαίρε λυτήρ πληγών κακοφόρων.
Χαίρε ακεστόρων το δόρυ το άθραυστον·
χαίρε Επισκόπων το δώμα το πάγκαλλον.
Χαίρε σκήνωμα το άμωμον της αγάπης του Χριστού·
χαίρε όνομα γλυκύτατον των οικείων του Θεού.
Χαίρε ότι εδέξω το άμάραντον στέφος·
χαίρε ότι ετρέψω των δαιμόνων το στίφος.
Χαίρε κακίας πάσης αλέξημα·
χαίρε πασών Ρωσιών το μελώδημα.
Χαίρε μονής Σαγματά παρακλήτωρ·
χαίρε καμέ τον πτωχόν ο στηρίζων.

Χαίροις Λουκά αξιάγαστε.

Ω πανεύφημε πάτερ, Επισκόπων ακρότης, και πάσης της Ρωσίας φιλότης, (εκ γ’), ταις λιταίς σου μη παύση Λουκά, Χριστόν ικετεύων ημίν χαρίσασθαι, αμαρτιών την άφεσιν, ίνα βοώμεν εγκαρδίως ·

Αλληλούϊα.



Και αύθις το Κοντάκιον



Ήχος πλ. δ΄ . Τη Υπερμάχω.

Συμφερουπόλεως ποιμένα θεοφώτιστον, και ιατρόν τον επιστήμονα τον άριστον, οι φιλάγιοι υμνήσωμεν εγκαρδίως· εν Ρωσία γαρ βιώσας ώσπερ άγγελος, ωμολόγησε Χριστού το θείον όνομα· διό κράζωμεν· Χαίροις Λουκά αξιάγαστε.



Ποίημα του Σεβ. Μητροπολίτου Εδέσσης, Πέλλης και Αλμωπίας κ. Ιωήλ Φραγκάκου